Migne Reading Room

PG 19 · cols. 1109–1120 · Read from the page

Hipparchus, Commentary on the Phenomena of Aratus and Eudoxus

Hipparchus, Commentary on the Phenomena of Aratus and Eudoxus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:1109Read from the page
ἀπλανῶν ἀστέρων ἐπὶ τοῦ μεσημβρινοῦ γίνονται, ἀρχομένου τε αὐτοῦ ἀνατέλλειν ἢ δύνειν, καὶ πάλιν δύνοντος· ἔτι δ' ἐν πόσαις ἰσημεριναῖς ὥραις ἕκαστος ἀνατέλλει, ἢ δύνει· νῦν ὑπογράψομεν τὰ αὐτὰ περὶ ἑκάστου τῶν νοτιωτέρων τοῦ ζωδιακοῦ ἄστρων, καὶ αὐτῶν τῶν ιβʹ ζωδίων.
fixed stars come to be on the meridian, both as it begins to rise or set, and again as it sets; and further in how many equinoctial hours each rises or sets; now we shall note down the same things concerning each of the constellations further south than the zodiac, and the 12 signs themselves.
Τῶν μὲν οὖν νοτιωτέρων τοῦ ζωδιακοῦ κύκλου, ὅταν μὲν ὁ Ὕδρος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Καρκίνου μοί. ιθʹ μέσης ἕως Χηλῶν ιϛʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοί. γʹ μέσης ἕως Καρκίνου ιηʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῷ χάσματι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν τοῦ τε Περσέως ὁ ἐν τῇ Ἅρπῃ νεφελοειδὴς, καὶ ὁ σύνδεσμος τῶν Ἰχθύων, ὡς ἡμιπήχιον ὑπολειπόμενος τῶν ἐν τῇ κεφαλῇ τοῦ Καρκίνου λαμπρῶν γʹ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Λέοντος ὁ νοτιώτερος τῶν ἡγουμένων ἐν τῇ κεφαλῇ, καὶ τῆς Ἀργοῦς ὁ νοτιώτερος τῶν ἐν μέσῳ τῷ ἱστῷ. Ἀνατέλλει δὲ ὁ Ὕδρος ἐν ὥραις ζʹ καὶ ιεʹ μέρει.
Of those, then, further south than the zodiacal circle, when Hydrus rises, the zodiac rises together with it from the middle of the 19th degree of Cancer up to the middle of the 16th of Chelae; and there culminates from the middle of the 3rd degree of Aries up to the 18th of Cancer. And as the 1st star there rises the more northern of those in the gaping jaws, and as the last the one at the tip of the tail. And there culminates as the 1st star both, of Perseus, the nebulous one in the Harpe, and the knot of Pisces, falling short by about half a cubit, of the 3 bright stars in the head of Cancer, falling short of the meridian by about half a cubit; and as the last there culminates both, of Leo, the more southern of the preceding ones in the head, and of Argo the more southern of those in the middle of the mast. And Hydrus rises in 7 hours and a 15th part.
Ὅταν δὲ ὁ Κρατὴρ ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Λέοντος μοί. ζʹ καὶ κʹ μέσης ἕως Παρθένου μοί. ιαʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου αʹ καὶ κʹ μέσης ἕως Διδύμων μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῇ βάσει δʹ, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῷ Κήτει ϛʹ ἀστέρων. Μεσουρανοῦσι δὲ πρῶτοι μὲν ἀστέρες οἱ ἐν τῇ κεφαλῇ τοῦ Ἡνιόχου κατὰ τὸ μέσον αὐτὸ, ἔσχατοι δὲ τῶν τε Διδύμων ὁ δʹ ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ δʹ, καὶ ὁ ὑπὸ τὸν Λαγὼν λαμπρὸς ἀστὴρ ἀκατονόμαστος. Ἀνατέλλει δὲ ὁ Κρατὴρ ἐν ὥρᾳ αʹ καὶ δʹ μέρει.
And when Crater rises, the zodiac rises together with it from the middle of the 27th degree of Leo up to the middle of the 11th degree of Virgo; and there culminates from the middle of the 21st of Taurus up to the middle of Gemini. And as the 1st star there rises the more northern of the 4 in the base, and as the last the southernmost of the 6 stars in Cetus. And as the first stars there culminate those in the head of the Charioteer right at the middle, and as the last both, of Gemini, the 4th from the west of the 4 in the feet, and the unnamed bright star under Lepus. And Crater rises in 1 hour and a 4th part.
Βʹ. Ὅταν δὲ ὁ Κόραξ ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Παρθένου μοί. ιϛʹ ἕως Παρθένου μοί. γʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοί. ιδʹ ἕως Διδύμων μοί. βʹ καὶ κʹ. Καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τῆς ὀσφύος, ἔσχατος δὲ ὁ ἐν τοῖς ποσί. Μεσουρανεῖ δὲ αʹ μὲν ὁ ἐν τῇ ἡγουμένῃ χειρὶ τοῦ ἡγουμένου Διδύμου, καὶ ὁ δεξιὸς ποῦς τοῦ ἑπομένου Διδύμου, ἔσχατοι δὲ τῶν τε Διδύμων ὁ γʹ ἀπὸ δύσεως τῶν ἐν τοῖς ὤμοις, καὶ τοῦ Κυνὸς ὁ ἐν τῇ ἐκφύσει τῶν ἐμπροσθίων μερῶν, μικρὸν ὑπολειπόμενος το⟨…⟩ τρισὶ πεμπτημορίοις αʹ ὥρας.
