Migne Reading Room

PG 20 · cols. 1353–1364 · Read from the page

Eusebius, In Praise of Constantine

Eusebius, In Praise of Constantine

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1353Read from the page
μέγαν θεὸν, τὸν θάνατον ἀνηγόρευον· εἶθ' ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ θανάτου λύσιν, τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον, βίον τε ἔζων ἀβίωτον, οὐ Θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφων κατὰ ψυχὴν οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινῷ προστάτῃ τῷ θανάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν, λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, μέγαν θεὸν καὶ πλούσιον, παρὸ καὶ Πλούτωνα, τὸν Θάνατον ἀνηγόρευον. Καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτου τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα. Θεὸς γοῦν αὐτοῖς ἦν, ἡ τῶν σαρκῶν ἡδονὴ, θεὸς ἡ τροφὴ, θεὸς ἡ τούτων βλάστη, θεὸς ἡ τῶν ἀκροδρύων φυὴ, θεὸς ἡ διὰ μέθης τρυφὴ, θεὸς ὁ τῶν σωμάτων πόθος, θεὸς ἡ τούτων ἡδονή· ἔνθεν τὰ Δήμητρος καὶ Φερεφάττης μυστήρια, καὶ Κόρης ἁρπαγὴ ὑπὸ Ἀϊδωνέως, καὶ πάλιν ἡ ταύτης ἀνάδοσις· ἔνθεν Διονύσου τελεταὶ, καὶ νικώμενος Ἡρακλῆς ὡς ὑπὸ κρείττονος θεοῦ τῆς μέθης· ἔνθεν Ἔρωτος καὶ Ἀφροδίτης ὄργια μοιχικά· ἔνθεν Ζεὺς αὐτὸς γυναικομανῶν καὶ Γανυμήδους ἐρῶν, φιληδόνων τε θεῶν καὶ φιλοπαθῶν ἀσελγῆ μύθων ἀναπλάσματα. Τοσούτοις δῆτα βέλεσι θεομάχου πλάνης, οἱ δεινοὶ βάρβαροι καὶ τῷ Βασιλεῖ τῶν ὅλων ἐχθροὶ, τοὺς ἐπὶ γῆς κατεπόνουν· καὶ εἷλόν γε τὸ πᾶν γένος ὑποχείριον, ὡς ἁπανταχοῦ γῆς, ἀθεότητος ἀνεγεῖραι στήλας, νεώς τε καὶ ἱερὰ ψευδωνύμου θεολογίας καθ' ἑκάστην γωνίαν συνίστασθαι. Οἱ γοῦν τότε κρατεῖν νομιζόμενοι, τοσοῦτο καταδεδούλωντο τῇ πλάνῃ, ὡς ὁμοφύλων καὶ συγγενῶν φόνοις τοῖς αὐτῶν καλλιερεῖν θεοῖς, καὶ τὰ ξίφη θήγειν κατὰ τῶν προμάχων τῆς ἀληθείας, πόλεμόν τε ἄσπονδον καὶ ἀθέους αἴρεσθαι χεῖρας, οὐ κατ' ἐχθρῶν ἀλλοφύλων καὶ ἀπεξενωμένων, κατὰ δὲ τῶν συνεστίων καὶ φίλων, κατά τε ἀδελφῶν καὶ συγγενῶν καὶ φιλτάτων, οἳ δὴ σεμνότητι βίου, σωφροσύνῃ τε καὶ θεοσεβείας ἀληθοῦς ἐγχειρήμασι, τιμᾷν τὸ θεῖον καὶ σέβειν διεγνώκεσαν. Ἀλλ' οἱ μὲν, ὧδέ πη μανίᾳ φρενῶν, τοὺς τῷ Βασιλεῖ τῶν ὅλων καθωσιωμένους, τοῖς αὐτῶν δαίμοσι κατέσφαττον· οἱ δὲ τῆς ἀληθοῦς εὐσεβείας γενναῖοι μάρτυρες, καὶ ζωῆς αὐτῆς τὸν ὑπὲρ ἀληθείας εὐκλεῆ θάνατον προτιμᾷν μεμελετηκότες, παρ' οὐδὲν τὴν τοσαύτην ἐτίθεντο τυραννίδα· οἷα δὲ Θεοῦ στρατιῶται, καρτερίας ἀρετῇ φραξάμενοι, πάντα τρόπον θανάτου, γέλωτα ἔθεντο· πῦρ καὶ σίδηρον καὶ προσηλώσεις, θῆράς τε ἀγρίους καὶ θαλάσσης βυθοὺς, ἀποτομὰς μελῶν καὶ καυτῆρας, ὀφθαλμῶν ἐξορύξεις, τοῦ παντὸς σώματος ἀκρωτηριασμοὺς, λιμὸν ἐπὶ τούτοις καὶ μέταλλα καὶ δεσμὰ, παντὸς καλοῦ καὶ ἡδονῆς ἁπάσης ταῦτα γλυκίονα ἡγησάμενοι, δι' ἔρωτα καὶ πόθον τὸν πρὸς τὸν αὐτῶν
a great god they proclaimed death; then, as being in no way subject to reckonings because of the dissolution wrought by death, they passed their lives doing deeds worthy of ten thousand deaths, and lived a life unlivable, neither taking God into mind, nor expecting tribunals of divine judgement, nor rekindling the memory of their own substance in soul, but having death as their one dread patron, and having persuaded themselves that the corruption of bodies resulting from it is the dissolution of the whole, they proclaimed Death a great and wealthy god — and therefore also Pluto. And Death was not a god to them alone, but also the things prized before it, namely those contributing for them towards a voluptuous life. A god to them, accordingly, was the pleasure of the flesh, a god nourishment, a god the sprouting of these things, a god the growth