ἀνήρητό τε ἀθρόως ἡ ἐξ αἰῶνος ἄπειστος καὶ ἀκατάλλακτος τῶν ἐχθρῶν ἔχθρα· ὡς δὲ ἑνὸς Θεοῦ γνῶσις πᾶσιν ἀνθρώποις παρεδίδοτο, καὶ τρόπος εἷς εὐσεβείας, σωτήριός τε ἡ Χριστοῦ διδασκαλία, κατὰ ταῦτα καὶ βασιλείου ἑνὸς ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον καθ' ὅλης τῆς Ῥωμαίων ἀρχῆς ὑποστάντος, εἰρήνη βαθεῖα τὰ σύμπαντα διελάμβανεν, ὁμοῦ τε καὶ ὑφ' ἑνὶ καιρῷ, ὥσπερ ἐξ ἑνὸς Θεοῦ νεύματος, ἀνεφύοντο εἰς ἀνθρώπους ἀγαθῶν δύο βλαστοὶ, ἥ τε Ῥωμαίων ἀρχὴ, καὶ ἡ εὐσεβὴς διδασκαλία. Πρό γε μὴν ταύτης, οἱ μὲν ἀφωρισμένως Συρίας ἐκράτουν, οἱ δὲ τῆς Ἀσίας ἐβασίλευον, ἄλλοι δὲ Μακεδονίας· τὴν δὲ Αἴγυπτον ἀποτεμοῦντες ἕτεροι κατεῖχον, καὶ χώραν τὴν Ἀῤῥάβων ὡσαύτως ἄλλοι· ναὶ μὴν καὶ Παλαιστινῶν τὸ Ἰουδαίων ἐκράτει γένος· κατὰ κώμας τε καὶ κατὰ πόλεις, καὶ κατὰ πάντα τόπον, ὥσπερ ὑπό τινος παραπληξίας κατ' ἀλλήλων φονῶντες καὶ δαιμονῶντες ἀληθῶς, πολέμοις καὶ μάχαις ἐσχόλαζον· ἀλλὰ γὰρ ἀθρόως ἅπαντα ὥσπερ ἀπὸ νύσσης μιᾶς δύο μεγάλαι προελθοῦσαι δυνάμεις, ἡμέρωσάν τε καὶ εἰς φιλίαν συνήγαγον, ἥ τε Ῥωμαίων ἀρχὴ μόναρχος ἐξ ἐκείνου φανθεῖσα, καὶ ἡ τοῦ Χριστοῦ διδασκαλία, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ συνακμάσασαι ἀλλήλαις. Ἡ μέν γε τοῦ Σωτῆρος ἡμῶν δύναμις τὰς τῶν δαιμόνων πολυαρχίας τε καὶ πολυθεΐας καθεῖλε, μίαν βασιλείαν Θεοῦ πᾶσιν ἀνθρώποις, Ἕλλησί τε καὶ Βαρβάροις καὶ τοῖς μέχρι τῶν ἐσχατιῶν τῆς γῆς κηρύττουσα· ἡ δὲ Τωμαίων ἀρχὴ ὡς ἂν προκαθηρημένων τῶν τῆς πολυαρχίας αἰτίων, τὰς ὁρωμένας ἐχειροῦτο, εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν τὸ πᾶν γένος συνάπτειν σπεύδουσα, καὶ τὰ πολλὰ μὲν παντοίων ἐθνῶν συναγαγοῦσα, μέλλουσα δὲ ὅσον οὔπω καὶ αὐτῶν ἄχρι τῶν ἄκρων τῆς οἰκουμένης ἐφάπτεσθαι, τῆς σωτηρίου διδασκαλίας σὺν θεϊκῇ δυνάμει, προεξευμαριζούσης αὐτῇ τὰ πάντα καὶ ὁμαλὰ καθιστώσης. Τοῦτό γέ τοι ἂν εἴη τὸ μέγα θαῦμα, τοῖς φιλαλήθως τὸν νοῦν ἐφιστῶσι, καὶ μὴ τοῖς καλοῖς βασκαίνειν ἐθέλουσιν· ὁμοῦ τε γὰρ ἡ τῶν δαιμόνων ἀπηλέγχετο πλάνη, ὁμοῦ καὶ ἡ ἐξ αἰῶνος ἔχθρα καὶ μάχη τῶν ἐθνῶν διελύετο, καὶ πάλιν ὁμοῦ Θεὸς εἷς, καὶ μία τούτου γνῶσις εἰς πάντας ἐκηρύττετο, ὁμοῦ καὶ βασιλεία μία ἐν ἀνθρώποις ἐκρατύνετο, καὶ τὸ πᾶν ὁμοῦ τῶν ἀνθρώπων γένος εἰς εἰρήνην καὶ φιλίαν μεθηρμόζετο, ἀδελφούς τε ὡμολόγουν ἀλλήλους οἱ πάντες, καὶ τὴν οἰκείαν φύσιν ἐγνώριζον. Αὐτίκα γοῦν ὥσπερ ἐξ ἑνὸς φύντες πατρὸς, ἑνός τε Θεοῦ οἷα παῖδες, καὶ μητρὸς μιᾶς τῆς ἀληθοῦς εὐσεβείας, εἰρηνικῶς ἀλλήλους ἠσπάζοντό τε καὶ ἀπελάμβανον, ὡς μηδὲν ἀποδεῖν ἐξ ἐκείνου τὴν σύμπασαν οἰκουμένην, μιᾶς εὐνομουμένης οἰκίας καὶ συγγενείας, ἐξεῖναί τε πορείας ὅτῳ φίλον στέλλεσθαι, ἀποδημεῖν τε ὅποι τις θέλοι, σὺν πάσῃ ῥᾳστώνῃ, καὶ τοὺς μὲν ἀπὸ δυσμῶν ἀκινδύνως ἐπὶ τὰ ἑῷα παριέναι, τοὺς δὲ ἐνθένδε πάλιν ἐκεῖσε, ὡς ἐπὶ πατρίδας