2. And when Corvus rises, the zodiac rises together with it from the 16th degree of Virgo up to the 23rd degree of Virgo; and there culminates from the 14th degree of Gemini up to the 22nd degree of Gemini. And as the first star there rises the one on the loin, and as the last the one in the feet. And there culminates as the 1st the one in the preceding hand of the preceding Twin, and the right foot of the following Twin, and as the last both, of Gemini, the 3rd from the west of those in the shoulders, and of Canis the one at the base of the foreparts, falling slightly short of the [meridian. And Corvus rises in] three fifths of 1 hour.
Ὅταν δὲ ὁ Κένταυρος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Χηλῶν μοί. ιʹ ἕως Τοξότου μοί. δʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ιβʹ ἕως Παρθένου ιζʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῷ ἀριστερῷ ὤμῳ, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐμπροσθίων ποδῶν. Μεσουρανεῖ δὲ αʹ μὲν ἀστὴρ τῆς τε Ἀργοῦς ὁ ἀπὸ δύσεως τῶν ἐν τῷ καταστρώματι λαμπρῶν, καὶ τοῦ Ὕδρου τῆς νοτίας σιαγόνος ὁ ἑπόμενος, ἔσχατος δὲ ὁ Προτρυγητὴρ ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Κένταυρος ἐν ὥραις δʹ καὶ γʹ μέρει ὥρας.
And when Centaurus rises, the zodiac rises together with it from the 10th degree of Chelae up to the 4th degree of Sagittarius; and there culminates from the 12th of Cancer up to the middle of the 17th of Virgo. And as the 1st star there rises the one in the left shoulder, and as the last the following one of the forefeet. And there culminates as the 1st star both, of Argo, the one on the west of the bright stars in the deck, and of Hydrus the following one of the southern jaw, and as the last Vindemiator, preceding the meridian by about half a cubit. And Centaurus rises in 4 hours and a 3rd part of an hour.
Τοῦ δὲ Θηρίου ἀνατέλλοντος, ὃ ἔχει ὁ Κένταυρος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ γʹ καὶ κʹ μοί. τοῦ Σκορπίου ἕως Τοξότου καʹ· μεσουρανεῖ δὲ ἀπὸ
And when the Beast, which Centaurus holds, rises, the zodiac rises together with it from the 23rd degree of Scorpius up to the 21st of Sagittarius; and there culminates from
PG 19:1112Read from the page
Παρθένου γʹ ἕως Ζυγοῦ ιʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῷ ἡγουμένῳ τῶν ὀπισθίων ποδῶν· ἔστι δὲ οὗτος ὁ βορειότερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον τοῦ Κενταύρου· ἔσχατος δὲ ὁ νοτιώτερος πάντων καὶ ἐν ἄκρῳ τῷ ἐπὶ τῆς ὀσφύος ὑποκείμενος. Μεσουρανεῖ δὲ αʹ ἀστὴρ ὁ τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος βορειότερος τῶν ἑπομένων, καὶ ὁ ἐν τοῖς ἐμπροσθίοις αὐτοῦ ποσὶν, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος τῆς μεγάλης Ἄρκτου λαμπρὸς, καὶ τοῦ ὑπὸ τὸν Κρατῆρα τριγώνου ὀρθογωνίου ἐπὶ τῆς ὀρθῆς κείμενος. Ἀνατέλλει δὲ τὸ Θηρίον ἐν ὥραις βʹ καὶ δʹ μέρει.
3 of Virgo up to 10 of Libra. And the 1st star to rise is the one in the leading of the hind feet; and this is the more northern of those under the right shoulder of the Centaur; and the last is the southernmost of all and lying at the tip below the one on the loin. And the 1st star to culminate is the more northern of the following ones among those in the head of Leo, and the one in his forefeet, and the last is the bright one on the loin of the Great Bear, and the one lying at the right angle of the right-angled triangle under the Crater. And the Beast rises in 2 hours and a 4th part.