of tree-fruits, a god luxury through drunkenness, a god the desire of bodies, a god the pleasure of these; hence the mysteries of Demeter and Pherephatta, and the carrying off of Kore by Aidoneus, and again her sending back up; hence the initiations of Dionysus, and Heracles overcome by drunkenness as by a stronger god; hence the adulterous orgies of Eros and Aphrodite; hence Zeus himself mad after women and enamoured of Ganymede, and wanton fabrications of myths about pleasure-loving and passion-loving gods. With so many shafts, indeed, of God-fighting error did those dread barbarians and enemies to the King of all wear down those upon earth; and they took the whole race subject under their hand, so as to set up pillars of godlessness everywhere on earth, and to establish temples and sanctuaries of falsely named theology in every corner. Those, accordingly, who at that time were deemed to hold sway had been so enslaved to error as to offer auspicious sacrifices to their gods by murders of fellow-tribesmen and kinsfolk, and to sharpen their swords against the champions of the truth, and to raise truceless war and godless hands, not against foreign and alienated enemies, but against hearth-mates and friends, and against brothers and kinsfolk and dearest ones, who by gravity of life, temperance, and undertakings of true reverence towards God had resolved to honour and worship the divine. Yet while those men, somewhat thus in madness of mind, slaughtered to their demons those consecrated to the King of all, the noble martyrs of true piety, having practised preferring a glorious death for the truth even to life itself, counted so great a tyranny as nothing; and like soldiers of God, having fenced themselves with the virtue of endurance, they made every mode of death a laughing-stock — fire and iron and nailings, wild beasts and deeps of the sea, cuttings off of limbs and branding-irons, gougings out of eyes, mutilations of the whole body, and upon these famine and mines and bonds — deeming these things sweeter than every good and every pleasure, through love and longing towards their
Notes, col. 1353

On the reading

Printed σφων, for σφῶν.

PG 20:1356Read from the page
βασιλέα· θηλειῶν τε ὡσαύτως νεανικαὶ ψυχαὶ, τῶν ἀνδρῶν οὐχ ἧττον ἠῤῥενωμέναι, αι μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι, ἴσα τῆς ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἱ δ' ἐπὶ φθορᾷ τῶν σωμάτων ἑλκόμεναι, θᾶττον τὴν ψυχὴν θανάτῳ, ἢ τὸ σῶμα παραδεδώκασι, μυρίαι τε ἄλλαι πρὸς τῶν κατ' ἔθνος ἀρχόντων, πορνείας ἀπειλὴν μηδ' ἄκροις ὠσὶν ἐπακοῦσαι δεδυνημέναι, πᾶν εἶδος στρεβλωτηρίων, πᾶσάν τε ψῆφον θανατηφόρον εὐθαρσῶς ὑπέστησαν. Ἀλλ' οἱ μὲν τοῦ μεγάλου Βασιλέως πρόμαχοι, τῆς πολυθέου στρατιᾶς ὧδέ πη τοὺς ἄθλους ψυχῆς ἐῤῥωμένῳ λογισμῷ κατηγωνίζοντο· οἱ δ' ἐχθροὶ τῷ θεῷ, καὶ τῆς ἀνθρώπων πολέμιοι σωτηρίας, παντὸς ἀνημέρου βαρβάρου χείρους, τοιαύταις ἔχαιρον ἀνθρωπίνων αἱμάτων σπονδαῖς· οἵ τ' αὖ τούτων ὑπηρέται τοιαύτας αὐτοῖς προπόσεις ἐξ ἀδίκου μιαιφονίας προὔπινον, πικρὰν ταύτην καὶ ἀσεβῆ πανδαισίαν ἐπ' ὀλέθρῳ τοῦ κοινοῦ γένους αὐτοῖς παρασκευάζοντες. Τούτων ὧδε ἐχόντων, τίν' ἐχρῆν τὸν τῶν καταπονουμένων βασιλέα Θεὸν διαπράξασθαι; Ἆρά γε τὴν τῶν φιλτάτων παρελθεῖν σωτηρίαν, καὶ παριδεῖν οὕτω τοὺς οἰκείους πολιορκουμένους; Ἀλλ' οὔτε κυβερνήτης οὔπω ποτ' ἂν λεχθείη σοφὸς, εἰ κατὰ βυθῶν αὔτανδρον τὸ σκάφος ἐκδώσει, μηδὲν παρ' ἑαυτοῦ πρὸς τὴν τῶν ἐμπλεόντων σωτηρίαν πορισάμενος· οὔτε στρατηγὸς οὔπω ποτ' ἂν γένοιτο ἀφειδὴς, ὡς τοὺς αὐτοῦ γνωρίμους ἀτιμωρητὶ τοῖς ἐχθροῖς παραχωρῆσαι· ἀλλ' οὐδὲ ποιμὴν ἀγαθὸς, τῆς αὐτοῦ ποίμνης τὸ πεπλανημένον ἀπαθῶς παρίδοι ἂν θρέμμα, ἀλλὰ τὰ μὲν εὖ ἔχοντα αὐτῷ, ἐν ἀσφαλεῖ κείμενα καταλείψει, τῆς δὲ τοῦ πεπλανημένου χάριν σωτηρίας, πᾶν ὁτιοῦν καὶ πάθοι, εἰ καὶ πρὸς θῆρας ἀγρίους συμπλακῆναι δέοι. Ἀλλ' οὐκ ἦν ἀλόγου θρέμματος ἡ σπουδὴ τῷ μεγάλῳ Βασιλεῖ, τὸ δὴ πᾶν αὐτῷ, τῆς οἰκείας στρατιᾶς καὶ τῶν δι' αὐτὸν πολεμουμένων χάριν, ἐσπουδάζετο· ὧν τοὺς ἀγῶνας καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἀποδεξάμενος, τοὺς μὲν τὴν πρὸς αὐτὸν στειλαμένους πορείαν, τοῖς παρ' αὐτῷ νικητηρίοις τιμήσας, ταῖς κατ' οὐρανὸν ἀγγελικαῖς ἐνέγραφε χορείαις· τοὺς δ' ἐπὶ γῆν ἐφύλαττεν, εὐσεβείας ζώπυρα σπέρματα τοῖς ὀψιγόνοις, θεατὰς ἅμα τῆς κατὰ τῶν ἀσεβῶν δίκης, καὶ τῆς τῶν πεπραγμένων ἱστορίας ἐξηγητὰς γενησομένους· εἶτ' ἐπὶ τὴν ἄμυναν τῶν πολεμίων τὴν αὐτοῦ δεξιὰν ἐκτείνας, ὑπὸ νεύματι, τοὺς μὲν ἀθρόως ἀφανεῖς κατεστήσατο, θεηλάτοις πληγαῖς προτιμωρησάμενος, αὐτούς τε οἰ-
King; and likewise the valiant souls of women, rendered no less manly than the men, some having undergone the same contests as the men, carried off equal prizes of virtue, while others, being dragged away for the corruption of their bodies, surrendered their soul to death sooner than their body, and countless others, unable to hear even with the tips of their ears the threat of fornication from the rulers of each nation, courageously endured every kind of instrument of torture and every death-dealing vote. Thus then the champions of the Great King contended throughout the struggles against the polytheistic host with resolute reasoning of soul; whereas the enemies of God, and foes of the salvation of men, worse than every savage barbarian, rejoiced in such libations of human blood; and their ministers in turn pledged such draughts to them out of unjust bloodshed, preparing for them this bitter and impious banquet for the ruin of the common race. Matters standing thus, what ought God, the King of those who were being worn down, to have accomplished? Ought He indeed to have passed by the salvation of those dearest [to Him], and thus to have overlooked His own being besieged? Yet neither could a helmsman ever at any time be called wise, if he should give up his vessel crew and all into the depths, having provided nothing from himself towards the safety of those sailing in it; nor could a general ever at any time become so unsparing as to abandon his own acquaintances unavenged to the enemies; nay, not even a good shepherd would impassively overlook the wandering sheep of his flock, rather he will leave behind those of his that are well off lying in safety, while for the sake of the salvation of the wandering one he would even suffer anything whatsoever, even if it were necessary to grapple with wild beasts. Yet the zeal of the Great King was not for an irrational sheep, rather the whole was earnestly cared for by Him for the sake of His own host and of those warred against on His account; Whose contests and labours on behalf of piety having approved, some, who had set out upon the journey towards Him, having honoured with the prizes of victory that are with Him, He enrolled in the angelic choirs in heaven; while others He preserved upon earth as living sparks and seeds of piety for posterity, to become at once spectators of the justice against the impious and expounders of the history of the things accomplished; then, having stretched forth His own right hand for vengeance upon the enemies, at a nod, He rendered them altogether unseen, having first punished them with God-sent strokes, and them with their
Notes, col. 1356

On the reading

Printed αι, for αἱ.

