φίλα· τοῖς δῆτα χαίρουσι τῇ τῶν ὁρωμένων αἰσθήσει, ἐν ἀγάλμασί τε καὶ ξοάνων ἀψύχων γλυφαῖς θεοὺς ἀναζητοῦσιν, ἐν ὕλῃ τε καὶ σώματι τὸ θεῖον εἶναι φανταζομένοις, θνητούς τε ἄνδρας θεοὺς ἀναγορεύουσιν, κατὰ ταῦτά πη ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος ἐδείκνυ· διὸ δὴ νεὼν πανάγιον αὐτὸς ἑαυτῷ σωματικὸν ὄργανον κατεσκευάσατο, λογικῆς δυνάμεως αἰσθητικὸν οἰκητήριον, ἄγαλμα σεμνὸν καὶ πανίερον, ξοάνου παντὸς ἀψύχου προτιμότερον. Τὸ μὲν γὰρ ἐξ ὕλης ἀψύχου δείκηλον, χερσὶ βαναύσων ἀνδρῶν ἐν εἰκόνι χαλκοῦ καὶ σιδήρου, χρυσοῦ τε καὶ ἐλέφαντος, λίθων τε καὶ ξύλων ἐν ὕλῃ τετεχνασμένον, προσφυὲς ἂν εἴη δαιμόνων οἰκητήριον· τὸ δ' ἔνθεον ἄγαλμα σοφίας ἐνθέου δυνάμει πεποικιλμένον, ζωῆς μετεῖχε καὶ νοερᾶς οὐσίας, ἄγαλμα πάσης ἀρετῆς ἔμπλεων, ἄγαλμα Θεοῦ Λόγου οἰκητήριον, νεώς τε ἅγιος ἁγίου Θεοῦ· οὗ δὴ ὁ ἔνοικος Λόγος, θνητοῖς μὲν διὰ τοῦ συγγενοῦς συνῆν τε καὶ ἐγνωρίζετο, οὐ μὴν ὑπέπιπτε ταῖς ὁμοιοπαθείαις, οὐδ' ἀνθρώπου ψυχῆς τρόπον, τῷ σώματι κατεδεσμεῖτο, οὐδέ γε χείρων αὐτὸς ἑαυτοῦ γενόμενος, τῆς οἰκείας θεότητος μετεβάλλετο. Ὡς γὰρ οὐδ' ἡλίου φωτὸς πάθοιέν τι ἀκτῖνες, τὰ πάντα πληροῦσαι, καὶ σωμάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, ταύτῃ πολὺ πλέον ἡ ἀσώματος τοῦ Θεοῦ Λόγου δύναμις, οὔτ' ἂν πάθοι τὴν οὐσίαν, οὔτ' ἂν βλαβείη, οὐδ' ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη· οὕτω δῆτα ὁ κοινὸς ἁπάντων Σωτὴρ, εὐεργετικὸν ἑαυτὸν τοῖς πᾶσι καὶ σωτήριον παρέσχε, δι' ὀργάνου οὗ προβέβλητο ἀνθρώπου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν δεικνύμενος. Ὀρφέα μὲν δὴ μῦθος Ἑλληνικὸς, παντοῖα γένη θηρίων θέλγειν τῇ ᾠδῇ, ἐξημεροῦν τε τῶν ἀγρίων τοὺς θυμοὺς, ἐν ὀργάνῳ πλήκτρῳ κρουομένων χορδῶν, παραδίδωσι· καὶ τοῦθ' Ἑλλήνων ᾄδεται χορῷ, καὶ πιστεύεται ἄψυχος λύρα τιθασσεύειν τοὺς θῆρας, καὶ δὴ καὶ τὰ δένδρα, τὰς φηγοὺς μεταβάλλειν, μουσικῇ εἴκοντα. Τοιγαροῦν ὁ πάνσοφος καὶ παναρμόνιος τοῦ Θεοῦ Λόγος, ψυχαῖς ἀνθρώπων πολυτρόποις κακίαις ὑποβεβλημέναις, παντοίας θεραπείας προβαλλόμενος, μουσικὸν ὄργανον χερσὶ λαβὼν αὐτοῦ ποίημα σοφίας τὸν ἄνθρωπον, ᾠδὰς καὶ ἐπῳδὰς διὰ τούτου λογικοῖς, ἀλλ' οὐκ ἀλόγοις, θηρσὶν ἀνεκρούετο, πάντα τρόπον ἀνήμερον Ἑλλήνων τε καὶ βαρβάρων, πάθη τε ἄγρια καὶ θηριώδη ψυχῶν τοῖς τῆς ἐνθέου διδασκαλίας φαρμάκοις ἐξιώμενος καὶ νοσούσαις γε ψυχαῖς ταῖς τὸ θεῖον ἐν γενέσει καὶ σώμασιν ἀναζητούσαις, οἷά τις ἰατρῶν ἄριστος, συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι Θεὸν ἐν ἀνθρώπῳ παρίστη. Κἄπειτα σωμάτων οὐχ ἧττον ἢ ψυχῶν ἐπιμελόμενος, σαρκὸς μὲν ὀφθαλμοῖς ἦν ὁρᾷν θαύματά τινα παράδοξα καὶ θεϊκὰς τεραστείας τε καὶ δυνάμεις, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπήχει διδασκαλίας, πάντα δ' ἐπετέλει δι' οὗ ἀνείληφεν
