Migne Reading Room

PG 20 · cols. 1389–1400 · Read from the page

Eusebius, In Praise of Constantine

Eusebius, In Praise of Constantine

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1389Read from the page
δ' αὐτὸν οὐρανὸν οἰκεῖν, τοῖς δ' αἰθερίους διατριβὰς, τοῖς δὲ ἀέρα, τοῖς δὲ γῆν ἀφορίζων· κἄπειτα μεθιστῶν ἐνθένδε πάλιν ἀλλαχόσε, διακρίνων τε εὖ μάλα τοὺς ἑκάστων βίους, ἤθη τε καὶ τρόπων διατριβὰς ἀμειβόμενος, ζωῆς τε καὶ τροφῆς οὐ λογικῶν μόνον, ἀλλὰ καὶ ζώων ἀλόγων ἐπὶ χρήσει τῶν λογικῶν ἐπιμελόμενος· καὶ τοῖς μὲν θνητῆς καὶ προσκαίρου ζωῆς ἀπόλαυσιν, τοῖς δ' ἀθανάτου μετουσίαν παρέχων, πάντα τε αὐτὸς οἷα Θεοῦ Λόγος ἐνεργεῖ, τοῖς πᾶσιν ἐπιπαρὼν, καὶ τὰ πάντα λογικῇ δυνάμει ἐπιπορευόμενος· ἄνω τε πρὸς τὸν αὐτοῦ Πατέρα βλέπων, τοῖς ἐκείνου νεύμασι τὰ κάτω, καὶ μετ' αὐτὸν ἀκολούθως, οἷα κοινὸς ἁπάντων Σωτὴρ διακυβερνᾷ, μεσεύων ἀμηγέπη, καὶ συνάγων πρὸς τὸν ἀγέννητον τὴν γεννητὴν οὐσίαν. Δεσμός τις οὗτος ἀῤῥαγὴς Θεοῦ λόγος μέσος τυγχάνει, συνδέων τὰ διεστῶτα, καὶ μὴ μακρὸν ἀποπίπτειν αὐτὰ συγχωρῶν· οὗτος ἡ καθόλου πρόνοια, κηδεμὼν οὗτος καὶ διορθωτὴς τοῦ παντός· οὗτος Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, οὗτος μονογενὴς Θεὸς, ἐκ Θεοῦ γεγεννημένος Λόγος· ‹ ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· › θεολόγων ἀνδρῶν ἱεραὶ διδάσκουσι φωναί· οὗτος ὁ κοινὸς ἁπάντων φυτουργὸς, δι' ὃν ἡ τῶν ὅλων οὐσία φύει καὶ θάλλει, ὀμβρήμασι τοῖς ἐξ αὐτοῦ διὰ παντὸς ἀρδομένη, νεαράν τε ἀεὶ τὴν ἀκμὴν καὶ τὴν ὥραν περικαλλῆ τοῦ παντὸς παρεχομένη. Ὁ δὲ τῶν ἡνίων ἐπειλημμένος, εὐθέα περαίνει πατρικῷ νεύματι, τὸ μέγα τοῦ σύμπαντος κόσμου πηδαλιουχῶν σκάφος. Τοιοῦτον καλλιτέχνην Υἱὸν μονογενῆ ὁ τῶν ὅλων ἐπέκεινα Θεὸς, οἷα Πατὴρ ἀγαθὸν ἀπογεννήσας καρπὸν, τῷδε τῷ κόσμῳ μέγιστον ἀγαθὸν ἐδωρήσατο, ἅτε ψυχὴν ἀψύχῳ σώματι τῇ τῶν σωμάτων ἀλόγῳ φύσει τὸν αὐτοῦ λόγον ἐμβαλὼν, καὶ τὴν ἄμορφον καὶ ἀνείδεον, ἄψυχόν τε καὶ ἀσχημάτιστον οὐσίαν, θείᾳ δυνάμει Λόγου φωτίσας τε καὶ ψυχώσας· ὃν δὴ ἡμῖν καὶ γνωριστέον τε καὶ σκεπτέον, ἐν ὕλῃ μὲν καὶ σωμάτων στοιχείοις διὰ παντὸς ἐπιχωριάζοντα, καὶ τὰ πάντα ζωογονοῦντα, τὸν αὐτὸν δὴ φῶς καὶ γέννημα νοερὸν φωτὸς ἀλέκτου, καὶ ἕνα μὲν τὴν οὐσίαν, ὡς ἂν ἐξ ἑνὸς ὄντα Πατρὸς, πολλὰς δὲ τὰς ἐν αὐτῷ κεκτημένον δυνάμεις. Οὐ γὰρ ἐπειδὴ πολλὰ μέρη κόσμου, διὰ τοῦτο καὶ πολλὰς δυνάμεις ἡγητέον, οὐδ' ἐπεὶ πολλὰ τὰ πεποιημένα, ταύτῃ
to inhabit heaven itself, to others ethereal abodes, to others air, and to others marking off earth; and thereafter transferring [them] again hence elsewhere, and judging full well the lives of each, and requiting habits and pursuits of ways of life, and caring for the life and nourishment not of rational beings only, but also of irrational animals for the use of rational beings; and affording to some the enjoyment of a mortal and temporary life, and to others participation in an immortal one, He Himself as Word of God works all things, being present unto all, and traversing all things with rational power; and looking upward towards His Father, by His nods He steers the things below, and after Him conformably, as common Saviour of all, mediating in some way, and drawing together the begotten essence towards the Unbegotten. This Word of God happens to be in the midst as a certain unbreakable bond, binding together