Migne Reading Room

PG 20 · cols. 53–64 · Read from the page

Eusebius, Church History, Book I

Eusebius, Church History, Book I

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:53Read from the page
ἢ κατὰ τὸ δοκοῦν τοῖς πολλοῖς οἰκονομίας, ἀναγκαῖον ἂν εἴη κατάρξασθαι.
than it seems to the many.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Ἐπιτομὴ κεφαλαιώδης περὶ τῆς κατὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν προϋπάρξεώς τε καὶ θεολογίας.
Summary epitome concerning the pre-existence and theology regarding our Saviour and Lord Jesus Christ.
Διττοῦ δὲ ὄντος τοῦ κατ' αὐτὸν τρόπου, καὶ τοῦ μὲν σώματος ἐοικότος κεφαλῇ, ᾗ Θεὸς ἐπινοεῖται, τοῦ δὲ ποσὶ παραβαλλομένου, ᾗ τὸν ἐν ἡμῖν ἄνθρωπον ὁμοιοπαθῆ τῆς ἡμῶν ἕνεκεν αὐτῶν ὑπέδυ σωτηρίας, γένοιτ' ἂν ἡμῖν ἐντεῦθεν ἐντελὴς ἡ τῶν ἀκολούθων διήγησις, εἰ τῆς κατ' αὐτὸν ἱστορίας ἁπάσης ἀπὸ τῶν κεφαλαιωδεστάτων καὶ κυριωτάτων τοῦ λόγου τὴν ὑφήγησιν ποιησαίμεθα. Ταύτῃ δὲ ἤδη καὶ τῆς Χριστιανῶν ἀρχαιότητος τὸ παλαιὸν ὁμοῦ καὶ θεοπρεπὲς, τοῖς νέαν αὐτὴν καὶ ἐκτετοπισμένην, χθὲς καὶ οὐ πρότερον φανεῖσαν ὑπολαμβάνουσιν, ἀναδειχθήσεται.
Now since the manner of His being is twofold, and the one is like to the head of the body, whereby He is conceived of as God, while the other is compared to the feet, whereby He put on the man of like passions with us for the sake of our own salvation, our narrative of what follows would become complete from this point, if we should make our exposition of the whole history regarding Him start from the most summary and principal points of the discourse. And in this way also the antiquity and at the same time the godlike dignity of the Christians' ancientness will forthwith be demonstrated to those who suppose it to be recent and outlandish, having appeared yesterday and no earlier.
Γένους μὲν οὖν καὶ ἀξίας, αὐτῆς τε οὐσίας τῆς τοῦ Χριστοῦ καὶ φύσεως, οὔτις ἂν εἰς ἔκφρασιν αὐτάρκης γένοιτο λόγος. Ἦ καὶ τὸ Πνεῦμα τὸ θεῖον ἐν προφητείαις, « Τὴν γενεὰν αὐτοῦ, φησὶ, τίς διηγήσεται ; » Ὅτι δὴ οὔτε τὸν Πατέρα τις ἔγνω, εἰ μὴ ὁ Υἱὸς, οὔτ' αὖ τὸν Υἱόν τις γνῴη ποτὲ κατ' ἀξίαν, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ· τό τε φῶς τὸ προκόσμιον καὶ τὴν πρὸ αἰώνων νοερὰν καὶ οὐσιώδη Σοφίαν, τόν τε ζῶντα καὶ ἐν ἀρχῇ παρὰ τῷ Πατρὶ ⟨τυ⟩γχάνοντα Θεὸν Λόγον, τίς ἂν πλὴν τοῦ Πατρὸς καθαρῶς ἐννοήσειε, πρὸ πάσης κτίσεως καὶ δημιουργί⟨α⟩ς ὁρωμένης τε καὶ ἀοράτου, τὸ πρῶτον καὶ μόνον τοῦ Θεοῦ γέννημα, τὸν τῆς κατ' οὐρανὸν λογικῆς καὶ ἀθανάτου στρατιᾶς ἀρχιστράτηγον, τὸν τῆς μεγάλης βουλῆς ἄγγελον, τὸν τῆς ἀῤῥήτου γνώμης τοῦ
Of the lineage, therefore, and worth, and of the very essence and nature of the Christ, no discourse could ever be sufficient for the expression. Wherefore also the divine Spirit in the prophecies says, « Who shall declare His generation? » For indeed neither did anyone know the Father, save the Son, nor again could anyone ever know the Son worthily, save only the Father Who begat Him; and the pre-cosmic light and the intellectual and substantial Wisdom before the ages, and the living God the Word Who was in the beginning with the Father, who save the Father could purely conceive of Him, before all creation and framing visible and invisible, the first and only offspring of God, the commander-in-chief of the rational and immortal host in heaven, the Angel of great counsel, Him of the ineffable mind of the
