τούτων ἐπέκεινα, τὸν ἀφανῆ καὶ ἀόρατον, κτίστην τῶν ὅλων ὁμολογεῖν, μόνον αὐτὸν σεβεῖν δεδιδαγμένους. Τοσούτων δῆτα παραίτιον ἀγαθῶν ἀνθρώποις, τὸ μέγα τουτὶ καὶ παράδοξον ἀναπέφανται σημεῖον· δι' οὗ τὰ μὲν οὐκ ἔστιν, ὅσα φαῦλα, τὰ δὲ πρὶν οὐκ ὄντα, νῦν παρὰ τοῖς πᾶσιν ἀκτῖσιν εὐσεβείας ἐκλάμπει· λόγοι δ' οὖν καὶ μαθήματα καὶ προτροπαὶ σώφρονος καὶ θεοσεβοῦς βίου, εἰς ἐξάκουστον πᾶσιν ἔθνεσι κηρύττονται, κηρύττει τε βασιλεὺς αὐτός· τὸ δὴ μέγιστον θαῦμα, ὅτι δὴ τοσοῦτος βασιλεὺς μεγίστῃ φωνῇ τῷ παντὶ κόσμῳ, οἷά τις ὑποφήτης τοῦ παμβασιλέως Θεοῦ κέκραγε, πάντας ὁμοῦ τοὺς ὑπ' αὐτῷ ποιμαινομένους, ἐπὶ τὴν τοῦ ὄντος γνῶσιν ἀνακαλούμενος· καὶ δὴ μέσοις βασιλείων οἴκοις, οὐκ ἔθ' ὡς τὸ πρὶν, ἀνδρῶν ἀθέων φλήναφοι, ἱερεῖς δὲ καὶ θιασῶται Θεοῦ, βασιλικοῖς ὕμνοις εὐσεβείᾳ σεμνυνόμενοι πανηγυρίζουσι, Θεός τε εἷς αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς, εἰς ἅπαντας καταγγέλλεται ἀγαθῶν τε λόγος εὐαγγελικὸς, τῷ τοῦ παντὸς βασιλεῖ τὸ τῶν ἀνθρώπων συνάπτει γένος, ἵλεων καὶ φίλον τὸν ἐπουράνιον Πατέρα τοῖς κατὰ τὴν γῆν υἱοῖς εὐαγγελιζόμενος· χοροί τε παντοίαις ᾠδαῖς ἐπινικίοις γεραίρουσι, καὶ πᾶν τὸ θνητὸν συνηχεῖ γένος τοῖς κατ' οὐρανὸν ἀγγελικοῖς θιάσοις· ψυχαί τε λογικαὶ, δι' ὧν περιβέβληνται σωμάτων ὥσπερ διὰ μουσικῶν ὀργάνων, τοὺς πρέποντας ὕμνους αὐτῷ καὶ τὰς θεοφιλεῖς ἀναπέμπουσι θεολογίας, ὁμοῦ τε τοῖς κατ' ἀνατολὰς οἰκοῦσιν οἱ τὰ πρὸς δυσμὰς λαχόντες, ὑπὸ μίαν καιροῦ ῥοπὴν τοῖς αὐτοῦ μαθήμασιν ἐκπαιδεύονται· τοῖς τε κατὰ μεσημβρίαν οἱ τὴν ἀρκτῴαν διειληφότες λῆξιν, σύμφωνα κελαδοῦσι μέλη, τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις, τὸν θεοσεβῆ μεταδιώκοντες βίον, καὶ ἕνα μὲν τὸν ἐπὶ πάντων Θεὸν ἀνευφημοῦντες, ἕνα δὲ τὸν μονογενῆ Σωτῆρα, πάντων αἴτιον ἀγαθῶν ἐπιγραφόμενοι, ἕνα δὲ καὶ τὸν ἐπὶ γῆς διορθωτὴν βασιλέα, παῖδάς τε τούτου θεοφιλεῖς γνωρίζοντες· ὁ δ' οἷα σοφὸς κυβερνήτης, ὑψίζυγος, ὑπὲρ πηδαλίων ὀχούμενος, εὐθείᾳ τε περαίνων οἰακίζει, οὐρίῳ πνεύματι τοὺς ὑπ' αὐτῷ πάντας, ἐπὶ τὸν ἀσφαλῆ καὶ γαληνὸν ναυστολῶν ὅρμον· Θεὸς δὲ αὐτὸς ὁ μέγας βασιλεὺς, ἄνωθεν αὐτῷ δεξιὰν χεῖρα προτείνων, τέως μὲν ἁπάντων ἐχθρῶν καὶ πολεμίων νικητὴν αὐτὸν καθίστησι, μακραῖς ἐτῶν περιόδοις τὸ τῆς βασιλείας ἐπαύξων κράτος· μέλλει δὲ καὶ κρειττόνων ἀποφαίνειν κοινωνὸν ἀγαθῶν, ἔργοις εἰς αὐτὸν τὰς οἰκείας πιστούμενος ἐπαγγελίας, ἃς οὐκ ἔθ' ὁ παρὼν καιρὸς ἐπιτρέπει λέγειν· μένειν δὲ χρὴ τὴν ἐκεῖσε πορείαν, ὅτι δὲ θνητοῖς ὄμμασιν, σαρκός τ' ἀκοαῖς οὐκ ἔχει φύσιν τὰ θεῖα καταλαμβάνεσθαι.
Who is beyond these, the unseen and invisible One, they confess as Creator of all things, having been taught to worship Him alone. Of so many blessings, indeed, to mankind has this great and marvellous sign shown itself the cause; through which whatever things were base exist no more, while things that formerly did not exist now shine forth among all men with rays of piety; and so discourses and teachings and exhortations to a temperate and godly life are proclaimed within the hearing of all nations, and the emperor himself proclaims them; which indeed is the greatest wonder, that so great an emperor has cried aloud with a mighty voice to the whole world, like an interpreter of God the Sovereign King of all, calling all together who are shepherded under him to the knowledge of Him Who is; and indeed in the midst of the royal palaces, no longer as formerly do the babblings of godless men keep festival, but priests and votaries of God, dignified in piety, celebrate with royal hymns, and the one God Himself, the King of all things, is proclaimed to all, and the evangelical word of blessings joins the race of men to the King of the universe, announcing the heavenly Father as gracious and friendly to His sons upon earth; and choirs honour Him with manifold songs of victory, and the whole mortal race sounds in harmony with the angelic companies in heaven; and rational souls, through the bodies wherewith they are clothed as through musical instruments, send up to Him fitting hymns and God-beloved praises of theology, and together with those who dwell in the east they who have obtained the regions towards the west are instructed at a single turn of time in His teachings; and with those in the south they who have received the northern lot chant harmonious melodies, pursuing by the same manners and words the godly life, and acclaiming one God over all, and acknowledging one only-begotten Saviour as Author of all good things, and recognizing also one reformer-king upon earth and his God-beloved sons; and he, like a wise helmsman seated aloft, riding above the rudders, steers and holds a straight course, guiding with a fair wind all who are under him into the safe and tranquil harbour; while God Himself, the great King, stretching forth His right hand to him from above, for the present renders him victorious over all foes and enemies, increasing the might of his kingdom through long cycles of years; and He is about to show him a partaker of still better blessings, confirming His own promises towards him by deeds, which the present occasion does not yet permit us to speak of; for one must await the journey thither, seeing that divine things have not a nature to be apprehended by mortal eyes and ears of flesh.