Migne Reading Room

PG 20 · cols. 65–76 · Read from the page

Eusebius, Church History, Book I

Eusebius, Church History, Book I

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:65Read from the page
νας καὶ σύμβολα σαββάτου τινὸς μυστικοῦ καὶ περιτομῆς, ἑτέρων τε νοητῶν θεωρημάτων εἰσαγωγὰς, ἀλλ' οὐκ αὐτὰς ἐναργεῖς παρεδίδου τὰς μυσταγωγίας. Ὡς δὲ τῆς παρὰ τούτοις νομοθεσίας βοωμένης, καὶ πνοῆς δίκην εὐώδους εἰς ἅπαντας ἀνθρώπους διαδιδομένης, ἤδη τότε ἐξ αὐτῶν καὶ τοῖς πλείοσι τῶν ἐθνῶν διὰ τῶν πανταχόσε νομοθετῶν τε καὶ φιλοσόφων ἡμερώτατα φρονήματα, τῆς ἀγρίας καὶ ἀπηνοῦς θηριωδίας ἐπὶ τὸ πρᾶον μεταβεβλημένης, ὡς καὶ εἰρήνην βαθεῖαν φιλίας τε καὶ ἐπιμιξίας πρὸς ἀλλήλους ἔχειν· τηνικαῦτα πᾶσι δὴ λοιπὸν ἀνθρώποις καὶ τοῖς ἀνὰ τὴν οἰκουμένην ἔθνεσιν, ὡς ἂν προωφελημένοις καὶ ἤδη τυγχάνουσιν ἐπιτηδείοις πρὸς παραδοχὴν τῆς τοῦ Πατρὸς γνώσεως, ὁ αὐτὸς δὴ πάλιν ἐκεῖνος ὁ τῶν ἀρετῶν διδάσκαλος, ὁ ἐν πᾶσιν ἀγαθοῖς τοῦ Πατρὸς ὑπουργὸς, ὁ θεῖος καὶ οὐράνιος τοῦ Θεοῦ Λόγος, δι' ἀνθρώπου κατὰ μηδὲν σώματος οὐσίᾳ τὴν ἡμετέραν φύσιν διαλλάττοντος, ἀρχομένης τῆς Ρωμαίων βασιλείας ἐπιφανεὶς, τοιαῦτα ἔδρασέ τε καὶ πέπονθεν, οἷα ταῖς προφητείαις ἀκόλουθα ἦν, ἄνθρωπον ὁμοῦ καὶ Θεὸν ἐπιδημήσειν τῷ βίῳ παραδόξων ἔργων ποιητὴν, καὶ πᾶσι τοῖς ἔθνεσι διδάσκαλον τῆς τοῦ Πατρὸς εὐσεβείας ἀναδειχθήσεσθαι, τό τε παράδοξον αὐτοῦ τῆς γενέσεως καὶ τὴν καινὴν διδασκαλίαν, καὶ τῶν ἔργων τὰ θαύματα, ἐπί τε τούτοις τοῦ θανάτου τὸν τρόπον, τήν τε ἐκ νεκρῶν ἀνάστασιν, καὶ ἐπὶ πᾶσιν τὴν εἰς οὐρανοὺς ἔνθεον ἀποκατάστασιν αὐτοῦ προκηρυττούσαις. Τὴν γοῦν ἐπὶ τέλει βασιλείαν αὐτοῦ Δανιὴλ ὁ προφήτης θείῳ Πνεύματι συνορῶν, ὧδέ πη ἐθεοφορεῖτο, ἀνθρωπινώτερον τὴν θεοπτίαν ὑπογράφων· « Ἐθεώρουν γὰρ, φησὶν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο. Καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς
and symbols of a certain mystical sabbath and circumcision, and introductions to other intelligible contemplations He delivered, but not the clear initiations themselves. But when the legislation among them became famous, and like a fragrant breeze was spread abroad unto all men, then already from them even among most of the nations, through the lawgivers and philosophers everywhere, the gentlest sentiments prevailed, their wild and savage brutality having been changed into mildness, so that they had deep peace of friendship and intercourse with one another; then at last for all men and for the nations throughout the habitable world, as having been profited beforehand and now being fitted for the reception of the knowledge of the Father, that very same teacher of virtues again, the minister of the Father in all good things, the divine and heavenly Word of God, having appeared at the beginning of the Roman empire through a man in no way differing from our nature in the substance of the body, both did and suffered such things as were in accordance with the prophecies which proclaimed beforehand that both man and God together would sojourn in life as a doer of marvellous works, and would be shown forth to all the nations as teacher of the Father's godliness, and proclaimed the marvel of His birth and the new teaching, and the wonders of His works, and besides these the manner of His death, and the resurrection from the dead, and above all His divine restoration into the heavens. His kingdom at the end, accordingly, Daniel the prophet beholding by the divine Spirit, was thus inspired by God, describing the vision of God in a more human manner: "For I beheld," says he, "until thrones were set, and the Ancient of days did sit. And His garment was white as snow, and the hair of
Notes, col. 65