PG 20:56Read from the page
Πατρὸς τελειωτὴν, τὸν τῶν ἁπάντων σὺν τῷ Πατρὶ δημιουργὸν, τὸν δεύτερον μετὰ τὸν Πατέρα τῶν ὅλων αἴτιον, τὸν τοῦ Θεοῦ Παῖδα γνήσιον καὶ μονογενῆ, τὸν τῶν γεννητῶν ἁπάντων Κύριον καὶ Θεὸν καὶ βασιλέα, τὸν τὸ κῦρος ὁμοῦ καὶ τὸ κράτος αὐτῇ θεότητι καὶ δυνάμει καὶ τιμῇ παρὰ τοῦ Πατρὸς ὑποδεδεγμένον, ὅτι δὴ κατὰ τὰς περὶ αὐτοῦ μυστικὰς τῶν Γραφῶν θεολογίας, « Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. » Τοῦτό τοι καὶ ὁ μέγας Μωϋσῆς, ὡς ἂν προφητῶν ἁπάντων παλαιότατος, θείῳ Πνεύματι τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ διακόσμησιν ἀπογράφων, τὸν κοσμοποιὸν καὶ δημιουργὸν τῶν ὅλων, αὐτῷ δὴ τῷ Χριστῷ, καὶ οὐδὲ ἄλλῳ ἢ τῷ θείῳ δηλαδὴ καὶ πρωτογόνῳ ἑαυτοῦ Λόγῳ τὴν τῶν ὑποβεβηκότων ποίησιν παραχωροῦντα διδάσκει, αὐτῷ τε κοινολογούμενον ἐπὶ τῆς ἀνθρωπογονίας. « Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. » Ταύτην δὲ ἐγγυᾶται τὴν φωνὴν προφητῶν ἄλλος, ὧδέ πως ἐν Ὕμνοις θεολογῶν· « Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· » τον μὲν Πατέρα καὶ ποιητὴν εἰσάγων ὡς ἂν πανηγεμόνα, βασιλικῷ νεύματι προστάττοντα· τὸν δὲ τούτῳ δευτερεύοντα Θεοῦ Λόγον, οὐχ ἕτερον τοῦ πρὸς ἡμῶν κηρυττομένου, ταῖς Πατρικαῖς ἐπιτάξεσιν ὑπουργοῦντα. Τοῦτον καὶ οἱ ἀπὸ τῆς πρώτης ἀνθρωπογονίας πάντες, ὅσοι δὴ δικαιοσύνῃ καὶ θεοσεβείας ἀρετῇ διαπρέψαι λέγονται, ἀμφί τε τὸν μέγαν θερά-
of the Father the perfecter, the Fashioner of all things together with the Father, the second Cause of the universe after the Father, the true and only-begotten Child of God, the Lord and God and King of all begotten things, Who has received from the Father authority together with dominion, with very Godhead and power and honour; because, according to the mystical theologies of the Scriptures concerning Him, "In the beginning was the Word, and the Word was with God, and the Word was God; all things came into being through Him, and without Him came into being not even one thing." (John 1:1-3) This very thing great Moses also, as being the most ancient of all prophets, when describing by the divine Spirit the substantiation and ordering of the universe, teaches: that the World-maker and Fashioner of the universe yields to Christ Himself, and to none other than His own divine and first-born Word, the making of subordinate things, and communes with Him at the generation of man. "For God said," says he, "Let Us make man according to Our image and according to Our likeness." (Gen. 1:26) And another of the prophets vouches for this utterance, theologizing thus in the Hymns: "He Himself spoke, and they came into being; He Himself commanded, and they were created;" (Ps. 32:9; 148:5) introducing the Father and Maker as ruler of all, commanding by a royal nod, and the Word of God Who holds the second place after Him, none other than Him Who is proclaimed by us, ministering to the Father's behests. Him also all those from the first generation of man who are said to have excelled in righteousness and in the virtue of godliness, both around the great ser-
Notes, col. 56