PG 20:1357Read from the page
κείοις χείλεσι, τὴν παλινῳδίαν τῆς τῶν πεπλημμελημένων σφίσιν αὐτοῖς, καὶ μὴ βουλομένοις, ᾆσαι καταναγκάσας· τοὺς δ' ἀπὸ χθονὸς ἤγειρεν, ὑψώσας τοὺς πάλαι ταπεινοὺς καὶ πρὸς ἁπάντων ἀπεγνωσμένους. Καὶ τοῦθ' ὁ μέγας Βασιλεὺς οὐρανόθεν ἐνήργει, ὁπλίτην ἄμαχον τὸν αὐτοῦ θεράποντα προστησάμενος· χαίρει γὰρ ὧδε προσφωνούμενος εὐσεβείας ὑπερβολῇ βασιλεύς· ὃν δὴ νικητὴν παντὸς τοῦ τῶν πολεμίων ἀπέφηνε γένους, ἕνα κατὰ πολλῶν ἐγείρας· οἱ μὲν γὰρ ἦσαν μυρίοι, πολλοί τε πολλῶν, ἅτε δαιμόνων φίλοι, μᾶλλον δὲ οὐδὲν ἦσαν, ὅθεν οὐδ' εἰσίν· ὁ δ' ἐξ ἑνὸς εἷς βασιλεὺς, εἰκὼν ἑνὸς τοῦ παμβασιλέως· καὶ οἱ μὲν, ἀθέῳ ψυχῇ, τοὺς εὐσεβεῖς ἄνδρας μιαιφόνοις ἀνῄρουν σφαγαῖς· ὁ δὲ, τὸν αὐτοῦ Σωτῆρα μιμούμενος, καὶ μόνον σώζειν εἰδὼς, καὶ τοὺς ἀθέους ἔσωζεν, εὐσεβεῖν διδάσκων. Εἶθ', οἷα νικητὴς ἀληθῶς, τὸ διττὸν ἐκεῖνο βαρβάρων ἐνίκα γένος, ἀνδρῶν μὲν τὰ ἀνήμερα φῦλα λογικαῖς ἐξημερῶν πρεσβείαις, καὶ τοὺς κρείττονας εἰδέναι καὶ μὴ ἀγνοεῖν ἐπαναγκάζων, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νομικὸν μεθαρμοζόμενος, τὸ δ' ἀπηνὲς καὶ ἀπηγριωμένον τῆς ἀφανοῦς δαιμόνων φύσεως, ἔργοις αὐτοῖς ἀπελέγχων, ὑπὸ τοῦ κρείττονος πάλαι νενικημένον. Ὁ μὲν γὰρ κοινὸς τῶν ὅλων Σωτὴρ τοὺς ἀφανεῖς ἀφανῶς ἠμύνατο, ὁ δ' οἷα μεγάλου βασιλέως ὕπαρχος, τοῖς νενικημένοις ἐπεξῄει, τοὺς πάλαι νεκροὺς καὶ ἀπολωλότας σκυλεύων, καὶ τὰ λάφυρα διανέμων ἀφθόνως τοῖς τοῦ νικητοῦ στρατιώταις.
own lips, even against their will, having compelled to sing the recantation of the offences committed by themselves; while the others He raised up from the earth, having exalted those who of old were lowly and despaired of by all. And this the Great King wrought from heaven, having set forward His own servant as an invincible man-at-arms; for by an excess of piety the emperor rejoices in being thus addressed; whom indeed He showed forth as victor over the whole race of the enemies, having raised up one against many; for they indeed were countless, and many [friends] of many, inasmuch as they were friends of demons, or rather they were nothing, whence neither do they exist; whereas he is one emperor from One, an image of the One All-Sovereign; and they indeed, with godless soul, were destroying pious men with murderous slaughters; whereas he, imitating his own Saviour, and knowing only how to save, was saving even the godless, teaching them to practise piety. Then, like a victor truly, he conquered that twofold race of barbarians, taming the savage tribes of men by rational embassies, and compelling them to know their superiors and not be ignorant of them, refashioning them out of a lawless and beastlike life unto what is rational and lawful, while refuting by very deeds the harsh and brutal element of the unseen nature of demons as having long ago been vanquished by the Mightier One. For whereas the common Saviour of all invisibly avenged Himself upon the unseen ones, he, like a prefect of the Great King, proceeded against the vanquished, despoiling those long since dead and perished, and distributing the spoils unstintingly to the soldiers of the Victor.
