Migne Reading Room

PG 20 · cols. 77–88 · Read from the page

Eusebius, Church History, Book I

Eusebius, Church History, Book I

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:77Read from the page
ἐθνῶν πολυανθρωπότατόν τε καὶ θεοσεβέστατον, ταύτῃ τε ἀνώλεθρον καὶ ἀήττητον, ᾗ καὶ ἐσαεὶ τῆς παρὰ Θεοῦ βοηθείας τυγχάνει, χρόνων προθεσμίαις ἀῤῥήτοις ἀθρόως οὕτως ἀναπέφηνε, τὸ παρὰ τοῖς πᾶσι τῇ τοῦ Χριστοῦ προσηγορίᾳ τετιμημένον. Τοῦτο καὶ προφητῶν κατεπλάγη τις θείου Πνεύματος ὀφθαλμῷ τὸ μέλλον ἔσεσθαι προθεωρήσας, ὡς καὶ τάδε ἀναφθέγξασθαι· « Τίς ἤκουσε τοιαῦτα; καὶ τίς ἐλάλησεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ ει ἐτέχθη ἔθνος εἰσάπαξ; » Ὑποσημαίνει δέ πως καὶ τὴν μέλλουσαν ὁ αὐτὸς προσηγορίαν, λέγων· « Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. » Ἀλλ' εἰ καὶ νέοι σαφῶς ἡμεῖς, καὶ τοῦτο καινὸν ὄντως ὄνομα τὸ Χριστιανῶν ἀρτίως παρὰ πᾶσιν ἔθνεσι γνωρίζεται, ὁ βίος δ' οὖν ὅμως καὶ τῆς ἀγωγῆς ὁ τρόπος, αὐτοῖς εὐσεβείας δόγμασιν, ὅτι μὴ ἔναγχος ὑφ' ἡμῶν ἐπιπέπλασται, ἐκ πρώτης δὲ ὡς εἰπεῖν ἀνθρωπογονίας φυσικαῖς ἐννοίαις τῶν πάλαι θεοφιλῶν ἀνδρῶν κατωρθοῦτο, ὧδέ πως ἐπιδείξομεν. Οὐ νέον, ἀλλὰ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἀρχαιότητι τετιμημένον ἔθνος, τοῖς πᾶσι καὶ αὐτὸ γνώριμον, τὸ Ἑβραίων τυγχάνει. Λόγοι δὴ παρὰ τούτῳ καὶ γράμματα παλαιοὺς ἄνδρας περιέχουσι, σπανίους μὲν καὶ ἀριθμῷ βραχεῖς, ἀλλ' ὅμως εὐσεβείᾳ καὶ δικαιοσύνῃ καὶ πάσῃ τῇ λοιπῇ διενεγκόντας ἀρετῇ. Πρὸ μέν γε τοῦ κατακλυσμοῦ, διαφόρους· μετὰ δὲ καὶ τοῦτον, ἑτέρους τῶν τε τοῦ Νῶε παίδων καὶ ἀπογόνων, ἀτὰρ καὶ τὸν Ἀβραὰμ, ὃν ἀρχηγὸν καὶ προπάτορα σφῶν αὐτῶν παῖδες Ἑβραίων αὐχοῦσι. Πάντας δ' ἐκείνους δικαιοσύνῃ μεμαρτυρημένους, ἐξ αὐτοῦ τοῦ Ἀβραὰμ ἐπὶ τὸν πρῶτον ἀνιοῦσιν ἄνθρωπον, ἔργῳ Χριστιανοὺς εἰ καὶ μὴ ὀνόματι προσειπών τις, οὐκ ἂν ἐκτὸς βάλοι τῆς ἀληθείας. Ὃ γάρ τοι δηλοῦν ἐθέλει τοὔνομα τὸ Χριστιανοῦ, ἄνδρα διὰ τῆς τοῦ Χριστοῦ γνώσεως καὶ διδασκαλίας, σωφροσύνῃ καὶ δικαιοσύνῃ, καρτερίᾳ τε βίου καὶ ἀρετῆς ἀνδρίᾳ, εὐσεβείας τε ὁμολογίᾳ ἑνὸς καὶ μόνου τοῦ ἐπὶ πάντων Θεοῦ διαπρέπειν, τοῦτο πᾶν ἐκείνοις οὐ χεῖρον ἡμῶν ἐσπουδάζετο. Οὔτ' οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδὲ ἡμῖν· οὐ σαββάτων ἐπιτηρήσεως, ὅτι μηδὲ ἡμῖν· ἀλλ' οὐδὲ τῶν τοιῶνδε τροφῶν παραφυλακῆς, οὐδὲ τῶν ἄλλων διαστολῆς, ὅσα τοῖς μετέπειτα πρῶτος ἁπάντων Μωϋσῆς ἀρξάμενος ἐν συμβόλοις τελεῖσθαι παραδέδωκεν, ὅτι μηδὲ νῦν Χριστιανῶν τὰ τοιαῦτα· ἀλλὰ καὶ σαφῶς
