Migne Reading Room

PG 20 · cols. 260–269 · Read from the page

Eusebius, Church History, Book III

Eusebius, Church History, Book III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:260Read from the page
Ἔφεσον, ὁ δὲ πρεσβύτερος ἀναλαβὼν οἴκαδε τὸν παραδοθέντα νεανίσκον, ἔτρεφε, συνεῖχεν, ἔθαλπε, τὸ τελευταῖον ἐφώτισε. Καὶ μετὰ τοῦτο ὑφῆκε τῆς πλείονος ἐπιμελείας καὶ παραφυλακῆς, ὡς τὸ τέλειον αὐτῷ φυλακτήριον ἐπιστήσας τὴν σφραγῖδα τοῦ Κυρίου. Τῷ δὲ ἀνέσεως πρὸ ὥρας λαβομένῳ προσφθείρονταί τινες ἥλικες ἀργοὶ καὶ ἀπερῥωγότες, ἐθάδες κακῶν. Καὶ πρῶτον μὲν δι' ἑστιάσεων πολυτελῶν αὐτὸν ἐπάγονται, εἶτά που νύκτωρ ἐπὶ λωποδυσίαν ἐξιόντες, συνεπάγονται· εἶτά τι καὶ μεῖζον συμπράττειν ἠξίουν. Ὁ δὲ κατολίγον προσειθίζετο. Καὶ διὰ μέγεθος φύσεως, ἐκστὰς ὥσπερ ἄστομος καὶ εὔρωστος ἵππος ὀρθῆς ὁδοῦ, καὶ τὸν χαλινὸν ἐνδακὼν, μειζόνως κατὰ τῶν βαράθρων ἐφέρετο. Ἀπογνοὺς δὲ τελέως τὴν ἐν Θεῷ σωτηρίαν, οὐδὲν ἔτι μικρὸν διενοεῖτο, ἀλλὰ μέγα τι πράξας, ἐπειδήπερ ἅπαξ ἀπολώλει, ἴσα τοῖς ἄλλοις παθεῖν ἠξίου. Αὐτοὺς δὴ τούτους ἀναλαβὼν, καὶ ληστήριον συγκροτήσας, ἕτοιμος λήσταρχος ἦν, βιαιότατος, μαιφονώτατος, χαλεπώτατος. Χρόνος ἐν μέσῳ· καί τινος ἐπιπεσούσης χρείας, ἀνακαλοῦσι τὸν Ἰωάννην. Ὁ δὲ, ἐπεὶ τὰ ἄλλα ὧν χάριν ἧκε κατεστήσατο, Ἄγε δὴ, ἔφη, ὦ ἐπίσκοπε, τὴν παρακαταθήκην ἀπόδος ἡμῖν, ἣν ἐγώ τε καὶ ὁ Χριστός σοι παρακατεθέμεθα ἐπὶ τῆς Ἐκκλησίας, ἧς προκαθέζῃ, μάρτυρος. Ὁ δὲ τὸ μὲν πρῶτον ἐξεπλάγη, χρήματα οἰόμενος ἅπερ οὐκ ἔλαβε, συκοφαντεῖσθαι, καὶ οὔτε πιστεύειν εἶχεν ὑπὲρ ὧν οὐκ εἶχεν, οὔτε ἀπιστεῖν Ἰωάννῃ. Ὡς δὲ, Τὸν νεανίσκον, εἶπεν, ἀπαιτῶ καὶ τὴν ψυχὴν τοῦ ἀδελφοῦ, στενάξας κάτωθεν ὁ πρεσβύτης, καί τι καὶ ἐπιδακρύσας, Ἐκεῖνος, ἔφη, τέθνηκε. Πῶς καὶ τίνα θάνατον ; Θεῷ τέθνηκεν, εἶπεν. Ἀπέβη γὰρ πονηρὸς καὶ ἐξώλης, καὶ τὸ κεφάλαιον,
Ephesus, while the presbyter, taking home the young man committed to him, brought him up, kept him close, cherished him, and finally enlightened him in baptism. And after this he relaxed his greater care and watchfulness, as having set over him the perfect safeguard, the seal of the Lord. But when he obtained relaxation before the time, certain idle and dissolute youths of his own age, accustomed to evils, attached themselves to him to his ruin. And first indeed they lured him on through sumptuous banquets; then, going out somewhere by night for highway robbery, they took him along with them; then they urged him to join in doing something even greater. And little by little he became accustomed to it. And through the greatness of his nature, starting aside from the straight road like a hard-mouthed and powerful horse, and biting the bit, he rushed the more violently down towards the precipices. And having despaired completely of salvation in God, he no longer planned anything small, but by doing something great, since he was once for all ruined, he resolved to suffer the same lot as the others. Taking therefore these very men, and bands of robbers having been gathered together by him, he was a ready robber-chief, most violent, most bloodthirsty, most cruel. Time passed in the meanwhile, and when some need befell, they called John