On the reading

Printed τον, for τὸν.

PG 20:57Read from the page
ποντα Μωϋσέα, καὶ πρό γε αὐτοῦ πρῶτος Ἀβραὰμ, τούτου τε οἱ παῖδες καὶ ὅσοι μετέπειτα δίκαιοι πεφήνασι καὶ προφῆται, καθαροῖς διανοίας ὄμμασι φαντασθέντες, ἔγνωσάν τε καὶ οἷα Θεοῦ Παιδὶ τὸ προσῆκον ἀπένειμαν σέβας. Αὐτὸς δὲ οὐδαμῶς ἀπορῥαθυμῶν τῆς τοῦ Πατρὸς εὐσεβείας, διδάσκαλος τοῖς πᾶσι τῆς Πατρικῆς καθίσταται γνώσεως. Ὤφθαι γοῦν Κύριος ὁ Θεὸς ἀνείρηται οἷά τις κοινὸς ἄνθρωπος τῷ Ἀβραὰμ καθημένῳ παρὰ τὴν δρῦν τὴν Μαμβρῆ. Ὁ δ' ὑποπεσὼν αὐτίκα καίτοιγε ἄνθρωπον ὀφθαλμοῖς ὁρῶν, προσκυνεῖ μὲν ὡς Θεὸν, ἱκετεύει δὲ ὡς Κύριον. Ὁμολογεῖ τε μὴ ἀγνοεῖν ὅστις εἴη, ῥήμασιν αὐτοῖς λέγων· « Κύριε ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; » Εἰ γὰρ μηδεὶς ἐπιτρέποι λόγος τὴν ἀγέννητον καὶ ἄτρεπτον οὐσίαν Θεοῦ τοῦ παντοκράτορος εἰς ἀνδρὸς εἶδος μεταβάλλειν, μὴ δ' αὖ γεννητοῦ μηδενὸς φαντασίᾳ τὰς τῶν ὁρώντων ὄψεις ἐξαπατᾶν, μηδὲ μὴν ψευδῶς τὰ τοιαῦτα πλάττεσθαι τὴν Γραφὴν, Θεὸς καὶ Κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν καὶ ποιῶν κρίσιν ἐν ἀνθρώπου ὁρώμενος σχήματι, τίς ἂν ἕτερος ἀναγορεύοιτο, εἰ μὴ φάναι θέμις τὸ πρῶτον τῶν ὅλων αἴτιον, ἢ μόνος ὁ προὼν αὐτοῦ Λόγος; περὶ οὗ καὶ ἐν Ψαλμοῖς ἀνείρηται· « Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. » Τοῦτον δεύτερον μετὰ τὸν Πατέρα Κύριον σαφέστατα Μωϋσῆς ἀναγορεύει λέγων· « Ἔβρεξε Κύριος ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πυρ παρὰ Κυρίου. » Τοῦτον καὶ τῷ Ἰακὼβ αὖθις ἐν ἀνδρὸς φανέντα σχήματι, Θεὸν ἡ θεία προσαγορεύει Γραφὴ, φάσκοντα τῷ Ἰακώβ· « Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. » Ὅτε καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ, λέγων· « Εἶδον γὰρ τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. » Καὶ μὴν οὐδ' ὑποβεβηκότων ἀγγέλων καὶ λειτουργῶν Θεοῦ τὰς ἀναγραφείσας θεοφανείας ὑπονοεῖν θέμις. Ἐπει καὶ τούτων ὅταν τις ἀνθρώποις παραφαίνηται, οὐκ ἐπικρύπτεται ἡ Γραφὴ, ὀνομαστὶ οὐ Θεὸν, οὐδὲ μὴν Κύριον, ἀλλ' ἀγγέλους χρηματίσαι λέγουσα, ὡς διὰ μυρίων μαρτυριῶν πιστώσασθαι ῥᾴδιον. Τοῦτον καὶ Μωϋσέως διάδοχος Ἰησοῦς, ὡς ἂν τῶν οὐρανίων ἀγ-