Ὅταν δὲ τὸ Θυμιατήριον ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Τοξότου μοί. ιεʹ ἕως Τοξότου μοί. γʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοί. βʹ ἕως Χηλῶν μοί. ιʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τοῦ ἐπιπύρου, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῇ βάσει. Μεσουρανεῖ δὲ αʹ μὲν ἀστὴρ τοῦ τε Βοώτου ὁ νοτιώτερος τῶν ἐν τῷ ἀριστερῷ ποδὶ, καὶ τοῦ Κενταύρου ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός· ἔσχατος δὲ τῆς Παρθένου ὁ ἀπ' Ἄρκτου τοῦ δεξιοῦ γόνατος ⟨…⟩πόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ τὸ Θυμιατήριον ἐν-
And when the Censer rises, the zodiac rises with it from the 15th degree of Sagittarius up to the 23rd degree of Sagittarius; and it culminates from the 2nd degree of the Claws up to the 10th degree of the Claws. And the 1st star to rise is the one on the fire-pan, and the last is the more southern of those in the base. And the 1st star to culminate is both the more southern of those in the left foot of Bootes, and the bright one in the hind feet of the Centaur; and the last is the one of Virgo to the north of the right knee [and… falling short] of the meridian. And the Censer rises in
Γʹ. Ὅταν δὲ ὁ νότιος Ἰχθὺς ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ὑδροχόου μοί. ιζʹ μέσης ἕως Παρθένου αʹ καὶ κʹ μέσης· μεσουρανεῖ ἀπὸ Τοξότου δʹ ἕως Τοξότου εʹ καὶ κʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ ῥύγχει λαμπρός. Μεσουρανεῖ δὲ αʹ μὲν ὅ τε ἐν μέσῳ τῷ Τόξῳ, καὶ τοῦ Ὀφιούχου ὁ νοτιώτερος τῶν ἐν τῷ δεξιῷ ὤμῳ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ ὅ τε ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρὸς, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ· καὶ τῆς Λύρας ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι βʹ λαμπρῶν, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Ἰχθὺς ἐν δʹ πεμπτημορίοις αʹ ὥρας.
III. And when the Southern Fish rises, the zodiac rises with it from the middle of the 17th degree of Aquarius up to the middle of the 21st of Virgo; it culminates from the 4th of Sagittarius up to the middle of the 25th of Sagittarius. And the 1st star to rise is the more northern of those in the tail, and the last is the bright one at the tip of the snout. And the 1st to culminate is both the one in the middle of the Bow, and of Ophiuchus the more southern of those in the right shoulder, falling short of the meridian by about half a cubit; and the last is both the bright one in the hind feet, and of the Serpent, which Ophiuchus holds, the one at the tip of the tail; and of the Lyre the leading one of the 2 bright ones in the crossbar, preceding the meridian by about half a cubit. And the Fish rises in 4 fifths of 1 hour.
Ὅταν δὲ τὸ Κῆτος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ἰχθύων μοί. κʹ ἕως Ταύρου ζʹ· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω βʹ καὶ κʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τῶν ἐν τῷ Τετραπλεύρῳ λαμπρῶν ὁ νοτιώτερος τῶν ἑπομένων. Μεσουρανεῖ δὲ αʹ μὲν ὁ τῆς Λύρας ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, ἔσχατος δὲ τοῦ Ὄρνιθος ὁ ἐν τῇ οὐρᾷ λαμπρός. Ἀνατέλλει δὲ τὸ Κῆτος ἐν ὥραις βʹ.
And when the Sea-Monster rises, the zodiac rises with it from the 20th degree of Pisces up to the 7th of Taurus; and it culminates from the middle of the 24th of Sagittarius up to the middle of the 22nd of Capricorn. And the 1st star to rise is the more northern of those in the tail, and the last of the bright ones in the Quadrilateral is the more southern of the following ones. And the 1st to culminate is the leading one of those in the crossbar of the Lyre, and the last is the bright one in the tail of the Bird. And the Sea-Monster rises in 2 hours.
Ὅταν δὲ ὁ Ὠρίων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ταύρου ηʹ καὶ κʹ μέσης ἕως Καρκίνου μοί. γʹ· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοί. θʹ ἕως Ἰχθύων ιγʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῇ ἀριστερᾷ χειρὶ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν ὁ δεξιὸς ποῦς τοῦ Κηφέως, καὶ τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου ὁ μέσος, ἔσχατος δὲ τῆς τε Κασσιεπείας ὁ ἐν τῷ δίφρῳ μικρὸς, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότατος τῶν ἐν τῷ στήθει. Ἀνατέλλει δὲ ὁ Ὠρίων ἐν ὥραις βʹ καὶ ϛʹ μέρει.
And when Orion rises, the zodiac rises with it from the middle of the 28th of Taurus up to the 3rd degree of Cancer; and it culminates from the 9th degree of Aquarius up to the 13th of Pisces. And the 1st star to rise is the one in the left hand, and the last is the one in the right foot. And of the others the 1st to culminate is the right foot of Cepheus, and the middle one of those in the urn of Aquarius, and the last is both the small one in the chair of Cassiopeia, and of Andromeda the northernmost of those in the breast. And Orion rises in 2 hours and a 6th part.