[are] dear; to those, then, who rejoice in the perception of things seen, who seek out gods in statues and carvings of lifeless images, who imagine the divine to exist in matter and body, and who proclaim mortal men gods, in somewhat the same way the Word of God kept showing Himself; wherefore He Himself fashioned for Himself as an all-holy temple a bodily instrument, a perceptible dwelling-place of rational power, a revered and all-sacred statue, more honoured than every lifeless image. For the representation made of lifeless matter, wrought in matter by the hands of base-born men in an image of bronze and iron, gold and ivory, stones and wood, would be a fitting dwelling-place of demons; whereas the divine statue adorned by the power of divine wisdom partook of life and of intellectual essence, a statue full of every virtue, a statue [that was] the dwelling-place of God the Word, and a holy temple of the holy God; wherein the indwelling Word both associated with mortals and became recognized through that which was akin [to them], yet did not succumb to like passions, nor in the manner of a man's soul was He bound fast to the body, nor indeed becoming worse than Himself did He undergo change from His own divinity. For just as not even the rays of the sun's light would suffer anything when filling all things and touching dead and impure bodies, by so much the more would the incorporeal power of the Word of God neither suffer in its essence, nor be harmed, nor ever become worse than itself when incorporeally touching a body; thus indeed the common Saviour of all presented Himself beneficent and saving to all, through the instrument of the man whom He had put forward before Himself, like some skilled musician displaying his wisdom through the lyre. Now Greek myth hands down that Orpheus charmed every kind of wild beast by his song, and tamed the passions of fierce creatures, with strings struck by a plectrum upon an instrument; and this is sung by the chorus of the Greeks, and a lifeless lyre is believed to tame wild beasts, and indeed even to move the trees, the oaks, yielding to music. Wherefore the all-wise and all-harmonious Word of God, applying remedies of every kind to human souls subjected to manifold wickednesses, taking in His hands as a musical instrument the work of His wisdom, the man, struck up through him songs and incantations for rational, not irrational, beasts, healing with the medicines of divine teaching every untamed manner of both Greeks and barbarians, and the fierce and bestial passions of souls, and to ailing souls that sought out the divine in generation and in bodies, like some best of physicians, by a kindred and appropriate aid He presented God in man. And thereafter, caring for bodies no less than for souls, for the eyes of the flesh there were to see certain paradoxical marvels and divine portents and mighty works, while again into the ears of the flesh He sounded forth teachings through tongue and flesh, and He accomplished all things through [the one] whom He had taken up,