On the reading

Printed Ρωμαίων, for Ῥωμαίων.

PG 20:68Read from the page
κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν. Ὁ θρόνος αὐτοῦ φλὸξ πυρός. Οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν. » Καὶ ἑξῆς· « Ἐθεώρουν, φησὶ, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι, αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται. Καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. » Ταῦτα δὲ σαφῶς οὐκ ἐφ' ἕτερον, ἀλλ' ἐπὶ τὸν ἡμέτερον Σωτῆρα τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸν Λόγον ἀναφέροιτο ἂν, Υἱὸν ἀνθρώπου διὰ τὴν ὑστάτην αὐτοῦ ἐνανθρώπησιν χρηματίζοντα. Ἀλλὰ γὰρ ἐν οἰκείοις ὑπομνήμασι τὰς περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προφητικὰς ἐκλογὰς συναγαγόντες, ἀποδεικτικώτερόν τε τὰ περὶ αὐτοῦ δηλούμενα ἐν ἑτέροις συστήσαντες, τοῖς εἰρημένοις ἐπὶ τοῦ παρόντος ἀρκεσθησόμεθα.
His head as pure wool. His throne was a flame of fire; His wheels were burning fire. A river of fire drew forth before Him. A thousand thousands ministered to Him, and ten thousand ten thousands stood before Him. The court sat and books were opened." (Dan. 7:9-10) And next: "I beheld," says he, "and lo, with the clouds of heaven as it were a Son of man coming, and He came even to the Ancient of days, and was brought before Him; and to Him was given rule and honour and the kingdom, and all peoples, tribes, tongues shall serve Him. His authority is an everlasting authority, which shall not pass away, and His kingdom shall not be destroyed." (Dan. 7:13-14) Now these things would clearly be referred to none other than our Saviour, the God Word Who was in the beginning with God, called Son of man because of His final incarnation. But since we have collected in special commentaries the prophetic selections concerning our Saviour Jesus Christ, and have established more demonstratively in other works the things declared concerning Him, we shall be content for the present with what has been said.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Ὡς καὶ τὸ Ἰησοῦ ὄνομα, καὶ αὐτὸ δὴ τὸ τοῦ Χριστοῦ, ἔγνωστό τε ἀνέκαθεν καὶ ἐτετίμητο παρὰ τοῖς θεσπεσίοις προφήταις (Nic. H. E. I, 4).
How both the name of Jesus and the very name of Christ were known from of old and honoured among the inspired prophets (Nic. H. E. I, 4).
Ὅτι δὲ καὶ αὐτὸ τοὔνομα τοῦ τε Ἰησοῦ καὶ δη καὶ τὸ τοῦ Χριστοῦ παρ' αὐτοῖς τοῖς πάλαι θεοφιλέσι προφήταις ἐτετίμητο, ἤδη καιρὸς ἀποδεικνύ-
And that both the very name of Jesus and indeed that of Christ were honoured among the God-beloved prophets of old themselves, it is now time to show—
Notes, col. 68

On the reading

Printed δη, for δὴ.