Ὅταν δὲ ὁ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ταύρου μοί. ιγʹ ἕως Καρκίνου μοί. ιʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγο-
And when the River from Orion rises, the zodiac rises with it from the 13th degree of Taurus up to the 10th degree of Cancer; and it culminates from Capri-
PG 19:1113Read from the page
κέρωτος μοί. ζʹ καὶ κʹ ἕως Ἰχθύων βʹ καὶ κʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει τοῦ ἐν τῇ μεγάλῃ περιφερείᾳ παραλληλογράμμου, καὶ ἐγγὺς τοῦ Κήτους κειμένου ὁ ἡγούμενος τῶν βορειοτέρων, ἔσχατος δὲ ὁ λαμπρότατος, καὶ ὁ ἡγούμενος, καὶ ὁ νοτιώτερος πάντων. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν ιγʹ τοῦ τε ὁ αʹ ὁ ἑπόμενος τῶν ἀπ' ἄρκτου παρακειμένων τοῖς ἐν τῇ οὐρᾷ, καὶ τοῦ Ὄρνιθος ὁ νοτιώτερος τῶν ἐν τῷ ἀριστερῷ ποδί· ἔσχατος δὲ τῆς τε Κασσιεπείας ὁ ἐν τοῖς γόνασι, καὶ τῶν Ἰχθύων τοῦ νοτιωτέρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. ⟨…⟩ πεμπτημορίοις.
corn the 27th degree up to the 22nd of Pisces. And the 1st star to rise of the parallelogram in the great bend, and lying near the Sea-Monster, is the leading one of the more northern ones, and the last is the brightest, and the leading one, and the southernmost of all. And of the others the 1st to culminate is the 13th, both the 1st, the following one of those lying to the north beside those in the tail, and of the Bird the more southern of those in the left foot; and the last is both the one in the knees of Cassiopeia, and of the more southern of the Fishes the one at the tip of the tail. […] fifths.
Δʹ. Τοῦ δὲ Λαγωοῦ ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Διδύμων μοί. ζʹ καὶ κʹ ἕως Καρκίνου ιβʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοί. δʹ ἕως Ἰχθύων μοί. εʹ καὶ κʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τοῖς ὠσὶ δʹ ὁ ἡγούμενος τῶν βορειοτέρων, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις ποσί. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τοῦ τε Ἵππου ὁ ἐπὶ τῆς ὀσφύος λαμπρὸς, καὶ τοῦ Κηφέως ὁ ἀριστερὸς ποῦς· ἔσχατος δὲ τοῦ Κήτους τῶν ἐν τῷ τετραπλε⟨…⟩ λει δὲ ὁ Λαγωὸς ἐν ὥρᾳ αʹ καὶ εʹ μέρει.
IV. And as the Hare rises, the zodiac rises with it from the 27th degree of Gemini up to the middle of the 12th of Cancer; and it culminates from the 4th degree of Pisces up to the 25th degree of Pisces. And the 1st star to rise of the 4 in the ears is the leading one of the more northern ones, and the last is the more southern of those in the hind feet. And of the others the first to culminate is both the bright one on the loin of the Horse, and the left foot of Cepheus; and the last is of the Sea-Monster of those in the quadrila[teral… And] the Hare [ri]ses in 1 hour and a 5th part.
Ὅταν δὲ ὁ Κύων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Καρκίνου μοί. ιεʹ ἕως Λέοντος μοί. εʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοί. ηʹ καὶ κʹ ἕως Κριοῦ δʹ καὶ κʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρῳ τῷ ἐμπροσθίῳ καὶ βορειοτέρῳ ποδί· ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν ὁ ἐν τοῖς ποσὶ τῆς Κασσιεπείας, καὶ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδὶ τῆς Ἀνδρομέδας, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ μηρῷ λαμπρὸς, καὶ τοῦ Καρκίνου ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Ἀνατέλλει δὲ ὁ Κύων ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.
And when the Dog rises, the zodiac rises with it from the 15th degree of Cancer up to the middle of the 5th degree of Leo; and it culminates from the 28th degree of Pisces up to the middle of the 24th of Aries. And the 1st star to rise is the one at the tip of the fore and more northern foot; and the last is the one at the tip of the tail. And of the others the 1st to culminate is the one in the feet of Cassiopeia, and the more northern of those in the right foot of Andromeda, slightly preceding the meridian; and the last is the bright one in the right thigh of Perseus, and of Cancer the following one of those in the tail. And the Dog rises in one hour and two parts of an hour.
Τοῦ δὲ Πρόκυνος ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Καρκίνου δʹ μοί. μέσης ἕως Καρκίνου μοί. θʹ· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοί. ιεʹ ἕως Ἰχθύων μοί. κʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἡγούμενος καὶ διπλοῦς, ἔσχατος δὲ ὁ ἑπόμενος καὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων τῆς Κασσιεπείας ὁ ἐν μέσῳ τῷ σώματι, καὶ τοῦ Κήτους τῶν ἐν τῇ οὐρᾷ δʹ οἱ ἑπόμενοι. Ἔσχατοι δὲ μεσουρανοῦσι τῆς τε Ἀνδρομέδας ὁ ἐχόμενος τῶν ἐν τῇ ζώνῃ, καὶ τοῦ Κήτους ὁ βορειότερος τῶν ἐν τῷ τετραπλεύρῳ. Ἀνατέλλει δὲ ὁ Προκύων ἐν γʹ μέρει ὥρας.
And as Procyon rises, the zodiac rises with it from the middle of the 4th degree of Cancer up to the 9th degree of Cancer; and it culminates from the 15th degree of Pisces up to the middle of the 20th degree of Pisces. And the 1st star to rise is the leading and double one, and the last is the following and bright one. And of the others there culminate the one in the middle of the body of Cassiopeia, and of the Sea-Monster the following ones of the 4 in the tail. And last there culminate both the next one of those in the girdle of Andromeda, and of the Sea-Monster the more northern of those in the quadrilateral. And Procyon rises in a 3rd part of an hour.