nations the most populous and the most God-fearing, and in this respect indestructible and invincible, inasmuch as it ever obtains help from God, has thus suddenly shone forth at ineffable appointed terms of times, the nation honoured among all with the appellation of Christ. At this even one of the prophets was amazed, having foreseen with the eye of the divine Spirit what was about to be, so as even to utter these words: "Who has heard such things? and who has spoken thus? Did the earth travail in one day, and was a nation born all at once?" And the same writer also in some way intimates the future appellation, saying: "And to those who serve Me there shall be called a new name, which shall be blessed upon the earth." Yet even if we are clearly new, and this truly new name of Christians is recently known among all nations, nevertheless our life and the manner of our conduct, with the very doctrines of piety, that it has not been recently fabricated by us, but from the first generation of mankind, so to speak, was rightly practised by the natural conceptions of the men loved by God of old, we shall demonstrate in some such way as this. The nation of the Hebrews is not new, but is honoured for antiquity among all men, and is itself known to all. Discourses and writings among this nation embrace ancient men, rare indeed and few in number, yet excelling in piety and righteousness and all the rest of virtue: before the Flood, various men; and after it also, others of the children and descendants of Noah, and in particular Abraham, whom the children of the Hebrews boast as their own founder and forefather. If someone should address all those borne witness to for righteousness, going back from Abraham himself to the first man, as Christians in deed even if not in name, he would not shoot wide of the truth. For what the name of Christian wishes to signify, that a man, through the knowledge and teaching of Christ, excels in temperance and righteousness, in endurance of life and manliness of virtue, and in confession of piety towards the one and only God over all, all this was earnestly pursued by them no worse than by us. Neither, therefore, did they care for circumcision of the body, just as neither do we; nor for the observance of sabbaths, just as neither do we; nor yet for the avoidance of such and such foods, nor the distinction of other things, as many as Moses first of all began and handed down to those afterwards to be performed in symbols, just as neither now do such things belong to Christians; but they also clearly
Notes, col. 77

