Migne Reading Room

PG 20 · cols. 1377–1388 · Read from the page

Eusebius, In Praise of Constantine

Eusebius, In Praise of Constantine

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1377Read from the page
τὰ πάτρια φυλάττειν, καὶ τοὺς καθ' ἕκαστον ἔθνος τιμωμένους ἥρωάς τε καὶ θεοὺς εὐμενίζειν, μηδὲ ἀποπτύειν αὐτοὺς καὶ φεύγειν τῶν τοιῶνδε συμφορῶν ἕνεκα; Ἢ γὰρ κἀκείνους ὁμοίως τῷδε τῆς ὁμοπαθείας χάριν θειάζειν, ἢ εἰ ἀπόβλητοι διὰ τὰς ἀνθρωποπαθείας ἐκεῖνοι, καὶ τούτῳ δίκαιον εἶναι τὴν αὐτὴν ἀπονέμειν ψῆφον. Ταῦτα γοῦν αὐτῶν εἴποι τις ἂν εὖ μάλα τὰς ὀφρῦς συνάγων, οἰήμασί τε δοκησισοφῶν καὶ τὸν αὑτοῦ σεμνολογῶν τῦφον· ὃν δὴ συγγνώμης ἀξιῶν τῆς ἀμαθίας, οὐ μόνον, ἀλλὰ καὶ πάντα πεπλανημένον, ὁ τοῦ παναγάθου Πατρὸς φιλάνθρωπος λόγος, διατριβὰς καὶ διδασκαλίας καθ' ὅλης τῆς τῶν ἐθνῶν οἰκουμένης πηξάμενος, ἔν τε χώραις καὶ κώμαις, ἀγροῖς τε καὶ ἐρημίαις, ταῖς θ' ἁπανταχοῦ πόλεσιν, εἰς τὴν τῶν ἐνθέων μαθημάτων παίδευσιν ἀφθόνως ἐπικαλεῖται, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, σοφοὺς καὶ ἰδιώτας, πένητας καὶ πλουσίους, οἰκέτας ἅμα δεσπόταις, ἄρχοντας καὶ ἀρχομένους, ἀσεβεῖς, ἀδίκους, ἀμαθεῖς, αἰσχροποιοὺς, βλασφήμους, ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν ἔνθεον θεραπείαν, οἷα φιλάνθρωπος σωτὴρ καὶ ψυχῶν ἰατρὸς παρακελευόμενος· λαμπραῖς γοῦν φωναῖς προτέρων κακῶν ἀμνηστίαν τοῖς πᾶσιν ἀνακηρύττων ἐβόα· «Δεῦτε, λέγων, πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·» καὶ αὖθις· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·» καὶ προστίθησί γε τὸ αἴτιον, φάσκων· «Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.» Καί· «Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ.» Ἐνθένδε μόνῳ τῷ τὰ θεῖα πεπαιδευμένῳ, τὰς αἰτίας ἐκμαθόντι τῆς τῶν προκειμένων σπουδῆς, κρείττονι ἢ κατὰ ἄνθρωπον ἐπιπνοίᾳ τῷ ἡμετέρῳ βασιλεῖ συνομολογεῖν ἔπεισι, καὶ τοῦ τρόπου τὸ θεοσεβὲς ἀποθαυμάζειν, τήν τε περὶ τὸ μαρτύριον τῆς σωτηρίου ἀθανασίας σπουδὴν οὐκ ἀθεεὶ γεγονέναι πιστεύειν, ἐξ ἐπιπνοίας δὲ ἀληθῶς τοῦ κρείττονος, οὗ θεράπων ἀγαθὸς ἀγαθῶν ὑπηρέτης εἶναι σεμνύνεται. Ταῦτά σοι, βασιλεῦ μέγιστε, φίλτατα καὶ προσήγορα εἶναι ἀληθῶς πεπεισμένος, τῶν σῶν φιλοθέων ἔργων τοὺς λόγους καὶ τὰς αἰτίας ὁ παρών μοι λόγος τοῖς πᾶσιν ἐκφῆναι βούλεται, ὑφερμηνευτής τις εἶναι τῆς σῆς διανοίας, καὶ τῆς φιλοθέου ψυχῆς ἄγγελος ὑπάρχειν εὐχόμενος, διδάσκων πάντα, ἃ δεῖ καὶ προσήκει παι-
to keep the ancestral customs, and to propitiate the heroes and gods honoured in each nation, and not spit upon them and shun them on account of such calamities? For either one ought to deify them also in the same way as this One because of their like sufferings, or if those are to be rejected because of their human passions, it is just to assign the same vote to this One also. Such things at least someone of them might say, knitting his brows right well, fancying himself wise in his conceits and speaking pompously in his own pride; whom indeed deeming worthy of pardon for his ignorance, and not him alone, but everyone who has gone astray, the man-loving Word of the all-good Father, having established schools and teachings throughout the whole inhabited world of the nations, in country districts and villages, in fields and deserts, and in cities everywhere, ungrudgingly invites to the instruction of divine lessons Greeks and barbarians together, wise and unlearned, poor and rich, servants together with masters, rulers and subjects, ungodly, unjust, ignorant, workers of shame, blasphemers, exhorting them, like a man-loving Saviour and Physician of souls, to come and hasten unto the divine healing; with clear