Migne Reading Room

PG 20 · cols. 248–257 · Read from the page

Eusebius, Church History, Book III

Eusebius, Church History, Book III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:248Read from the page
τῆρος. Τὸν γὰρ οὖν Κλωπᾶν, ἀδελφὸν τοῦ Ἰωσὴφ ὑπάρχειν Ἡγήσιππος ἱστορεῖ.
viour. For Hegesippus relates that Clopas was a brother of Joseph.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Ὡς Οὐεσπασιανὸς τοὺς ἐκ Δαβὶδ ζητεῖσθαι προστάττει (Nic. H. E. III, 10).
How Vespasian orders those of the line of David to be sought out (Nic. H. E. III, 10).
Καὶ ἐπὶ τούτοις Οὐεσπασιανὸν μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν, πάντας τοὺς ἀπὸ γένους Δαβὶδ, ὡς ἂν μὴ περιλειφθείη τις παρὰ Ἰουδαίοις τῶν ἀπὸ τῆς βασιλικῆς φυλῆς, ἀναζητεῖσθαι προστάξαι, μέγιστόν τε Ἰουδαίοις αὖθις ἐκ ταύτης διωγμὸν ἐπαρτηθῆναι τῆς αἰτίας.
And besides these things, after the capture of Jerusalem, Vespasian ordered all those of the family of David to be sought out, so that no one of those from the royal tribe might be left remaining among the Jews; and for this reason a very great persecution was again brought upon the Jews.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Ὡς δεύτερος Ῥωμαίων ἐπίσκοπος Ἀνέγκλητος.
How Anencletus is the second bishop of the Romans.
Ἐπὶ δέκα δὲ τὸν Οὐεσπασιανὸν ἔτεσι βασιλεύσαντα αὐτοκράτωρ Τῖτος ὁ παῖς διαδέχεται, οὗ κατὰ δεύτερον ἔτος τῆς βασιλείας, Λῖνος ἐπίσκοπος τῆς Ῥωμαίων Ἐκκλησίας δυοκαίδεκα τὴν λειτουργίαν ἐνιαυτοῖς κατασχὼν Ἀνεγκλήτῳ ταύτην παραδίδωσι. Τῖτον δὲ Δομετιανὸς ἀδελφὸς διαδέχεται, δύο ἔτεσι καὶ μησὶ τοῖς ἴσοις βασιλεύσαντα.
After Vespasian had reigned for ten years, his son the emperor Titus succeeds him; in the second year of whose reign, Linus, bishop of the Church of the Romans, after holding the ministry for twelve years, hands it over to Anencletus. And Titus, after reigning for two years and as many months, is succeeded by his brother Domitian.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Ὡς δεύτερος Ἀλεξανδρείας ἐπίσκοπος Ἀβίλιος.
How Abilius is the second bishop of Alexandria.
Τετάρτῳ μὲν οὖν ἔτει Δομετιανοῦ, τῆς κατ' Ἀλεξάνδρειαν παροικίας ὁ πρῶτος Ἀννιανὸς, δύο
In the fourth year, then, of Domitian, Annianus, the first bishop of the diocese of Alexandria, having completed two-
PG 20:249Read from the page
πρὸς τοῖς εἴκοσιν ἀποπλήσας ἔτη τελευτᾷ, διαδέχεται δ' αὐτὸν δεύτερος Ἀβίλιος.
and-twenty years, dies, and Abilius succeeds him as the second.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Ὡς τρίτος Ῥωμαίων ἐπίσκοπος Κλήμης.
How Clement is the third bishop of the Romans.