On the reading

Printed ει, for εἰ.

PG 20:80Read from the page
αὐτὸν ᾔδεσαν τὸν Χριστὸν τοῦ Θεοῦ· εἴγε ὦφθαι μὲν τῷ Ἀβραὰμ, χρηματίσαι δὲ τῷ Ἰσαὰκ, λελαληκέναι δὲ τῷ Ἰακὼβ, Μωϋσεῖ τε καὶ τοῖς μετὰ ταῦτα προφήταις ὡμιληκέναι προδέδεικται. Ἔνθεν αὐτοὺς δὴ τοὺς θεοφιλεῖς ἐκείνους εὕροις ἂν καὶ τῆς τοῦ Χριστοῦ κατηξιωμένους προσωνυμίας, κατὰ τὴν φάσκουσαν περὶ αὐτῶν φωνήν· « Μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύησθε. » Ὥστε σαφῶς πρώτην ἡγεῖσθαι δεῖν καὶ πάντων παλαιοτάτην τε καὶ ἀρχαιοτάτην θεοσεβείας εὕρεσιν, αὐτῶν ἐκείνων δὴ τῶν ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλῶν ἀνδρῶν, τὴν ἀρτίως διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας πᾶσιν ἔθνεσι κατηγγελμένην. Εἰ δὲ δὴ μακρῷ ποθ' ὕστερον χρόνῳ περιτομῆς φασι τὸν Ἀβραὰμ ἐντολὴν εἰληφέναι, ἀλλά γε πρὸ ταύτης δικαιοσύνην διὰ πίστεως μαρτυρηθεὶς ἀνείρηται, ὧδέ πως τοῦ θείου φάσκοντος λόγου· « Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. » Καὶ δὴ τοιούτῳ πρὸ τῆς περιτομῆς γεγονότι χρησμὸς ὑπὸ τοῦ φήναντος ἑαυτὸν αὐτῷ Θεοῦ· οὗτος δ' ἦν αὐτὸς ὁ Χριστὸς ὁ τοῦ Θεοῦ Λόγος· περὶ τῶν ἐν τοῖς μετέπειτα χρόνοις τὸν ὅμοιον αὐτῷ δικαιοῦσθαι τρόπον μελλόντων, ῥήμασιν αὐτοῖς προεπήγγελται λέγων· « Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. » Καὶ ὡς, ὅτι « ἔσται εἰς ἔθνος μέγα καὶ πολύ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. » Τούτῳ δὲ καὶ ἐπιστῆσαι εἰς ἡμᾶς ἐκπεπληρωμένῳ πάρεστι. Πίστει μὲν γὰρ ἐκεῖνος τῇ εἰς τὸν ὀφθέντα αὐτῷ τοῦ Θεοῦ Λόγον τὸν Χριστὸν ἐδεδικαίωτο, πατρῴας μὲν ἀποστὰς δεισιδαιμονίας καὶ πλάνης βίου προτέρας, ἕνα δὲ τὸν ἐπὶ πάντων ὁμολογήσας Θεὸν, καὶ τοῦτον ἔργοις ἀρετῆς, οὐχὶ δὲ θρησκείᾳ νόμου τοῦ μετὰ ταῦτα Μωϋσέως θεραπεύσας. Τοιούτῳ τε ὄντι εἴρητο, ὅτι δὴ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ πάντα τὰ ἔθνη ἐν αὐτῷ εὐλογηθήσονται. Ἔργοις δὲ λόγων ἐναργεστέροις ἐπὶ τοῦ παρόντος παρὰ μόνοις Χριστιανοῖς καθ' ὅλης τῆς οἰκουμένης ἀσκούμενος αὐτὸς ἐκεῖνος ὁ τῆς θεοσεβείας τοῦ Ἀβραὰμ ἀναπέφηνε τρόπος. Τί δὴ οὖν λοιπὸν ἐμποδὼν ἂν εἴη, μὴ οὐχὶ ἕνα καὶ τὸν αὐτὸν βίον τε καὶ τρόπον εὐσεβείας, ἡμῖν τε τοῖς ἀπὸ Χριστοῦ καὶ τοῖς πρόπαλαι θεοφιλέσιν ὁμολογεῖν; ὥστε μὴ νέαν καὶ ξένην, ἀλλ', ει δεῖ φάναι ἀληθεύοντα, πρώτην ὑπάρχειν καὶ μόνην καὶ ἀληθῆ κατόρθωσιν εὐσεβείας, τὴν διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας παραδοθεῖσαν ἡμῖν ἀποδείκνυσθαι. Καὶ ταῦτα μὲν ὧδε ἐχέτω.