Τῆς δὲ Ἀργοῦς ἀνατελλούσης, συνανατέλλει μὲν αὐτῇ ὁ ζωδιακὸς ἀπὸ Λέοντος μοί. ϛʹ ἕως Χηλῶν μοί. δʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ ϛʹ καὶ κʹ μέσης ἕως Καρκίνου δʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ὑπὸ τῶν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Κυνὸς ὡς τριπλοῦς, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τοῦ Πλοίου καὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν τοῦ Περσέως ὁ ἐν τῷ ἀριστερῷ μηρῷ, καὶ ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τοῦ Ταύρου· ἔσχατος δὲ ὁ προηγούμενος τῆς τοῦ Ὕδρου κεφαλῆς ὁ ἐκφανὴς, ὅ ἐστιν ἐν τοῖς νοτίοις ποσὶ τοῦ Κυνός.
And as Argo rises, the zodiac rises with it from the 6th degree of Leo up to the middle of the 4th degree of the Claws; and it culminates from the middle of the 26th of Aries up to the middle of the 4th of Cancer. And the 1st star to rise is the one below those at the tip of the tail of the Dog, as it were triple, and the last is the southernmost of those in the cut-off of the Ship and bright. And of the others the 1st to culminate is the one in the left thigh of Perseus, and the southernmost of those in the cut-off of Taurus; and the last is the conspicuous one preceding the head of the Water-Snake, which is in the southern feet of the Dog.
Εʹ. Ἑξῆς δὲ ἐροῦμεν περὶ τῆς καταδύσεως τῶν νοτιωτέρων τοῦ ζωδιακοῦ κύκλου.
V. Next we shall speak concerning the setting of those more southern than the zodiac circle.
Ὅταν μὲν οὖν δύνῃ ὁ Ὕδρος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Διδύμων θʹ καὶ κʹ μοί. ἕως Παρθέ-
When therefore the Water-Snake sets, the zodiac sets with it from the 29th degree of Gemini up to Vir-
PG 19:1116Read from the page
νου ιαʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιθʹ μέσης ἕως Τοξότου ιθʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τῷ χάσματι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ τε Δράκοντος ὁ γʹ ἀπὸ τῆς οὐρᾶς λαμπρὸς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Βοώτου ὁ ἐν τῇ ζώνῃ λαμπρὸς, καὶ ὁ προηγούμενος τοῦ ἐν ἄκρᾳ τῇ βορείῳ Χηλῇ λαμπροῦ, καὶ τοῦ Ὕδρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Δράκοντος ὁ νοτιώτερος κρόταφος, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Τοξότου ὁ ἡγούμενος τῶν ἐν τῇ ἐφαπτίδι. Δύνει δὲ ὁ Ὕδρος ἐν ὥραις δʹ.
go the 11th; and it culminates from the middle of the 19th of the Claws up to the middle of the 19th of Sagittarius. And the 1st star to set is the more southern of those in the gaping jaws, and the last is the one at the tip of the tail. And of the other stars there culminate at the beginning both the 3rd bright one from the tail of the Dragon, preceding the meridian by about half a cubit, and the bright one in the girdle of Bootes, and the one preceding the bright one at the tip of the northern Claw, and the one at the tip of the tail of the Water-Snake, preceding the meridian by about half a cubit; and last there culminate both the more southern temple of the Dragon, and of the Serpent, which Ophiuchus holds, the one at the tip of the tail, and of Sagittarius the leading one of those in the cloak. And the Water-Snake sets in 4 hours.
Τοῦ δὲ Κρατῆρος δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Καρκίνου μοί. αʹ καὶ κʹ ἕως Λέοντος ιγʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ τοῦ Σκορπίου ιβʹ μέσης ἕως Τοξότου ἀρχῆς. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ βορειότερος τῶν ἐν τῇ βάσει, ἔσχατος δὲ ὁ νοτιώτερος καὶ ὁ βορειότερος τῶν ἐν τῷ κύτει. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Σκορπίου ὁ γʹ καὶ ὁ εʹ σφόνδυλος τῶν μετὰ τὸ στῆθος, καὶ τοῦ Ἐν γόνασιν ὁ γʹ ἀπὸ τοῦ δεξιοῦ ὤμου, ἐν τῷ βραχίονι κείμενος, προηγούμενος δὲ τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον· ἔσχατον δὲ τοῦ τε Ἐν γόνασιν ὁ ἐν τῇ ἐκφύσει τοῦ ἀριστεροῦ μηροῦ, καὶ τοῦ Τόξου ἡ ἀκίς. Δύνει δὲ ὁ Κρατὴρ ἐν ὥρᾳ αʹ καὶ γʹ μέρει.