Δωδεκάτῳ δὲ ἔτει τῆς αὐτῆς ἡγεμονίας, τῆς Ῥωμαίων Ἐκκλησίας Ἀνέγκλητον ἔτεσιν ἐπισκοπεύσαντα δεκαδυο, διαδέχεται Κλήμης. Ὅν συνεργὸν ἑαυτοῦ γενέσθαι Φιλιππησίοις ἐπιστέλλων ὁ ἀπόστολος διδάσκει λέγων· « Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.»
In the twelfth year of the same reign, Clement succeeds Anencletus after he had been bishop of the Church of the Romans for twelve years. The apostle, in writing to the Philippians, teaches that this man had been his fellow-worker, saying: "With Clement also, and the rest of my fellow-workers, whose names are in the book of life."
ΚΕΦΑΛΑΙΟΝ ΙϚ
Chapter XVI.
Περὶ τῆς Κλήμεντος ἐπιστολῆς.
Concerning the epistle of Clement.
Τούτου δὴ οὖν τοῦ Κλήμεντος ὁμολογουμένη μία ἐπιστολὴ φέρεται, μεγάλη τε καὶ θαυμασία, ἣν ὡς ἀπὸ τῆς Ῥωμαίων Ἐκκλησίας τῇ Κορινθίων διετυπώσατο, στάσεως τηνικάδε κατὰ τὴν Κόρινθον γενομένης. Ταύτην δὲ καὶ ἐν πλείσταις ἐκκλησίαις ἐπὶ τοῦ κοινοῦ δεδημοσιευμένην πάλαι τε καὶ καθ' ἡμᾶς αὐτοὺς ἔγνωμεν. Καὶ ὅτι κατὰ τὸν δηλούμενον τὰ τῆς Κορινθίων κεκίνητο στάσεως, ἀξιόχρεως μάρτυς ὁ Ἡγήσιππος.
Of this Clement, then, there is extant one acknowledged epistle, great and admirable, which he drew up as from the Church of the Romans to that of the Corinthians, when a sedition had arisen at that time in Corinth. And we know that this epistle has been publicly read in very many churches both in ancient times and in our own day. And that the sedition of the Corinthians had been stirred up at the time indicated, Hegesippus is a trustworthy witness.
ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
Chapter XVII.
Περὶ τοῦ κατὰ Δομετιανὸν διωγμοῦ (Nic. H. E. III, 9).
Concerning the persecution under Domitian (Nic. H. E. III, 9).
Πολλήν γε μὴν εἰς πολλοὺς ἐπιδειξάμενος ὁ Δομετιανὸς ὠμότητα, οὐκ ὀλίγον τε τῶν ἐπὶ Ῥώμης εὐπατριδῶν καὶ ἐπισήμων ἀνδρῶν πλῆθος οὐ μετ' εὐλόγου κρίσεως ἀποκτείνας, μυρίους τε ἄλλους ἐπιφανεῖς ἄνδρας ταῖς ὑπὲρ τὴν ἐνορίαν ζημιώσας φυγαῖς καὶ ταῖς τῶν οὐσιῶν ἀποβολαῖς ἀναιτίως, τελευτῶν τῆς Νέρωνος θεοεχθρίας τε καὶ θεομαχίας διάδοχον ἑαυτὸν κατεστήσατο. Δεύτερος δῆτα τὸν καθ'
Domitian, indeed, having displayed great cruelty towards many, and having put to death without reasonable trial no small multitude of patricians and distinguished men at Rome, and having punished countless other illustrious men without cause with banishment beyond the borders and with confiscation of their property, finally established himself as the successor of Nero's hatred of God and warfare against God. He was, in fact, the second to stir up the persecution against
Notes, col. 249