voices, accordingly, proclaiming to all an amnesty of former evils, He cried aloud: "Come," saying, "to me, all you who labour and are burdened, and I will give you rest;" and again: "I did not come to call righteous men, but sinners to repentance;" and He adds the reason, declaring: "For those who are strong have no need of a physician, but those who are ill." And: "I do not will the death of the sinner, so much as his repentance." Hence it comes only to one instructed in divine things, when he has thoroughly learned the causes of the zeal for the matters set before us, to agree with our emperor as moved by an inspiration higher than human, and to marvel at the godliness of his character, and to believe that his zeal concerning the testimony of saving immortality came about not without God, but truly from the inspiration of the Higher One, Whose good servant and minister of good things he glories to be. Truly persuaded that these things, most mighty emperor, are dearest and most congenial to you, my present discourse desires to set forth to all men the reasons and the causes of your God-loving works, praying to be an under-interpreter of your mind, and a messenger of your God-loving soul, teaching everyone the things wherein it is needful and fitting to be in-
PG 20:1380Read from the page
δεύεσθαι πάντα, ᾧ πόθος ἐστὶ μανθάνειν τῆς τοῦ Σωτῆρος ἡμῶν Θεοῦ δυνάμεως τοὺς λόγους· δι' οὓς καὶ πάλαι προὼν, καὶ τοῦ παντὸς ἐπιμελόμενος, ὀψέ ποτε οὐρανόθεν εἰς ἡμᾶς κατῄει, καὶ δι' οὓς φύσιν ἀνθρωπείαν ὑπεδύετο, καὶ δι' οὓς ἐπὶ τὸν θάνατον παρῄει, τῆς τε μετὰ ταῦτα ζωῆς ἀθανάτου, καὶ τῆς ἐκ νεκρῶν ἀναβιώσεως τὰς αἰτίας· οὐ μόνον δὲ, ἀλλὰ καὶ λογικὰς ἀποδείξεις, ἐναργῆ τε διδάγματα τοῖς εἰς ἔτι τούτων δεομένοις ἀναγκαῖα· ἀλλὰ γὰρ καὶ τούτων αὐτῶν ἐνθένδε ποθὲν ἄρξασθαι, ὥρα. Οἱ τὸ σέβας τοῦ κοσμοποιοῦ καὶ πανηγεμόνος Θεοῦ τῶν ὅλων τοῖς πρὸς αὐτοῦ γεννηθεῖσιν, ἀντικαταλλαξάμενοι, ἥλιόν τε καὶ σελήνην, καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη, τά τε πρῶτα στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, τῇ ἴσῃ προσηγορίᾳ τῷ τούτων ποιητῇ καὶ δημιουργῷ τιμήσαντες, καὶ θεοὺς ταῦτα προσειπόντες, ἃ οὐδαμῆ οὐδαμῶς ἦν, οὐδ' ὑπῆρχεν ἂν οὐδ' ὠνόμαστο, εἰ μὴ τῷ κοσμοποιῷ τοῦ Θεοῦ λόγῳ παρέστη, οὔ μοι δοκοῦσι τούτων διαφέρειν, ὅσοι τὸν ἀρχιτέκτονα τῶν ἐν τοῖς βασιλικοῖς οἴκοις μεγαλουργημάτων παρορῶντες ὀρόφους, καὶ τοίχους, καὶ τὰς ἐν τούτοις πολυχρώμους τε καὶ πολυανθεῖς γραφὰς, χρυσόφορά τε δαιδάλματα καὶ λίθων γλυφὰς ὑπερεκπλήττονται, τούτοις τε αὐτοῖς τῆς τοῦ τεχνίτου σοφίας ἀνατίθενται τὴν ἐπηγορίαν· δέον μὴ τοῖς ὁρωμένοις, μόνῳ δὲ τῷ τούτων ἀρχιτέκτονι τὴν τοῦ θαύματος ἐπιγράφειν αἰτίαν, καὶ σοφίας ἔργα τὰ πολλὰ εἶναι ὁμολογεῖν, σοφὸν δ' ἐκεῖνον μόνον, τὸν δὴ τοῖς παλλοῖς τὰ τοιαδὶ εἶναι παρασχόντα αἰτίαν· νηπίων γοῦν κομιδῆ παίδων διαφέροιεν ἂν οὐδὲν, καὶ οἱ τῆς ἑπταχόρδου λύρας αὐτὸ δὴ τὸ μουσικὸν ὄργανον, ἀλλ' οὐ τὸν τῆς συντάξεως εὐρέτην τε καὶ ἐπιστήμονα, τῆς σοφίας ἀποθαυμάζοντες· ἢ οἱ τὸν ἐν τοῖς πολέμοις ἀριστέα παριόντες, τὸ δὲ δόρυ καὶ τὴν ἀσπίδα ἐπινικίοις κοσμοῦντες στεφάνοις· ἢ οἱ τῷ μεγάλῳ βασιλεῖ τῷ τῆς μεγάλης καὶ βασιλικῆς παραιτίῳ πόλεως ἐξ ἴσου τιμῶντες ἀγορὰς καὶ πλατείας, καὶ οἰκοδομήματα, τεμένη τε ἄψυχα καὶ γυμνάσια· δέον μὴ δὴ λίθους, τὸν δὲ τῶν σοφῶν μεγαλουργὸν καὶ νομοθέτην ὑπερεκπλήττεσθαι. Κατὰ τὰ αὐτὰ δὴ καὶ τοὺς τὸ σύμπαν τόδε σαρκὸς ὀφθαλμοῖς θεωμένους, οὔτε ἡλίῳ οὔτε σελήνῃ, οὔτ' ἄλλῳ τῶν κατ' οὐρανὸν ἀναθετέον τὴν αἰτίαν, σοφίας δ' ἔργα τὰ πάντα προσῆκον ὁμολογεῖν, μνήμην ὁμοίως τοῦ τούτων ποιητοῦ καὶ δημιουργοῦ ποιουμένους, τιμᾷν τε καὶ σέβειν πρὸ παντὸς τιθεμένους τῶν ἄλλων· ἐκ δὲ τούτων τῆς ὄψεως, τὸν μηκέτι σώματος ὀφθαλμοῖς, μόνῳ δὲ νῷ διαυγεῖ καὶ καθαρῷ νοούμενον, τὸν παμβασιλέα Θεοῦ λόγον, πάσῃ διαθέσει ψυχῆς θεολογεῖν τε καὶ προσκυνεῖν· ἐπεὶ καὶ ἀνθρώπου σώματι, οὐδεὶς πώποτε τοῦ σοφοῦ καὶ ἐπιστήμονος, ὀφθαλμοὺς ἢ κεφαλὴν, ἢ χεῖρας, ἢ πόδας, ἢ τὰς λοιπὰς σάρκας, πολλοῦ δεῖ τοῦ τρίβωνος τὴν ἔξωθεν περιβολὴν, σοφὴν ἀνηγόρευσεν, οὐδὲ σοφὰ τῆς οἰκίας τὰ ἔπιπλα, οὐδὲ
