οἰκείας στέλλεσθαι, πληροῦσθαί τε παλαιῶν χρησμῶν λόγια καὶ προφητῶν ἀναφωνήσεις, μυρίας μὲν καὶ ἄλλας ἃς οὐ νῦν παρατίθεσθαι σχολή· ἀτὰρ δὴ καὶ τὰς ἀμφὶ τοῦ σωτηρίου λόγου, ὧδέ πη βοώσας· « Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. » Καὶ αὖθις· « Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. »—« Καὶ συγκάψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα. Καὶ οὐ μὴ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. » Ταῦτα προὐλέγετο, καὶ φωναῖς Ἑβραίων ἐξ αἰῶνος μακροῦ προεκηρύττετο· ταῦτα, τοῖς ἔργοις καθ' ἡμᾶς αὐτοὺς ὁρώμενα, τῶν παλαιῶν φωνῶν πιστοῦται τὰς μαρτυρίας· σὺ δ' ἀλλ', εἰ ποθεῖς ἑτέρων ἀποδείξεων περιουσίας, μὴ λόγοις, ἀλλ' ἔργοις ταύτας λάμβανε. Διάνοιξον τῆς σαυτοῦ διανοίας τοὺς ὀφθαλμοὺς, καὶ τοῦ λογισμοῦ τὰς πύλας ἀναπέτασον, πολύ τε ἐπισχὼν παρ' ἑαυτῷ λόγισαι, αὐτός τε σαυτὸν ἐρώτα, καὶ ὡς παρ' ἑτέρου πυνθάνου, ὧδέ πη τὴν τῶν πραγμάτων φύσιν διερευνώμενος· Τίς πώποτε τῶν ἐξ αἰῶνος βασιλεὺς, ἢ ἄρχων, ἢ φιλόσοφος, ἢ νομοθέτης, ἢ προφήτης Ἑλληνικὸς ἢ Βάρβαρος, τοσοῦτον ἀρετῆς ἀπηνέγκατο, οὔτε γε μετὰ θάνατον, ἀλλ' ἔτι ζῶν καὶ ἐμπνέων, καὶ πολλὰ δυνάμενος, ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; Ἀλλὰ τοῦτό γε οὐδεὶς, ἢ μόνος εἷς ὁ ἡμέτερος Σωτὴρ, μετὰ τὴν κατὰ τοῦ θανάνου νίκην διεπράξατο, τοῖς αὐτοῦ γνωρίμοις λόγον εἰπὼν καὶ ἔργῳ τελέσας· « Πορευθέντες γοῦν μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου » φήσας αὐτοῖς, προειπών τε καὶ ἀποφηνάμενος, ὡς ἄρα δεῖ τὸ Εὐαγγέλιον αὐτοῦ κηρυχθῆναι ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν, ἅμα λόγῳ τοὔργον ἐπήγαγεν. Αὐτίκα δ' οὖν καὶ οὐκ εἰς μακρὸν, ἡ σύμπασα οἰκουμένη τῶν αὐτοῦ λόγων ἐπληροῦτο. Τί οὖν ἔχοι ἂν πρὸς ταῦτα εἰπεῖν ὁ καταρχὰς τοῦ λόγου ἡμῖν ἐπιμεμψάμενος, ὁπότε παντὸς λόγου κρείττων ἡ διὰ τῆς ὄψεως τυγχάνει μαρτυρία; Τίς δὲ ἐξ αἰῶνος τὸ βλαπτικὸν καὶ ὀλέθριον δαιμόνων φῦλον, τὸ πάλαι πᾶσαν ἀνθρώπων φύσιν ἐπινεμόμενον, καὶ διὰ τῆς τῶν ξοάνων κινήσεως πολλὰς ἐν ἀνθρώποις γοητείας ἐπιδεικνύμενον, ἀοράτῳ καὶ κραταιᾷ χειρὶ οἷα θῆρας δεινοὺς, τῆς ἀνθρώπων ἀπεδίωξεν ἀγέλης; Τίς δ' ἕτερος ὡς ὁ ἡμέτερος Σωτὴρ, διὰ τῆς εἰς αὐτὸν ἐπικλήσεως καθαρωτάταις εὐχαῖς ταῖς δι' αὐτοῦ πρὸς τὸν τῶν ὅλων Θεὸν ἀναπεμπομέναις, τὰ λείψανα τῶν πονηρῶν πνευμάτων ἐξ ἀνθρώπων ἀπελαύνειν ἐπεξουσίας ἔδωκε τοῖς καθαρῶς καὶ ἀπλάστως μετερχομένοις τὸν βίον, τῆς ὑπ' αὐτοῦ παραδοθείσης φιλοσοφίας; Ἀναίμους δὲ καὶ λογικὰς θυσίας τὰς δι' εὐχῶν καὶ ἀποῤῥήτου θεολογίας τοῖς αὐτοῦ θιασώταις, τίς ἐπιτελεῖν παρέδωκεν ἄλλος, ἢ μόνος ὁ ἡμέτερος Σωτήρ; Διὸ ἐπὶ τῆς καθ' ὅλης ἀνθρώπων οἰκουμένης θυσιαστήρια συνέστη, ἐκκλησιῶν τε ἀφιερώματα,
their own homelands, and that the oracles of ancient prophecies and utterances of prophets were fulfilled, both countless others which there is no leisure now to set forth, and in particular those concerning the saving Word, crying out somewhat thus: 'He shall have dominion from sea to sea, and from the rivers unto the ends of the inhabited world.' And again: 'In His days shall righteousness arise, and abundance of peace.' — 'And they shall beat their swords into ploughshares, and their spears into sickles. And nation shall not take up sword against nation, neither shall they learn any more to wage war.' These things were foretold, and were proclaimed beforehand from long ages past by the voices of the Hebrews; these things, seen in deeds in our own time, confirm the testimonies of the ancient voices; yet do you, if you desire abundances of further demonstrations, receive these not by words, but by deeds. Open the eyes of your understanding, and throw wide the gates of your reasoning, and pausing at length reckon within yourself, and question yourself, and inquire as though from another, searching into the nature of things somewhat thus: What king ever among those from of old, or ruler, or philosopher, or lawgiver, or Greek or Barbarian prophet, carried off so great a measure of virtue—not indeed after death, nay, even while still living and breathing, and mighty in many things—as to fill the hearing and tongue of all men upon earth with his appellation? Yet this no one at all accomplished, save our one Saviour alone, after His victory over death, having spoken the word to His disciples and fulfilled it in deed: 'Go therefore and make disciples of all the nations in my name,' having said to them, and having foretold and declared that His Gospel must be preached in the whole inhabited world for a testimony to all the nations, together with His word He brought about the deed. Straightway, indeed, and after no long time, the entire inhabited world was being filled with His words. What then could he who found fault with us at the beginning of our discourse have to say to these things, seeing that testimony through sight is stronger than all speech? And who from of old drove away from the flock of men, with an invisible and mighty hand as though dread beasts, the harmful and destructive tribe of demons, which of old preyed upon all human nature, and displayed many sorceries among men through the movement of carved images? And who else like our Saviour, through calling upon Him with purest prayers sent up through Him to the God of the universe, gave authority to drive out the remnants of evil spirits from men to those who pursue purely and unfeignedly the life of the philosophy handed down by Him? And bloodless and rational sacrifices, those performed through prayers and ineffable theology, who else handed down to His initiates to celebrate, save our Saviour alone? Wherefore throughout the whole inhabited world of men altars were established, and dedications of churches,