On the reading

Printed δεκαδυο, for δεκαδύο.

PG 20:252Read from the page
ἡμῶν ἀνεκίνει διωγμὸν, καιπερ τοῦ πατρὸς αὐτοῦ Οὐεσπασιανοῦ μηδὲν καθ' ἡμῶν ἄτοπον ἐπινοήσαντος.
us, even though his father Vespasian had devised nothing untoward against us.
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Περὶ Ἰωάννου τοῦ ἀποστόλου καὶ τῆς Ἀποκαλύψεως (Nic. H. E. III, 9).
Concerning John the apostle and the Apocalypse (Nic. H. E. III, 9).
Ἐν τούτῳ κατέχει λόγος τὸν ἀπόστολον ἅμα καὶ εὐαγγελιστὴν Ἰωάννην ἔτι τῷ βίῳ ἐνδιατρίβοντα, τῆς εἰς τὸν θεῖον Λόγον ἕνεκεν μαρτυρίας, Πάτμον οἰκεῖν καταδικασθῆναι τὴν νῆσον. Γράφων γέ τοι ὁ Εἰρηναῖος περὶ τῆς ψήφου τῆς κατὰ τὸν Ἀντίχριστον προσηγορίας φερομένης ἐν τῇ Ἰωάννου λεγομένῃ Ἀποκαλύψει, αὐταῖς συλλαβαῖς ἐν πέμπτῳ τῶν Πρὸς τὰς αἱρέσεις ταῦτα περὶ τοῦ Ἰωάννου φησίν· « Εἰ δὲ ἔδει ἀναφανδὸν ἐν τῷ νῦν καιρῷ κηρύττεσθαι τοὔνομα αὐτοῦ, δι' ἐκείνου ἂν ἐῤῥέθη τοῦ καὶ τὴν ἀποκάλυψιν ἑωρακότος. Οὐδὲ γὰρ πρὸ πολλοῦ χρόνου ἑωράθη, ἀλλὰ σχεδὸν ἐπὶ τῆς ἡμετέρας γενεᾶς, πρὸς τῷ τέλει τῆς Δομετιανοῦ ἀρχῆς. » Εἰς τοσοῦτον δὲ ἄρα κατὰ τοὺς δηλουμένους ἡ τῆς ἡμετέρας πίστεως διδασκαλία διέλαμπεν, ὡς καὶ τοὺς ἄποθεν τοῦ καθ' ἡμᾶς λόγου συγγραφεῖς μὴ ἀποκνῆσαι ταῖς αὐτῶν ἱστορίαις τόν τε διωγμὸν καὶ τὰ ἐν αὐτῷ μαρτύρια παραδοῦναι. Οἵγε καὶ τὸν καιρὸν ἐπ' ἀκριβὲς ἐπεσημήναντο, ἐν ἔτει πεντεκαιδεκάτῳ Δομετιανοῦ μετὰ πλείστων ἑτέρων καὶ Φλαβίαν Δομετίλλαν ἱστορήσαντες, ἐξ ἀδελφῆς γεγονυῖαν Φλαβίου Κλήμεντος, ἑνὸς τῶν τηνικάδε ἐπὶ Ῥώμης ὑπάτων, τῆς εἰς Χριστὸν μαρτυρίας ἕνεκεν, εἰς νῆσον Ποντίαν κατὰ τιμωρίαν δεδόσθαι.
At this time the report holds that the apostle and evangelist John, while still dwelling in life, was condemned to inhabit the island of Patmos on account of his testimony to the divine Word. Irenaeus, at least, in writing concerning the calculation of the name of Antichrist which is given in the so-called Apocalypse of John, says these things in so many words concerning John in the fifth book of his work Against Heresies: "But if it had been necessary for his name to be proclaimed openly at the present time, it would have