And as the Crater sets, the zodiac sets with it from the 21st degree of Cancer up to the middle of the 13th of Leo; and it culminates from the middle of the 12th of Scorpio up to the beginning of Sagittarius. And the 1st star to set is the more northern of those in the base, and the last is the more southern and the more northern of those in the bowl. And of the other stars there culminate at the beginning the 3rd and the 5th vertebra of those after the breast of Scorpio, and of the Kneeler the 3rd from the right shoulder, lying in the arm, and preceding the meridian by about half a cubit; and last both the one in the joint of the left thigh of the Kneeler, and the point of the Bow. And the Crater sets in 1 hour and a 3rd part.
Τοῦ δὲ Κόρακος δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Λέοντος κθʹ μοί. μέσης ἕως Χηλῶν ιαʹ· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ιʹ ἕως Αἰγόκερω ϛʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ὀπισθίοις μηροῖς, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Δράκοντος ὁ ἐν τῷ χάσματι προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Ἐν γόνασιν ὁ ἀριστερὸς ἀγκὼν, προηγούμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ τοῦ Δράκοντος τῶν ἐν τῇ αʹ σπείρᾳ τριῶν λαμπρῶν ὁ ἡγούμενος καὶ τοῦ Ὄρνιθος ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· καὶ τοῦ Ὀϊστοῦ ὁ ἐπὶ τῆς ἀκίδος· καὶ τοῦ Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τῷ προσώπῳ. Δύνει δὲ τὸ Θηρίον ἐν ὥραις δυσί.
And as the Crow sets, the zodiac sets with it from the middle of the 29th degree of Leo up to the 11th of the Claws; and it culminates from the 10th of Sagittarius up to the middle of the 6th of Capricorn. And the 1st star to set is the one in the hind thighs, and the last is the following one of those in the head. And of the other stars there culminate at the beginning the one in the gaping jaws of the Dragon preceding the meridian by about half a cubit, and the left elbow of the Kneeler, preceding the meridian by about half a cubit; and last of the three bright ones in the 1st coil of the Dragon the leading one and of the Bird the one at the tip of the right wing, falling slightly short of the meridian; and of the Arrow the one on the point; and of Capricorn the more southern of those in the face. And the Beast sets in two hours.
Ϛʹ. Τοῦ δὲ Θυμιατηρίου δύνοντος, συγκαταδύνει μὲν ὁ ζωδιακὸς ἀπὸ Λέοντος ιθʹ μοί. μέσης ἕως Χηλῶν θʹ· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου εʹ ἕως Αἰγόκερω θʹ μέσης. Καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τῷ χείλει καὶ διπλοῦς· ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ βάσει. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ἐν γόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρὸς, καὶ τοῦ Τοξότου ὁ μέσος τῶν ἐν τῷ τόξῳ· ἔσχατον δὲ τοῦ Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τοῖς γόνασι λαμπρῶν. Δύνει δὲ τὸ Θυμιατήριον ἐν ὥραις βʹ καὶ ϛʹ μέρει.
VI. And as the Censer sets, the zodiac sets with it from the middle of the 19th degree of Leo up to the 9th of the Claws; and it culminates from the 5th of Sagittarius up to the middle of the 9th of Capricorn. And the first star to set is the more southern of those in the rim and double; and the last is the more northern of those in the base. And of the other stars there culminate at the beginning both the bright one in the left thigh of the Kneeler, and of Sagittarius the middle one of those in the bow; and last of Capricorn the more southern of the bright ones in the knees. And the Censer sets in 2 hours and a 6th part.
Ὅταν δὲ ὁ νότιος Ἰχθὺς δύνῃ, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Τοξότου μοί. δʹ καὶ κʹ ἕως Αἰγόκερω ιηʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοί. γʹ ἕως Κριοῦ μοί. βʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ νο-
And when the Southern Fish sets, the zodiac sets with it from the 24th degree of Sagittarius up to the middle of the 18th of Capricorn; and it culminates from the 3rd degree of Pisces up to the 2nd degree of Aries. And the 1st star to set is the mor-
PG 19:1117Read from the page
τιώτερος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ἔσχατος δὲ ὁ ἐν τῷ ῥύγχει λαμπρὸς σφόδρα. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τῶν Ἰχθύων τοῦ νοτιωτέρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ· ἔσχατον δὲ τῆς τε Ἀνδρομέδας ὁ ἀριστερὸς ποῦς, καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἑπομένων. Δύνει δὲ ὁ Ἰχθὺς ἐν ὥρᾳ αʹ καὶ δʹ πεμπτημορίοις.
e southern of the bright ones in the tail, and the last is the very bright one in the snout. And of the other stars there culminates at the beginning the one at the tip of the tail of the more southern of the Fishes; and last both the left foot of Andromeda, and of Aries the middle one of those in the head, and of the quadrilateral in the Sea-Monster the more southern of the following ones. And the Fish sets in 1 hour and 4 fifths.
Τοῦ δὲ Κήτους δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ὑδροχόου μοί. ηʹ καὶ κʹ μέσης ἕως Κριοῦ ιδʹ· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοί. βʹ καὶ κʹ ἕως Καρκίνου μοί. ιεʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνειν ἄρχεται ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῷ βορείῳ χελυνίῳ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ἡνιόχου ὁ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐν τῷ δεξιῷ ποδὶ, ἔσχατος δὲ τῆς τε Ἄρκτου ὁ ἐν τοῖς ἐμπροσθίοις σκέλεσι λαμπρὸς, καὶ τῆς Ἀργοῦς ὁ ἐν μέσῳ τῶν τοίχων λαμπρὸς, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον. Δύνει δὲ τὸ Κῆτος ἐν ὥραις δʹ λειπούσαις ηʹ μέρει.