PG 20:1360Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Ἐπειδὴ γὰρ συνεῖδε μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη, τῆς πλάνης τὰ μορμολύκεια, ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, καὶ ταῦτα ἐκποδὼν ᾤετο δεῖν ἆρασθαι, ὥσπερ τινὰ λίθων ἐγκόμματα, τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν ποδῶν ἐῤῥιμμένα, λεῖάν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσαι πορείαν· ταῦτ' οὖν διανοηθεὶς, οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδίας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων, πρὸς τὴν ὑπηρεσίαν ἀπήρκουν· οὓς ἑνὶ νεύματι, κατὰ πᾶν ἔθνος διεπέμπετο· οἱ δ' εὐσεβείᾳ πίσυνοι μυριάνδρων δήμων τε καὶ λαῶν μέσον παριόντες, ἀνὰ πάσας πόλεις τε καὶ χώρας, πολυχρονίου πλάνης ἐποιοῦντο φωρὰν, αὐτοὺς τοὺς ἱερωμένους σὺν πολλῷ γέλωτι καὶ σὺν αἰσχύνῃ παράγειν εἰς φῶς ἐκ σκοτίων μυχῶν τοὺς αὐτῶν θεοὺς, παρακελευόμενοι· κἄπειτα ἀπογυμνοῦντες τοῦ φάσματος, καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι, εἶτ' ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν λυσιτελὲς καὶ ὅσον αὐτοῖς ἀναγκαῖον ἐνομίζετο, ἐν ἀσφαλεῖ τιθέμενοι, συνεῖχον, τὸ δ' ἄλλως περιττὸν καὶ ἄχρηστον, εἰς μνήμην αἰσχύνης παρεχώρουν τοῖς δεισιδαίμοσιν. Οἷον δὲ καὶ τόδ' ἔρεξε βασιλεὺς ὁ θαυμάσιος· ὡς γὰρ καὶ τῶν νεκρῶν εἰδώλων τὰ τῆς πολυτελοῦς ὕλης τὸν ἀποδοθέντα τρόπον ἐσκυλεύετο, τὰ λοιπὰ μετῄει ἀνδρείκελα χαλκοῦ πεποιημένα· δέσμιοι δῆτα καὶ οἵ γε μύθων θεοὶ γεγηρακότων, τριχῶν ὑφάσμασιν ἤγοντο περιβληθέντες· κἀπὶ τούτοις ὁ μέγας βασιλεὺς ὥσπερ τινὰ πολυφεγγῆ πυρσὸν ἐξάψας, μή πη λανθάνοι κρύφιόν τι πλάνης λείψανον, ὄμματι βασιλικῷ περιεσκόπει· οἷα δέ τις οὐρανοπετὴς ἀετῶν ὀξυωπέστατος, ἄνωθεν ἀφ' ὑψηλοῦ τὰ ποῤῥωτάτω διεστῶτα κατὰ γῆς ἴδοι, ὧδε καὶ αὐτὸς τῆς αὐτοῦ καλλιπόλεως τὴν βασιλικὴν ἀμφιπολεύων ἑστίαν, δεινόν τι ψυχῶν θήρατρον ἐπὶ τοῦ Φοινίκων λανθάνον ἔθνους, ἐξ ἀπόπτου συνεῖδεν· ἄλσος δὲ τοῦτ' ἦν καὶ τέμενος, οὐκ ἐν μέσαις πόλεσιν, οὐδ' ἐν ἀγοραῖς καὶ πλατείαις, ὁποῖα τὰ πολλὰ κόσμου χάριν ταῖς πόλεσι φιλοτιμεῖται. Τὸ δὲ ἦν ἔξω πάτου τριόδων τε καὶ λεωφόρων, αἰσχρῷ δαίμονι Ἀφροδίτης, ἐπ' ἀκρωρείας μέρει τοῦ Λιβάνου καθιδρυμένον. Σχολή τις ἦν αὕτη κακοεργίας ἅπασιν ἀκολάστοις, πολλῇ τε ῥᾳστώνῃ διεφθορόσι τὰ σώματα. Γύνιδες γοῦν τινες ἄνδρες, οὐκ ἄνδρες, τὸ σεμνὸν τῆς φύσεως ἀπαρνησάμενοι, θηλείᾳ νόσῳ τὴν δαίμονα ἱλεοῦντο, γυναικῶν τε αὖ παράνομοι ὁμιλίαι, κλεψίγαμοί τε φθοραὶ, ἄῤῥητοί τε καὶ ἐπίῤῥητοι πράξεις, ὡς ἐν ἀνόμῳ καὶ ἀπροστάτῃ χώρῳ κατὰ τόνδε τὸν νεὼν ἐπεχείρουν· ἔφορός τε οὐδεὶς ἦν τῶν πραττομένων, τῷ μηδένα
For since he perceived the multitudes fearing in vain, after the manner of senseless infants, the bugbears of error wrought out of matter of gold and silver, he thought he ought to take these also out of the way, just like certain stumbling-blocks of stones cast down before the feet of those walking in darkness, and for the rest to throw open plain and level for all the royal highway; having pondered these things, therefore, he deemed that he had no need of men-at-arms and a multitude of a camp for the refutation of these, rather one alone and a second of those known to him sufficed him for the service; whom with a single nod he dispatched throughout every nation; and they, trusting in piety, passing into the midst of ten-thousand-strong townships and peoples, throughout all cities and districts, made a detection of long-standing error, bidding the priests themselves with much laughter and with shame to bring forth into the light out of dark recesses