Migne Reading Room

PG 20 · cols. 89–100 · Read from the page

Eusebius, Church History, Book I

Eusebius, Church History, Book I

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:89Read from the page
χὴν τῶν Ἰουδαίων παρειληφότας. Ὁ δ' αὐτὸς δηλοῖ, ὡς ἄρα καὶ τὴν ἱερὰν στολὴν τοῦ ἀρχιερέως, πρῶτος Ἡρώδης ἀποκλείσας, ὑπὸ ἰδίαν σφραγῖδα πεποίηται, μηκέτ' αὐτὴν τοῖς ἀρχιερεῦσιν ἔχειν ὑφ' ἑαυτοὺς ἐπιτρέψας· ταὐτὸ δὲ καὶ τὸν μετ' αὐτὸν Ἀρχέλαον, καὶ μετὰ τοῦτον Ῥωμαίους διαπράξασθαι. Καὶ ταῦτα δ' ἡμῖν εἰρήσθω, εἰς ἑτέρας ἀπόδειξιν προφητείας κατὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πεπερασμένης. Σαφέστατα γοῦν ἐν τῷ Δανιὴλ ἑβδομάδων τινῶν ἀριθμὸν ὀνομαστὶ ἕως Χριστοῦ ἡγουμένου περιλαβὼν ὁ λόγος, περὶ ὧν ἐν ἑτέροις διειλήφαμεν, μετὰ τὸ τούτων συμπέρασμα ἐξολοθρευθήσεσθαι τὸ παρὰ Ἰουδαίοις χρῖσμα προφητεύει. Καὶ τοῦτο δὲ σαφῶς κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γεννήσεως ἀποδείκνυται συμπεπληρωμένον. Ταῦτα δ' ἡμῖν ἀναγκαίως εἰς παράστασιν τῆς τῶν χρόνων ἀληθείας προτετηρήσθω.
received the rule of the Jews. And the same writer shows that Herod was the first to lock up even the sacred robe of the high priest and put it under his own seal, no longer permitting the high priests to have it under their own control; and that Archelaus after him, and after him the Romans, did the same thing. And let these things be said by us as proof of another prophecy brought to fulfilment at the manifestation of our Saviour Jesus Christ. Most clearly, therefore, the word in Daniel, having embraced by name a number of certain weeks until Christ the leader, concerning which we have treated at length in other works, prophesies that after the completion of these the anointing among the Jews shall be utterly destroyed. And this is clearly proved to have been fulfilled at the time of the birth of our Saviour Jesus Christ. Let these things be necessarily premised by us beforehand to establish the truth of the times.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Περὶ τῆς ἐν τοῖς Εὐαγγελίοις νομιζομένης διαφωνίας τῆς περὶ τοῦ Χριστοῦ γενεαλογίας (Nic. H. E. I, 7, 11).
Concerning the supposed discrepancy in the Gospels regarding the genealogy of Christ (Nic. H. E. I, 7, 11).
Ἐπειδὴ δὲ τὴν περὶ τοῦ Χριστοῦ γενεαλογίαν διαφόρως ἡμῖν ὅ τε Ματθαῖος καὶ ὁ Λουκᾶς εὐαγγελιζόμενοι παραδεδώκασι, διαφωνεῖν τε νομίζονται τοῖς πολλοῖς, τῶν δὲ πιστῶν ἕκαστος ἀγνοίᾳ τ' ἀληθοῦς εὑρεσιλογεῖν εἰς τοὺς τόπους πεφιλοτίμηται, φέρε καὶ τὴν περὶ τούτων κατελθοῦσαν εἰς ἡμᾶς ἱστορίαν παραθώμεθα, ἣν δι' ἐπιστολῆς Ἀριστείδῃ γράφων περὶ συμφωνίας τῆς ἐν τοῖς Εὐαγγελίοις γενεαλογίας, ὁ μικρῷ πρόσθεν ἡμῖν δηλωθεὶς Ἀφρικανὸς ἐμνημόνευσε, τὰς μὲν δὴ τῶν λοιπῶν δόξας ὡς ἂν βιαίους καὶ διεψευσμένας ἀπελέγξας, ἣν δ' αὐτὸς παρείληφεν ἱστορίαν, τούτοις αὐτοῖς ἐκτιθέμενος τοῖς ῥήμασιν· « Ἐπειδὴ γὰρ τὰ ὀνόματα τῶν γενῶν ἐν Ἰσραὴλ ἠριθμεῖτο ἢ φύσει, ἢ νόμῳ, φύσει μὲν, γνησίου σπέρματος διαδοχῇ, νόμῳ δὲ, ἑτέρου παιδοποιουμένου εἰς ὄνομα τελευτήσαντος ἀδελφοῦ ἀτέκνου· ὅτι γὰρ οὐδέπω δέδοτο ἐλπὶς ἀναστάσεως σαφὴς, τὴν μέλλουσαν ἐπαγγελίαν ἀναστάσει ἐμιμοῦντο θνητῇ, ἵνα ἀνέκλειπτον μένῃ τὸ ὄνομα τοῦ μετηλλαχότος· ἐπεὶ οὖν οἱ τῇ γενεαλογίᾳ ταύτῃ