been spoken by him who also beheld the revelation. For it was seen not a long time ago, but almost in our own generation, towards the end of the reign of Domitian." To such a degree, indeed, did the teaching of our faith shine forth at the time indicated, that even writers foreign to our doctrine did not hesitate to hand down in their histories both the persecution and the martyrdoms that took place in it. And they even marked the time accurately, relating that in the fifteenth year of Domitian, along with very many others, Flavia Domitilla also, who was the niece by a sister of Flavius Clement, one of the consuls at Rome at that time, was banished by way of punishment to the island of Pontia on account of her testimony to Christ.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Ὡς Δομετιανὸς τοὺς ἀπὸ γένους Δαβὶδ ἀναιρεῖσθαι προστάττει (Nic. H. E. III, 10).
How Domitian orders those of the line of David to be put to death (Nic. H. E. III, 10).
Τοῦ δ' αὐτοῦ Δομετιανοῦ τοὺς ἀπὸ γένους Δαβὶδ ἀναιρεῖσθαι προστάξαντος, παλαιὸς κατέχει λόγος τῶν αἱρετικῶν τινας κατηγορῆσαι τῶν ἀπογόνων Ἰούδα· τοῦτον δὲ εἶναι ἀδελφὸν κατὰ σάρκα τοῦ Σωτῆρος· ὡς ἀπὸ γένους τυγχανόντων Δαβὶδ, καὶ ὡς αὐτοῦ συγγένειαν τοῦ Χριστοῦ φερόντων. Ταῦτα δὲ δηλοῖ κατὰ λέξιν ὧδέ πως λέγων ὁ Ἡγήσιππος.
When the same Domitian had ordered that those of the family of David should be put to death, an ancient report holds that certain of the heretics accused the descendants of Jude—who was a brother according to the flesh of the Saviour—on the ground that they were of the family of David, and that they bore kinship to Christ Himself. And Hegesippus makes these things clear, speaking word for word somewhat as follows.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Περὶ τῶν πρὸς γένους τοῦ Σωτῆρος ἡμῶν.
Concerning the relatives of our Saviour.
« Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ Κυρίου υἱωνοὶ Ἰούδα, τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ ἀδελ-
"And there still survived of the family of the Lord the grandsons of Jude, who was called His bro-
Notes, col. 252