PG 20:69Read from the page
ναι. Σεπτὸν ὡς ἔνι μάλιστα καὶ ἔνδοξον τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτος αὐτὸς γνωρίσας Μωϋσῆς, τύπους οὐρανίων καὶ σύμβολα, μυστηριώδεις τε εἰκόνας ἀκολούθως χρησμῷ φήσαντι αὐτῷ· « Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· » παραδιδοὺς, Ἀρχιερέα Θεοῦ, ὡς ἐνῆν μάλιστα δυνατὸν, ἄνθρωπον ἐπιφημίσας, τοῦτον Χριστὸν ἀναγορεύει. Καὶ ταύτῃ γε τῇ κατὰ τὴν ἀρχιερωσύνην ἀξίᾳ, πᾶσαν ὑπερβαλλούσῃ παρ' αὐτῷ τὴν ἐν ἀνθρώποις προεδρίαν, ἐπὶ τιμῇ καὶ δόξῃ τὸ τοῦ Χριστοῦ περιτίθησιν ὄνομα. Οὕτως ἄρα τὸν Χριστὸν θεῖόν τι χρῆμα ἠπίστατο. Ὁ δ' αὐτὸς καὶ τὴν τοῦ Ἰησοῦ προσηγορίαν εὖ μάλα Πνεύματι θείῳ προϊδὼν, πάλιν τινὸς ἐξαιρέτου προνομίας καὶ ταύτην ἀξιοῖ. Οὔποτε γοῦν πρότερον ἐκφωνηθὲν εἰς ἀνθρώπους, πρινὴ Μωϋσέα γνωσθῆναι, τὸ τοῦ Ἰησοῦ πρόσρημα, τούτῳ Μωϋσῆς πρώτῳ καὶ μόνῳ περιτίθησιν, ὃν κατὰ τύπον αὖθις καὶ σύμβολον ἔγνω μετὰ τὴν αὐτοῦ τελευτὴν διαδεξόμενον τὴν κατὰ πάντων ἀρχήν. Οὐ πρότερον γοῦν τὸν αὐτοῦ διάδοχον τῇ τοῦ Ἰησοῦ κεχρημένον προσηγορίᾳ, ὀνόματι δὲ ἑτέρῳ τῷ Αὐσῇ, ὅπερ οἱ γεννήσαντες αὐτῷ τέθεινται, καλούμενον, Ἰησοῦν αὐτὸς ἀναγορεύει, γέρας ὥσπερ τίμιον παντὸς πολὺ μεῖζον βασιλικοῦ διαδήματος, τοὔνομα αὐτῷ δωρούμενος, ὅτι δὴ καὶ αὐτὸς ὁ τοῦ Ναυῆ Ἰησοῦς τοῦ Σωτῆρος ἡμῶν τὴν εἰκόνα ἔφερε, τοῦ μόνου μετὰ Μωϋσέα καὶ τὸ συμπέρασμα τῆς ἐκείνῳ παραδοθείσης συμβολικῆς λατρείας, τῆς ἀληθοῦς καὶ καθαρωτάτης εὐσέβείας τὴν ἀρχὴν διαδεξαμένου. Καὶ Μωσῆς μὲν ταύτῃ πη δυσὶ τοῖς κατ' αὐτὸν ἀρετῇ καὶ δόξῃ παρὰ πάντα τὸν λαὸν προφέρουσιν ἀνθρώποις, τῷ μὲν ἀρχιερεῖ, τῷ δὲ μετ' αὐτὸν ἡγησομένῳ, τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν ἐπὶ τιμῇ τῇ μεγίστῃ περιτέθειται. Σαφῶς δὲ καὶ οἱ μετὰ ταῦτα προφῆται, ὀνομαστὶ τὸν Χριστὸν προανεφώνουν, ὁμοῦ τὴν μέλλουσαν ἔσεσθαι κατ' αὐτοῦ συσκευὴν τοῦ Ἰουδαίων λαοῦ, ὁμοῦ δὲ καὶ τὴν τῶν ἐθνῶν δι' αὐτοῦ κλῆσιν προμαρτυρόμενοι. Τοτὲ μὲν ὧδέ πως Ἰερεμίας λέγων· « Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν· οὗ εἴπαμεν ἐν τῇ σκιᾷ αὐτοῦ ζη-