Since both Matthew and Luke in preaching the Gospel have handed down to us the genealogy concerning Christ differently, and are thought by the many to disagree, and each of the faithful through ignorance of the truth has striven ingeniously to invent explanations for these passages, come, let us set forth also the account concerning these things that has come down to us, which Africanus, mentioned by us a little before, recounted in writing by letter to Aristides concerning the harmony of the genealogy in the Gospels, having refuted the opinions of the rest as forced and mistaken, while setting forth the account that he himself had received in these very words: "For since the names of the generations in Israel were reckoned either by nature or by law—by nature, through the succession of legitimate seed, and by law, when another begat children for the name of a brother who had died childless; for because a clear hope of resurrection had not yet been given, they imitated the future promise by a mortal resurrection, so that the name of the departed might remain unextinguished—since, therefore, those in this genealogy
PG 20:92Read from the page
ἐμφερόμενοι, οἱ μὲν διεδέξαντο παῖδες πατέρα γνησίως, οἱ δὲ ἑτέροις μὲν ἐγεννήθησαν, ἑτέροις δὲ προσετέθησαν κλήσει, ἀμφοτέρων γέγονεν ἡ μνήμη, καὶ τῶν γεγεννηκότων, καὶ τῶν ὡς γεγεννηκότων. Οὕτως οὐδέτερον τῶν Εὐαγγελίων ψεύδεται, καὶ φύσιν ἀριθμοῦν καὶ νόμον· συνεπεπλάκη γὰρ ἀλλήλοις τὰ γένη, τό τε ἀπὸ τοῦ Σολομῶντος, καὶ τὸ ἀπὸ τοῦ Νάθαν, ἀναστάσεσιν ἀτέκνων, καὶ δευτερογαμίαις, καὶ ἀναστάσεσι σπερμάτων, ὡς δικαίως τοὺς αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι, τῶν μὲν δοκούντων πατέρων, τῶν δὲ ὑπαρχόντων· ὡς ἀμφοτέρας τὰς διηγήσεις ἀληθεῖς οὔσας, ἐπὶ τὸν Ἰωσὴφ πολυπλόκως μὲν, ἀλλ' ἀκριβῶς κατελθεῖν. Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν διηγήσομαι. Ἀπὸ τοῦ Δαβὶδ διὰ Σολομῶντος τὰς γενεὰς καταριθμουμένοις, τρίτος ἀπὸ τέλους εὑρίσκεται Ματθὰν, ὃς ἐγέννησε τὸν Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν πατέρα· ἀπὸ δὲ Νάθαν τοῦ Δαβὶδ κατὰ Λουκᾶν, ὁμοίως τρίτος ἀπὸ τέλους Μελχὶ, οὗ υἱὸς ὁ Ἠλὶ ὁ τοῦ Ἰωσὴφ πατήρ· Ἰωσὴφ γὰρ υἱὸς Ἠλὶ τοῦ Μελχί. Σκοποῦ τοίνυν ἡμῖν κειμένου τοῦ Ἰωσὴφ,
included, some legitimately succeeded their father as sons, while others were begotten by one set of parents and assigned to another in name, mention was made of both—both of those who truly begat them and of those who were as though they had begotten them. Thus neither of the Gospels speaks falsely, reckoning both nature and law; for the families—both that from Solomon and that from Nathan—were interwoven with one another through raisings up for the childless, and second marriages, and raisings up of seed, so that the same men were justly considered at different times to belong to different fathers, some being reputed fathers and others actual fathers; and thus both accounts, being true, come down to Joseph intricately indeed, yet