back again. And he, when he had settled the other matters on account of which he had come, said, 'Come now, O bishop, restore to us the deposit which both I and Christ committed to your charge in the presence of the Church over which you preside as witness.' At first the bishop was confounded, supposing that he was being falsely accused regarding money which he had not received, and he was able neither to believe concerning things which he did not have, nor to disbelieve John. But when he said, 'I demand back the young man and the soul of the brother,' the old man, groaning deeply from within and shedding some tears as well, said, 'That man has died.' 'How and what death?' 'He has died to God,' he said. 'For he turned out wicked and abandoned, and, in sum,
PG 20:261Read from the page
λῃστής. Καὶ νῦν ἀντὶ τῆς Εκκλησίας τὸ ὄρος κατείληφε μεθ' ὁμοίου στρατιωτικοῦ. Καταῤῥηξάμενος οὖν τὴν ἐσθῆτα ὁ Ἀπόστολος, καὶ μετὰ μεγάλης οἰμωγῆς πληξάμενος τὴν κεφαλὴν, Καλόν γε, ἔφη, φύλακα τῆς τἀδελφοῦ ψυχῆς κατέλιπον. Ἀλλ' ἵππος ἤδη μοι παρέστω, καὶ ἡγεμὼν γινέσθω μοί τις τῆς ὁδοῦ. Ἤλαυνεν ὥσπερ εἶχεν, αὐτόθεν ἀπὸ τῆς Ἐκκλησίας. Ἐλθὼν δὲ εἰς τὸ χωρίον, ὑπὸ τῆς προφυλακῆς τῶν λῃστῶν ἁλίσκεται, μήτε φεύγων, μήτε παραιτούμενος, ἀλλὰ βοῶν· Ἐπὶ τοῦτ' ἐλήλυθα, ἐπὶ τὸν ἄρχοντα ὑμῶν ἀναγάγετέ με. Ὅς τέως ὥσπερ ὥπλιστο, ἀνέμενεν. Ὡς δὲ προσιόντα ἐγνώρισε τὸν Ἰωάννην, εἰς φυγὴν αἰδεσθεὶς ἐτράπετο. Ὁ δὲ ἐδίωκεν ἀνὰ κράτος, ἐπιλαθόμενος τῆς ἡλικίας τῆς ἑαυτοῦ, κεκραγώς· Τί με φεύγεις, τέκνον, τὸν σαυτοῦ πατέρα, τὸν γυμνὸν, τὸν γέροντα ; ἐλέησόν με, τέκνον, μὴ φοβοῦ. Ἔχεις ἔτι ζωῆς ἐλπίδα. Ἐγὼ Χριστῷ δώσω λόγον ὑπὲρ σοῦ, ἂν δέῃ, τὸν σὸν θάνατον ἑκὼν ὑπομενῶ, ὡς ὁ Κύριος τὸν ὑπὲρ ἡμῶν. Ὑπὲρ σοῦ τὴν ψυχὴν ἀντιδώσω τὴν ἐμήν. Στῆθι, πίστευσον, Χριστός με ἀπέστειλεν. Ὁ δὲ ἀκούσας, πρῶτον μὲν ἔστη κάτω βλέπων, εἶτα ἔῤῥιψε τὰ ὅπλα, εἶτα τρέμων ἔκλαε πικρῶς. Προσελθόντα δὲ τὸν γέροντα περιέλαβεν ἀπολογούμενος ταῖς οἰμωγαῖς ὡς ἐδύνατο, καὶ τοῖς δάκρυσι βαπτιζόμενος ἐκ δευτέρου, μόνην ἀποκρύπτων τὴν δεξιάν. Ὁ δ' ἐγγυώμενος, ἐπομνύμενος, ὡς ἄφεσιν αὐτῷ παρὰ τοῦ Σωτῆρος ηὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην καταφιλῶν, ἐπὶ τὴν Ἐκκλησίαν ἐπανήγαγε. Καὶ δαψιλέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις συναγωνιζόμενος, ποικίλαις δὲ ῥήσεσι λόγων κατεπᾴδων αὐτοῦ τὴν γνώμην, οὐ πρότερον ἀπῆλθεν, ὥς φασι, πρὶν αὐτὸν κατέστησε τῇ Ἐκκλησίᾳ,
a robber. And now instead of the Church he has seized the mountain with an armed band like himself.' Rending his garment therefore, the Apostle, and beating his head with loud lamentation, said, 'A fine guardian indeed of the brother's soul did I leave behind! But let a horse be brought to me at once, and let someone become my guide for the road.' He rode off just as he was, straight from the Church. And having come to the place, he is captured by the advance guard of the robbers, neither fleeing nor begging off, but crying aloud, 'For this I have come; lead me up to your captain.' He in the meantime, armed just as he was, waited. But when he recognized John approaching, struck with shame he turned to flight. And John pursued with all his