On the reading

Printed καιπερ, for καίπερ.

PG 20:253Read from the page
φοῦ, οὓς ἐδηλατόρευσαν, ὡς ἐκ γένους ὄντας Δαβίδ. Τουτους δ' ὁ Ἰουόκατος ἤγαγε πρὸς Δομετιανὸν Καίσαρα· ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ Ἡρώδης. Καὶ ἐπηρώτησεν αὐτοὺς εἰ ἐκ Δαβίδ εἰσι. Καὶ ὡμολόγησαν. Τότε ἠρώτησεν αὐτοὺς, πόσας κτήσεις ἔχουσιν, ἢ πόσων χρημάτων κυριεύουσιν. Οἱ δὲ εἶπον ἀμφότεροι, ἐννακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεως. Καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ' ἐν διατιμήσει γῆς πλέθρων τριάκοντα ἐννέα μόνων, ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν, καὶ αὐτοὺς αὐτουργοῦντας διατρέφεσθαι. Εἶτα δὲ καὶ τὰς χεῖρας τὰς ἑαυτῶν ἐπιδεικνύναι, μαρτύριον τῆς αὐτουργίας τὴν τοῦ σώματος σκληρίαν, καὶ τοὺς ἀπὸ τῆς συνεχοῦς ἐργασίας ἐναποτυπωθέντας ἐπὶ τῶν ἰδίων χειρῶν τύλους παριστάντας. Ἐρωτηθέντας δὲ περὶ τοῦ Χριστοῦ καὶ τῆς βασιλείας αὐτοῦ, ὁποία τις εἴη καὶ πότε καὶ ποῖ φανησομένη, λόγον δοῦναι, ὡς οὐ κοσμικὴ μὲν οὐδ' ἐπίγειος, ἐπουράνιος δὲ καὶ ἀγγελικὴ τυγχάνει, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος γενησομένη, ὁπηνίκα ἐλθὼν ἐν δόξῃ κρινεῖ ζῶντας καὶ νεκροὺς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ. Ἐφ' οἷς μηδὲν αὐτῶν κατεγνωκότα τὸν Δομετιανὸν, ἀλλὰ καὶ ὡς εὐτελῶν καταφρονήσαντα, ἐλευθέρους μὲν αὐτοὺς ἀνεῖναι, καταπαῦσαι δὲ διὰ προστάγματος τὸν κατὰ τῆς Ἐκκλησίας διωγμόν. Τοὺς δὲ ἀπολυθέντας ἡγήσασθαι τῶν Ἐκκλησιῶν, ὡς ἂν δὴ μάρτυρας ὁμοῦ καὶ ἀπὸ γένους ὄντας τοῦ Κυρίου, γενομένης τε εἰρήνης, μέχρι Τραϊανοῦ παραμεῖναι αὐτοὺς τῷ βίῳ. » Ταῦτα μὲν ὁ Ἡγήσιππος. Οὐ μὴν ἀλλὰ καὶ ὁ Τερτυλλιανὸς τοῦ Δομετιανοῦ τοιαύτην πεποίηται μνήμην· « Πεπειράκει ποτὲ καὶ Δομετιανὸς ταὐτὸ ποιεῖν ἐκείνῳ, μέρος ὢν τῆς τοῦ Νέρωνος ὠμότητος. Ἀλλ' οἶμαι ἅτε ἔχων τι συνέσεως, τάχιστα ἐπαύσατο, ἀνακαλεσάμενος καὶ οὓς ἐξηλά-
ther according to the flesh, whom they informed against as being of the family of David. These the evocatus brought before Domitian Caesar; for he feared the coming of Christ, just as Herod also did. And he asked them if they were of the line of David, and they confessed that they were. Then he asked them how many possessions they had, or how much money they owned. And they both said that they had only nine thousand denarii, half belonging to each of them; and even this they said they did not have in silver coin, but in the valuation of thirty-nine plethra of land alone, from which they both paid their taxes and supported themselves by working the soil with their own hands. And then they also showed their own hands, presenting the hardness of their bodies as a testimony of their manual labour, and the calluses stamped upon their own hands from continual toil. And on being asked concerning Christ and His kingdom, of what sort it was and when and where it was to appear, they gave an account that it is not worldly nor earthly, but heavenly and angelic, to come to pass at the consummation of the age, when coming in glory He will judge the living and the dead, and will render to each according to his deeds. Whereupon Domitian, having condemned them in nothing, but even despising them as persons of no account, let them go free, and by an edict stayed the persecution against the Church. And after being released, they presided over the Churches, both as witnesses and as being of the family of the Lord; and when peace was established, they remained in life until Trajan." Thus far Hegesippus. Moreover, Tertullian also has made such mention of Domitian: "Domitian also had once tried to do the same as he, being a portion of Nero's cruelty. Yet, I suppose, inasmuch as he had some share of understanding, he very quickly ceased, having recalled even those whom he had ban-
Notes, col. 253