and all at once the age-old unpersuadable and irreconcilable enmity of enemies had been abolished; and as the knowledge of one God was being delivered to all men, and one way of piety, and the saving teaching of Christ, in the same way also, one kingdom having come into existence at one and the same time throughout the whole dominion of the Romans, a deep peace took hold of the universe, and together and at one season, as though from one nod of God, two shoots of good things sprang up for men, the dominion of the Romans, and the pious teaching. Before this, indeed, some separately ruled Syria, others reigned over Asia, and others over Macedonia; and others, cutting off Egypt, held it, and likewise others the land of the Arabs; yes, and the race of the Jews ruled over the Palestinians; in villages and in cities, and in every place, as though from some madness murderous against one another and truly demon-possessed, they spent their time in wars and battles; yet two great powers advancing all at once upon all things as though from one starting-post tamed them and brought them together into friendship, the dominion of the Romans, manifested from that time as a monarchy, and the teaching of Christ, flourishing together and at the same time with one another. The power of our Saviour, indeed, pulled down the polyarchies and polytheisms of the demons, proclaiming one kingdom of God to all men, both Greeks and Barbarians and those as far as the uttermost parts of the earth; while the dominion of the Romans, inasmuch as the causes of polyarchy had been pulled down beforehand, subdued the visible ones, hastening to join the whole race into one union and harmony, and having already gathered together most of the manifold nations, and being about almost at any moment to lay hold even of the very ends of the inhabited world, the saving teaching with divine power smoothing out all things beforehand for it and rendering them level. This indeed would be the great marvel to those who turn their mind to it with love of truth, and do not wish to begrudge noble things: for both at once the error of the demons was refuted, and at once the age-old enmity and warfare of the nations was undone, and again at once one God, and one knowledge of Him, was proclaimed unto all, and at once one kingdom among men was strengthened, and the whole race of men together was attuned into peace and friendship, and all confessed one another to be brothers, and recognized their kindred nature. Straightway, then, as though sprung from one father, like children of one God, and of one mother, true piety, they peacefully greeted and received one another, so that from that time the entire inhabited world fell short in nothing of one well-governed household and kindred, and it was open to anyone who pleased to set out on journeys, and to travel abroad wherever anyone might wish, with all ease, and for those from the west to pass without danger to the eastern parts, and for those from here to go back there, as though to