the things that stand apart, and not suffering them to fall far away; He is the universal providence, He is guardian and corrector of the universe; He is Power of God and Wisdom of God, He is Only-begotten God, Word begotten out of God: 'for in the beginning was the Word, and the Word was towards God, and the Word was God; all things came into being through Him, and apart from Him came into being not even one thing that has come into being,' teach the sacred voices of theological men; He is the common planter of all things, through Whom the substance of the whole grows and flourishes, watered continually by the showers from Him, and ever presenting the vigour fresh and the bloom of the universe all-beautiful. And He, having laid hold of the reins, accomplishes a straight course at the paternal nod, steering with the helm the great vessel of the entire cosmos. Such a master-craftsman, an Only-begotten Son, the God beyond all things, having as Father begotten [Him as] a good fruit, bestowed upon this cosmos as a greatest good, casting His own Word like a soul into a soulless body into the irrational nature of bodies, and illuminating and animating by divine power of the Word the formless and shapeless, soulless and unfigured substance; Whom indeed we must both recognize and contemplate, dwelling continually in matter and elements of bodies, and quickening all things, the selfsame being light and intellectual offspring of unutterable light, and one indeed in essence, inasmuch as being out of one Father, yet possessing in Himself many powers. For not because the parts of the cosmos are many must one on this account also suppose many powers, nor since the things made are many, in this way
PG 20:1392Read from the page
καὶ θεοὺς ὑφίστασθαι προσήκει πλείους· δεινὴν δὲ οἷα νήπιοι τὰς ψυχὰς, πολυθέων ἀνδρῶν παῖδες πλάνην ἐπλανήθησαν, τὰ μέρη τοῦ παντὸς θεοποιήσαντες, καὶ τὸν ἕνα κόσμον εἰς πολλὰ διελόντες· ὡς ει καὶ ἀνθρώπου συνεστῶτος ἑνὸς, ἀπολαβών τις ἰδίως ὀφθαλμοὺς, ἄνθρωπον εἶναι λέγοι τούτους, καὶ ὦτα πάλιν, ἄλλον ἄνθρωπον, καὶ κεφαλὴν ὁμοίως, αὐχένα τε καὶ στέρνα καὶ ὤμους, πόδας τε καὶ χεῖρας, καὶ τὰ λοιπὰ κατακερματίσας μέλη, τάς τε τῶν αἰσθητηρίων δυνάμεις καταδιελὼν τῷ λόγῳ, παμπόλλους λέγοι εἶναι ἀνθρώπους τὸν ἕνα, πλεῖον οὐδὲν ἢ μωρίας γέλωτα παρὰ τοῖς ἔμφροσιν ὀφλισκάνων· τοιοῦτος ἂν εἴη καὶ ὁ μυρίους ἑαυτῷ θεοὺς ἐξ ἑνὸς κόσμου τῶν μερῶν ὑφιστάμενος, ἢ καὶ αὐτὸν εἶναι θεον τὸν γενητὸν τουτονὶ κόσμον πολλῶν ἐκ μερῶν ὑφεστῶτα νομίζων, καὶ οὐκ εἰδὼς ὅτι θεία φύσις οὐκ ἄν ποτε ἐκ μερῶν συσταίη· εἰ δὲ σύνθετος γένοιτο, καὶ ἑτέρου δέοιτο ἂν τοῦ συνθήσοντος αὐτὴν, οὐδ' αὖ πολυμερὴς οὖσα, ὑπάρχοι ἂν θεία· πῶς γὰρ, ἐξ ἀνομοίων διαφορῶν, χειρόνων τε καὶ ἀμεινόνων ὑφεστῶσα; Ἁπλῆ δὲ καὶ ἀμερὴς καὶ ἀσύνθετος οὖσα, πάσης ἐπέκεινα τυγχάνει τῆς ὁρωμένης τοῦ κόσμου διατάξεως. Διὸ δὴ τῆς ἀληθείας ὁ κήρυξ, ὧδέ πη λέγων διαῤῥήδην κέκραγε· Θεοῦ μὲν Λόγος ὁ πρὸ πάντων, μόνος ἂν εἴη λογικῶν πάντων Σωτὴρ, Θεὸς δὲ ὁ ἐπέκεινα Λόγου γενεσιάρχης, μόνος ἁπάντων αἴτιος ὢν, αὐτοῦ μὲν οἷα μονογενοῦς, κυρίως ἂν λεχθείη τοῦ Λόγου Πατήρ· αὐτὸς δ' ἀνώτερον αἴτιον οὐκ ἐπιγράψεται· διὸ δὴ καὶ μόνος Θεὸς αὐτὸς, μονογενὴς δ' ἐξ αὐτοῦ πρόεισιν ὁ τῶν ὅλων Σωτὴρ, Θεοῦ Λόγος εἷς, ὁ διὰ πάντων· ὁ μὲν οὖν