On the reading

Printed Τουτους, for Τούτους.

PG 20:256Read from the page
κει. » Μετὰ δὲ τὸν Δομετιανὸν πεντεκαίδεκα ἔτεσι⟨…⟩ ἐπικρατήσαντα, Νερούα τὴν ἀρχὴν διαδεξαμένου καθαιρεθῆναι μὲν τὰς Δομετιανοῦ τιμὰς, ἐπανελθεῖ⟨…⟩ δὲ ἐπὶ τὰ οἰκεῖα μετὰ τοῦ καὶ τὰς οὐσίας ἀπολαβεῖ⟨…⟩ τοὺς ἀδίκως ἐξεληλαμένους, ἡ Ῥωμαίων σύγκλητο⟨…⟩ βουλὴ ψηφίζεται· ἱστοροῦσιν οἱ γραφῇ τὰ κατὰ τοὺ⟨…⟩ χρόνους παραδόντες. Τότε δὴ οὖν καὶ τὸν ἀπόστολο⟨…⟩ Ἰωάννην ἀπὸ τῆς κατὰ τὴν νῆσον φυγῆς τὴν ἐπ⟨…⟩ τῆς Ἐφέσου διατριβὴν ἀπειληφέναι, ὁ τῶν παρ⟨…⟩ ἡμῖν ἀρχαίων παραδίδωσι λόγος.
belongs." And after Domitian had prevailed for fifteen years, when Nerva succeeded to the rule, the Roman senate decreed that Domitian's honours should be pulled down, and that those who had been unjustly driven out should return to their own homes together with receiving back their property as well; so record those who have committed to writing the events of those times. Then indeed also the word of the ancients among us hands down that the apostle John, after his exile on the island, resumed his residence at Ephesus.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Ὡς τῆς Ἀλεξανδρέων Ἐκκλησίας τρίτος ἡγεῖται Κέρδων.
How Cerdon was the third to lead the Church of the Alexandrians.
Μικρῷ δὲ πλέον ἐνιαυτοῦ βασιλεύσαντος Νερούα διαδέχεται Τραϊανός. Οὗ δὴ πρῶτον ἔτος ἦν, ἐν ⟨…⟩ τῆς κατ' Ἀλεξάνδρειαν παροικίας, Ἀβίλιον δέκ⟨…⟩ πρὸς τρισὶν ἔτεσιν ἡγησάμενον, διαδέχεται Κέρδων⟨…⟩ Τρίτος οὗτος τῶν αὐτόθι μετὰ τὸν πρῶτον Ἀννιανὸ⟨…⟩ προέστη. Ἐν τούτῳ δὲ Ῥωμαίων εἰσέτι Κλήμη⟨…⟩ ἡγεῖτο, τρίτον καὶ αὐτὸς ἐπέχων τῶν τῇδε μετ⟨…⟩ Παῦλόν τε καὶ Πέτρον ἐπισκοπευσάντων βαθμόν⟨…⟩ Λῖνος δὲ ὁ πρῶτος ἦν, καὶ μετ' αὐτὸν Ἀνέγκλητος.
When Nerva had reigned a little more than a year, Trajan succeeded him. It was indeed his first year in which Cerdon succeeded Abilius, who had led the parish at Alexandria for thirteen years. He was the third to preside over those there after the first, Annianus. Meanwhile, over the Romans Clement was still leading, himself also holding the third rank of those who served as bishops there after Paul and Peter. And Linus was the first, and after him Anencletus.
ΚΕΦΑΛΛΙΟΝ ΚΒʹ.
Chapter XXII.
Ὡς τῆς Ἀντιοχέων δεύτερος Ἰγνάτιος (Nic. H. E. III, 11).
How Ignatius was second over the Church of the Antiochenes (Nic. H. E. III, 11).
Ἀλλὰ καὶ τῶν ἐπ' Ἀντιοχείας Εὐοδίου πρώτο⟨…⟩ καταστάντος, δεύτερος ἐν τοῖς δηλουμένοις Ἰγνάτιο⟨…⟩ ἐγνωρίζετο. Συμεὼν ὁμοίως δεύτερος μετὰ τὸν το⟨…⟩ Σωτῆρος ἡμῶν ἀδελφὸν, τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας κατὰ τούτους τὴν λειτουργίαν ἐγκεχειρισμένος ἦν.
Moreover, over those at Antioch also, after Euodius had been appointed first, Ignatius was known as second at the times indicated. Symeon likewise, second after the brother of our Saviour, held the ministry of the Church in Jerusalem entrusted to him at this time.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Ἱστορία περὶ Ἰωάννου τοῦ ἀποστόλου. (Nic. H. E. III, 11 ; II, 42).
Narrative concerning John the apostle. (Nic. H. E. III, 11; II, 42).
Ἐπὶ τούτοις κατὰ τὴν Ἀσίαν ἔτι τῷ βίῳ περιλειπόμενος, αὐτὸς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀπόστολος ὁμοῦ καὶ εὐαγγελιστὴς Ἰωάννης τὰς αὐτόθι διεῖπεν Ἐκκλησίας, ἀπὸ τῆς κατὰ τὴν νῆσον μετὰ τὴ⟨…⟩ Δομετιανοῦ τελευτὴν ἐπανελθὼν φυγῆς. Ὅτι δὲ εἰ⟨…⟩
At this time in Asia, still remaining in life, that very one whom Jesus loved, John, at once apostle and evangelist, directed the Churches there, having returned after the death of Domitian from his exile on the island. And that until
Notes, col. 256

On the reading

Printed ΚΕΦΑΛΛΙΟΝ, for ΚΕΦΑΛΑΙΟΝ.