knew the Christ of God Himself; since indeed it has been shown beforehand that He was seen by Abraham, gave responses to Isaac, spoke to Jacob, and conversed with Moses and the prophets after these things. Hence one might find those very men loved by God also deemed worthy of the surname of Christ, according to the voice speaking concerning them: "Touch not Mine anointed ones, and among My prophets act not wickedly." So that one must clearly deem the first and of all the oldest and most ancient discovery of godliness, belonging to those very men loved by God around Abraham, to be that which has recently been proclaimed to all nations through the teaching of Christ. And if they say that Abraham received the commandment of circumcision at some time long afterwards, yet before this he was proclaimed as having been borne witness to for righteousness through faith, the divine word speaking in some such way: "And Abraham believed God, and it was reckoned to him unto righteousness." And indeed to him, being such before circumcision, an oracle was foretold in the very words by the God Who manifested Himself to him, and this was the Christ Himself, the Word of God, concerning those who in after times were about to be justified in a manner like him, saying: "And in you shall all the tribes of the earth be blessed." And that "he shall become a great and populous nation; and in him shall all the nations of the earth be blessed." And it is possible to observe that this has been fulfilled in us. For he was justified by faith in the Word of God, the Christ, Who appeared to him, having departed from ancestral superstition and the former error of his life, and having confessed the one God over all, and having served Him by works of virtue and not by the worship of the law of Moses who came after these things. And to him being such it was said that all the tribes of the earth and all the nations shall be blessed in him. And by works clearer than words at the present time, that very same manner of the godliness of Abraham has been shown forth as practised among Christians alone throughout the whole inhabited world. What then would any longer stand in the way of confessing one and the same life and manner of piety both for us who are from Christ and for the men loved by God of old? So that the religion handed down to us through the teaching of Christ is demonstrated to be not new and strange, but, if one must speak the truth, the first and only and true right practice of piety. And let these things stand thus.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Περὶ τῶν χρόνων τῆς ἐπιφανείας αὐτοῦ τῆς εις ἀνθρώπους (Nic. H. E. I, 6).
Concerning the times of His manifestation unto men (Nicephorus, H. E. 1:6).
Φέρε δὲ μετὰ τὴν δέουσαν προκατασκευὴν τῆς προτεθείσης ἡμῖν ἐκκλησιαστικῆς ἱστορίας, ἤδη λοι-
Come now, after the needful preliminary preparation of the ecclesiastical history proposed by us, let us now at last
Notes, col. 80