structed for everyone who has a desire to learn the reasons of the power of our Saviour God; on account of which, though pre-existing of old and caring for the universe, late at length He came down from heaven unto us, and on account of which He put on human nature, and on account of which He went forward unto death, as well as the causes of the immortal life thereafter and of the return to life from the dead; and not only so, but also rational demonstrations and clear teachings needful for those who even yet stand in need of them; and indeed it is time to begin even these very matters from somewhere here. Those who have exchanged the reverence due to God, Maker of the world and Sovereign Ruler of all things, for the things brought into being by Him, having honoured sun and moon and the remaining parts of the world, and the first elements, earth, water, air, fire, with the same title as their Maker and Artificer, and having addressed as gods these things which nowhere and in no wise were, nor would have existed nor been named, had they not stood forth at the call of the world-making Word of God, seem to me to differ nothing from those who, overlooking the architect of the masterpieces in royal palaces, are struck with exceeding wonder at roofs and walls, and the many-coloured and richly flowered paintings upon them, and gold-wrought carvings and sculptures of stone, and attribute to these very things the title of the craftsman's wisdom; whereas one ought to ascribe the cause of wonder not to the things seen, but solely to their architect, and confess that the many works are works of wisdom, yet that he alone is wise who afforded to the many the cause of their being such; nothing at all, at any rate, would those differ from quite infant children who marvelled for wisdom at the musical instrument itself of the seven-stringed lyre, and not at the inventor and master of its arrangement; or those who passed by the champion in wars, while adorning his spear and shield with crowns of victory; or those who honoured equally with the great king, the author of a great and royal city, its market-places and broad streets and buildings, its lifeless precincts and gymnasia; whereas one ought surely to be struck with wonder not at stones, but at the mighty Maker of wise works and Lawgiver. In the very same way, those also who behold this whole universe with eyes of flesh must ascribe the cause neither to sun nor to moon, nor to any other of the things in heaven, while it is fitting to confess that all things are works of wisdom, making remembrance likewise of their Maker and Artificer, setting themselves to honour and worship Him before all else; and from the sight of these things, with every disposition of the soul both to celebrate as God and to adore the Sovereign King, the Word of God, apprehended no longer by eyes of body, but solely by a pellucid and pure mind; since in a man's body also, no one ever yet proclaimed wise the eyes or head, or hands, or feet, or the rest of the flesh of the wise and skilled man, much less the outer wrap of his cloak, nor wise the furniture of the house, nor
Notes, col. 1380