their own gods; and thereafter stripping off their outward guise, and displaying to the eyes of all the ugliness within the painted form, then scraping off what seemed serviceable of the matter, and testing it by smelting-pot and fire, what was profitable and as much as was accounted necessary to them they laid in safety and kept together, while what was otherwise superfluous and useless they yielded up as a memorial of shame to the superstitious. And such a deed as this also did the marvellous emperor perform: for just as those of the dead idols made of costly matter were despoiled in the manner set forth, he went after the remaining effigies of men wrought of bronze; in bonds indeed even the very gods of superannuated myths were led away wrapped round in webs of hair; and upon these things the great emperor, as though having kindled some brightly shining torch, surveyed round about with royal eye lest anywhere some hidden remnant of error should lie concealed; and just as some sky-flying eagle keenest of sight might from above on high behold the things standing farthest apart upon earth, thus he too, while tending the royal hearth of his own fair city, perceived from afar a certain dreadful snare of souls lying hid in the nation of the Phoenicians; and this was a grove and precinct, not in the midst of cities, nor in marketplaces and broad streets, such as are mostly lavished upon cities for ornament's sake. Rather it was outside the beaten track of crossroads and highways, established for the shameful demon of Aphrodite upon a part of the mountain-ridge of Lebanon. This was a certain school of wickedness for all licentious persons and those who with great indolence had corrupted their bodies. Certain effeminate men, at any rate, men that were no men, having renounced the dignity of nature, propitiated the demon with a female disease, and unlawful consortings of women in turn, and adulterous corruptions, and unspeakable and infamous deeds, as in a lawless and rulerless place, were attempted at this temple; and there was no overseer of the things being done, because none
PG 20:1361Read from the page
σεμνῶν αὐτόθι τολμᾷν παριέναι. Ἀλλ' οὐχὶ καὶ βασιλέα τὸν μέγαν ἦν τὰ τῇδε δρώμενα λανθάνειν, αὐτοπτήσας δὲ ταῦτα βασιλικῇ προμηθείᾳ, οὐκ ἄξιον εἶναι ἡλίου αὐτοῦ τὸν τοιόνδε νεὼν ἔκρινεν, αὐτοῖς δὲ ἀφιερώμασιν ἐκ βάθρων τὸ πᾶν ἀφανισθῆναι κελεύει· ἐλύετο δῆτα αὐτίκα βασιλικῷ νεύματι, τὰ τῆς ἀκολάστου πλάνης μηχανήματα, χείρ τε στρατιωτικὴ τῇ τοῦ τόπου καθάρσει διηκονεῖτο· σωφρονεῖν δ' ἐμάνθανον ἀπειλῇ βασιλέως, οἱ μέχρι τοῦδε ἀκόλαστοι. Ἀλλὰ γὰρ ὧδε καὶ τὰ τῆς λαοπλάνου φάσματα κακίας ἐμφανῆ τοῖς πᾶσι καταστησάμενος βασιλεὺς, τὸν αὐτοῦ Σωτῆρα τοῖς πᾶσιν ἀνεκήρυττεν· οὐκ ἦν τε ἀρωγὸς οὐδεὶς, οὐδ' ἐπαμύνων τοῖς ἑαλωκόσιν, οὐ δαίμων, οὐ θεὸς, οὐ χρησμῳδὸς, οὐ μάντις· οὐδὲ γὰρ ἔτι σκοτίῳ ζόφῳ αἱ τῶν ἀνθρώπων ἐκαλινδοῦντο ψυχαὶ, θεοσεβείας δὲ ἀπλανοῦς ἀκτῖσι πεφωτισμέναι, τοῖς μὲν αὐτῶν προπάτορσι κατεμέμφοντο ἀγνωσίαν, ἠλέουν τε αὐτοὺς τῆς ἀβλεψίας, σφᾶς δὲ αὐτὰς μακαρίας ἀπέφαινον, ὡς ἂν δεινῆς ἠλευθερωμέναι πλάνης. Οὕτω δῆτα ἐν βραχεῖ, Θεοῦ μεγάλου βουλῇ, βασιλέως τε ὑπουργίᾳ, πᾶν τὸ τῶν ἐχθρῶν καὶ πολεμίων, ὁρωμένων τε καὶ ἀφανῶν, ἀνῄρητο γένος, εἰρήνη τε λοιπὸν ἀγαθὴ καὶ κουροτρόφος τὸ πάντων ἀνθρώπων διελάμβανεν οἰκητήριον· καὶ οὐκ ἔτ' ἦσαν πόλεμοι, ὅτι μηδὲ θεοί. Ἀλλ' οὐδὲ μάχαι κατ' ἀγροὺς καὶ κατὰ πόλεις, οἷαι τὸ πρὶν, ὅτε τὰ δαιμόνων ἐπήνθει· καὶ οὐκέθ' αἱμάτων παρ' ἀνθρώποις ἐκχύσεις, ὡς ὅτε τὰ τῆς πολυθέου μανίας ἤκμαζεν.