αἰσθητὸς κόσμος, οἷά τις πολύχορδος λύρα ἐξ ἀνομοίων συνεστῶσα χορδῶν, ὀξειῶν τε καὶ βαρειῶν, τῶν τε ἀνειμένων, καὶ ἐπιτεταμένων καὶ μέσων, εὖ δ' ἡρμοσμένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ, κατὰ ταῦτα δὴ καὶ ὅδε πολυμερὴς ὢν καὶ πολυσύνθετος, ψυχρᾶς ὁμοῦ καὶ τῆς ἐναντίας ταύτης θερμῆς, ὑγρᾶς τε καὶ αὖ πάλιν τῆς ἐναντίας ταύτης ξηρᾶς οὐσίας, εἰς μίαν συνελθὼν ἁρμονίαν, ὄργανον ἂν εἴη μέγα μεγάλου Θεοῦ δημιούργημα· Λόγος δ' ὁ θεῖος οὐκ ἔτ' ἐκ μερῶν συνεστὼς, οὐδ' ἐξ ἐναντίων συγκείμενος, ἀμερὴς αὐτὸς ὢν καὶ ἀσύνθετος, εὖ καὶ σοφῶς τὸ πᾶν ἀνακρούεται, τῷ αὐτοῦ Πατρὶ καὶ βασιλεῖ τῶν ὅλων τὴν ὀφειλομένην καὶ αὐτῷ πρέπουσαν ἀποδιδοὺς με-
is it fitting also to posit many gods; and like infants in their souls, the children of polytheistic men wandered in a terrible error, deifying the parts of the universe, and dividing the one cosmos into many; as if, when one human being exists, someone taking apart the eyes by themselves should say these are a human being, and the ears again another human being, and the head likewise, and chopping up into small pieces neck and breast and shoulders, feet and hands, and the remaining members, and dividing up in thought the faculties of the senses, should say the one is very many human beings, incurring nothing more than laughter for folly among the sensible; of such a sort would he also be who sets up for himself countless gods out of the parts of one cosmos, or even supposes this generated cosmos itself, subsisting out of many parts, to be a god, and knows not that a divine nature could never consist of parts; for if it became composite, it would also stand in need of another to put it together, nor again, being of many parts, would it be divine; for how [could it be], subsisting out of unlike differences, both worse and better? But being simple and partless and uncompounded, it happens to be beyond the whole visible ordering of the cosmos. Wherefore indeed the herald of truth, speaking somewhat thus, has cried out expressly: The Word of God Who is before all things would alone be Saviour of all rational beings, while God the Author of generation beyond the Word, being alone Cause of all things, would properly be called Father of the Word Himself as Only-begotten; whereas He Himself will acknowledge no higher cause; wherefore indeed He Himself alone is also God, and out of Him as Only-begotten proceeds the Saviour of all things, the one Word of God, Who is through all things; accordingly the perceptible cosmos, like some many-stringed lyre consisting of unlike strings, both high-pitched and deep-pitched, both slackened and stretched tight and middle, yet all well harmonized by the art of music, according to these things indeed this [cosmos] too, being of many parts and manifoldly compounded, of cold substance together with this opposite hot, and wet and again this opposite dry, coming together into one harmony, would be a great instrument, the handiwork of a great God; whereas the divine Word, no longer consisting of parts, nor compounded of opposites, being Himself partless and uncompounded, strikes up the universe well and wisely, rendering to His Father and King of all things the due and fitting to Him
Notes, col. 1392