might, forgetting his own age, crying out, 'Why do you flee from me, child, your own father, unarmed and old? Have pity on me, child; do not fear. You still have hope of life. I myself will give account to Christ on your behalf; if need be, I will willingly endure your death, as the Lord endured death on our behalf. On your behalf I will give my own soul in exchange. Stand still, believe; Christ has sent me.' And he, on hearing this, first stood looking down, then threw away his weapons, then trembling wept bitterly. And when the old man came up, he embraced him, making his defence with his lamentations as best he could, and being baptized a second time with his tears, hiding only his right hand. But the Apostle, pledging himself and swearing solemnly that he had found forgiveness for him from the Saviour, beseeching, falling on his knees, kissing that very right hand as having been cleansed by repentance, led him back to the Church. And interceding with abundant prayers, struggling together with him in continual fastings, and soothing his mind with varied utterances of words, he did not depart earlier, as they say, before he restored him to the Church,
Notes, col. 261

On the reading

Printed Εκκλησίας, for Ἐκκλησίας.

PG 20:264Read from the page
διδοὺς μέγα παράδειγμα μετανοίας ἀληθινῆς, καὶ μέγα γνώρισμα παλιγγενεσίας, τρόπαιον ἀναστάσεως βλεπομένης. »
giving a great example of true repentance, and a great token of regeneration, a trophy of a visible resurrection."
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
Chapter XXIV.
Περὶ τῆς τάξεως τῶν Εὐαγγελίων (Nic. H. E. II, 45).
Concerning the order of the Gospels (Nic. H. E. II, 45).
Ταῦτα τοῦ Κλήμεντος, ἱστορίας ὁμοῦ καὶ ὠφελείας τῆς τῶν ἐντευξομένων ἕνεκεν, ἐνταῦθά μοι κείσθω. Φέρε δὲ καὶ τοῦδε τοῦ ἀποστόλου τὰς ἀναντιῤῥήτους ὑποσημηνώμεθα γραφάς. Καὶ δὴ τὸ κατ' αὐτὸν Εὐαγγέλιον ταῖς ὑπὸ τὸν οὐρανὸν διεγνωσμένον Ἐκκλησίαις, πρῶτον ἀνωμολογήσθω. Ὅτι γε μὴν εὐλόγως πρὸς τῶν ἀρχαίων ἐν τετάρτῃ μοίρᾳ τῶν ἄλλων τριῶν κατείλεκται, ταύτῃ ἂν γένοιτο δῆλον. Οἱ θεσπέσιοι καὶ ὡς ἀληθῶς θεοπρεπεῖς, φημὶ δὲ τοῦ Χριστοῦ τοὺς ἀποστόλους, τὸν βίον ἄκρως κεκαθαρμένοι, καὶ ἀρετῇ πάσῃ τὰς ψυχὰς κεκοσμημένοι, τὴν δὲ γλῶτταν ἰδιωτεύοντες, τῇ γε μὴν πρὸς τοῦ Σωτῆρος αὐτοῖς δεδωρημένῃ θείᾳ καὶ παραδοξοποιῷ δυνάμει θαρσοῦντες, τὸ μὲν ἐν περινοίᾳ καὶ τέχνῃ λόγων τὰ τοῦ διδασκάλου μαθήματα πρεσβεύειν, οὔτε ᾔδεσαν οὔτε ἐνεχείρουν· τῇ δὲ τοῦ θείου Πνεύματος τοῦ συνεργοῦντος αὐτοῖς ἀποδείξει, καὶ τῇ δι' αὐτῶν συντελουμένῃ θαυματουργῷ τοῦ Χριστοῦ δυνάμει μόνῃ χρώμενοι, τῆς τῶν οὐρανῶν βασιλείας τὴν γνῶσιν ἐπὶ πᾶσαν κατήγγελλον τὴν οἰκουμένην, σπουδῆς τῆς περὶ τὸ λογογραφεῖν μικρὰν ποιούμενοι φροντίδα. Καὶ τοῦτ' ἔπραττον, ἅτε μείζονι καὶ ὑπὲρ ἄνθρωπον ἐξυπηρετούμενοι διακονίᾳ. Ὁ γοῦν Παῦλος πάντων ἐν παρασκευῇ λόγων δυνατώτατος, νοήμασί τε ἱκανώτατος γεγονὼς, οὐ πλέον τῶν βραχυτάτων Ἐπιστολῶν γραφῇ παραδέδωκε, καίτοι μυρία γε καὶ ἀπόῤῥητα λέγειν ἔχων, ἅτε τῶν μέχρις οὐρανοῦ τρίτου θεωρημάτων ἐπιψαύσας, ἐπ' αὐτόν τε τὸν θεοπρεπῆ παράδεισον ἀναρπασθεὶς, καὶ τῶν ἐκεῖσε ῥημάτων ἀῤῥήτων ἀξιω-