of the respectable dared to pass in thither. Yet neither was it possible for the things being done there to escape the notice of the great emperor also; rather, having inspected these things in person with royal forethought, he judged such a temple not to be worthy of the sun itself, and orders the whole together with its votive offerings to be obliterated from its foundations; straightway indeed at the royal nod the contrivances of licentious error were undone, and a military hand ministered to the cleansing of the place; and those hitherto licentious learned self-control through the threat of the emperor. So then, having thus rendered manifest to all the guises also of people-misleading wickedness, the emperor proclaimed his own Saviour to all; and there was no helper, nor any defending those who had been captured, neither demon, nor god, nor oracle-chanter, nor diviner; for no longer did the souls of men wallow in shadowy gloom, rather, illumined by the rays of unerring godliness, they blamed ignorance upon their forefathers, and pitied them for their blindness, while pronouncing themselves blessed, inasmuch as they had been freed from dreadful error. Thus indeed within a short space, by the counsel of the great God, and by the ministry of the emperor, the whole race of enemies and foes, both visible and unseen, had been destroyed, and thenceforth goodly and youth-nourishing peace encompassed the dwelling-place of all men; and wars were no more, because neither were there gods. Nay, neither were there battles throughout fields and throughout cities, such as formerly, when the affairs of demons flourished; and no longer outpourings of blood among men, as when the madness of polytheism was at its height.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Ὥρα δ' οὖν τὰ νέα τοῖς παλαιοῖς ἀντιπαραβάλλειν, καὶ τὴν ἐπὶ τὰ κρείττω ῥοπὴν ἐκ τῆς τῶν χειρόνων ἀντιπαραθέσεως ἐπισκοπεῖν, διακρίνειν τε καὶ συνορᾷν, ὡς πάλαι μὲν πρόπυλα καὶ τεμένη, ἄλση τε καὶ ἱερὰ κατὰ πᾶσαν πόλιν αὐτοῖς φιλοπόνως ἐξέκειτο, ἀναθήμασί τε πάνυ πολλοῖς ἐστεφανοῦντο οἱ ναοί. Καὶ θεῶν μὲν πολὺς ἦν ὁ παρὰ τοῖς τότε τυράννοις λόγος, ἔθνη τε καὶ δῆμοι κατ' ἀγροὺς καὶ πάντα τόπον, ἤδη τε κατ' οἴκους ἐν αὐτῶν αὐτοῖς ταμείοις τε καὶ θαλάμοις καὶ ἀγάλμασιν ἐτίμων τὰ πάτρια·
Now therefore it is time to set the new things side by side against the old, and to examine the inclination towards the better from the comparison of the worse, and to discern and view together how of old gateways and precincts, groves and sanctuaries were laboriously set out for them throughout every city, and the temples were crowned with very many votive offerings. And much was the account taken of gods among the tyrants of that time, and nations and peoples throughout fields and every place, and already throughout houses in their own very chambers and bedchambers, honoured too with statues their ancestral [rites];
PG 20:1364Read from the page
τῆς δ' εὐσεβείας αὐτοῖς ὁ καρπὸς, οὐ τὰ νῦν ὀφθαλμοῖς ὁρώμενα τῆς πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνης, πάντα δὲ τἀναντία τούτοις, πόλεμοι, καὶ μάχαι, καὶ στάσεις· αἷς διὰ παντὸς τοῦ βίου κατατριβόμενοι, αἵμασι καὶ φόνοις ἐμφυλίοις τὰς ἑαυτῶν ἐπλήρουν χώρας· οἱ δέ τ' αὖ πρὸς αὐτῶν τιμώμενοι, μαντείαν μὲν καὶ χρησμοὺς καὶ μελλόντων προγνώσεις, σὺν κολακείᾳ πολλῇ τοῖς τότε κρατοῦσιν ἐπηγγέλλοντο, τὸν δέ σφων ὄλεθρον οὐκ ἔγνωσαν προγνῶναι, οὐδὲ προφῆσαι σφίσιν αὐτοῖς· ὃ δὴ καὶ μέγιστον γένοιτ' ἂν δεῖγμα τοῦ τῆς ἀπάτης ἐλέγχου. Οὐδεὶς γοῦν πώποτε τῶν ἐπὶ χρησμοῖς πάλαι θαυμαζομένων, τὴν εἰς ἀνθρώπους ἔκλαμψιν τοῦ κοινοῦ Σωτῆρος προηγόρευσεν, οὐδὲ τὸ νέον κήρυγμα τῆς ὑπ' αὐτοῦ προβληθείσης θεογνωσίας· ἀλλ' οὐδ' αὐτὸς ὁ Πύθιος συνῆκεν, οὐδ' ἕτερος τῶν μεγαλοδαιμόνων τὴν οἰκείαν ἐρημίαν, οὐδὲ τὸν πολιορκητὴν ἐθέσπισεν, οὐδὲ τὸν αὐτῶν καθαιρέτην ἐμαντεύσατο. Τίς δὲ χρησμῳδὸς ἢ μάντις, τὰ μὲν αὐτῶν σεμνὰ νέου τινὸς ἐπιφανέντος τῷ βίῳ σβεσθήσεσθαι, τὴν δ' εἰς τὸν πάντων Βασιλέα γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις παραδοθήσεσθαι προηγόρευσεν; Τίς τὸ σεμνὸν τουτὶ καὶ θεοσεβὲς βασίλειον, αὐτόν τε τὸν καλλίνικον ἡμῶν, τά τε κατὰ δαιμόνων αὐτῷ πανταχοῦ γῆς ἀνεγηγερμένα τρόπαια, καὶ τῶν ὑψηλῶν τὸν ἀφανισμὸν προέγνω; Τὴν δὲ διὰ πυρὸς χωνείαν, καὶ τὴν ἐξ ἀχρήστου ἰδέας εἰς ἀναγκαίας χρήσεις τῶν ἀψύχων μεταβολὴν, τίς πώποτε ἡρώων διεστείλατο; Χωνευομένων δ' αὐτοῖς τῶν ξοάνων, εἰς λεπτόν τε γελοίως κατακοπτομένων, τίς πώποτε θεῶν ἐμνημόνευσεν; Ποῖ δ' ἦσαν οἱ τούτων ἀρωγοὶ, μὴ οὐχὶ ἐπαμύνειν τοῖς αὐτῶν ἀφιερώμασιν ὑπ' ἀνθρώπων ἀφανιζομένοις; Ποῖ ποτ' ἦσαν οἱ τοὺς πολέμους τὸ πρὶν ἐνεργοῦντες, τούς σφων πολιορκητὰς ἐν βαθυτάτῃ διατελοῦντας εἰρήνῃ θεώμενοι; Ποῖ δὲ οἱ τούτοις ὡς θεοῖς ἐπιθαρσοῦντες, καὶ πεποιθήσει ματαίᾳ τοὺς λογισμοὺς ἐπαιρόμενοι, οἱ τὴν μὲν πλάνην εἰς ὕψος ἐγείραντες, πόλεμον δ' ἀκήρυκτον κατὰ τῶν προμάχων τῆς ἀληθείας ἀράμενοι; Κακοὶ κακῶς ἀπολώλασι. Ποῖ δὴ τὸ τῶν θεομάχων γιγάντων στίφος, καὶ τῶν δρακόντων τὰ συρίγματα, οἳ τὰς γλώττας ἀκονήσαντες, φωνὰς ἀθέους κατὰ τοῦ παμβασιλέως ἠφίεσαν; Ἀλλ' οἱ μὲν τῷ Βασιλεῖ τῶν ὅλων πεπολεμωμένοι, πολυπληθείᾳ θεῶν θαῤῥοῦντες, σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμνόντων, ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι· ὁ δ' εὐσεβείας θώρακι πεφραγμένος, τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον, ὥσπερ τι φόβητρον
yet the fruit of their piety for them was not the things now seen by our eyes of peace towards one another, rather all the opposites to these, wars, and battles, and factions; worn down by which throughout their whole life, they filled their own lands with blood and civil slaughters; and those in turn honoured by them promised divination and oracles and foreknowledge of things to come with much flattery to those who then held power, yet their own destruction they knew not how to foreknow, nor to foretell to themselves; which very thing might well become the greatest proof in refutation of their deceit. None at any rate ever at any time of those admired of old for oracles foretold the shining forth unto men of the common Saviour, nor the new proclamation of the knowledge of God set forth by Him; nay, neither did the Pythian himself understand, nor did any other of the great demons prophesy his own desolation, nor his besieger, nor divine their destroyer. And what oracle-chanter or diviner foretold that their revered rites would be quenched when a certain new One appeared in life, and that knowledge of and piety towards the King of all would be delivered to all men? Who foreknew this august and godly empire, and our gloriously triumphant [ruler] himself, and the trophies raised up by him everywhere on earth against demons, and the obliteration of the high places? And the smelting by fire, and the transformation of lifeless things out of a useless form into necessary uses, who of heroes ever at any time enjoined? And of their carved images being smelted down and laughably chopped up into small pieces, who of gods ever at any time made mention? And where were their helpers, so as not to defend their own votive offerings when being obliterated by men? Where ever were those who formerly wrought wars, beholding their own besiegers continuing in deepest peace? And where were those who placed confidence in these as gods, and lifted up their thoughts in vain persuasion, who raised up error on high, while taking up war without truce against the champions of the truth? Wretches, they have wretchedly perished. Where indeed is the throng of God-fighting giants, and the hissings of the dragons, who having sharpened their tongues uttered godless voices against the All-Sovereign? Yet they indeed, having made themselves enemies to the King of all, trusting in a great multitude of gods, came on with great might of a military force, holding before themselves phantoms of the weary dead in lifeless statues; while he, fenced with the breastplate of piety, the saving and life-giving sign, like some terror