PG 20:257Read from the page
τούτους ἔτι τῷ βίῳ περιῆν, ἀπόχρη διὰ δύο πιστώσασθαι τὸν λόγον μαρτύρων. Πιστοὶ δ' ἂν εἶεν οὗτοι, τῆς ἐκκλησιαστικῆς πρεσβεύσαντες ὀρθοδοξίας. Οἱ δὴ τοιοῦτοι Εἰρηναῖος καὶ Κλήμης ὁ Ἀλεξανδρεύς. Ὧν ὁ μὲν πρότερος ἐν δευτέρῳ τῶν Πρὸς τὰς αἱρέσεις, ὧδέ πως γράφει κατὰ λέξιν· « Καὶ πάντες οἱ πρεσβύτεροι μαρτυροῦσιν, οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ Κυρίου μαθητῇ συμβεβληκότες, παραδεδωκέναι τὸν Ἰωάννην. Παρέμεινε γὰρ αὐτοῖς μέχρι τῶν Τραϊανοῦ χρόνων. » Καὶ ἐν τρίτῳ δὲ τῆς αὐτῆς ὑποθέσεως ταὐτὸ τοῦτο δηλοῖ διὰ τούτων· « Ἀλλὰ καὶ ἡ ἐν Ἐφέσῳ Ἐκκλησία ὑπὸ Παύλου μὲν τεθεμελιωμένη, Ἰωάννου δὲ παραμείναντος αὐτοῖς μέχρι τῶν Τραϊανοῦ χρόνων, μάρτυς ἀληθής ἐστι τῆς τῶν ἀποστόλων παραδόσεως. » Ὁ δὲ Κλήμης ὁμοῦ τὸν χρόνον ἐπισημηνάμενος, καὶ ἱστορίαν ἀναγκαιοτάτην οἷς τὰ καλὰ καὶ ἐπωφελῆ φίλον ἀκούειν, προστίθησιν, ἐν ᾧ Τίς ὁ σωζόμενος πλούσιος ἐπέγραψεν αὐτοῦ συγγράμματι. Λαβὼν δὲ ἀνάγνωθι ὧδέ πως ἔχουσαν καὶ αὐτοῦ τὴν γραφήν· « Ἄκουσον μῦθον οὐ μῦθον, ἀλλὰ ὄντα λόγον, περὶ Ἰωάννου τοῦ ἀποστόλου παραδεδομένον καὶ μνήμῃ πεφυλαγμένον. Ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος, ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν εἰς τὴν Ἔφεσον, ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν, ὅπου μὲν ἐπισκόπους καταστήσων, ὅπου δὲ ὅλας Ἐκκλησίας ἁρμόσων, ὅπου δὲ κλήρῳ ἕνα γέ τινα κληρώσων τῶν ὑπὸ τοῦ Πνεύματος σημαινομένων. Ἐλθὼν οὖν καὶ ἐπί τινα τῶν οὐ μακρὰν πόλεων, ἧς καὶ τοὔνομα λέγουσιν ἔνιοι, καὶ τἄλλα ἀναπαύσας τοὺς ἀδελφοὺς, ἐπὶ πᾶσι τῷ καθεστῶτι προσβλέψας ἐπισκόπῳ, νεανίσκον ἱκανὸν τῷ σώματι, καὶ τὴν ὄψιν ἀστεῖον, καὶ θερμὸν τὴν ψυχὴν ἰδὼν, Τοῦτον, ἔφη, σοὶ παρακατατίθεμαι μετὰ πάσης σπουδῆς, ἐπὶ τῆς Ἐκκλησίας καὶ τοῦ Χριστοῦ μάρτυρος. Τοῦ δὲ δεχομένου καὶ πάνθ' ὑπισχνουμένου, καὶ πάλιν τὰ αὐτὰ διελέγετο καὶ διεμαρτύρετο. Εἶτα ὁ μὲν ἀπῆρεν ἐπὶ τὴν
these times he still survived in life, it suffices to confirm the account through two witnesses. And these should be trustworthy, having upheld the orthodoxy of the Church; such indeed are Irenaeus and Clement of Alexandria. Of these, the former, in the second book of his Against Heresies, writes word for word somewhat thus: "And all the presbyters bear witness, who associated in Asia with John the disciple of the Lord, that John handed this down. For he remained among them until the times of Trajan." And in the third book of the same work he declares this very same thing through these words: "Moreover, the Church in Ephesus also, having been founded indeed by Paul, and John having remained among them until the times of Trajan, is a true witness of the tradition of the apostles." And Clement, having indicated the time as well, adds also a narrative most needful for those to whom it is dear to hear noble and profitable things, in his treatise which he entitled Who is the Rich Man that is Saved. Take and read his writing also, which runs somewhat thus: "Hear a tale that is not a tale, but an actual account, handed down concerning John the apostle and preserved in memory. For after the tyrant had died, when he came over from the island of Patmos to Ephesus, he used to go away, upon being invited, even to the neighbouring territories of the nations, in one place to appoint bishops, in another to set in order whole Churches, and in another to allot to the clergy some one man at least of those pointed out by the Spirit. Having come therefore also to one of the cities not far off, the very name of which some tell, and having refreshed the brethren in other respects, besides all this, looking earnestly at the appointed bishop, having seen a young man sturdy in body, comely in appearance, and ardent in soul, he said, 'This man I commit to your charge with all earnestness, in the presence of the Church and of Christ as witness.' And as he received him and promised all things, again he spoke and solemnly urged the same things. Then the one departed for