On the reading

Printed ει, for εἰ.

Printed θεον, for θεὸν.

PG 20:1393Read from the page
λῳδίαν· ὡς ὑφ' ἑνὶ σώματι, μέλη μὲν καὶ μέρη, σπλάχνα τε καὶ ἔγκατα συνῆκται μυρία, ψυχὴ δ' ἀφανὴς ἥπλωται δι' ὅλων μία, καὶ νοῦς ἀμερὴς καὶ ἀσώματος εἷς· οὕτω δὴ καὶ ἐπὶ τοῦδε, ἐκ μὲν πολλῶν μερῶν κόσμος συνέστηκεν εἷς, Λόγος δὲ ὡσαύτως Θεοῦ πολυδύναμος καὶ παντοδύναμος εἷς, διὰ πάντων ἥκων καὶ τοῖς πᾶσιν ἀπλανῶς ἐφηπλωμένος, πάντων ἂν εἴη τῶν ἐν αὐτοῖς αἴτιος. Οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον; Ὡς οὐρανὸς εἷς μυρίας περιλαμβάνει ἀμφὶ τοῦτον χορείας ἄστρων περιπολούσας· πάλιν ἥλιος εἷς, ἀλλ' οὐ πλείους, καὶ τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς· οὕτω δῆτα ἑνὸς ὄντος Πατρὸς, καὶ τὸν τούτου Λόγον ἕνα χρὴ ἀγαθὸν ἀγαθοῦ Πατρὸς εἶναι. Εἰ δ' ὅτι μὴ καὶ πλείους ἐπιμέμψετό τις, ὥρα τὸν τοιοῦτον, ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους, καὶ σελήνας καὶ κόσμους, καὶ μυρία ἄλλα αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντος. Ἀλλ' ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δὴ καὶ ἐν νοητοῖς, ἀφανῶς ἡμῖν καὶ ἀοράτως εἷς ὁ τοῦ Θεοῦ Λόγος παντοδύναμος, τὰ σύμπαντα καταυγάζει· ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις, πλείστων ὁμοῦ γένοιτ' ἂν δημιουργὸς, εἰ καὶ γεωργεῖν ἡ αὐτὴ, καὶ ναυπηγεῖν, καὶ κυβερνᾷν, καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλοιτο· καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς, δέξαιτ' ἄν ποτε μυρίας ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς καὶ ῥητορικῆς παραδόσει καὶ ἰατρικῆς, ἔν τε μαθήμασι καὶ τοῖς κατὰ χεῖρα προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασε τὰς ἐν ἀνθρώπῳ οὐσίας, διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν. Εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν, κἄπειτα χερσὶν ἁπαλύνας, ἐπιθείη ζώου μορφὴν, ἄλλῳ μὲν σχήματι κεφαλὴν, χεῖρας δὲ καὶ πόδας ἑτέρῳ, καὶ ὀφθαλμοὺς πάλιν ἄλλῳ καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας, στέρνα τε καὶ ὤμους ὑποτυπωσάμενος τέχνῃ τῇ πλαστικῇ· ἀλλ' οὐκ ἐπειδὴ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἀλλ' ἕνα μὲν ὄντα τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην εἰδέναι, ἐπαινεῖν δ' ἀναγκαῖον, τὸν ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει, τὸ πᾶν τεκτηνάμενον· οὕτω δὴ καὶ ἐπὶ τοῦδε τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, οὐ πολλὰς χρὴ ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, οὐδὲ πολλοὺς ὀνομάζειν θεοὺς, μίαν δὲ θεολογεῖν τὴν πάνσοφον καὶ παναρμόνιον, τὴν ὡς ἀληθῶς Θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ διὰ πάντων ἥκουσαν, καὶ διὰ παντὸς τοῦ κόσμου χωροῦσαν, καὶ τὰ πάντα
melody; as under one body, countless limbs and parts, inward organs and entrails have been brought together, while one unseen soul has been spread throughout the whole, and one partless and bodiless mind; so indeed also in this case, out of many parts one cosmos has been constituted, and likewise one many-powered and almighty Word of God, reaching through all things and spread unerringly over all, would be Cause of all the things in them. Do you not see with [your] eyes the entire cosmos? How one heaven encompasses countless choirs of stars revolving around it; again one sun, and not several, even hides the gleamings of all by excess of light; so indeed, since there is one Father, it is necessary that His Word also be one, the good [Word] of a good Father. And if someone blamed [this] because there were not several, it were time for such a man to find fault because He did not also constitute several suns, and moons and worlds, and countless other things, after the manner of a madman attempting to pervert the right and well-ordered things of nature. But as among visible things one sun shines down upon the whole perceptible cosmos, so indeed also among intelligible things, unseen to us and invisibly, the one almighty Word of God illumines all things together; since in a human being too one soul and one rational faculty might become fashioner of very many things at once, even if the same, having learned many things, should set itself to till the ground, and build ships, and steer, and build houses; and one mind and reasoning in a human being might at some time receive countless sciences, and the selfsame will practise geometry and astronomy, and will hand down discourses of grammar and rhetoric and medicine, and will preside both in branches of learning and in handicrafts; and yet no one ever supposed there were several souls in one body, nor marvelled at many essences in a human being on account of the reception of the many branches of learning. And if someone too, finding shapeless matter of clay, and then softening [it] with his hands, should impose the form of a living creature, moulding by the plastic art a head with one shape, and hands and feet with another, and eyes again with another and cheeks likewise, and ears and mouth and nostrils, breast and shoulders; yet not because many shapes and parts and limbs have been fashioned under one body must one suppose the makers also to be so many, rather it is necessary to know as being one, and to praise, the craftsman of the whole all together, who by one reasoning and one power framed the whole; so indeed also in the case of this entire cosmos, which is one indeed, yet subsists out of very many parts, one must not posit many creative powers, nor name many gods, but celebrate as divine the one all-wise and all-harmonious, the truly Wisdom of God, reaching through all things by one power and one virtue, and passing through the whole cosmos, and all things
Notes, col. 1393