accurately. And that what is said may be clear, I shall explain the interchange of the families. Counting the generations from David through Solomon, the third from the end is found to be Matthan, who begat Jacob the father of Joseph; and from Nathan the son of David according to Luke, likewise the third from the end is Melchi, whose son was Eli the father of Joseph; for Joseph was the son of Eli, the son of Melchi. With Joseph, then, set before us as the object of our inquiry,
PG 20:93Read from the page
ἀποδεικτέον πῶς ἑκάτερος αὐτοῦ πατὴρ ἱστορεῖται, ὅ τε Ἰακὼβ ἀπὸ Σολομῶντος, καὶ Ἠλὶ ὁ ἀπὸ τοῦ Νάθαν ἑκάτερος κατάγοντες τὸ γένος, ὅπως τε πρότερον οὗτοι δὴ ὅ τε Ἰακὼβ καὶ Ἠλὶ δύο ἀδελφοὶ, καὶ πρός γε, πῶς οἱ τούτων πατέρες Ματθὰν καὶ Μελχὶ διαφόρων ὄντες γενῶν, τοῦ Ἰωσὴφ ἀναφαίνονται πάπποι. Καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ Μελχὶ ἐν μέρει τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα, ὁμομητρίους ἀδελφοὺς ἐπαιδοποιήσαντο, τοῦ νόμου μὴ κωλύοντος χηρεύουσαν, ἤτοι ἀπολελυμένην, ἢ καὶ τελευτήσαντος τοῦ ἀνδρὸς, ἄλλῳ γαμεῖσθαι. Ἐκ δὴ τῆς Ἐσθᾶ, τοῦτο γὰρ καλεῖσθαι τὴν γυναῖκα παραδέδοται, πρῶτος Ματθὰν ὁ ἀπὸ τοῦ Σολομῶντος κατάγων τὸ γένος, τὸν Ἰακὼβ γεννᾷ· καὶ τελευτήσαντος τοῦ Ματθὰν, Μελχὶ ὁ ἐπὶ τὸν Νάθαν κατὰ γένος ἀναφερόμενος, χηρεύουσαν ἐκ μὲν τῆς αὐτῆς φυλῆς, ἐξ ἄλλου δὲ γένους ὢν, ὡς προείπομεν, ἀγαγόμενος αὐτὴν, ἔσχεν υἱὸν τὸν Ἠλί. Οὕτω δὴ διαφόρων δύο γενῶν εὑρήσομεν τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ὁμομητρίους ἀδελφούς· ὧν ὁ ἕτερος Ἰακὼβ, ἀτέκνου τοῦ ἀδελφοῦ τελευτήσαντος Ἠλὶ, τὴν γυναῖκα παραλαβὼν, ἐγέννησεν ἐξ αὐτῆς τρίτον τὸν Ἰωσήφ. Κατὰ φύσιν μὲν ἑαυτῷ, καὶ κατὰ λόγον· διὸ καὶ γέγραπται· « Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ. » Κατὰ νόμον δὲ τοῦ Ἠλὶ υἱὸς ἦν· ἐκείνῳ γὰρ ὁ Ἰακὼβ ἀδελφὸς ὢν, ἀνέστησε σπέρμα. Διόπερ οὐκ ἀκυρωθήσεται καὶ ἡ κατ' αὐτὸν γενεαλογία, ἣν Ματθαῖος μὲν ὁ εὐαγγελιστὴς ἐξαριθμούμενος, « Ἰακὼβ δὲ, φησὶν, ἐγέννησε τὸν Ἰωσήφ· » ὁ δὲ Λουκᾶς ἀνάπαλιν· ὃς ἦν υἱὸς, ὡς ἐνομίζετο (καὶ γὰρ καὶ τοῦτο προστίθησι) τοῦ Ἰωσὴφ, τοῦ Ἠλὶ, τοῦ Μελχί· τὴν γὰρ κατὰ νόμον γένεσιν ἐπισημότερον οὐκ ἦν ἐξειπεῖν. Καὶ τὸ ἐγέννησεν ἐπὶ τῆς τοιᾶσδε παιδοποιΐας ἄχρι τέλους ἐσιώπησε, τὴν ἀναφορὰν ποιησάμενος ἕως τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ κατ' ἀνάλυσιν. Οὐδὲ μὴν ἀναπόδεικτον ἢ ἐσχεδιασμένον ἐστὶ τοῦτο· τοῦ γοῦν Σωτῆρος οἱ κατὰ σάρκα συγγενεῖς, εἴτ' οὖν φανητιῶντες, εἴθ' ἁπλῶς ἐκδιδάσκοντες, πάντως δὲ ἀληθεύον-
it must be demonstrated how each of the two is recorded as his father, both Jacob tracing his lineage from Solomon and Eli from Nathan, and how before this these two, Jacob and Eli, were two brothers, and moreover how their fathers, Matthan and Melchi, being of different families, are shown to be grandfathers of Joseph. Now Matthan and Melchi, having in turn married the same woman, begat brothers of the same mother, since the law did not forbid a widow—whether divorced or after her husband had died—to be married to another. From Estha, then (for so the woman is handed down to have been called), first