And as the Sea-Monster sets, the zodiac sets with it from the middle of the 28th degree of Aquarius up to the 14th of Aries; and it culminates from the 22nd degree of Taurus up to the middle of the 15th degree of Cancer. And the 1st star to begin to set is the more southern of those in the tail, and the last is the following one of those in the northern jaw. And of the other stars there culminate at the beginning both the more southern of those in the head of the Charioteer and the one in the right foot, and the last is both the bright one in the forelegs of the Bear, and of Argo the bright one in the middle of the sides, preceding the meridian by about half a cubit. And the Sea-Monster sets in 4 hours lacking an 8th part.
Τοῦ δὲ Ὠρίωνος δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ταύρου μοί. ζʹ ἕως Ταύρου μοί. λʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοί. ιβʹ ἕως Παρθένου μοί. ιγʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποδὶ, ἔσχατοι δὲ οἱ βορειότατοι τῶν ἐν τῷ κολλορόβῳ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς μεγάλης Ἄρκτου ὁ ἐν τοῖς ὀπισθίοις γόνασι, καὶ τοῦ Λέοντος ὁ ἀπὸ νότου τῷ ἐπὶ τῆς ὀσφύος λαμπρῷ παρακείμενος, ἔσχατος δὲ τῆς Παρθένου ὁ βορειότερος ὦμος. Δύνει δὲ ὁ Ὠρίων ἐν ὥραις δυσὶν ὡς ἔγγιστα.
And as Orion sets, the zodiac sets with it from the 7th degree of Taurus up to the 30th degree of Taurus; and it culminates from the 12th degree of Leo up to the 13th degree of Virgo. And the 1st star to set is the one in the left foot, and the last are the northernmost of those in the club. And of the other stars there culminate at the beginning the one in the hind knees of the Great Bear, and of Leo the one lying to the south beside the bright one on the loin, and the last is the more northern shoulder of Virgo. And Orion sets in two hours as nearly as possible.
Ὅταν δὲ ὁ ἀπὸ τοῦ Ὠρίωνος Ποταμὸς δύνῃ, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ἰχθύων μοί. ζʹ ἕως Ταύρου μοί. εʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων δʹ ἕως Λέοντος ιʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος καὶ λαμπρότατος πάντων, ἔσχατος δὲ ὁ αʹ, καὶ ἀπὸ μεσημβρίας παρακείμενος τῷ ποδὶ τοῦ Ὠρίωνος. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τῶν τε Διδύμων ὁ Πρόπους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λαγωοῦ οἱ ἐν μέσῳ τῷ σώματι βʹ· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Λέοντος ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, καὶ τῆς Ἄρκτου ὁ ἐν τοῖς ὀπισθίοις γόνασιν, ὡς ἡμι⟨…⟩ νει δὲ ὁ Ποταμὸς ἐν ὥραις δʹ καὶ ἡμίσει, καὶ εʹ μέρει ὥρας.
And when the River from Orion sets, the zodiac sets with it from the 7th degree of Pisces up to the middle of the 5th degree of Taurus; and it culminates from the 4th of Gemini up to the middle of the 10th of Leo. And the 1st star to set is the leading and brightest of all, and the last is the 1st, and lying to the south beside the foot of Orion. And of the other stars there culminate at the beginning of the setting both Propus of Gemini, falling slightly short of the meridian, and the 2 in the middle of the body of the Hare; and last there culminate both the following one of those in the back of Leo, and of the Bear the one in the hind knees, about half [a cubit… And] the River [se]ts in 4 hours and a half, and a 5th part of an hour.