On the reading

Printed ει, for εἰ.

Printed εις, for εἰς.

PG 20:81Read from the page
πὸν ἀπὸ τῆς ἐνσάρκου τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας, οἷά τινος ὁδοιπορίας ἐφαψώμεθα, τὸν τοῦ Λόγου Πατέρα Θεὸν, καὶ τὸν δηλούμενον αὐτὸν Ἰησοῦν Χριστὸν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν τὸν οὐράνιον τοῦ Θεοῦ Λόγον, βοηθὸν ἡμῖν καὶ συνεργὸν τῆς κατὰ τὴν διήγησιν ἀληθείας ἐπικαλεσάμενοι. Ἦν δὴ οὖν τοῦτο δεύτερον καὶ τεσσαρακοστὸν ἔτος τῆς Αὐγούστου βασιλείας, Αἰγύπτου δ' ὑποταγῆς καὶ τῆς τελευτῆς Ἀντωνίου καὶ Κλεοπάτρας, εἰς ἣν ὑστάτην ἡ κατ' Αἴγυπτον τῶν Πτολεμαίων κατέληξε δυναστεία, ὄγδοον ἔτος καὶ εἰκοστὸν, ὁπηνίκα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τῆς τότε πρώτης ἀπογραφῆς, Κυρηνίου ἡγεμονεύοντος τῆς Συρίας, ἀκολούθως ταῖς περὶ αὐτοῦ προφητείαις, ἐν Βηθλεὲμ γεννᾶται τῆς Ἰουδαίας. Ταύτης δὲ τῆς κατὰ Κυρήνιον ἀπογραφῆς καὶ ὁ τῶν παρ' Ἑβραίοις ἐπισημότατος ἱστορικῶν Φλαύϊος Ἰώσηπος μνημονεύει, καὶ ἄλλην ἐπισυνάπτων ἱστορίαν περὶ τῆς τῶν Γαλιλαίων κατὰ τοὺς αὐτοὺς ἐπιφυείσης χρόνους αἱρέσεως, ἧς καὶ παρ' ἡμῖν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι μνήμην ὧδέ πως λέγων πεποίηται· « Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ
from the incarnate manifestation of our Saviour, enter upon it as upon a journey, having called upon God the Father of the Word, and upon Him Who is set forth, Jesus Christ Himself, our Saviour and Lord, the heavenly Word of God, as our helper and fellow-worker in the truth of the narrative. This was, then, the forty-second year of the reign of Augustus, and the twenty-eighth year from the subjugation of Egypt and the death of Antony and Cleopatra, in whom last the dynasty of the Ptolemies in Egypt came to an end, when our Saviour and Lord Jesus Christ, at the time of the first census then held, while Quirinius was governing Syria, in accordance with the prophecies concerning Him, was born in Bethlehem of Judaea. Of this census under Quirinius the most distinguished of the historians among the Hebrews, Flavius Josephus, also makes mention, attaching another account also concerning the sect of the Galilaeans that sprang up at those same times, of which Luke also among us has made mention in the Acts, speaking in some such way as this: "After this man rose up Judas the
PG 20:84Read from the page
Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν πολὺν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. » Τούτοις γοῦν καὶ ὁ δεδηλωμένος ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἀρχαιολογίας συνᾴδων, ταῦτα παρατίθεται κατὰ λέξιν· « Κυρήνιος δὲ τῶν εἰς βουλὴν συναγομένων ἀνὴρ, τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας, ὡς καὶ ὕπατος γενέσθαι, τά τε ἄλλα ἀξιώματι μέγας, σὺν ὀλίγοις ἐπὶ Συρίᾳ παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους ἀπεσταλμένος, καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος. » Καὶ μετὰ βραχέα φησίν· « Ἰούδας δὲ Γαυλανίτης
Galilaean in the days of the census, and drew away much people after him; and he also perished, and all, as many as obeyed him, were scattered." Agreeing with these things in the eighteenth book of the Antiquities, the writer just mentioned sets down these words verbatim: "Now Quirinius, a man of those assembled into the senate, having completed the other offices and passed through all of them so as even to become consul, and great in dignity in other respects as well, arrived in Syria with a few men, having been sent by Caesar as dispenser of justice to the nation and to become assessor of properties." And after a little he says: "And Judas, a Gaulanite
PG 20:85Read from the page