On the reading

Printed χρυσόφορά, for χρυσοφόρα.

Printed παλλοῖς, for πολλοῖς.

Printed εὐρέτην, for εὑρέτην.

PG 20:1381Read from the page
τοῦ φιλοσόφου τὰ ὑπηρετικὰ σκεύη· τὸν δ' ἀφανῆ καὶ ἀόρατον ἐν ἀνθρώπῳ νοῦν πᾶς τις ἔμφρων θαυμάζει. Ταύτῃ τοι καὶ μᾶλλον, πρὸ τῶν ὁρωμένων δαιδαλμάτων τοῦ σύμπαντος κόσμου, σωμάτων ὄντων καὶ ἐκ μιᾶς ὕλης πεποιημένων, τὸν ἀφανῆ καὶ ἀόρατον Λόγον, τὸν δὴ τοῦ παντὸς εἰδοποιόν τε καὶ κοσμήτορα, ὑπερεκπληκπτέον, ὄντα τοῦ Θεοῦ Μονογενῆ, ὃν ὁ τῶν ὅλων ποιητὴς, ὁ πάσης ἐπέκεινα καὶ ἀνωτάτω οὐσίας, αὐτὸς ἐξ ἑαυτοῦ γεννήσας, ἡγεμόνα καὶ κυβερνήτην τοῦδε τοῦ παντὸς κατεστήσατο. Ἐπεὶ γὰρ μὴ οἷόν τε ἦν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν, τήν τε τῶν ἄρτι γενομένων λογικῶν φύσιν τῷ πανηγεμόνι Θεῷ πελάζειν, δι' ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως· ὁ μὲν γὰρ ἦν ἀγέννητος, ἀνωτάτω τε καὶ ἐπέκεινα τῶν ὅλων, ἄῤῥητος, ἀνέφικτος, ἀπροσπέλαστος, φῶς οἰκῶν ἀπρόσιτον ᾗ φασιν οἱ ἱέρειοι λόγοι· ἡ δ' ἐξ οὐκ ὄντων προβεβλημένη, ποῤῥωτάτω τε διεστῶσα καὶ μακρὰν τῆς ἀγεννήτου φύσεως ἀπεσχοινισμένη· εἰκότως ὁ πανάγαθος καὶ Θεὸς τῶν ὅλων, μέσην τινὰ παρεμβάλλει τὴν τοῦ μονογενοῦς αὐτοῦ Λόγου θείαν καὶ παναλκῆ δύναμιν, ἀκριβέστατα μὲν ὡς ὅτι μάλιστα καὶ ἐγγύτατα τῷ Πατρὶ προσομιλοῦσαν, εἴσω τε αὐτοῦ τῶν ἀποῤῥήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν, καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις· ἄλλως γὰρ οὔτ' εὐαγὲς οὔθ' ὅσιον, τὸν τῶν ὅλων ἐπέκεινα καὶ ἀνωτάτω, ὕλῃ φθαρτῇ καὶ σώματι συμπλέκειν· διὸ δὴ Λόγος θεῖος ἀναμὶξ τόδε τὸ πᾶν ὑπελθὼν, καὶ τὰς ἡνίας τοῦ παντὸς ἐνδησάμενος, ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει ἄγει καὶ φέρει, πανσόφως ἡνιοχῶν, ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται. Τοῦ δὲ Λόγου σαφὴς ἡ ἀπόδειξις. Εἰ γὰρ δὴ αὐτὰ καθ' ἑαυτὰ τοῦ κόσμου μέρη, ἃ δὴ καὶ πρῶτα στοιχεῖα καλεῖν εἰώθαμεν, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἅπερ ἐξ ἀλόγου συνέστηκε φύσεως, ὃ δὴ καὶ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν· εἰ μία τοῖς πᾶσιν ὑπόκειται οὐσία, ἣν δὴ καὶ πάνδοχον καὶ μητέρα καὶ τιθηνὸν τοῖς περὶ ταῦτα δεινοῖς ὀνομάζειν φίλον, ἄμορφός τε καὶ ἀνείδεος αὕτη, πάντη τε ἄψυχος καὶ ἄλογος, πόθεν ἂν εἴποι τις τὸν ἐν αὐτῇ κόσμον ἐνυπάρχειν αὐτῇ; Πόθεν ἡ τῶν στοιχείων διάκρισις; Πόθεν ἡ τῶν ἐναντίων ἐπὶ ταυτὸ συνδρομή; Τίς τὸ βαρὺ τῆς γῆς στοιχεῖον ἐφ' ὑγρᾶς οὐσίας ὀχεῖσθαι παρεκελεύσατο; Τίς τῶν ὑδάτων φύσιν κά-
the serviceable implements of the philosopher; whereas every sensible person admires the unseen and invisible mind in man. In this way indeed all the more, before the visible handiworks of the whole world, which are bodies and made out of one matter, one must be struck with exceeding awe at the unseen and invisible Word, Who is the giver of form and orderer of the universe, being the Only-begotten of God, Whom the Maker of all things, He Who is beyond and supreme above every essence, having Himself begotten out of Himself, appointed Ruler and Helmsman of this universe. For since it was not possible that the fleeting substance of bodies, and the nature of rational beings newly come into existence, should draw near to God the Sovereign Ruler of all, by reason of their exceeding falling short from the Higher One; for He indeed was unbegotten, supreme above and beyond all things, ineffable, unattainable, unapproachable, dwelling in light unapproachable, as the sacred utterances say; whereas that nature, brought forth out of things that were not, stood very far apart and was sundered afar off from the unbegotten nature; reasonably does the all-good God of all things interpose as an intermediary the divine and almighty power of His only-begotten Word, which converses most intimately and as closely as possible with the Father, and within Him enjoys His ineffable mysteries, yet most gently condescends, and in some manner conforms itself to those that fall short of the supreme height; for otherwise it were neither pure nor holy to entangle Him Who is beyond and supreme above all things with corruptible matter and body; wherefore indeed the divine Word, entering throughout into this universe, and binding fast to Himself the reins of the whole, leads and bears it onward by an incorporeal and divine power, driving the chariot all-wisely, as seems good to Him. And clear is the demonstration of the Word. For if indeed the parts of the world taken by themselves, which we are accustomed to call the first elements, earth, water, air, fire, consist of an irrational nature, as indeed we see with our very eyes; if one substance underlies them all, which those skilled in such matters are fond of naming all-receiving and mother and nurse, and this is shapeless and formless, and altogether soulless and irrational, whence could anyone say that the order within it resides in it? Whence comes the separation of the elements? Whence the concourse of opposites to the same end? Who commanded the heavy element of earth to ride upon moist substance? Who, the nature of the waters down-
Notes, col. 1381