Matthan, who traced his lineage from Solomon, begat Jacob; and when Matthan had died, Melchi, who traced his lineage back to Nathan, being of the same tribe indeed, but of another family, as we said before, having married her in her widowhood, had a son, Eli. Thus, then, though of two different families, we shall find Jacob and Eli to be brothers of the same mother; of whom the one, Jacob, when his brother Eli had died childless, took his wife and begat from her a third, Joseph—by nature and by reason for himself (wherefore also it is written: "And Jacob begat Joseph"), while by law he was the son of Eli; for Jacob, being his brother, raised up seed to him. Wherefore the genealogy according to him will not be invalidated either, which Matthew the evangelist reckoning up says, "And Jacob begat Joseph"; whereas Luke conversely says, "who was the son, as was supposed" (for he adds this also) "of Joseph, the son of Eli, the son of Melchi"; for it was not possible to express more distinctly the generation according to law. And with regard to such begetting of children he passed over the word "begat" in silence right to the end, making the ascent back as far as Adam and God by regression. Nor indeed is this unproven or contrived; at any rate, the kinsmen of the Saviour according to the flesh, whether making a display or simply instructing, but by all means speaking the truth,
PG 20:96Read from the page
τες, παρέδοσαν καὶ ταῦτα, ὡς Ἰδουμαῖοι λησταὶ Ἀσκάλωνι πόλει τῆς Παλαιστίνης ἐπελθόντες, ἐξ εἰδωλείου Ἀπόλλωνος, ὃ πρὸς τοῖς τείχεσιν ἵδρυτο, Ἀντίπατρον Ἡρώδου τινὸς ἱεροδούλου παῖδα, πρὸς τοῖς ἄλλοις σύλοις αἰχμάλωτον ἀπῆγον· τῷ δὲ λύτρα ὑπὲρ τοῦ υἱοῦ καταθέσθαι μὴ δύνασθαι τὸν ἱερέα, ὁ Ἀντίπατρος τοῖς τῶν Ἰδουμαίων ἔθεσιν ἐντραφεὶς, ὕστερον Ὑρκανῷ φιλιοῦται τῷ τῆς Ἰουδαίας ἀρχιερεῖ. Πρεσβεύσας δὲ πρὸς Πομπήϊον ὑπὲρ τοῦ Ὑρκανοῦ, καὶ τὴν βασιλείαν ἐλευθερώσας αὐτῷ ὑπὸ Ἀριστοβούλου τοῦ ἀδελφοῦ περικοπτομένην, αὐτὸς ηὐτύχησεν ἐπιμελητὴς τῆς Παλαιστίνης προκόψας· διαδέχεται δὲ τὸν Ἀντίπατρον φθόνῳ τῆς πολλῆς εὐτυχίας δολοφονηθέντα, ὁ υἱὸς Ἡρώδης, ὃς ὕστερον ὑπ' Ἀντωνίου καὶ τοῦ Αὐγούστου, συγκλήτου δόγματι τῶν Ἰουδαίων ἐκρίθη βασιλεύειν· οὗ παῖδες, Ἡρώδης οἵ τ' ἄλλοι τετράρχαι. Ταῦτα μὲν δὴ κοινὰ καὶ ταῖς Ἑλλήνων ἱστορίαις. Ἀναγράπτων δὲ εἰς τότε ἐν τοῖς ἀρχείοις ὄντων τῶν Ἑβραϊκῶν γενῶν, καὶ τῶν ἄχρι προσηλύτων ἀναφερομένων, ὡς Ἀχιὼρ τοῦ Ἀμμανίτου, καὶ Ῥοὺθ τῆς Μωαβίτιδος, τῶν τε ἀπ' Αἰγύπτου συνεκπεσόντων ἐπιμίκτων, Ἡρώδης οὐδέν τι συμβαλλομένου τοῦ τῶν Ἰσραηλιτῶν γένους αὐτῷ, καὶ τῷ συνειδότι τῆς δυσγενείας κρουόμενος, ἐνέπρησεν αὐτῶν τὰς ἀναγραφὰς τῶν γενῶν, οἰόμενος εὐγενὴς ἀναφανεῖσθαι, τῷ μηδὲ ἄλλον ἔχειν ἐκ δημοσίου συγγραφῆς τὸ γένος ἀνάγειν ἐπὶ τοὺς πατριάρχας ἢ προσηλύτους, τούς τε καλουμένους γειώ-