forth. Moses himself, having been the first to recognize the name of Christ as most venerable and glorious, when delivering types and symbols of heavenly things and mysterious images in accordance with the oracle which said to him, "See, thou shalt make all things according to the type shown to thee in the mount," (Exod. 25:40) having entitled a man High Priest of God as far as was possible, proclaims this man Christ. And upon this dignity of the high-priesthood, which with him surpassed all precedence among men, for honour and glory he bestows the name of Christ. Thus, then, he knew that Christ was something divine. And the same Moses, having also foreseen full well by the divine Spirit the appellation of Jesus, again deems this too worthy of a certain singular privilege. At any rate, the title of Jesus, which had never before been uttered among men before it became known to Moses, Moses bestows upon this man first and alone, whom, again according to type and symbol, he knew would succeed after his own death to the rule over all. Accordingly, his successor, who had not previously used the appellation of Jesus, being called by another name, Auses, which his parents had given him, he himself proclaims Jesus, (Num. 13:16) bestowing the name upon him as a precious prize of honour far greater than any royal diadem, because Jesus the son of Nave himself also bore the image of our Saviour, Who alone, after Moses and the conclusion of the symbolic worship delivered to him, succeeded to the rule of the true and purest godliness. And Moses thus upon the two men in his time who excelled in virtue and glory beyond all the people—the high priest, and him who was to lead after him—has bestowed for the greatest honour the appellation of our Saviour Jesus Christ. And clearly also the prophets after these proclaimed Christ beforehand by name, bearing witness beforehand at once to the plot of the Jewish people that would be against Him, and at once to the calling of the nations through Him; at one time Jeremiah speaking thus: "The Spirit before our face, Christ the Lord, was taken in their destructions; of Whom we said, In His shadow we shall live
Notes, col. 69