On the reading

Printed ὑπερεκπληκπτέον, for ὑπερεκπληκτέον.

PG 20:1384Read from the page
τω ῥέουσαν ἀναστρέψας εἰς τοὐπίσω, μετέωρον διὰ νεφῶν ἤγαγε; Τίς τὴν τοῦ πυρὸς δύναμιν πεδήσας, ξύλοις φωλεύειν καὶ τοῖς ἐναντίοις τῇ φύσει συνεκεράσατο; Τίς τὸν ψυχρὸν ἀέρα θερμῇ δυνάμει καταμίξας, τῆς πρὸς ἄλληλα μάχης αὐτὰ διαλύσας εἰς φιλίαν κατήλλαξε; Τίς τὸ θνητὸν γένος, τῷ τῆς διαδοχῆς τρόπῳ μηχανισάμενος, εἰς μακραίωνα ζωῆς ἀθανάτου βίον διεξήγαγε; Τίς ὧδε τὸ ἄῤῥεν μορφώσας, τὸ δὲ θῆλυ σχηματίσας, ἄμφω τε εἰς ἁρμονίαν συναγαγὼν, μίαν γενέσεως ἀρχὴν ἅπασι ζώοις ἐξεύρατο; Τίς τὴν ῥοώδη καὶ σπερματικὴν γένεσιν τῆς φθαρτῆς καὶ ἀλογίστου μεταβαλὼν ῥωῆς, ζωογόνον ἀπέδειξε; Τίς ταῦτα πάντα καὶ μυρία τούτων ἐπέκεινα θαύματος καὶ ἐκπλήξεως κρείττονα, εἰς ἔτι καὶ νῦν ἐνεργεῖ; Τίς ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας τὰς τούτων γενέσεις [καὶ ὥρας] ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κατεργάζεται; Ἀλλὰ γὰρ τούτων ἁπάντων ὁ παραδοξοποιὸς τοῦ Θεοῦ Λόγος, αἴτιος ἂν ἐνδίκως ἀποφανθείη· Λόγος γὰρ ὡς ἀληθῶς Θεοῦ παντοδύναμος διὰ πάντων ἑαυτὸν ἁπλώσας, καὶ ἄνω τε πρὸς ὕψος, καὶ κάτω πρὸς βάθος ἑαυτὸν ἀσωμάτως ἐκτείνας, πλάτη τε καὶ μήκη τοῦ παντὸς, πλατείαις ὥσπερ ταῖς χερσὶ περιλαβὼν, συνήγαγε τόδε τὸ πᾶν καὶ συνέσφιγξεν, ὄργανόν τε τοῦτο παναρμόνιον αὐτὸς ἑαυτῷ συμπηξάμενος, τὴν ἄλογον καὶ ἄμορφον καὶ ἀνείδεον τῶν σωμάτων οὐσίαν, πανσόφῳ καὶ λογικῇ δυνάμει, εὖ μάλα τοῖς διατόνοις τὰ διεζευγμένα συνάπτων, ἀνακρούεται, ἥλιόν τε αὐτὸν καὶ σελήνην καὶ τὰ κατ' οὐρανὸν φωσφόρα λόγοις διακυβερνῶν ἀῤῥήτοις, ἐς τὸ χρήσιμον τῶν ὅλων ὁδηγεῖ· ὁ δ' αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος καὶ κατὰ γῆν ἑαυτὸν βαθύνας, παντοδαπῶν γένη ζώων, φυτῶν τε πολύμορφα κάλλη συνεστήσατο· οὗτος αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος καὶ βυθῶν ἄχρι θαλάττης καταδὺς, νηκτῶν ἐπενόησε φύσιν, πάλιν κἀνταῦθα μυρίας καὶ ἀναρίθμους ἰδέας καὶ παντοίων ζώων διαφορὰς ἐργασάμενος· ὁ δ' αὐτὸς οὗτος καὶ τὰ κατὰ γαστρὸς κυοφορούμενα, ἔνδον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ τελεσιουργῶν ζωοπλαστεῖ, οὗτος καὶ τῆς ὑγρᾶς οὐσίας τὴν ῥευστὴν καὶ βαρεῖαν φύσιν, ἄνω μετέωρον ἀνακουφίσας, κἄπειτα γλυκάνας τῇ μεταβολῇ, μέτρῳ μὲν εἰσάγει τῇ γῇ, χρόνοις δὲ ὡρισμένοις τὴν ἐπιχορηγίαν ἐκτελεῖ. Εἶθ' οἷά τις γεωργὸς ἄριστος ἐποχετεύσας εὖ μάλα τὴν χώραν, τῇ τε ξηρᾷ τὴν ὑγρὰν συγκερασάμενος, μεταῤῥυθμίζει παντοίως τοτὲ μὲν ὡραίοις ἄνθεσι, τοτὲ δὲ σχήμασι παντοίοις, τοτὲ δὲ ὀσμαῖς ἡδείαις,