handed down these things also: that Idumaean robbers, having attacked Ascalon, a city of Palestine, led away captive from an idol-temple of Apollo that had been built near the walls, along with the other spoils, Antipater, the child of a certain Herod, a temple-servant; and because the priest was unable to pay a ransom for his son, Antipater was brought up in the customs of the Idumaeans, and afterwards was befriended by Hyrcanus, the high priest of Judaea. And having gone on an embassy to Pompey on behalf of Hyrcanus, and having freed the kingdom for him when it was being curtailed by his brother Aristobulus, he himself had the good fortune to advance to become procurator of Palestine; and when Antipater had been treacherously murdered out of envy at his great good fortune, he was succeeded by his son Herod, who afterwards under Antony and Augustus was judged by a decree of the senate to reign over the Jews; whose children were Herod and the other tetrarchs. These things indeed are common also to the histories of the Greeks. But since until then the Hebrew families had been registered in the archives, as well as those traced back as far as proselytes, such as Achior the Ammonite and Ruth the Moabitess, and the mixed multitude that had come forth together out of Egypt, Herod, since the race of the Israelites contributed nothing to him, and being stung by the consciousness of his base birth, burned the registers of their families, supposing that he would appear noble by the fact that no one else either was able from a public record to trace his lineage back to the patriarchs or proselytes, and those called geio-
PG 20:97Read from the page
ρας τοὺς ἐπιμίκτους. Ὀλίγοι δὴ τῶν ἐπιμελῶν ἰδιωτικὰς ἑαυτοῖς ἀπογραφὰς, ἢ μνημονεύσαντες τῶν ὀνομάτων, ἢ ἄλλως ἔχοντες ἐξ ἀντιγράφων, ἐναβρύνονται, σωζομένης τῇ μνήμῃ τῆς εὐγενείας· ὧν ἐτύγχανον οἱ προειρημένοι δεσπόσυνοι καλούμενοι, διὰ τὴν πρὸς τὸ σωτήριον γένος συνάφειαν. Ἀπό τε Ναζάρων καὶ Κωχαβὰ κωμῶν Ἰουδαϊκῶν τῇ λοιπῇ γῇ ἐπιφοιτήσαντες, καὶ τὴν προειρημένην γενεαλογίαν ἐκ μνήμης ἔκ τε τῆς βίβλου τῶν Ἡμερῶν εἰς ὅσον ἐξικνοῦντο, ἐξηγησάμενοι. Εἴτ' οὖν οὕτως, εἴτ' ἄλλως ἔχει, σαφεστέραν ἐξήγησιν οὐκ ἂν ἔχοι τις ἄλλος ἐξευρεῖν, ὡς ἔγωγε νομίζω πᾶς τε ὃς εὐγνώμων τυγχάνει. Καὶ ἡμῖν αὕτη μελέτω, εἰ καὶ μὴ ἐμμάρτυρός ἐστι, τῷ μὴ κρείττονα ἢ ἀληθεστέραν ἔχειν εἰπεῖν. Τὸ μέντοι Εὐαγγέλιον πάντως ἀληθεύει. » Καὶ ἐπὶ τέλει δὲ τῆς αὐτῆς ἐπιστολῆς, προστίθησι ταῦτα· « Ματθὰν ὁ ἀπὸ Σολομῶνος, ἐγέννησε τὸν Ἰακώβ. Ματθὰν ἀποθανόντος, Μελχὶ ὁ ἀπὸ Νάθαν, ἐκ τῆς αὐτῆς γυναικὸς ἐγέννησε τὸν Ἠλί. Ὁμομήτριοι ἄρα ἀδελφοὶ Ἠλὶ καὶ Ἰακώβ. Ἠλὶ ἀτέκνου
ras, the mixed multitude. A few, however, of the careful, having private records of their own, either having remembered the names or otherwise possessing them from copies, take pride in preserving the memory of their noble birth; among whom were those aforesaid called Desposynoi, on account of their connexion with the family of the Saviour. And coming from Nazara and Cochaba, Jewish villages, into the rest of the land, they expounded the aforesaid genealogy from memory and from the book of Days as far as they could reach. Whether, then, it is so or otherwise, no one else would be able to find a clearer explanation, as I for my part think, and everyone who is fair-minded. And let this suffice for us, even if it is unattested, because we have no better or truer one to state. Yet the Gospel by all means speaks the truth." And at the end of the same letter he adds these things: "Matthan, who was from Solomon, begat Jacob. When Matthan had died, Melchi, who was from Nathan, begat Eli from the same woman. Eli and Jacob were therefore brothers of the same mother. When Eli had died childless,