On the reading

Printed εὐσέβείας, for εὐσεβείας.

PG 20:72Read from the page
σόμεθα ἐν τοῖς ἔθνεσι· » τοτὲ δὲ ἀμηχανῶν Δαυῒδ, διὰ τούτων· « Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά· παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; » Οἷς ἑξῆς ἐπιλέγει ἐξ αὐτοῦ δὴ προσώπου τοῦ Χριστοῦ· « Κύριος εἶπε πρὸς μὲ, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. » Οὐ μόνους δὲ ἄρα τοὺς ἀρχιερωσύνῃ τετιμημένους ἐλαίῳ σκευαστῷ τοῦ συμβόλου χριομένους ἕνεκα, τὸ τοῦ Χριστοῦ κατεκόσμει παρ' Ἑβραίοις ὄνομα, ἀλλὰ καὶ τοὺς βασιλέας, οὓς καὶ αὐτοὺς νεύματι θείῳ προφῆται χρίοντες, εἰκονικούς τινας χριστοὺς ἀπειργάζοντο. Ὅτι δὴ καὶ αὐτοὶ, τῆς τοῦ μόνου καὶ ἀληθοῦς Χριστοῦ τοῦ κατὰ πάντων βασιλεύοντος θείου Λόγου βασιλικῆς καὶ ἀρχικῆς ἐξουσίας τοὺς τύπους δι' ἑαυτῶν ἔφερον. Ἤδη δὲ καὶ αὐτῶν τῶν προφητῶν τινας διὰ χρίσματος χριστοὺς ἐν τύπῳ γεγονέναι παρειλήφαμεν· ὡς τούτους ἅπαντας τὴν ἐπὶ τὸν ἀληθῆ Χριστὸν, τὸν ἔνθεον καὶ οὐράνιον Λόγον, ἀναφορὰν ἔχειν· μόνον ἀρχιερέα τῶν ὅλων καὶ μόνον ἁπάσης τῆς κτίσεως βασιλέα, καὶ μόνον προφητῶν ἀρχιπροφήτην τοῦ Πατρὸς τυγχάνοντα. Τούτου δ' ἀπόδειξις, τὸ μηδένα πω τῶν πάλαι διὰ τοῦ συμβόλου κεχρισμένων, μήτε ἱερέων μήτε βασιλέων, μήτε μὴν προφητῶν, τοσαύτην ἀρετῆς ἐνθέου δύναμιν κτήσασθαι, ὅσην ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ μόνος καὶ ἀληθινὸς Χριστὸς ἐπιδέδεικται. Οὐδείς γέ τοι ἐκείνων καίπερ ἀξιώματι καὶ τιμῇ ἐπὶ πλείσταις ὅσαις γενεαῖς παρὰ τοῖς οἰκείοις διαλαμψάντων, τοὺς ὑπηκόους πώποτε ἐκ τῆς περὶ αὐτοὺς εἰκονικῆς τοῦ Χριστοῦ προσρήσεως Χριστιανοὺς ἐπεφήμισεν· ἀλλ' οὐδὲ σεβάσμιός τινι τούτων πρὸς τῶν ὑπηκόων ὑπῆρξε τιμή· ἀλλ' οὐδὲ μετὰ τὴν τελευτὴν τοσαύτη διάθεσις, ὥστε καὶ ὑπεραποθνήσκειν ἑτοίμως ἔχειν τοῦ τιμωμένου. Ἀλλ' οὐδὲ πάντων τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν περί τινα τῶν τότε τοσαύτη γέγονε κίνησις, ἐπεὶ μηδὲ τοσοῦτον ἐν ἐκείνοις ἡ τοῦ συμβόλου δύναμις οἷα τε ἦν ἐνεργεῖν, ὅσον ἡ τῆς ἀληθείας παράστασις διὰ τοῦ Σωτῆρος ἡμῶν ἐνδεικνυμένη· ὃς οὔτε σύμβολα καὶ τύπους ἀρχιερωσύνης παρά του λαβὼν, ἀλλ' οὐδὲ γένος τὸ περὶ σῶμα ἐξ ἱερωμένων κατάγων, οὐδ' ἀνδρῶν δορυφορίαις ἐπὶ βασιλείαν προαχθεὶς, οὐδὲ μὴν προφήτης ὁμοίως τοῖς πάλαι γενόμενος, οὐδ' ἀξίας ὅλως ἤ τινος παρὰ Ἰουδαίοις τυχὼν προεδρίας, ὅμως τοῖς πᾶσιν εἰ καὶ μὴ τοῖς συμβόλοις, ἀλλ' αὐτῇ γε τῇ ἀληθείᾳ παρὰ τοῦ Πατρὸς ἐκεκόσμητο. Οὐχ ὁμοίων δ' οὖν οἷς προ-