vant Moses and before him first Abraham, his children too, and as many righteous men and prophets as appeared thereafter, having beheld with the pure eyes of the understanding, both recognized and rendered to Him the reverence due as to the Child of God. And He Himself, in no wise growing slack concerning the reverence of the Father, is established for all as teacher of the knowledge of the Father. Thus the Lord God is declared to have appeared like some ordinary man to Abraham sitting by the oak of Mambre. (Gen. 18:1) And he, falling down straightway, even though seeing a man with his eyes, worships Him as God, and entreats Him as Lord, and confesses that he is not ignorant Who He is, saying in these very words: "O Lord, Thou Who judgest all the earth, wilt Thou not execute judgement?" (Gen. 18:25) For if no reason could permit that the unbegotten and immutable essence of God the Almighty should change into the form of a man, nor again deceive the sight of the beholders with the phantasm of any begotten thing, nor yet that the Scripture should falsely invent such things, Who else could God and the Lord Who judges all the earth and executes judgement, seen in the shape of a man, be proclaimed to be—if it is not lawful to say the first Cause of the universe—than His pre-existent Word alone? concerning Whom it is also declared in the Psalms: "He sent His Word, and healed them, and delivered them out of their destructions." (Ps. 106:20) Him Moses most clearly proclaims a second Lord after the Father, saying: "The Lord rained upon Sodom and Gomorrha brimstone and fire from the Lord." (Gen. 19:24) Him also, when He appeared again to Jacob in the shape of a man, the divine Scripture calls God, saying to Jacob: "Thy name shall no longer be called Jacob, but Israel shall be thy name, because thou hast prevailed with God." (Gen. 32:28) Wherefore also Jacob called the name of that place, Vision of God, saying: "For I saw God face to face, and my soul was preserved." (Gen. 32:30) And indeed it is not lawful to suppose that the recorded theophanies were of subordinate angels and ministers of God; since whenever any of these appears to men, the Scripture does not conceal it, saying expressly that they were called not God nor yet Lord, but angels, as it is easy to confirm by ten thousand testimonies. Him also Moses' successor Joshua, as leading the heavenly an-
Notes, col. 57