PG 20:100Read from the page
ἀποθανόντος, ὁ Ἰακὼβ ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἠλί. Οὕτως ἀμφοτέρων υἱὸς ἦν ὁ Ἰωσήφ. » Τοσαῦτα δὴ ὁ Ἀφρικανός. Καὶ δὴ τοῦ Ἰωσὴφ ὧδέ πως γενεαλογουμένου, δυνάμει καὶ ἡ Μαρία σὺν αὐτῷ πέφηνεν ἐκ τῆς αὐτῆς οὖσα φυλῆς, εἴγε κατὰ τὸν Μωϋσέως νόμον οὐκ ἐξῆν ἑτέραις ἐπιμίγνυσθαι φυλαῖς· ἐνὶ γὰρ τῶν ἐκ τοῦ αὐτοῦ δήμου καὶ πατριᾶς τῆς αὐτῆς ζεύγνυσθαι πρὸς γάμον παρακελεύεται, ὡς ἂν μὴ περιστρέφοιτο τοῦ γένους ὁ κλῆρος ἀπὸ φυλῆς ἐπὶ φυλήν. Ὡδὶ μὲν οὖν καὶ ταῦτα ἐχέτω.
Jacob raised up seed to him, having begotten Joseph—by nature for himself, and by law for Eli. Thus Joseph was the son of both." So much, then, says Africanus. And when Joseph's genealogy is traced in some such way, potentially Mary also along with him is shown to be from the same tribe, since according to the law of Moses it was not lawful to intermarry with other tribes; for he commands a woman to be joined in marriage to one of those from the same clan and the same family, so that the inheritance of the family might not be transferred from tribe to tribe. Thus, then, let these matters also stand.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Περὶ τῆς Ἡρώδου κατὰ τῶν παίδων ἐπιβουλῆς, καὶ οἵα μετῆλθεν αὐτὸν καταστροφὴ βίου (Nic. H. E. I, 12, 15).
Concerning the plot of Herod against the children, and what sort of catastrophe of life overtook him (Nic. H. E. I, 12, 15).
Ἀλλὰ γὰρ τοῦ Χριστοῦ γεννηθέντος ταῖς προφητείαις ἀκολούθως ἐν Βηθλεὲμ τῆς Ἰουδαίας κατὰ τοὺς δεδηλωμένους χρόνους, Ἡρώδης ἐπὶ τῇ τῶν ἐξ Ἀνατολῆς μάγων ἀνερωτήσει, ὅπη εἴη διαπυνθανομένων ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων· ἑωρακέναι γὰρ αὐτοῦ τὸν ἀστέρα, καὶ τῆς τοσῆσδε πορείας τοῦτ' αἴτιον αὐτοῖς γεγονέναι, οἷα Θεῷ προσκυνῆσαι τῷ τεχθέντι διὰ σπουδῆς πεποιημένοις· οὐ σμικρῶς ἐπὶ τῷ πράγματι ἅτε κινδυνευούσης, ὥς γε δὴ ᾤετο, αὐτῷ τῆς ἀρχῆς διακινηθεὶς, πυθόμενος τῶν παρὰ τῷ ἔθνει νομοδιδασκάλων ποῦ τὸν Χριστὸν γεννηθήσεσθαι προσδοκῷεν, ὡς ἔγνω τὴν Μιχαίου προφητείαν ἐν
Now when Christ had been born in accordance with the prophecies in Bethlehem of Judaea at the times indicated, Herod—upon the inquiry of the Magi from the East, who were asking where the newborn king of the Jews might be, for they had seen His star, and this had been the cause of so long a journey for them, as men who had made it their earnest care to worship the newborn Child as God—being no little disturbed at the matter, inasmuch as his rule, as he at any rate supposed, was endangered, having inquired of the teachers of the law among the nation where they expected the Christ to be born, when he learned that the prophecy of Micah
Notes, col. 100

On the reading

Printed ἐνὶ, for ἑνὶ.