among the nations;" (Lam. 4:20) and at another time David in perplexity, through these words: "Why did the nations rage and the peoples meditate vain things? The kings of the earth stood up, and the rulers were gathered together, against the Lord and against His Christ?" To which he next adds in the very person of Christ: "The Lord said unto Me, Thou art My Son, this day have I begotten Thee. Ask of Me, and I will give Thee the nations for Thine inheritance, and the ends of the earth for Thy possession." (Ps. 2:1-2, 7-8) Not only, therefore, those honoured with the high-priesthood, anointed for the sake of the symbol with prepared oil, did the name of Christ adorn among the Hebrews, but also the kings, whom also the prophets anointing at the divine nod made certain figurative christs, because they themselves also bore in themselves the types of the royal and ruling authority of the only and true Christ, the divine Word Who reigns over all. And we have received that even some of the prophets themselves became christs in type through anointing; so that all these have reference to the true Christ, the divine and heavenly Word, Who alone is High Priest of the universe, and alone King of all creation, and alone Chief Prophet of the prophets of the Father. And the proof of this is that no one yet of those anointed of old through the symbol, whether of priests or of kings or yet of prophets, ever acquired so great a power of godlike virtue as our Saviour and Lord Jesus, the only and true Christ, has displayed. None at least of those, although they shone in dignity and honour for very many generations among their own people, ever caused his subjects to be called Christians from the figurative title of Christ concerning them; nor yet did reverential honour from his subjects belong to any of these; nor yet after his death was there so great a disposition as to be ready even to die on behalf of the one honoured. Nor yet among all the nations throughout the habitable world did so great a movement ever arise concerning any one of the men of that time, since the power of the symbol in them was not able to work so much as the presence of the truth displayed through our Saviour; Who, having neither received symbols and types of high-priesthood from anyone, nor even tracing His bodily lineage from priests, nor having been promoted to a kingdom by bodyguards of men, nor yet having become a prophet in like manner as those of old, nor having obtained any rank at all or precedence among the Jews, nevertheless was adorned by the Father with all of them, if not by the symbols, yet by the truth itself. Not, therefore, having obtained the like things to those whom we have afore-
Notes, col. 72