Let these things from Clement be set down by me here for the sake at once of history and of benefit to those who shall read them. Come now, let us also point out the indisputable writings of this apostle. And first indeed let the Gospel according to him, well known to the Churches under heaven, be acknowledged. Moreover, that with good reason it has been reckoned by the ancients in the fourth place after the other three may become clear in this way. Those inspired and truly godlike men—I mean the apostles of Christ—having their life purified to the highest degree and their souls adorned with every virtue, yet being unskilled in speech, though emboldened by the divine and wonder-working power bestowed upon them by the Saviour, neither knew how nor undertook to proclaim the teachings of their Master in subtlety and art of words; but using only the demonstration of the divine Spirit working with them and the wonder-working power of Christ accomplished through them, they proclaimed the knowledge of the kingdom of the heavens over the whole inhabited world, taking little thought for diligence in writing books. And this they did inasmuch as they were serving a greater ministry, one beyond man. Thus Paul, for instance, having proved the most powerful of all in preparation of speech and the most capable in thoughts, committed to writing no more than the briefest Epistles, although he had countless and ineffable things to say, inasmuch as he had touched the visions reaching even to the third heaven, had been caught up to the very godlike paradise itself, and had been counted worthy there of ineffable words
PG 20:265Read from the page
θεὶς ἐπακοῦσαι. Οὐκ ἄπειροι μὲν οὖν ὑπῆρχον τῶν αὐτῶν καὶ οἱ λοιποὶ τοῦ Σωτῆρος ἡμῶν φοιτηταὶ, δώδεκα μὲν ἀπόστολοι, ἑβδομήκοντα δὲ μαθηταὶ, ἄλλοι τε ἐπὶ τούτοις μυρίοι. Ὅμως δ' οὖν ἐξ ἁπάντων τῶν τοῦ Κυρίου μαθητῶν, ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης μόνοι καταλελοίπασιν· οὓς καὶ ἐπάναγκες ἐπὶ τὴν γραφὴν ἐλθεῖν κατέχει λόγος. Ματθαῖος μὲν γὰρ πρότερον Ἑβραίοις κηρύξας, ὡς ἔμελλε καὶ ἐφ' ἑτέρους ἰέναι, πατρίῳ γλώττῃ γραφῇ παραδοὺς τὸ κατ' αὐτὸν Εὐαγγέλιον, τὸ λεῖπον τῇ αὐτοῦ παρουσίᾳ, τούτοις ἀφ' ὧν ἐστέλλετο, διὰ τῆς γραφῆς ἀπεπλήρου. Ἤδη δὲ Μάρκου καὶ Λουκᾶ τῶν κατ' αὐτοὺς Εὐαγγελίων τὴν ἔκδοσιν πεποιημένων, Ἰωάνην φασὶ τὸν πάντα χρόνον ἀγράφῳ κεχρημένον κηρύγματι, τέλος καὶ ἐπὶ τὴν γραφὴν ἐλθεῖν τοιᾶσδε χάριν αἰτίας. Τῶν προαναγραφέντων τριῶν εἰς πάντας ἤδη καὶ εἰς αὐτὸν διαδεδομένων, ἀποδέξασθαι μέν φασιν, ἀλήθειαν αὐτοῖς ἐπιμαρτυρήσαντα, μόνην δὲ ἄρα λείπεσθαι τῇ γραφῇ τὴν περὶ τῶν ἐν πρώτοις καὶ κατ' ἀρχὴν τοῦ κηρύγματος ὑπὸ τοῦ Χριστοῦ πεπραγμένων διήγησιν· καὶ ἀληθής γε ὁ λόγος. Τοὺς ἄλλους γοῦν τρεῖς εὐαγγελιστὰς συνιδεῖν πάρεστι, μόνα τὰ μετὰ τὴν ἐν τῷ δεσμωτηρίῳ Ἰωάννου τοῦ Βαπτιστοῦ κάθειρξιν ἐφ' ἕνα ἐνιαυτὸν πεπραγμένα τῷ Σωτῆρι συγγεγραφότας, αὐτό τε τοῦτ' ἐπισημηναμένους καταρχὰς τῆς αὐτῶν ἱστορίας. Μετὰ γοῦν τὴν τεσσαρακονταήμερον νηστείαν, καὶ τὸν ἐπ' αὐτῇ πειρασμὸν, τὸν χρόνον τῆς ἰδίας γραφῆς ὁ μὲν Ματθαῖος δηλοῖ λέγων· « Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. » Ὁ δὲ Μάρκος ὡσαύτως· « Μετὰ δὲ τὸ παραδοθῆναι, φησὶν, Ἰωάννην, ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν. » Καὶ ὁ Λουκᾶς δὲ πρὶν ἄρξασθαι τῶν τοῦ Ἰησοῦ πράξεων, παραπλησίως ἐπιτηρεῖ φάσκων· « Ὡς ἄρα προσθεὶς Ἡρώδης οἷς διεπράξατο πονηροῖς, κατέκλεισε τὸν Ἰωάννην ἐν φυλακῇ. » Παρακληθέντα δὴ οὖν τούτων ἕνεκά φησι τὸν ἀπόστολον Ἰωάννην, τὸν ὑπὸ τῶν προτέρων εὐαγγελιστῶν παρασιωπηθέντα χρόνον, καὶ τὰ κατὰ τοῦτον πεπραγμένα τῷ Σωτῆρι (ταῦτα δ' ἦν τὰ πρὸ τῆς τοῦ Βαπτιστοῦ καθείρξεως), τῷ κατ' αὐτὸν Εὐαγγελίῳ παραδοῦναι, αὐτό τε τοῦτ' ἐπισημήνασθαι, τοτὲ μὲν φήσαντα, « Ταύτην ἀρχὴν ἐποίησε τῶν παραδόξων ὁ Ἰησοῦς, » τοτὲ δὲ μνημονεύσαντα τοῦ Βαπτιστοῦ μεταξὺ τῶν Ἰησοῦ πράξεων, ὡς ἔτι τότε βαπτίζον-
to hear. Now the rest of the followers of our Saviour were not unacquainted with the same things either—twelve apostles, and seventy disciples, and countless others besides these. Yet out of all the disciples of the Lord, Matthew and John alone have left us memoirs; and report holds that they too came to write of necessity. For Matthew, having first preached to Hebrews, when he was about to go to others also, committed the Gospel according to him to writing in his native tongue, and thus by his writing filled up what was lacking of his presence for those from whom he was setting out. And after Mark and Luke had already made the publication of the Gospels according to them, they say that John, who had spent all the time using unwritten preaching, finally came to write also for the following reason. When the three previously written Gospels had already been distributed to all and to him as well, they say that he welcomed them, bearing witness to their truth, but that there was lacking to the writing only the narrative concerning the things done by Christ at first and at the beginning of the preaching; and the account is indeed true. At any rate, it is possible to see that the other three evangelists have recorded only the things done by the Saviour during one year after the imprisonment of John the Baptist in the prison, and that they have indicated this very thing at the beginning of their history. Thus after the forty-day fast and the temptation following upon it, Matthew indicates the time of his own writing, saying: "Now when He heard that John had been delivered up, He withdrew from Judaea into Galilee." And Mark likewise: "And after John was delivered up," he says, "Jesus came into Galilee." And Luke also, before beginning the acts of Jesus, similarly observes, saying: "How Herod, adding to the wicked things which he had done, shut up John in prison." They say, therefore, that on account of these things the apostle John was entreated to hand down in the Gospel according to him the time passed over in silence by the former evangelists and the things done during this time by the Saviour (and these were the things prior to the imprisonment of the Baptist), and that he indicated this very thing, at one time saying, "This beginning of wonders did Jesus," and at another time mentioning the Baptist in the midst of the acts of Jesus as still at that time baptizing
Notes, col. 265

On the reading

Printed Ἰωάνην, for Ἰωάννην.