On the reading

Printed παραδόσει, for παραδώσει.

PG 20:1396Read from the page
ὑφισταμένην τε καὶ ζωοῦσαν, καθόλου τε τοῖς πᾶσι καὶ τοῖς κατὰ μέρος σώμασί τε καὶ στοιχείοις, ποικίλην τὴν ἐξ αὐτῆς χορηγίαν ποιουμένην· οὕτως καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προβολὴ, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμοὺς, ἁφὴν δὲ θερμαίνει, πιαίνει τε γῆν καὶ αὔξει φυτὰ, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, Θεοῦ δύναμιν ἐναργῆ τῷ παντὶ συνίστησι, ταῦτά τε πάντα μιᾷ ῥοπῇ φύσεως συντελεῖ· καὶ πυρὸς μὲν φύσις ὡσαύτως, χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην τε φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει τοσαῦτα κατεργαζομένη· ταύτῃ τοι καὶ ὁ παμβασιλεὺς τοῦ Θεοῦ Λόγος, ὁ διὰ πάντων ἥκων, ἐν πᾶσί τε ὢν καὶ πάντα ἐπιπορευόμενος οὐράνιά τε καὶ ἐπίγεια, τὰ ἀφανῆ καὶ τὰ ὁρώμενα διακυβερνῶν, ἥλιόν τε αὐτὸν, οὐρανὸν καὶ τὸν σύμπαντα κόσμον, ἀῤῥήτοις δυνάμεσιν ἡνιοχεῖ, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν, καὶ διὰ πάντων χωρῶν· εἴ τι αὐτῷ μὲν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, ἐξ οἰκείας πηγῆς ἀένναον φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα ὑποστησάμενος, εἰς αἰῶνα διακρατεῖ· τὰς δ' ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων, νοερῶν τε καὶ λογικῶν όυσιῶν, ζωῆς ὁμοῦ καὶ φωτὸς ναὶ σοφίας καὶ πάσης ἀρετῆς, καλοῦ τε καὶ ἀγαθοῦ παντὸς, ἐκ τῶν παρὰ αὐτοῦ θησαυρῶν ἐμπίπλησι, μιᾷ δὲ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ, καὶ στοιχείοις οὐσίας οὔποτε διαλιμπάνει παρέχων, καὶ τοῖς σώμασι μίξεις καὶ κράσεις καὶ ἤδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας, ἔν τε ζώοις καὶ φυτοῖς καὶ ψυχαῖς λογικαῖς τε καὶ ἀλόγοις, ἄλλοτε ἄλλως καταποικίλλων, καὶ πᾶσιν ὁμοῦ τὰ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, διαῤῥήδην τε ἐπιδεικνὺς, οὐχ ἑπτάχορδον λύραν, ἕνα δὲ κόσμον πολυαρμόνιον, ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.
bringing into subsistence and quickening, and making manifold the supply from itself both universally to all things and to particular bodies and elements; thus also one and the same projection of sunlight, together and at the same moment, illumines the air, enlightens the eyes, warms the touch, enriches the earth and makes plants grow, establishes time, leads the stars, makes the circuit of heaven, brightens the cosmos, commends to the universe the manifest power of God, and accomplishes all these things by a single impulse of nature; and the nature of fire likewise purifies gold, melts lead, dissolves wax, dries clay, and parches wood, working so many things by the single power of burning; in this way indeed the all-sovereign Word of God also, Who reaches through all things, and is in all and traverses all things heavenly and earthly, steering the unseen and the visible, drives with the reins by ineffable powers the sun itself, heaven and the entire cosmos, being present unto all by active power, and passing through all things; if in aught upon the sun itself and moon and stars He showers ever-flowing light out of His own fountain, and having established heaven as a most fitting image of His own greatness, He holds [it] fast for ever; and the powers of angels and spirits beyond heaven and the cosmos, of intellectual and rational essences, He fills out of the treasures from Himself with life together and light and wisdom and every virtue, and every noble and good thing, and by one and the same creative art He never ceases affording essences also to elements, and to bodies mixtures and blendings and already both forms and shapes, and countless qualities, diversifying [them] now in one way, now in another, both in animals and plants and in souls rational and irrational, and supplying all things to all together by one power, and showing expressly, not a seven-stringed lyre, but one many-harmonied cosmos, the work of one world-making Word.
Notes, col. 1396