ἀνὴρ ἐκ πόλεως ὄνομα Γαμάλας, Σάδδοκον Φαρισαῖον προσλαβόμενος, ἠπείγετο ἐπὶ ἀποστασίαν, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες, καὶ τῆς ἐλευθερίας ἐπ' ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος. » Καὶ ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν τοῦ Ἰουδαϊκοῦ πολέμου περὶ τοῦ αὐτοῦ ταῦτα γράφει· « Ἐπὶ τούτοις τις ἀνὴρ Γαλιλαῖος, Ἰούδας ὄνομα, εἰς ἀποστασίαν ἐνῆγε τοὺς ἐπιχωρίους, κακίζων, ει φόρον τε Ῥωμαίοις τελεῖν ὑπομένουσι, καὶ μετὰ τὸν Θεὸν οἴσουσι θνητοὺς δεσπότας. » Ταῦτα ὁ Ἰώσηπος.
man from a city named Gamala, having taken to himself Saddok a Pharisee, pressed on to revolt, saying that the assessment brought nothing else than outright slavery, and calling upon the nation to lay hold of freedom." And in the second book of the histories of the Jewish War he writes these things concerning the same man: "Under this man a certain Galilaean man, Judas by name, incited the inhabitants to revolt, reproaching them if they endured paying tribute to the Romans and after God would bear mortal masters." Thus far Josephus.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ὡς κατὰ τοὺς χρόνους αὐτοῦ ἀκολούθως ταῖς προφητείαις ἐξέλιπον ἄρχοντες οἱ τὸ πρὶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἡγούμενοι, πρῶτός τε ἀλλόφυλος βασιλεύει αὐτῶν Ἡρώδης (Nic. H. E. I, 6).
That in His times, in accordance with the prophecies, the rulers who previously led the nation of the Jews by succession of ancestors failed, and Herod, the first foreigner, reigned over them (Nicephorus, H. E. 1:6).
Τηνικαῦτα δὲ καὶ τοῦ Ἰουδαίων ἔθνους Ἡρώδου πρώτου τὸ γένος ἀλλοφύλου διειληφότος τὴν βασιλείαν, ἡ διὰ Μωϋσέως περιγραφὴν ἐλάμβανε προφητεία, « οὐκ ἐκλείψειν ἄρχοντα ἐξ Ἰούδα οὐδὲ ἡγούμενον ἐκ τῶν μηρῶν αὐτοῦ φήσασα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. » Ὃν καὶ ἀποφαίνει προσδοκίαν ἐθνῶν ἔσεσθαι. Ἀτελῆ γέτοι τὰ τῆς προῤῥήσεως ἦν, καθ' ὃν ὑπὸ τοῖς οἰκείοις τοῦ ἔθνους ἄρχουσι διάγειν αὐτοῖς ἐξῆν χρόνον, ἄνωθεν ἐξ αὐτοῦ Μωϋσέως καταρξαμένοις, καὶ εις τὴν Αὐγούστου βασιλείαν διαρκέσασι· καθ' ὃν πρῶτος ἀλλόφυλος Ἡρώδης τὴν Ἰουδαίων ἐπιτρέπεται ὑπὸ Ῥωμαίων ἀρχήν· ὡς μὲν Ἰώσηπος παραδίδωσιν, Ἰδουμαῖος ὢν κατὰ πατέρα τὸ γένος, Ἀράβιος δὲ κατὰ μητέρα. Ὡς δ' Ἀφρικανὸς, οὐχ ὁ τυχὼν δὲ καὶ οὗτος γέγονε συγγραφεὺς, φασὶν οἱ τὰ κατ' αὐτὸν ἀκριβοῦντες, Ἀντιπάτρου· τοῦτον δὲ εἶναι πατέρα Ἡρώδου τινὸς Ἀσκαλωνίτου, τῶν περὶ τὸν νεὼ τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων γεγονέναι. Ὃς Ἀντίπατρος ὑπὸ Ἰδουμαίων λῃστῶν παιδίον αἰχμαλωτισθεὶς, σὺν
At that time also, when Herod, the first foreigner by race, had received the kingdom of the nation of the Jews, the prophecy given through Moses reached its fulfilment, which said that "a ruler shall not fail from Judah, nor a leader from his thighs, until He comes for Whom it is reserved." Whom he also declares shall be the expectation of nations. Indeed the terms of the prediction were unfulfilled during the time in which it was permitted them to live under the native rulers of the nation, beginning from above with Moses himself and lasting down to the reign of Augustus; in whose time Herod, the first foreigner, was entrusted with the rule of the Jews by the Romans, being, as Josephus hands down, an Idumaean by race on his father's side and an Arabian on his mother's; but as Africanus writes, and he too was no ordinary writer, those who accurately investigate the matters concerning him say that he was the son of Antipater, and that this man had as father a certain Herod of Ascalon, one of the so-called temple-servants around the temple of Apollo. Which Antipater, having been taken captive as a little child by Idumaean robbers, was with
Notes, col. 85