On the reading

Printed πυρ, for πῦρ.

Printed Ἐπει, for Ἐπεὶ.

PG 20:60Read from the page
γέλων καὶ ἀρχαγγέλων τῶν τε ὑπερκοσμίων δυνάμεων ἡγούμενον, καὶ ὡσανεὶ τοῦ Πατρὸς ὑπάρχοντα δύναμιν καὶ σοφίαν ἰσοκλεῆ, καὶ τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας τε καὶ ἀρχῆς ἐμπεπιστευμένον, ἀρχιστράτηγον δυνάμεως Κυρίου ὀνομάζει, οὐκ ἄλλως αὐτὸν ἢ αὖθις ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι θεωρήσας. Γέγραπται γοῦν· « Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἰεριχὼ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ. Καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσελθὼν Ἰησοῦς, εἶπεν· Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα. Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ εἶπεν ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν· Λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου. Ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, τόπος ἅγιός ἐστι [καὶ γῆ ἁγία ἐστίν.] » Ἔνθα καὶ ἐπιστήσεις ἀπὸ τῶν αὐτῶν ῥημάτων, ὅτι μὴ ἕτερος οὗτος εἴη τοῦ καὶ Μωϋσεῖ κεχρηματικότος. Ὅτι δὴ αὐτοῖς ῥήμασι καὶ ἐπὶ τῷδέ φησιν ἡ Γραφή· « Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τοῦ βάτου λέγων· Μωϋσῆ, Μωϋσῆ· ὁ δὲ εἶπε· Τί ἐστι; καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε· λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ' αὐτοῦ, γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ. » Καὶ ὅτι γέ ἐστιν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα, ἡ τῷ Πατρὶ καὶ Θεῷ
gels and archangels and the supramundane powers, and as being the Father's power and wisdom equal in glory, and entrusted with the second place of the kingdom and rule over all, names Chief Captain of the host of the Lord, having beheld Him in no other way than again in the form and shape of a man. Thus it is written: "And it came to pass, when Joshua was in Jericho, that having looked up he sees a man standing over against him, and the sword drawn in his hand. And Joshua, having come near, said: Art thou for us, or for our adversaries? And He said to him: As Chief Captain of the host of the Lord am I now come. And Joshua fell on his face upon the earth, and said to Him: Lord, what commandest Thou Thy servant? And the Chief Captain of the Lord said to Joshua: Loose the sandal from off thy feet; for the place whereon thou standest is a holy place [and is holy ground.]" (Josh. 5:13-15) Wherein thou wilt also observe from the very same words that this was none other than He Who also spoke to Moses; because in the very same words and concerning this One the Scripture says: "And when the Lord saw that he drew near to see, the Lord called him out of the bush, saying: Moses, Moses. And he said: What is it? And He said: Draw not nigh hither; loose the sandal from off thy feet, for the place whereon thou standest is holy ground. And He said to him: I am the God of thy fathers, the God of Abraham, and the God of Isaac, and the God of Jacob." (Exod. 3:4-6) And that there is indeed a certain pre-cosmic living and subsisting essence, which to the Father and God
PG 20:61Read from the page
τῶν ὅλων εἰς τὴν τῶν γεννητῶν ἁπάντων δημιουργίαν ὑπηρετησαμένη, Λόγος Θεοῦ καὶ Σοφία χρηματίζουσα, πρὸς ταῖς τεθειμέναις ἀποδείξεσιν, ἔτι καὶ αὐτῆς ἐξ ἰδίου προσώπου τῆς Σοφίας ἐπακοῦσαι πάρεστι, διὰ Σολομῶντος λευκότατα ὧδέ πως τὰ περὶ ἑαυτῆς μυσταγωγούσης· « Ἐγὼ ἡ Σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς. » Οἷς ἐπιλέγει· « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τὰς ὑπ' οὐρανὸν, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ' οὐρανὸν, ἤμην σὺν αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε. Καθημέραν δὲ εὐφραινόμην ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας. » Ὅτι μὲν οὖν προῆν, καί τισιν εἰ καὶ μὴ τοῖς πᾶσιν ὁ θεῖος Λόγος ἐπεφαίνετο, ταῦθ' ἡμῖν ὡς ἐν βραχέσιν εἰρήσθω.