On the reading

Printed όυσιῶν, for οὐσιῶν.

Printed ναὶ, for καὶ.

PG 20:1397Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Λέγωμεν δῆτα ἑξῆς καὶ διασαφῶμεν τὴν αἰτίαν, δι' ἣν ὁ τοσοῦτος τοῦ Θεοῦ Λόγος τὴν εἰς ἀνθρώπους κάθοδον ἐποιεῖτο· τοῦτον δὴ τὸν οὐρανοῦ καὶ γῆς ἐπιστατοῦντα τοῦ Θεοῦ Λόγον, τὸν ἐξ αὐτῆς οἷα πηγῆς τῆς ἀνωτάτω πατρικῆς θεότητος γεγεννημένον, καὶ τῷδε μὲν ἀεὶ τῷ κόσμῳ παρόντα καὶ συνόντα, τῆς δ' αὐτοῦ προνοίας καὶ τῆς εἰς ἀνθρώπους κηδεμονίας ἐναργῆ παρεχόμενον τὰ γνωρίσματα, ἀνθρώπων ἀφρόνων γένος μὴ συλλογισάμενον, ἡλίῳ καὶ σελήνῃ καὶ αὐτῷ οὐρανῷ καὶ ἄστροις, τὴν σεβάσμιον ἀνέθεντο προσηγορίαν. Καὶ οὐδὲ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ τὴν γεώδη φύσιν καὶ τοὺς ἀπὸ γῆς καρποὺς, τροφάς τε σωμάτων παντοίας ἐθέωσαν, Δήμητραν, καὶ Κόρην καὶ Διόνυσον, καὶ ἀδελφὰ τούτων ἕτερα εἰδωλοποιήσαντες· καὶ οὐδὲ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ τῆς σφῶν αὐτῶν διανοίας τοὺς λογισμοὺς, καὶ αὐτὸν δὴ τὸν τούτων ἑρμηνέα λόγον, θεοὺς ἀνειπεῖν οὐκ ἀπώκνησαν, Ἀθηνᾶν μὲν τὴν διάνοιαν, τὸν δὲ λόγον Ἑρμῆν ἐπονομάσαντες, καὶ τάς τε τῶν μαθημάτων ἐπηβόλους δυνάμεις, Μνημοσύνην καὶ Μούσας ἀνειπόντες· καὶ οὐδὲ μέχρι τούτων ἔστησαν· ἐπὶ μεῖζον δ' αὔξοντες ἀτοπίας ὑπερβολῇ δυσσεβείας, τὰ οἰκεῖα πάθη, ἃ δὴ ἐχρῆν ἀποτρέπεσθαι καὶ λόγῳ σώφρονι θεραπεύειν, οἱ δὲ ἐθέωσαν, αὐτήν τε τὴν σφῶν ἐπιθυμίαν καὶ τὴν ἐμπαθῆ καὶ ἀκόλαστον τῶν ψυχῶν νόσον, τά τε ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τε καὶ μέλη τοῦ σώματος, ἐπὶ τῇ τῶν αἰσχρῶν ἡδονῶν ἀκρατείᾳ Ἔρωτα καὶ Πρίηπον καὶ Ἀφροδίτην καὶ ἄλλα τὰ συγγενῆ τούτοις ἀνειπόντες· καὶ οὐδὲ μέχρι τούτων ἔστησαν· ἀλλὰ γὰρ ἀμφὶ τὰς σωμάτων γενέσεις καὶ τὸν κάτω θνητὸν βίον καταπεσόντες, ἀνθρώπους θνητοὺς ἐξεθείασαν, καὶ μετὰ τὸν κοινὸν θάνατον ἥρωας καὶ θεοὺς ἐπεφήμισαν, ἀμφὶ μνήματα καὶ τάφους τὴν ἀθάνατον καὶ θείαν οὐσίαν ὑποτοπήσαντες εἰλίσσεσθαι· καὶ οὐδὲ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ ζώων ἀλόγων παντοῖα γένη, ἑρπετῶν τε τὰ βλαπτικώτατα, τῇ σεβασμίῳ προσηγορίᾳ τετιμήκασι· καὶ οὐδὲ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ δρῦς κατακόψαντες, καὶ πέτρας ἐκτεμόντες, γῆς τε μέταλλα καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῆς ἄλλης ὕλης διερευνησάμενοι, θηλειῶν τύπους καὶ ἀῤῥένων ἀνδρῶν σχήματα, θηρίων τε μορφὰς καὶ ἑρπετῶν ἀνεπλάσαντο, κἄπειτα τούτοις τιμὰς περιτεθείκασι. Καὶ οὐδὲ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ τοῖς ἐμφωλεύουσι τοῖς ξοάνοις, σκοτίοις τε μυχοῖς ἐγκαταδεδυκόσι δαίμοσι πονηροῖς, ἀμφὶ τὰς τῶν θυσιῶν λοιβάς τε καὶ κνίσσας λιχνεύουσι, τὴν αὐτὴν τῶν θεῶν ἀνέθηκαν ἐπηγορίαν· καὶ οὐδὲ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ αὐτοὺς καταδέσμοις τισὶν ἀπειρημένης γοητείας, ἐκθέ-
