ὅλων προνοίας τὰ κοινωφελῆ καὶ τὰ πάντη χρήσιμα παρατιθεμένας· ἐπαξίως δ' ἂν ἡμῖν τοῦ σοῦ προασπιστοῦ γε καὶ φύλακος Θεοῦ, διελεύσῃ τὰς ἐναργεῖς ἐν πολέμοις ἐπικουρίας, τὰς ἐχθρῶν καὶ ἐπιβούλων φθορὰς, τὰς ἐν κινδύνοις δεξιώσεις, τὰς ἐν ἀπόροις εὐπορίας, τὰς ἐν ἐρημίαις ἀντιλήψεις, τὰς ἐν ἀμηχάνοις εὑρέσεις, τὰς τῶν μελλόντων προγνώσεις, τὰς περὶ τῶν καθόλου προμηθείας, τὰς περὶ τῶν ἀδήλων σκέψεις, τὰς περὶ τῶν μεγάλων ἐπιχειρήσεις, τὰς πολιτικὰς οἰκονομίας, τὰς τῶν στρατοπέδων διοικήσεις, τὰς καθ' ἕκαστον διορθώσεις, τὰς περὶ τῶν κοινῶν διατάξεις, τὰς βιωφελεῖς νομοθεσίας· καταριθμήσοις δ' ἂν ἀπαραλείπτως ἕκαστα τῶν ἡμᾶς μὲν λανθανόντων, σοὶ δ' αὐτῷ μόνῳ γνωριζομένων, καὶ ταῖς σαῖς βασιλικαῖς μνήμαις, οἷα θησαυροῖς ἐν ἀποῤῥήτοις, τεταμιευμένων· ὧν δὴ χάριν ἁπάντων, εἰκότως αὐτοῖς δὴ τούτοις λαμπροῖς τεκμηρίοις τῆς σωτηρίου δυνάμεως χρησάμενης, οἶκον εὐκτήριον, τρόπαιον τῆς κατὰ τοῦ θανάτου νίκης αὐτοῦ, πᾶσιν ἀνθρώποις, πιστοῖς ἅμα καὶ ἀπίστοις ἀνέδειξας, νεών τε ἅγιον Θεοῦ, ζωῆς τε ἀθανάτου καὶ βασιλείας ἐνθέου λαμπρὰ καὶ μεγάλα περικαλλῆ ἀφιερώματα, τὰ πρέποντά γε εὖ μάλα καὶ οἰκεῖα βασιλεῖ, νίκης τῆς τοῦ παμβασιλέως Σωτῆρος ἀναθήματα· ἃ δὴ τῷ τῆς ἀθανάτου ζωῆς μαρτυρίῳ τε καὶ μνήματι περιβέβληκας, τὸν οὐράνιον τοῦ Θεοῦ λόγον, νικητὴν καὶ τροπαιοῦχον βασιλικοῖς χαρακτῆρσιν ἐκτυπούμενος, πᾶσι τοῖς ἔθνεσι, λαμπραῖς καὶ ἀνεπισκιάστοις φωναῖς, ἔργῳ καὶ λόγῳ τὴν εὐσεβῆ καὶ φιλόθεον ὁμολογίαν προκηρύττων.
providence over all things setting forth what is beneficial in common and altogether useful; and worthily indeed of God your champion and guardian, you will recount to us the manifest succours in wars, the destructions of enemies and plotters, the helping hands in perils, the resources in straits, the supports in solitudes, the contrivances in perplexities, the foreknowledges of things to come, the forethoughts concerning universal affairs, the deliberations concerning uncertain things, the undertakings of great enterprises, the civil administrations, the administrations of armies, the corrections in each particular, the ordinances concerning public affairs, the legislation profitable to life; and you could enumerate without omission each of the things that escape our notice indeed, yet are known to you yourself alone, and are stored up in your imperial memories as if in secret treasuries; for the sake of all which things, having with good reason made use of these very splendid tokens of the saving power, you have displayed a house of prayer, a trophy of His victory over death, to all men, faithful and unbelievers alike, and a holy temple of God, and splendid and great and most beautiful offerings of immortal life and of a divine kingdom, votive gifts very well befitting and proper to a king, of the victory of the all-sovereign Saviour; with which indeed you have encompassed both the witness and the memorial of immortal life, stamping forth in royal characters the heavenly Word of God as victor and trophy-bearer, proclaiming beforehand to all the nations, with clear and unshadowed voices, in deed and in word, the pious and God-loving confession.