of the universe ministered unto the fashioning of all begotten things, called the Word of God and Wisdom, besides the proofs already laid down, it is possible also to hear Wisdom herself in her own person, through Solomon most clearly initiating us into the mysteries concerning herself thus: "I, Wisdom, have dwelt with counsel and knowledge, and I have called upon understanding; through me kings reign, and potentates write righteousness; through me grandees are magnified, and sovereigns through me hold sway over the earth." (Prov. 8:12, 15-16) To which she adds: "The Lord created me the beginning of His ways for His works; before the age He founded me in the beginning, before He made the earth, before the springs under heaven came forth, before the mountains were settled, and before all hills He begets me. When He prepared the heaven, I was present with Him, and when He set secure the springs under heaven, I was with Him fitting them together. I was she in whom He rejoiced; and daily I was gladdened before Him at every time, when He rejoiced having completed the habitable world." (Prov. 8:22-25, 27-31) That the divine Word, therefore, pre-existed and appeared to some, even if not to all, let this be said by us in brief.
Τί δὴ οὖν οὐχὶ καθάπερ τανῦν, καὶ πάλαι πρότερον εἰς πάντας ἀνθρώπους καὶ πᾶσιν ἔθνεσιν ἐκηρύττετο, ὧδε ἂν γένοιτο πρόδηλον. Οὐκ ἦν πω χωρεῖν οἷός τε τὴν τοῦ Χριστοῦ πάνσοφον καὶ πανάρετον διδασκαλίαν ὁ πάλαι τῶν ἀνθρώπων βίος. Εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ μετὰ τὴν πρώτην ἐν μακαρίοις ζωὴν, ὁ πρῶτος ἄνθρωπος, ἥττον τῆς θείας ἐντολῆς φροντίσας, εἰς τουτονὶ τὸν θνητὸν καὶ ἐπίκηρον βίον καταπέπτωκε, καὶ τὴν ἐπάρατον ταυτηνὶ γῆν τῆς πάλαι ἐνθέου τρυφῆς ἀντικατηλλάξατο. Οἷτε ἀπὸ τούτου τὴν καθ' ἡμᾶς σύμπασαν πληρώσαντες, πολὺ χείρους ἀναφανέντες πλὴν ἑνός που καὶ δευτέρου, θηριώδη τινὰ τρόπον καὶ βίον ἀβίωτον ἐπανῄρηντο· ἀλλὰ καὶ οὔτε πόλιν οὔτε πολιτείαν, οὐ τέχνας, οὐκ ἐπιστήμας ἐπὶ νοῦν ἐβάλλοντο, νόμων τε καὶ δικαιωμάτων, καὶ προσέτι ἀρετῆς καὶ φιλοσοφίας οὐδὲ ὀνόματος μετεῖχον. Νομάδες δὲ ἐπ' ἐρημίας οἷά τινες ἄγριοι καὶ ἀπηνεῖς διῆγον, τοὺς μὲν ἐκ φύσεως προσήκοντας λογισμοὺς, τά τε λογικὰ καὶ ἥμερα τῆς ἀνθρώπων ψυ-
Why then the preaching was not proclaimed of old before to all men and to all nations just as it is now, may become evident in this way. The life of men of old was not yet capable of receiving the all-wise and all-virtuous teaching of Christ. For straightway in the beginning, after the first life in blessedness, the first man, having cared too little for the divine commandment, fell down into this mortal and perishable life, and exchanged that ancient godlike delight for this accursed earth. And his descendants, having filled the whole world known to us, proving much worse, save one or two somewhere, took up a certain beastlike manner and an unlivable life; and furthermore they neither thought of city nor commonwealth, nor arts, nor sciences, and had no share even in the name of laws and ordinances, and moreover of virtue and philosophy. As nomads in the wilderness they passed their lives like certain wild and savage creatures, destroying by an excess of self-chosen wickedness the natural reasonings and the rational and gentle seeds of the human soul—
Notes, col. 61