wards flowing having turned backwards, led it aloft through the clouds? Who, having fettered the power of fire, made it lurk in wood and blended it with things contrary by nature? Who, having mingled cold air with hot power, released them from their warfare against one another and reconciled them into friendship? Who, having contrived for the mortal race the method of succession, carried it on into a long-lived span of immortal life? Who, having thus moulded the male and fashioned the female, and brought both together into harmony, devised one principle of generation for all living creatures? Who, having transformed the fluid and seminal generation out of its corruptible and irrational flux, rendered it life-begetting? Who even until now still works all these things and myriads beyond these, surpassing wonder and astonishment? Who upon each day and hour accomplishes their generations [and hours] by an unseen and invisible power? Surely of all these things the wonder-working Word of God would justly be declared the Author; for truly the almighty Word of God, having spread Himself through all things, and incorporeally extended Himself both upwards to the height and downwards to the depth, and having embraced the breadths and lengths of the universe as it were with broad hands, drew together and bound fast this whole, and having framed for Himself this all-harmonious instrument, strikes up upon the irrational and shapeless and formless substance of bodies by an all-wise and rational power, right well joining the disjunct intervals with the diatonic tones, and steering sun itself and moon and the luminaries in heaven by ineffable principles, guides them towards the advantage of the whole; and this same Word of God, plunging Himself also down through the earth, constituted races of manifold living creatures and multiform beauties of plants; this very Word of God, diving also down unto the depths of the sea, devised the nature of swimming creatures, here again working myriad and innumerable forms and differences of manifold living creatures; and this same One also moulds into life the offspring conceived in the womb, bringing them to perfection within the workshop of nature, and He too, lifting aloft on high the fluid and heavy nature of moist substance, and thereafter sweetening it by the change, introduces it in due measure to the earth, and at appointed seasons fulfils the supply. Then, like some most excellent husbandman having right well irrigated the land, and tempered the moist with the dry, He reshapes it in manifold ways, now with seasonable flowers, now with manifold shapes, now with sweet odours,
Notes, col. 1384

On the reading

Printed μηχανισάμενος, for μηχανησάμενος.

Printed ῥωῆς, for ῥοῆς.