PG 20:268Read from the page
τος ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλὴμ· σαφῶς τε τοῦτο δηλοῦν ἐν τῷ λέγειν· « Οὔπω γὰρ ἦν, φησὶν, Ἰωάννης βεβλημένος εἰς φυλακήν. » Οὐκοῦν ὁ μὲν Ἰωάννης τῇ τοῦ κατ' αὐτὸν Εὐαγγελίου γραφῇ, τὰ μηδέπω τοῦ Βαπτιστοῦ εἰς φυλακὴν βεβλημένου πρὸς τοῦ Χριστοῦ πραχθέντα παραδίδωσιν· οἱ δὲ λοιποὶ τρεῖς εὐαγγελισταὶ, τὰ μετὰ τὴν εἰς τὸ δεσμωτήριον κάθειρξιν τοῦ Βαπτιστοῦ μνημονεύουσιν. Οἷς καὶ ἐπιστήσαντι, οὐκέτ' ἂν δόξαι διαφωνεῖν ἀλλήλοις τὰ Εὐαγγέλια, τῷ τὸ μὲν κατὰ Ἰωάννην τὰ πρῶτα τῶν τοῦ Χριστοῦ πράξεων περιέχειν, τὰ δὲ λοιπὰ τὴν ἐπὶ τέλει τοῦ χρόνου αὐτῷ γεγενημένην ἱστορίαν. Εἰκότως δ' οὖν τὴν μὲν τῆς σαρκὸς τοῦ Σωτῆρος ἡμῶν γενεαλογίαν, ἅτε Ματθαίῳ καὶ Λουκᾷ προγραφεῖσαν, ἀποσιωπῆσαι τὸν Ἰωάννην, τῆς δὲ θεολογίας ἀπάρξασθαι, ὡσὰν αὐτῷ πρὸς τοῦ θείου Πνεύματος οἷα κρείττονι παραπεφυλαγμένης. Ταῦτα μὲν οὖν ἡμῖν περὶ τῆς τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου γραφῆς εἰρήσθω. Καὶ τῆς κατὰ Μάρκον δὲ ἡ γενομένη αἰτία, ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. Ὁ δὲ Λουκᾶς ἀρχόμενος καὶ αὐτὸς τοῦ κατ' αὐτὸν συγγράμματος, τὴν αἰτίαν προὔθηκε, δι' ἣν πεποίηται τὴν σύνταξιν· δηλῶν, ὡς ἄρα πολλῶν καὶ ἄλλων προπετέστερον ἐπιτετηδευκότων διήγησιν ποιήσασθαι, ὧν αὐτὸς πεπληροφόρητο λόγων, ἀναγκαίως ἀπαλλάττων ἡμᾶς τῆς περὶ τοὺς ἄλλους ἀμφηρίστου ὑπολήψεως, τὸν ἀσφαλῆ λόγον, ὧν αὐτὸς ἱκανῶς τὴν ἀλήθειαν κατειλήφει, ἐκ τῆς ἅμα Παύλῳ συνουσίας τε καὶ διατριβῆς, καὶ τῆς τῶν λοιπῶν ἀποστόλων ὁμιλίας ὠφελημένος, διὰ τοῦ ἰδίου παρέδωκεν Εὐαγγελίου. Καὶ ταῦτα μὲν ἡμεῖς περὶ τούτων· οἰκειότερον δὲ κατὰ καιρὸν διὰ τῆς τῶν ἀρχαίων παραθέσεως, τὰ καὶ τοῖς ἄλλοις περὶ αὐτῶν εἰρημένα πειρασόμεθα δηλῶσαι. Τῶν δὲ Ἰωάννου συγγραμμάτων, πρὸς τῷ Εὐαγγελίῳ καὶ ἡ προτέρα τῶν Ἐπιστολῶν, παρά τε τοῖς νῦν καὶ τοῖς ἔτ' ἀρχαίοις ἀναμφίλεκτος ὡμολόγηται, ἀντιλέγονται δὲ αἱ λοιπαὶ δύο. Τῆς δ' Ἀποκαλύψεως ἐφ' ἑκάτερον ἔτι νῦν παρὰ τοῖς πολλοῖς περιέλκεται ἡ δόξα. Ὅμως γε μὴν ἐκ τῆς τῶν ἀρχαίων μαρτυρίας ἐν οἰκείῳ καιρῷ τὴν ἐπίκρισιν δέξεται καὶ αὐτή.