Let us then next tell and make clear the cause for which so great a Word of God made His descent unto men; this very Word of God presiding over heaven and earth, begotten out of the supreme paternal deity itself as out of a fountain, and ever present to and dwelling with this cosmos, and affording manifest tokens of His providence and care towards men, a race of foolish men not having reckoned upon, dedicated the venerable appellation to sun and moon and heaven itself and stars. And not even at these did they stop; but they also deified the earthy nature and the fruits from the earth, and manifold nourishments of bodies, fashioning as idols Demeter, and Kore and Dionysus, and other kindred things to these; and not even at these did they stop; but they did not shrink from proclaiming as gods even the reasonings of their own thought, and the very speech that is interpreter of these, naming thought Athena, and speech Hermes, and proclaiming the faculties conversant with branches of learning Mnemosyne and Muses; and not even at these did they stop; but increasing unto a greater pitch of absurdity through excess of impiety, their own passions, which indeed they ought to have averted and healed by sober reason, these they deified, proclaiming their very desire and the passionate and licentious disease of souls, and the parts and members of the body that draw towards shameful deeds, upon incontinence in shameful pleasures, Eros and Priapus and Aphrodite and the other things akin to these; and not even at these did they stop; for having fallen down around the generations of bodies and the mortal life below, they deified mortal men, and after the common death acclaimed [them] heroes and gods, surmising that the immortal and divine essence winds about memorials and tombs; and not even at these did they stop; but they have also honoured with the venerable appellation manifold kinds of irrational animals, and the most harmful of creeping things; and not even at these did they stop; but cutting down oaks also, and quarrying rocks, and searching out mines of the earth, both of bronze and of iron and of the rest of matter, they moulded figures of females and shapes of male men, and forms of wild beasts and of creeping things, and thereafter have invested these with honours. And not even at these did they stop; but upon the wicked demons also that lurk within the carved images, and have plunged down into dark recesses, greedily licking around the libations and sacrificial savours of the sacrifices, they bestowed the same title of gods; and not even at these did they stop; but even themselves, by certain binding spells of forbidden sorcery, by unlawful
PG 20:1400Read from the page
σμοις τε καὶ ἐπανάγκοις ᾠδαῖς καὶ ἐπῳδαῖς, δυνάμεις τε ἀφανεῖς ἀμφὶ τὸν ἀέρα ποτωμένας, παρέδρους ἑαυτοῖς ἐφειλκύσαντο. Θνητούς γε μὴν ἄνδρας ἐθέωσαν ἑτέρους ἕτεροι· παῖδες μὲν γὰρ Ἑλλήνων Διόνυσον, καὶ Ἡρακλέα καὶ Ἀσκλήπιόν τε καὶ Ἀπόλλωνα, ἄλλους τέ τινας ἀνθρώπους, τῇ τῶν ἡρώων καὶ θεῶν τετιμήκασι προσηγορίᾳ, Αἰγύπτιοι δὲ Ὧρον καὶ Ἶσιν καὶ Ὄσιριν, καὶ τούτοις παραπλησίους πάλιν ἀνθρώπους, θεοὺς νενομήκασιν· οἱ δὲ καθ' ὑπερβολὴν σοφίας, γεωμετρίας τὴν εὕρεσιν, ἀστρονομίας τε καὶ ἀριθμητικῆς αὐχοῦντες, παρ' ἑαυτοῖς οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν οἱ σοφοὶ σταθμήσασθαι καὶ λογίσασθαι μέτρα Θεοῦ δυνάμεως, θνητῆς τε καὶ ἀλόγου διαφορὰν φύσεως· διὸ δὴ πᾶν εἶδος εἰδεχθῶν κνωδάλων καὶ παντοίων ζώων γένη, ἑρπετά τε ἰοβόλα καὶ θῆρας ἀγρίους, θεοὺς προσειπεῖν οὐκ ἀπώκνησαν· Φοίνικες δὲ Μελκάθαρον καὶ Οὔσωρον, καί τινας ἄλλους ἀτιμοτέρους θνητοὺς πάλιν ἄνδρας, θεοὺς ἀνηγόρευσαν, ὡς καὶ παῖδες Ἀράβων Δούσαρίν τινα καὶ Ὄβδον, καὶ οἱ Γετῶν Ζάμολξιν, καὶ τὸν Μόψον Κίλικες, καὶ τὸν Ἀμφιάρεω Θηβαῖοι· καὶ παρ' ἑτέροις ἄλλοι πάλιν ἑτέρους, τὴν φύσιν οὐδὲν τὴν θνητὴν διαλλάττοντας, αὐτὸ δὲ μόνον ἀληθῶς ἀνθρώπους· ὁμοῦ δὴ οὖν πάντες Αἰγύπτιοι, Φοίνικες, Ἕλληνες, καὶ πᾶν τὸ θνητὸν γένος ὅσον ἡλίου βολαὶ φωτίζουσι, τὰ μέρη τοῦ κόσμου, καὶ τά γε στοιχεῖα, τούς τε ἀπὸ γῆς βλαστοῦντας καρποὺς, καὶ πρό γε τούτων μοιχείας αὐτῶν καὶ ἀῤῥένων φθορὰς, γυναικῶν τε ἁρπαγὰς ὁμολογοῦντες, οὐδὲν ἧττον πόλεις πάσας καὶ κώμας καὶ χώρας, ναοῖς καὶ ἀγάλμασι καὶ ἱεροῖς ἐπλήρουν, τῇ τῶν θεῶν ὁμοιοτροπίᾳ τὰς ἑαυτῶν προσαπολλύντες ψυχάς· θεοὺς δὴ τοίνυν καὶ θεῶν παῖδας,
and compulsory songs and incantations, and unseen powers flying about the air, they drew to themselves as familiar spirits. Mortal men, moreover, different peoples deified, different ones: for the children of the Greeks have honoured Dionysus, and Heracles and Asclepius and Apollo, and certain other men, with the appellation of heroes and gods, while the Egyptians have accounted Horus and Isis and Osiris, and again men like unto these, to be gods; and those who boast, for excess of wisdom, of the discovery of geometry, astronomy and arithmetic among themselves did not know, nor did the wise understand how to weigh and reckon the measures of God's power, and the difference of mortal and irrational nature; wherefore indeed they did not shrink from addressing as gods every species of loathsome creatures and kinds of manifold animals, both venomous creeping things and wild beasts; and the Phoenicians proclaimed as gods Melcatharus and Usorus, and again certain other more dishonoured mortal men, as also the children of the Arabs a certain Dusares and Obdus, and those of the Getae Zamolxis, and the Cilicians Mopsus, and the Thebans Amphiaraus; and among others again others [proclaimed] different men, differing nothing as to mortal nature, and in very truth men alone; all together therefore, Egyptians, Phoenicians, Greeks, and every mortal race whatsoever the rays of the sun enlighten, [proclaiming as gods] the parts of the cosmos, and the elements at that, and the fruits sprouting from the earth, and even before these confessing their adulteries and corruptions of males, and abductions of women, none the less filled all cities and villages and countrysides with temples and statues and shrines, destroying their own souls besides through likeness of ways to the gods; gods indeed therefore and children of gods,
Notes, col. 1400

On the reading

Printed Ἀσκλήπιόν, for Ἀσκληπιόν.

Printed νενομήκασιν, for νενομίκασιν.