PG 20:1385Read from the page
τοτὲ δὲ καρπῶν ἐναλλαττούσαις διαφοραῖς, τοτὲ δὲ τῇ γεύσει παντοδαπὰς ἀπολαύσεις παρέχων. Τί με δεῖ τοῦ Θεοῦ λόγου τὰς δυνάμεις ἐπεξιέναι τολμᾷν, καὶ ἀδυνάτοις ἐπιχειρεῖν, πᾶσαν θνητὴν διάνοιαν ὑπερνικώσης τῆς ἐνεργείας; Ἄλλοι μὲν οὖν τοῦτον φύσιν τοῦ παντὸς ὠνομάκασιν, ἄλλοι δὲ τὴν καθ' ὅλου ψυχὴν, ἄλλοι δὲ εἱμαρμένην, οἱ δ' αὐτὸν εἶναι τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, οὐκ οἶδ' ὅπως τὰ ποῤῥωτάτω διεστῶτα μιγνύντες, ἀπεφήναντο, αὐτὸν τὸν πανηγεμόνα, καὶ τὴν ἀγέννητον καὶ ἀνωτάτω δύναμιν κάτω βάλλοντες ἐπὶ γῆν, καὶ σώματα ὕλῃ φθαρτῇ συμπλέξαντες, ἀλόγων τε ζώων καὶ λογικῶν, θνητῶν τε καὶ ἀθανάτων μέσον εἰλῆσθαι φήσαντες. Ἀλλ' οἱ μὲν ταῦτα.
now with alternating varieties of fruits, and now affording manifold enjoyments to the taste. Why need I dare to recount the powers of the Word of God, and attempt things impossible, seeing that His working surpasses every mortal mind? Some indeed, then, have named Him the nature of the universe, others the soul of the whole, and others fate, while others have declared Him to be the God Who is beyond all things, somehow mingling things that stand furthest apart, casting down to earth the Sovereign Ruler Himself and the unbegotten and supreme power, and entangling bodies with corruptible matter, asserting that He rolls midway between irrational and rational living creatures, and between mortal and immortal things. Such at least say they.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Ἡ δ' ἔνθεος διδασκαλία, τὸ τῶν ἀγαθῶν ἀνώτατον αὐτὸ δὴ τὸ πάντων αἴτιον, ἐπέκεινα πάσης καταλήψεως εἶναί φησι, διὸ δὴ ἄῤῥητον καὶ ἄλεκτον καὶ ἀνωνόμαστον, καὶ φωνῆς οὐ μόνον, ἀλλὰ καὶ ἐννοίας ἁπάσης ὑπέρτερον εἶναι, οὐκ ἐν τόπῳ περιληπτὸν, οὐκ ἐν σώμασιν ὂν, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν αἰθέρι, οὐδ' ἔν τινι μέρει τοῦ παντὸς, ἀλλὰ πάντη καὶ πάντων ἐκτὸς, ἐν ἀποῤῥήτῳ βυθῷ γνώσεως τεταμιευμένον· τοῦτον μόνον ἀληθῆ Θεὸν τὰ θεῖα
But the divine teaching says that what is supreme among good things, the very cause of all things, is beyond all comprehension, wherefore indeed it is ineffable and unutterable and unnameable, and higher not only than speech, but also than every conception, not circumscribable in place, not existing in bodies, not in heaven, not in ether, nor in any part of the universe, but altogether and outside of all things, laid up in an ineffable depth of knowledge; that this One alone is true God, the divine
Notes, col. 1385

On the reading

Printed σώματα, for σώματι.