in Aenon near Salim, and making this plain in saying: "For John," he says, "had not yet been cast into prison." Therefore John, in the writing of the Gospel according to him, hands down the things done by Christ when the Baptist had not yet been cast into prison, whereas the other three evangelists recount the things after the imprisonment of the Baptist in the prison. And to one who has paid attention to these things, the Gospels would no longer seem to disagree with one another, inasmuch as that according to John contains the first of the acts of Christ, while the rest contain the history of what was done by Him at the end of the time. Reasonably indeed, then, did John pass over in silence the genealogy of the flesh of our Saviour, as having been written beforehand by Matthew and Luke, and begin with the doctrine of His divinity, as having been reserved for him by the divine Spirit as for one superior. Let these things, then, be said by us concerning the writing of the Gospel according to John. And the cause that came about for that according to Mark has been shown by us in what went before. And Luke, himself also beginning the treatise according to him, set forth the cause on account of which he made the composition, showing that, since many others had rather rashly endeavoured to make a narrative of the matters of which he himself had been fully assured, necessarily freeing us from the doubtful supposition regarding the others, he handed down through his own Gospel the sure account of the things of which he himself had sufficiently grasped the truth, having benefited from his company and stay with Paul and from his intercourse with the rest of the apostles. And so much for our part concerning these things; but at a more fitting season we shall endeavour to show, through citing the ancients, what has been said concerning them by others also. And of the writings of John, in addition to the Gospel, the former of the Epistles also has been acknowledged as indisputable both among those of the present day and among the ancients as well, whereas the remaining two are disputed. And concerning the Apocalypse, opinion among the many is even now drawn to either side. Yet it too shall receive its judgement at a fitting season from the testimony of the ancients.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
Περὶ τῶν ὁμολογουμένων θείων Γραφῶν καὶ τῶν μὴ τοιούτων (Nic. H. E. II, 46).
Concerning the acknowledged divine Scriptures and those that are not such (Nic. H. E. II, 46).
Εὔλογον δ' ἐνταῦθα γενομένους, ἀνακεφαλαιώσασθαι τὰς δηλωθείσας τῆς Καινῆς Διαθήκης γραφάς. Καὶ δὴ τακτέον ἐν πρώτοις τὴν ἁγίαν τῶν Εὐαγγελίων τετρακτύν· οἷς ἕπεται ἡ τῶν Πράξεων τῶν ἀποστόλων γραφή. Μετὰ δὲ ταύτην, τὰς Παύλου καταλεκτέον Ἐπιστολὰς, αἷς ἑξῆς τὴν φερομένην Ἰωάννου προτέραν, καὶ ὁμοίως τὴν Πέτρου κυρωτέον Ἐπιστολήν. Ἐπὶ τούτοις τακτέον, εἴγε φανείη, τὴν Ἀποκάλυψιν Ἰωάννου, περὶ ἧς τὰ δόξαντα κατὰ καιρὸν ἐκθησόμεθα. Καὶ ταῦτα μὲν ἐν ὁμολογουμέ-
Now it is reasonable, having arrived at this point, to sum up the writings of the New Testament that have been indicated. And indeed we must place among the first the holy quaternion of the Gospels, which is followed by the writing of the Acts of the Apostles. After this must be reckoned the Epistles of Paul, next to which we must ratify the extant former Epistle of John, and likewise the Epistle of Peter. In addition to these is to be placed, if indeed it should seem right, the Apocalypse of John, concerning which we shall set forth the opinions held at a fitting season. And these indeed are among the acknowledged