On the reading

Printed οἷα τε, for οἵα τε.

PG 20:73Read from the page
ειρήκαμεν τυχὼν, πάντων ἐκείνων καὶ Χριστὸς μᾶλλον ἀνηγόρευται. Καὶ ὡς ἂν μόνος καὶ ἀληθὴς αὐτὸς ὢν ὁ Χριστὸς τοῦ Θεοῦ, Χριστιανῶν τὸν πάντα κόσμον τῆς ὄντως σεμνῆς αὐτοῦ καὶ ἱερᾶς προσηγορίας κατέπλησεν, οὐκέτι τύπους οὐδὲ εἰκόνας, ἀλλ' αὐτὰς γυμνὰς ἀρετὰς καὶ βίον οὐράνιον αὐτοῖς ἀληθείας δόγμασι τοῖς θιασώταις παραδούς. Τό τε χρῖσμα, οὐ τὸ διὰ σωμάτων σκευαστὸν, ἀλλ' αὐτῷ δὴ Πνεύματι θείῳ τὸ θεοπρεπὲς, μετοχῇ τῆς ἀγεννήτου καὶ πατρικῆς θεότητος ἀπειλήφει. Ὃ καὶ αὐτὸ πάλιν Ἠσαΐας διδάσκει, ὡς ἂν ἐξ αὐτοῦ ὧδέ πως ἀναβοῶν τοῦ Χριστοῦ· « Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, [ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν], κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. » Καὶ οὐ μόνον γε Ἠσαΐας, ἀλλὰ καὶ Δαβὶδ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφωνεῖ, λέγων· « Ὁ θρόνος σου, Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. » Ἐν οἷς ὁ λόγος ἐν μὲν τῷ πρώτῳ στίχῳ, Θεὸν αὐτὸν ἐπιφημίζει· ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ. Εἶθ' ἑξῆς ὑποβὰς μετὰ τὴν ἔνθεον καὶ βασιλικὴν δύναμιν, τρίτῃ τάξει Χριστὸν αὐτὸν γεγονέναι ἐλαίῳ, οὐ τῷ ἐξ ὕλης σωμάτων, ἀλλὰ τῷ ἐνθέῳ τῆς ἀγαλλιάσεως ἠλειμμένον παρίστησι. Παρὸ καὶ τὸ ἐξαίρετον αὐτοῦ καὶ πολὺ κρεῖττον καὶ διάφορον τῶν πάλαι διὰ τῶν εικόνων σωματικώτερον κεχρισμένων ὑποσημαίνει. Καὶ ἀλλαχοῦ δὲ ὁ αὐτὸς ὧδέ πως τὰ περὶ αὐτοῦ δηλοῖ λέγων· « Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· » καὶ, « Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. » Οὗτος δὲ εἰσάγεται ἐν τοῖς ἱεροῖς λόγοις ὁ Μελχεσεδὲκ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, οὐκ ἐν σκευαστῷ τινι χρίσματι ἀναδεδειγμένος, ἀλλ' οὐδὲ διαδοχῇ γένους προσήκων τῇ καθ' Ἑβραίους ἱερωσύνῃ. Διὸ κατὰ τὴν αὐτοῦ τάξιν, ἀλλ' οὐ κατὰ τὴν τῶν ἄλλων σύμβολα καὶ τύπους ἀνειληφότων, Χριστὸς καὶ ἱερεὺς μεθ' ὅρκου παραλήψεως ὁ Σωτὴρ ἡμῶν ἀνηγόρευται. Ὅθεν οὐδὲ σωματικῶς παρὰ Ἰουδαίοις χρισθέντα αὐτὸν ἡ ἱστορία παραδίδωσιν, ἀλλ' οὐδ' ἐκ φυλῆς τῶν ἱερωμένων γενόμενον,
we have spoken, He also, more than all those, has been proclaimed Christ. And inasmuch as He Himself is the only and true Christ of God, He has filled the whole world of Christians with His truly august and sacred appellation, delivering to His followers no longer types or images, but the bare virtues themselves and a heavenly life in the very doctrines of truth. And He received the anointing, not that which is prepared through material substances, but the divinely fitting one by the divine Spirit Himself, through participation in the unbegotten and paternal Godhead. Which very thing Isaiah again teaches, crying out in some such way as if from the person of Christ Himself: "The Spirit of the Lord is upon Me, on account of which He anointed Me; to bring good tidings to the poor He has sent Me, [to heal those broken in heart], to proclaim release to captives, and recovery of sight to the blind." And not only Isaiah, but David also cries out toward His person, saying: "Thy throne, O God, is unto the age of the age. A rod of uprightness is the rod of Thy kingdom. Thou loved righteousness and hated lawlessness. On this account God, Thy God, anointed Thee with the oil of gladness beyond Thy fellows." In which words the text in the first verse addresses Him as God, and in the second honours Him with a royal sceptre. Then next, descending after the divine and royal power, in the third rank it presents Him as having become Christ, anointed not with oil made from the matter of material substances, but with the divine oil of gladness. Whereby it also indicates His excellence and how much better and different He is from those who of old were anointed more corporeally through images. And elsewhere the same writer declares the things concerning Him in some such way, saying: "The Lord said to my Lord, Sit at My right hand, until I make Thine enemies the footstool of Thy feet;" and, "From the womb before the Morning Star I begot Thee. The Lord swore, and will not repent: Thou art a priest unto the age according to the order of Melchizedek." Now this Melchizedek is introduced in the sacred words as priest of God the Most High, not designated by any prepared anointing, nor even belonging by succession of race to the priesthood among the Hebrews. Wherefore according to his order, and not according to that of the others who received symbols and types, our Saviour has been proclaimed Christ and priest with the taking of an oath. Hence history does not hand down that He was anointed corporeally among the Jews, nor even that He came from the tribe of those who hold the priesthood,
Notes, col. 73

