ἐξ ἀριθμῶν συγκειμένῃ, τριάδων μονάδων τε τριπλασιόνων· ὧν ἡ μὲν πρώτη τριὰς, μονάδος ἂν γένοιτο ἔγγονος, μονὰς δὲ μήτηρ ἀριθμῶν, μηνῶν θ' ἁπάντων καὶ ὡρῶν καὶ ἐνιαυτῶν πάσης τε χρόνων περιόδου πρεσβεύουσα ἤδη, καὶ παντὸς πλήθους ἀρχὴ, καταβολή τε καὶ στοιχεῖον, εἰκότως ἂν ῥηθείη μονὰς, παρὰ τὸ μένειν ὠνομασμένη· ὅτι δὴ μειουμένου καὶ αὐξομένου παντὸς πλήθους, κατὰ τὴν τῶν ἀριθμῶν ὑφαίρεσίν τε καὶ προσθήκην, μόνη μονὰς στάσιν καὶ μονὴν εἴληφε, μεμονωμένη πληθύος ἁπάσης, καὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἀριθμῶν, φέρουσά τε εἰκόνα τῆς ἀμερίστου καὶ διακεκριμένης τῶν ἄλλων οὐσίας, ἧς δυνάμει καὶ μετοχῇ ἡ τῶν ὄντων ἁπάντων συνέστηκε φύσις. Μονὰς γὰρ παντὸς δημιουργὸς ἀριθμοῦ, ἐπείπερ κατὰ σύνθεσιν καὶ προσθήκην μονάδων, πᾶν πλῆθος κρατύνεται· οὐδ' ἔστιν ἄλλως δίχα μονάδος, οὐσίαν ἀριθμῶν ἐπινοῆσαι· αὕτη δ' ἐκτὸς ἂν εἴη πλήθους, ποῤῥωτάτω τε καὶ κρείττων ἀριθμοῦ παντὸς, πάντα ποιοῦσα καὶ ὑφισταμένη, τεινομένη δὲ ὑπ' οὐδενὸς πώποτε. Τριὰς δὲ ταύτῃ συγγενὴς, ἄσχιστος ὡσαύτως καὶ ἀδιαίρετος, καὶ πρώτη τῶν ἐξ ἀρτίων καὶ περιττῶν ἀριθμῶν συνεσταμένων· ἄρτιος γὰρ ὁ δύο μονάδα προσλαβὼν, τριάδος πρώτην περιττὴν ἐγέννησε φύσιν· πρώτη δὲ τριὰς δικαιοσύνην ἀνέδειξεν, ἰσότητος καθηγησαμένη, ὡς ἂν ἀρχὴν καὶ μεσότητα καὶ τελευτὴν ἴσην ἀπολαβοῦσα· εἰκὼν δὲ ταῦτα μυστικῆς καὶ παναγίας καὶ βασιλικῆς τριάδος· ἣ τῆς ἀνάρχου καὶ ἀγενήτου φύσεως ἡρτημένη, τῆς τῶν γενητῶν ἁπάντων οὐσίας τὰ σπέρματα καὶ τοὺς λόγους καὶ τὰς αἰτίας ἀπείληφε. Καὶ τριάδος μὲν δύναμις, εἰκότως ἂν ἄρα παντὸς ἀρχὴ νομισθείη· δεκὰς δὲ τὸ πάντων ἀριθμῶν πέρας ἀπολαβοῦσα, μέχρις αὐτῆς τὸ πᾶν ἵστησι, πλήρης καὶ παντέλειος ὠνομασμένη εἰκότως, ἅτε δὴ πάσας ἰδέας καὶ πάντα μέτρα πάντων ἀριθμῶν, λόγων τε καὶ συμφωνιῶν καὶ ἁρμονιῶν, περιέχουσα. Μονάδες γοῦν αὐξηθεῖσαι κατὰ σύνθεσιν, τοῖς δέκα περιορίζονται· μητέρα τε ταύτην καὶ πηξαίωρον περιγραφὴν κτησάμεναι, ὥσπερ ἐν περιδρόμῳ καμπτῆρα περιθέουσιν. Εἶτα κύκλον ἐργασάμεναι δεύτερον, καὶ πάλιν τρίτον καὶ τέταρτον καὶ μέχρι τῶν δέκα, τὸν ἑκατὸν ἐκ δεκάδων δέκα πληροῦσι· κἄπειτα ἐπὶ τὴν πρώτην ἀνατρέχουσιν ἀφετηρίαν· κἀντεῦθεν πάλιν ἀρξάμεναι καὶ ἐπὶ τὸν δέκα προελθοῦσαι, δεκάκις τε τὸν ἑκατὸν ἀμφιδραμοῦσαι, παλίσυρτοι διὰ τῶν αὐτῶν καμπτήρων μακροὺς δολιχεύουσι διαύλους, ἐξ αὐτῶν εἰς ἑαυτὰς ἀνακυκλούμεναι. Τῶν γοῦν δέκα τὸ δέκατον, μονάς· δέκα δὲ μονάδες, μίαν ἀποφαίνουσι δεκάδα· δεκὰς δὲ πέρας μονάδων, ὅρος, καὶ καμπτὴρ καταστατικός·
out of numbers composed, of triads and threefold monads; of which the first triad would be the offspring of the monad, while the monad, mother of numbers, taking precedence already over all months and seasons and years and every circuit of times, and principle, foundation, and element of all multitude, would reasonably be called monad, named from remaining; because, while all multitude diminishes and increases according to the subtraction and addition of numbers, the monad alone has received stability and permanence, isolated from all plurality and from the numbers begotten out of it, and bearing the image of the indivisible substance separated from all others, by whose power and participation the nature of all existing things subsists. For the monad is the artificer of every number, seeing that by composition and addition of monads all multitude is established; nor is it otherwise possible apart from the monad to conceive the substance of numbers; whereas it itself would be outside multitude, farthest removed from and superior to every number, making and establishing all things, yet never extended by anything. And the triad is akin to this, likewise unsplit and undivided, and first of the numbers constituted out of even and odd; for the even number two, taking to itself the monad, begot the first odd nature of the triad; and the triad first displayed justice, leading the way in equality, inasmuch as it has received an equal beginning and middle and end; and these things are an image of the mystical and all-holy and royal Triad; which, depending upon the unoriginate and unbegotten nature, has received the seeds and the rational principles and the causes of the substance of all begotten things. And the power of the triad would therefore reasonably be deemed the principle of everything; while the decade, having received the limit of all numbers, stays the whole as far as itself, reasonably named full and all-perfect, seeing that it embraces all forms and all measures of all numbers, ratios, concords, and harmonies. Monads, accordingly, when increased by composition, are bounded by ten; and having acquired this as mother and fast-fixed boundary, they run round it like a turning-post in a racecourse. Then, having wrought a second circle, and again a third and a fourth and up to ten, they fill up the hundred out of ten decades; and next they run back to the first starting-line; and beginning again from there and advancing to ten, and running ten times round the hundred, drawn back again through the same turning-posts they run long double-courses, revolving out of themselves into themselves. Of ten, accordingly, the tenth part is a monad; and ten monads bring forth one decade; and the decade is the limit of monads, their boundary, and their settling turning-post;