PG 20:269Read from the page
νοις. Τῶν δ' ἀντιλεγομένων, γνωρίμων δ' οὖν ὅμως τοῖς πολλοῖς, ἡ λεγομένη Ἰακώβου φέρεται, καὶ ἡ Ἰούδα, ἥ τε Πέτρου δευτέρα Ἐπιστολὴ, καὶ ἡ ὀνομαζομένη δευτέρα καὶ τρίτη Ἰωάννου, εἴτε τοῦ εὐαγγελιστοῦ τυγχάνουσαι, εἴτε καὶ ἑτέρου ὁμωνύμου ἐκείνῳ. Ἐν τοῖς νόθοις κατατετάχθω καὶ τῶν Παύλου Πράξεων ἡ γραφὴ, ὅ τε λεγόμενος Ποιμὴν, καὶ ἡ Ἀποκάλυψις Πέτρου. Καὶ πρὸς τούτοις, ἡ φερομένη Βαρνάβα Ἐπιστολὴ, καὶ Τῶν ἀποστόλων αἱ λεγόμεναι Διδαχαὶ· ἔτι τε, ὡς ἔφην, ἡ Ἰωάννου Ἀποκάλυψις, εἰ φανείη, ἥν τινες, ὡς ἔφην, ἀθετοῦσιν, ἕτεροι δὲ ἐγκρίνουσι τοῖς ὁμολογουμένοις. Ἤδη δ' ἐν τούτοις τινὲς καὶ τὸ Καθ' Ἑβραίους Εὐαγγέλιον κατέλεξαν, ᾧ μάλιστα Ἑβραίων οἱ τὸν Χριστὸν παραδεξάμενοι χαίρουσι. Ταῦτα μὲν πάντα τῶν ἀντιλεγομένων ἂν εἴη. Ἀναγκαίως δὲ καὶ τούτων ὅμως τὸν κατάλογον πεποιήμεθα, διακρίναντες τάς τε κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν ἀληθεῖς καὶ ἀπλάστους, καὶ ἀνωμολογημένας Γραφὰς, καὶ τὰς ἄλλας παρὰ ταύτας, οὐκ ἐνδιαθήκους μὲν, ἀλλὰ καὶ ἀντιλεγομένας, ὅμως δὲ παρὰ πλείστοις τῶν ἐκκλησιαστικῶν γιγνωσκομένας, ἵν' εἰδέναι ἔχοιμεν αὐτάς τε ταύτας, καὶ τὰς ὀνόματι τῶν ἀποστόλων πρὸς τῶν αἱρετικῶν προφερομένας, ἤτοι ὡς Πέτρου καὶ Θωμᾶ, καὶ Ματθία, ἢ καί τινων παρὰ τούτους ἄλλων Εὐαγγέλια περιεχούσας, ἢ ὡς Ἀνδρέου καὶ Ἰωάννου, καὶ τῶν ἄλλων ἀποστόλων Πράξεις, ὧν οὐδὲν οὐδαμῶς ἐν συγγράμματι τῶν κατὰ διαδοχὰς ἐκκλησιαστικῶν τις ἀνὴρ εἰς μνήμην ἀγαγεῖν ἠξίωσεν. Πόῤῥω δέ που καὶ ὁ τῆς φράσεως παρὰ τὸ ἦθος τὸ ἀποστολικὸν
writings. And of the disputed writings, which are nevertheless known to most, there is extant the Epistle called that of James, and that of Jude, and the second Epistle of Peter, and those named the second and third of John, whether they happen to belong to the evangelist or even to another of the same name as he. Among the spurious writings let there be placed also the writing of the Acts of Paul, and the book called the Shepherd, and the Apocalypse of Peter; and in addition to these, the extant Epistle of Barnabas, and the so-called Teachings of the Apostles; and furthermore, as I said, the Apocalypse of John, if it should seem right, which some, as I said, reject, while others reckon it among the acknowledged writings. And already among these some have reckoned also the Gospel according to the Hebrews, in which those of the Hebrews who have accepted Christ take special delight. All these would belong to the disputed writings. Nevertheless we have of necessity made the catalogue of these also, having distinguished the Scriptures that according to the tradition of the Church are true and unfeigned and acknowledged, and the others besides these, not included in the Testament indeed, but disputed as well, yet known to most of the ecclesiastical writers, in order that we might be able to know both these themselves and those that are put forward by the heretics in the name of the apostles, containing either Gospels as of Peter and Thomas and Matthias, or even of certain others besides these, or Acts as of Andrew and John and the other apostles, none of which any man among the ecclesiastical writers in the successions ever deigned in any way to bring into mention in a treatise. Moreover, the character of the style also is far removed from the apostolic manner,