On the reading

Printed ειρήκαμεν, for εἰρήκαμεν.

Printed εικόνων, for εἰκόνων.

Printed Μελχεσεδὲκ, for Μελχισεδὲκ.

PG 20:76Read from the page
ἐξ αὐτοῦ δὲ τοῦ Θεοῦ πρὸ Ἑωσφόρου μὲν, τουτεστι πρὸ τῆς τοῦ κόσμου συστάσεως οὐσιωμένον, ἀθάνατον δὲ καὶ ἀγήρω τὴν ἱερωσύνην εἰς τὸν ἄπειρον αἰῶνα διακατέχοντα. Τῆς δ' εἰς αὐτὸν γενομένης ἀσωμάτου καὶ ἐνθέου χρίσεως μέγα καὶ ἐναργὲς τεκμήριον, τὸ μόνον αὐτὸν ἐξ ἁπάντων τῶν πώποτε εἰσέτι καὶ νῦν πᾶσι τοῖς ἀνθρώποις καθ' ὅλου τοῦ κόσμου Χριστὸν ἐπιφημίζεσθαι, ὁμολογεῖσθαί τε καὶ μαρτυρεῖσθαι πρὸς ἁπάντων ἐπὶ τῇ προσηγορίᾳ, παρά τε Ἕλλησι καὶ βαρβάροις μνημονεύεσθαι, καὶ εἰσετι καὶ νῦν παρὰ τοῖς ἀνὰ τὴν οἰκουμένην αὐτοῦ θιασώταις τιμᾶσθαι μὲν ὡς βασιλέα, θαυμάζεσθαι δὲ ὑπὲρ προφήτην, δοξάζεσθαί τε ὡς ἀληθῆ καὶ μόνον Θεοῦ ἀρχιερέα· καὶ ἐπὶ πᾶσι τούτοις, οἷα Θεοῦ Λόγον προόντα καὶ πρὸ αἰώνων ἁπάντων οὐσιωμένον, τήν τε σεβάσμιον τιμὴν παρὰ τοῦ Πατρὸς ὑπειληφότα, καὶ προσκυνεῖσθαι ὡς ἂν Θεόν. Τόγε μὴν ἁπάντων παραδοξότατον, ὅτι μὴ φωναῖς αὐτὸ μόνον καὶ ῥημάτων ψόφοις αὐτὸν γεραίρομεν οἱ καθωσιωμένοι αὐτῷ, ἀλλὰ καὶ πάσῃ διαθέσει ψυχῆς, ὡς καὶ αὐτῆς προτιμᾷν τῆς ἑαυτῶν ζωῆς τὴν εἰς αὐτὸν μαρτυρίαν.
but brought into substantial existence from God Himself before the Morning Star, that is, before the constitution of the world, and holding fast His priesthood immortal and unageing unto the boundless age. And a great and clear proof of the incorporeal and divine anointing that came upon Him is that He alone out of all who have ever been, even until now, is addressed as Christ among all men throughout the whole world, and is confessed and borne witness to by all under this appellation, and is remembered among both Greeks and barbarians, and even until now among His followers throughout the inhabited world is honoured as a king, admired beyond a prophet, and glorified as the true and only High Priest of God; and above all these things, as the Word of God pre-existing and brought into substantial existence before all ages, having received august honour from the Father, He is also worshipped as God. And what is most paradoxical of all is that we who are consecrated to Him revere Him not merely with voices and sounds of words, but with every disposition of soul, so as to prefer even to our own life the bearing of witness unto Him.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ὡς οὐ νεώτερος, οὐδὲ ξενίζων ἦν ὁ τρόπος τῆς πρὸς αὐτοῦ καταγγελθείσης πᾶσι τοῖς ἔθνεσιν εὐσεβείας (Nic. H. E. I, 5).
That the manner of the piety proclaimed by Him to all the nations was neither recent nor strange (Nicephorus, H. E. 1:5).
Ταῦτα μὲν οὖν ἀναγκαίως πρὸ τῆς ἱστορίας ἐνταῦθά μοι κείσθω, ὡς ἂν μὴ νεώτερόν τις εἶναι νομίσειε τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, διὰ τοὺς τῆς ἐνσάρκου πολιτείας αὐτοῦ χρόνους. Ἵνα δὲ μηδὲ τὴν διδασκαλίαν αὐτοῦ νέαν εἶναι καὶ ξένην, ὡς ἂν ὑπὸ νέου καὶ μηδὲν τῶν λοιπῶν διαφέροντος ἀνθρώπων συστᾶσαν ὑπονοήσειέ τις, φέρε βραχέα καὶ περὶ τούτου διαλάβωμεν. Ἄρτι μὲν ὁμολογουμένως τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας νεωστὶ πᾶσιν ἀνθρώποις ἐπιλαμψάσης, νέον ὁμολογουμένως ἔθνος οὐ μικρὸν οὐδ' ἐπὶ γωνίας πη γῆς ἱδρυμένον, ἀλλὰ καὶ πάντων
Let these things, then, necessarily be laid down by me here before the history, so that no one might suppose our Saviour and Lord Jesus the Christ to be recent, on account of the times of His incarnate way of life. And in order that no one might suspect His teaching either to be new and strange, as having been put together by a recent man differing in nothing from the rest of men, come, let us discuss briefly concerning this also. Now when the coming of our Saviour Jesus Christ has admittedly newly shone forth upon all men, a new nation has admittedly appeared, not small nor established somewhere in a corner of the earth, but both of all
Notes, col. 76

On the reading

Printed τουτεστι, for τουτέστι.

Printed εἰσετι, for εἰσέτι.