PG 20:1388Read from the page
λόγια εἰδέναι παιδεύει, πάσης κεχωρισμένον σωματικῆς οὐσίας, πάσης ἀλλότριον ὑπηρετικῆς οἰκονομίας· διὸ δὴ ἐξ αὐτοῦ τὸ πᾶν, οὐ μὴν καὶ δι' αὐτοῦ φῦναι παραδέδοται. Ἀλλ' αὐτὸς μὲν οἷα βασιλεὺς, εἴσω που ἐν ἀῤῥήτοις καὶ ἀδύτοις καὶ ἀβάτοις, φῶς οἰκῶν ἀπρόσιτον δια παντὸς, μόνῃ τῇ θελητικῇ δυνάμει νομοθετεῖ καὶ διατάττεται· θέλοντος γάρ ἐστιν ὅ τι καὶ ἔστι, καὶ μὴ θέλοντος, οὐκ ἔστι, θέλει δὲ ἀγαθὰ πάντα, ὅτι δὴ καὶ αὐτοαγαθὸν τῇ οὐσίᾳ τυγχάνει. Ὁ δὲ δι' οὗ τὰ πάντα, Θεὸς Λόγος, ἄνωθεν ἐξ ἀγαθοῦ Πατρὸς ὡς ἐξ ἀεννάου καὶ ἀπείρου πηγῆς ἀνομβρῶν λόγοις ἀῤῥήτοις, ποταμοῦ δίκην πρόεισιν, ὅλος πλημμυρῶν ἐς τὸ κοινὸν τῆς τοῦ παντὸς σωτηρίας. Ὡς δὲ ἐπὶ τοῦ καθ' ἡμᾶς παραδείγματος, ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω· βασιλεὺς δ' οἷα ἐν ἀποῤῥήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ὑπάρχων, μόνος τὰ πρακτέα βουλεύεται· Λόγος δ' ἐξ αὐτοῦ πρόεισι μονογενὴς, οἷα πατρὸς ἐξ αὐτοῦ μυχοῦ γεγεννημένος ἀῤῥήτῳ λόγῳ, καὶ δυνάμει ἀκατονομάστῳ, ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος, εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀποῤῥήτοις τῷ Πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς· εἶθ' οἱ μὲν ἐκ τῆς τοῦ λόγου μετέλαβον ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν, τὸν δὴ τοῦ Λόγου Πατέρα, οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ τὰ αὐτὰ δὴ, μᾶλλον δὲ καὶ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος, ὁ τοῦ παμβασιλέως Θεοῦ τέλειος Λόγος, οἷα μονογενὴς Πατρὸς Υἱὸς, οὐ προφορικῇ συνεστὼς δυνάμει, οὐδ' ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ' ἐν φωνῇ δι' ἀέρος πληττομένῃ σημαινόμενος, Θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν ηκαὶ ἐνεργὴς ὑπάρχων Λόγος, κατ' οὐσίαν τε ὑφεστὼς οἷα Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἀγαθοῦ δὲ Πατρὸς ἀγαθὸν τυγχάνων γέννημα, κοινός τε ἁπάντων Σωτὴρ, ἐποχετεύει τὰ σύμπαντα· καὶ λόγου καὶ σοφίας καὶ φωτὸς, καὶ πάντων ἀγαθῶν ἐκ τοῦ οἰκείου πληρώματος τοῖς πᾶσιν ἐπιλιμνάζων, ἄρδει οὐ τὰ προσεχῆ μόνον καὶ ἐγγυτάτω, ἀλλὰ καὶ τὰ πόῤῥω διεστῶτα κατά τε γῆν καὶ θάλατταν, καὶ εἴ τις ἑτέρα τούτων ἐν τοῖς οὖσι τυγχάνει λῆξις· οἷς ὁμοῦ πᾶσιν ὅρους καὶ χώρας καὶ νόμους καὶ κλήρους διατάττεται κατὰ τὸ δικαιότατον, ἐξουσίᾳ βασιλικῇ τὰ πρόσφορα νέμων ἑκάστῳ καὶ χορηγῶν, καὶ τοῖς μὲν ὑπερκοσμίους ἁψίδας, τοῖς
oracles teach [us] to know, separated from all bodily substance, alien to all ministerial administration; wherefore indeed it has been handed down that the universe came into being out of Him, yet not also through Him. But He Himself like a king, somewhere within in ineffable and unenterable and untrodden [recesses], dwelling continually in unapproachable light, by the sole power of His will legislates and ordains; for when He wills, whatsoever also is, exists, and when He does not will, it does not exist, and He wills all good things, because in truth He happens to be the very good in essence. And He through Whom are all things, God the Word, pouring forth from above out of the good Father as out of an ever-flowing and boundless fountain in ineffable ways of reason, proceeds after the likeness of a river, flooding wholly unto the common good of the salvation of the universe. And as in the example drawn from ourselves, the invisible and unseen mind in us, what it ever is and of what sort in essence, no one of men has ever known; but existing like a king within in its secret chambers, alone it takes counsel on what is to be done; and an only-begotten word proceeds from it, as if begotten of a father out of its innermost recess in an ineffable manner, and by an unnameable power, which indeed also becomes to all the first messenger of the paternal thoughts, and proclaims openly the things planned in secret by the father, and accomplishes the counsels in deeds as it advances to the ears of all; and then the latter have partaken of the benefit from the word, whereas the unseen and invisible mind, the very father of the word, no one has ever seen with eyes; in the very same way, or rather even beyond every image and example, the perfect Word of the all-sovereign God, as Only-begotten Son of the Father, not consisting in an uttered faculty, nor framed in nature out of syllables of nouns and verbs, nor signified in a voice struck through the air, but being the living and active Word of the God Who is over all, and subsisting in essence as Power of God and Wisdom of God, proceeds indeed from the paternal deity and kingdom, and being the good offspring of a good Father, and common Saviour of all, He waters all things together; and overflowing upon all out of His own fullness with reason and wisdom and light, and all good things, He irrigates not only the things near at hand and closest, but also those standing far apart over earth and sea, and if there happens to be among existing things any other allotment besides these; for all of which together He ordains bounds and regions and laws and lots according to what is most just, by royal authority apportioning and supplying to each what is fitting, and to some supramundane vaults, to others
Notes, col. 1388

On the reading

Printed δια, for διὰ.

Printed ηκαὶ, for καὶ.