On the reading

Printed ἥττον, for ἧττον.

Printed Οἷτε, for Οἵ τε.

PG 20:64Read from the page
χῆς σπέρματα αὐτοπροαιρέτου κακίας ὑπερβολῇ διαφθείροντες, ἀνοσιουργίαις δὲ πάσαις ὅλους σφᾶς ἐκδεδωκότες, ὡς τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀλληλοκτονεῖν, ἄλλοτε δὲ ἀνθρωποβορεῖν, θεομαχίας τε καὶ τὰς παρὰ πᾶσι βοωμένας γιγαντομαχίας ἐπιτολμᾷν, καὶ γῆν μὲν ἐπιτειχίζειν οὐρανῷ διανοεῖσθαι, μανίᾳ δὲ φρονήματος ἐκ τόπου αὐτὸν τὸν ἐπὶ πάντων Θεὸν πολεμεῖν παρασκευάζεσθαι. Ἐφ' οἷς τοῦτον ἑαυτοὺς ἄγουσι τὸν τρόπον κατακλυσμοῖς αὐτοὺς καὶ πυρπολήσεσιν ὥσπερ ἀγρίαν ὕλην κατὰ πάσης τῆς γῆς κεχυμένην, Θεὸς ὁ πάντων ἔφορος μετῄει, λιμοῖς τε συνεχέσι καὶ λοιμοῖς, πολέμοις τε αὖ καὶ κεραυνῶν βολαῖς ἄνωθεν αὐτοὺς ὑπετέμνετο, ὥσπερ τινὰ δεινὴν καὶ χαλεπωτάτην νόσον ψυχῶν, πικροτέροις ἀνέχων τοῖς κολαστηρίοις. Τότε μὲν οὖν, ὅτε δὴ πολὺς ἦν ἐπικεχυμένος ὀλίγου δεῖν κατὰ πάντων ὁ τῆς κακίας κόρος, οἷα μέθης δεινῆς τὰς ἁπάντων σχεδὸν ἀνθρώπων ἐπισκιαζούσης καὶ ἐπισκοτούσης ψυχὰς, ἡ πρωτόγονος καὶ πρωτόκτιστος τοῦ Θεοῦ Σοφία, καὶ αὐτὸς ὁ προὼν Λόγος, φιλανθρωπίας ὑπερβολῇ, τοτὲ μὲν δι' ὀπτασίας ἀγγέλων τοῖς ὑποβεβηκόσι, τοτὲ δὲ καὶ δι' ἑαυτοῦ οἷα Θεοῦ δύναμις σωτήριος, ἑνί που καὶ δευτέρῳ τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, οὐκ ἄλλως ἢ δι' ἀνθρώπου μορφῆς, ὅτι μηδ' ἑτέρως ἦν δυνατὸν, αὐτοῖς ὑπεφαίνετο. Ὡς δ' ἤδη διὰ τούτων τὰ θεοσεβείας σπέρματα εἰς πλῆθος ἀνδρῶν καταβέβλητο, ὅλον τε τὸ ἔθνος ἐπὶ τῇ θεοσεβείᾳ προσανέχον ἐκ τῶν ἀνέκαθεν Ἑβραίων ὑπέστη, τούτοις μὲν ὡσανεὶ πλήθεσιν ἔτι ταῖς παλαιαῖς ἀγωγαῖς ἐκδεδιητημένοις, διὰ τοῦ προφήτου Μωϋσέως εἰκό-
corrupting the seeds of the soul by an excess of self-chosen wickedness, and having given themselves wholly over to all unholy deeds, so as at one time to corrupt one another, at another time to slay one another, at other times to devour human flesh, and to dare wars against God and the battles of the giants famous among all, and to plan to wall up earth against heaven, and by madness of mind to prepare to make war upon the very God over all out of His place. Against those conducting themselves in this manner, God the Overseer of all visited them with floods and conflagrations like a wild forest spread over all the earth, and cut them down with continual famines and pestilences, and with wars in turn and thunderbolts from above, checking as it were some dread and most grievous disease of souls with more bitter chastisements. Then indeed, when the surfeit of wickedness had been poured out abundantly over almost all, as though a dread drunkenness were overshadowing and darkening the souls of nearly all men, the first-born and first-created Wisdom of God, and the pre-existent Word Himself, in an excess of love for mankind, appeared at one time through a vision of angels to His subordinates, and at another time also by Himself as the saving power of God to one or two somewhere of the God-beloved men of old, in no other way than through the form of a man, because it was not possible for them otherwise. And when through these the seeds of godliness had already been sown into a multitude of men, and a whole nation devoted to godliness had arisen out of the ancient Hebrews, to these indeed, as to multitudes still corrupted by their ancient ways of life, through the prophet Moses images