On the reading

Printed ει, for εἰ.

Printed εις, for εἰς.

PG 20:88Read from the page
ἐκείνοις ἦν, διὰ τὸ μὴ δύνασθαι τὸν πατέρα πένητα ὄντα λύτρα καταθέσθαι ὑπὲρ αὐτοῦ. Ἐντραφεὶς δὲ τοῖς ἐκείνων ἤθεσιν, ὕστερον Ὑρκανῷ τῷ Ἰουδαίων ἀρχιερεῖ φιλιοῦται. Τούτῳ παῖς γίνεται ὁ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἡρώδης. Εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθούσης βασιλείας, ἐπὶ θύραις ἤδη καὶ ἡ τῶν ἐθνῶν ἀκολούθως τῇ προφητείᾳ προσδοκία παρῆν, ἅτε διαλελοιπότων ἐξ ἐκείνου τῶν παρ' αὐτοῖς ἐξ αὐτοῦ Μωϋσέως κατὰ διαδοχὴν ἀρξάντων τε καὶ ἡγησαμένων. Πρὸ μέντοιγε τῆς αἰχμαλωσίας αὐτῶν καὶ τῆς εἰς Βαβυλῶνα μεταναστάσεως, ἐβασιλεύοντο ἀπὸ Σαοὺλ πρώτου καὶ Δαβὶδ ἀρξάμενοι· πρὸ δὲ τῶν βασιλέων, ἄρχοντες αὐτοὺς διεῖπον, οἱ προσαγορευόμενοι κριταί· ἄρξαντες καὶ αὐτοὶ μετὰ Μωϋσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν. Μετὰ δὲ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐ διέλιπον πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. Οἱ γὰρ ἀρχιερεῖς προεστήκεισαν τῶν πραγμάτων, ἄχρις οὗ Πομπήϊος Ῥωμαίων στρατηγὸς ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ πολιορκεῖ κατακράτος, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών. Τὸν δὲ ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο τοῦ καιροῦ διαρκέσαντα βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα, Ἀριστόβουλος ὄνομα ἦν αὐτῷ, δέσμιον ἐπὶ Ῥώμην ἅμα τέκνοις ἐκπέμψας, Ὑρκανῷ μὲν τῷ τούτου ἀδελφῷ τὴν ἀρχιερωσύνην παραδίδωσί τε καὶ πᾶν Ἰουδαίων ἔθνος ἐξ ἐκείνου Ῥωμαίοις ὑπόφορον κατεστήσατο. Αὐτίκα γοῦν καὶ Ὑρκανοῦ, εἰς ὃν ὕστατον τὰ τῆς τῶν ἀρχιερέων περιέστη διαδοχῆς, ὑπὸ Πάρθων αἰχμαλώτου ληφθέντος, πρῶτος, ὡς γοῦν ἔφην, ἀλλόφυλος Ἡρώδης ὑπὸ τῆς συγκλήτου Ῥωμαίων καὶ Αὐγούστου βασιλέως τὸ Ἰουδαίων ἔθνος ἐγχειρίζεται. Καθ' ὃν ἐναργῶς, τῆς τοῦ Χριστοῦ παρουσίας ἐνστάσης, τῶν ἐθνῶν ἡ προσδοκωμένη σωτηρία τε καὶ κλῆσις ἀκολούθως τῇ προφητείᾳ παρηκολούθησεν· ἐξ οὗ δὴ χρόνου τῶν ἐξ Ἰούδα ἀρχόντων τε καὶ ἡγουμένων, λέγω δὲ τῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους διαλελοιπότων, εἰκότως αὐτοῖς καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς ἐπὶ τοὺς ἔγγιστα διαδόχους κατὰ γενεὰν προϊούσης ἀρχιερωσύνης, παραχρῆμα συγχεῖται. Ἔχεις καὶ τούτων ἀξιόχρεω τὸν Ἰώσηπον μάρτυρα, δηλοῦντα ὡς τὴν βασιλείαν παρὰ Ῥωμαίων ἐπιτραπεὶς Ἡρώδης, οὐκέτι τοὺς ἐξ ἀρχαίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις τὴν τιμὴν ἀπένεμεν· τὰ ὅμοια δὲ πρᾶξαι τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων, Ἀρχέλαόν τε τὸν παῖδα αὐτοῦ, καὶ μετὰ τοῦτον Ῥωμαίους, τὴν ἀρ-
them, because his father, being poor, was unable to lay down a ransom on his behalf. Having been brought up in their customs, he was later befriended by Hyrcanus the high priest of the Jews. To this man was born a son, the Herod of the time of our Saviour. When the kingdom of the Jews had devolved upon such a man, the expectation of the nations in accordance with the prophecy was already at the doors, inasmuch as those among them who had ruled and led by succession from Moses himself had failed from that time. Before their captivity, however, and their removal to Babylon, they were ruled by kings, beginning from Saul first and David; and before the kings, rulers governed them, those called judges, who themselves also ruled after Moses and his successor Joshua. And after the return from Babylon they did not cease using an aristocratic polity together with an oligarchy. For the high priests presided over affairs, until Pompey, the general of the Romans, came upon them and besieged Jerusalem by storm, and defiled the holy places by advancing as far as the innermost sanctuaries of the temple. And having sent off in bonds to Rome together with his children the man who by succession of ancestors had lasted down to that point of time as both king and high priest at once, Aristobulus was his name, he handed over the high priesthood to Hyrcanus his brother, and made the whole nation of the Jews from that time tributary to the Romans. Immediately, then, when Hyrcanus also, upon whom last the succession of the high priests had devolved, was taken captive by the Parthians, Herod, the first foreigner, as I said, was entrusted with the nation of the Jews by the senate of the Romans and the Emperor Augustus. In whose time clearly, the coming of Christ being at hand, the expected salvation and calling of the nations followed in accordance with the prophecy; from which very time, since the rulers and leaders from Judah, I mean those from the nation of the Jews, had failed, naturally among them the affairs of the high priesthood also, which had proceeded steadily from ancestors to the nearest successors generation by generation, were immediately thrown into confusion. Of these things also you have Josephus as a trustworthy witness, showing how Herod, having been entrusted with the kingdom by the Romans, no longer appointed high priests from the ancient race, but assigned the honour to certain obscure men; and that Archelaus his son, and after him the Romans, did the like to Herod concerning the appointment of the high priests, when they took over the