Ζʹ. Τοῦ δὲ Λαγωοῦ δύνοντος, συγκαταδύνει μὲν ὁ ζωδιακὸς ἀπὸ Κριοῦ μοί. ζʹ καὶ κʹ μέσης ἕως Ταύρου ιδʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοί. λʹ ἕως Λέοντος μοί. αʹ καὶ κʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ἐμπροσθίοις ποσὶν, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς τε Ἄρκτου τοῦ πλινθίου ὁ ἐπὶ τῶν ὤμων αὐτῆς, καὶ τοῦ Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Λέοντος ὁ ἐν τῇ καρδίᾳ, καὶ τῆς Ἀργοῦς ὁ βορειότερος τῶν ἐν τῇ ἀποτομῇ, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Λέοντος ὁ ὀπίσθιος ποῦς καὶ ὁ ἐν τοῖς ὀπισθίοις σκέλεσι, καὶ τοῦ Κρατῆρος ὁ νοτιώτατος τῶν ἐν τῇ βάσει. Δ⟨…⟩
VII. And as the Hare sets, the zodiac sets with it from the middle of the 27th degree of Aries up to the 14th of Taurus; and it culminates from the 30th degree of Cancer up to the 21st degree of Leo. And the 1st star to set is the one in the forefeet, and the last is the one at the tip of the tail. And of the other stars there culminate at the beginning both the one of the brick of the Bear on her shoulders, and of the Dragon the one at the tip of the tail, and of Leo the one in the heart, and of Argo the more northern of those in the cut-off, slightly preceding the meridian; and last there culminate both the hind foot of Leo and the one in the hind legs, and of the Crater the southernmost of those in the base. [And] it s[ets…]
PG 19:1120Read from the page
Τοῦ δὲ Κυνὸς δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ταύρου μοί. ιαʹ ἕως Ταύρου μοί. θʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοί. ιζʹ ἕως Παρθένου ιαʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρὸς, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῇ κεφαλῇ ἐκφανῶν. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς τε Ἄρκτου ὁ ἡγούμενος τῶν ἐν τοῖς ὀπισθίοις ποσὶ, καὶ τοῦ Λέοντος ὁ ἐπὶ τῆς ὀσφύος· ἔσχατοι δὲ μεσουρανοῦσι τοῦ τε Κόρακος ὁ ἐν τοῖς ποσὶ, καὶ τῆς Παρθένου ὁ νοτιώτερος ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς βʹ μέρη πήχεως. Δύνει δὲ ὁ Κύων ἐν γʹ ἡμιωρίοις.
And as the Dog sets, the zodiac sets with it from the 11th degree of Taurus up to the 29th degree of Taurus; and it culminates from the 17th degree of Leo up to the 11th of Virgo. And the 1st star to set is the bright one in the hind feet, and the last is the southernmost of the conspicuous ones in the head. And of the other stars there culminate at the beginning both the leading one of those in the hind feet of the Bear, and of Leo the one on the loin; and last there culminate both the one in the feet of the Crow, and the more southern shoulder of Virgo, falling short of the meridian by about 2 parts of a cubit. And the Dog sets in 3 half-hours.
Τοῦ δὲ Πρόκυνος δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Διδύμων μοί. ιεʹ ἕως Διδύμων μοί. ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τῶν Χηλῶν ἕως Χηλῶν μοί. δʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος καὶ διπλοῦς, ἔσχατος δὲ ὁ ἑπόμενος καὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Βοώτου ὁ μέσος τῶν ἐν τῷ ἀριστερῷ ποδὶ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κενταύρου ὁ βορειότερος τῶν ἐν τῇ κεφαλῇ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Ἄρκτου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὑπολειπόμενος μικρὸν τοῦ μεσημβρινοῦ, καὶ τοῦ Βοώτου ὁ βορειότερος τῶν ἐν τῷ ἀριστερῷ ποδὶ, καὶ τοῦ Ὕδρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Κενταύρου ὁ δεξιὸς ὦμος. Δύνει δὲ ὁ Προκύων ἐν εʹ μέρει ὥρας.
And as Procyon sets, the zodiac sets with it from the 15th degree of Gemini up to the 18th degree of Gemini; and it culminates from the beginning of the Claws up to the 4th degree of the Claws. And the 1st star to set is the leading and double one, and the last is the following and bright one. And of the other stars there culminates at the beginning the middle one of those in the left foot of Bootes, falling slightly short of the meridian, and of the Centaur the more northern of those in the head, preceding the meridian by about half a cubit; and last there culminate both the one at the tip of the tail of the Bear, falling slightly short of the meridian, and of Bootes the more northern of those in the left foot, and of the Water-Snake the one at the tip of the tail, and the right shoulder of the Centaur. And Procyon sets in a 5th part of an hour.
Τῆς δὲ Ἀργοῦς δυνούσης, συγκαταδύνει μὲν αὐτῇ ὁ ζωδιακὸς ἀπὸ Κριοῦ μοί. ιϛʹ ἕως Διδύμων μοί. ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοί. ιζʹ ἕως Χηλῶν μοί. εʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ λαμπρότατος καὶ νοτιώτατος τῶν ἐν τῷ Πηδαλίῳ, ὅν τινες Κάνωβον προσαγορεύουσιν· ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ ἱστῷ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Λέοντος τῶν ἐν τῇ κεφαλῇ ὁ νοτιώτερος τῶν ἡγουμένων, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ μετὰ τὴν ἔκφυσιν τοῦ τραχήλου μικρός· ἔσχατοι δὲ μεσουρανοῦσι τῆς τε μεγάλης Ἄρκτου οἱ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Βοώτου ὁ βορειότερος τῶν ἐν τῷ ἀριστερῷ ποδὶ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ καὶ τοῦ Ὕδρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ· καὶ τοῦ Κενταύρου ὁ δεξιὸς ὦμος, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ἡ Ἀργὼ ἐν ὥραις εʹ ὡς ἔγγιστα.
And as Argo sets, the zodiac sets with it from the 16th degree of Aries up to the 18th degree of Gemini; and it culminates from the 17th degree of Cancer up to the 5th degree of the Claws. And the 1st star to set is the brightest and southernmost of those in the Rudder, which some call Canobus; and the last is the more northern of those in the mast. And of the other stars there culminate at the beginning of those in the head of Leo the more southern of the leading ones, falling short of the meridian by about half a cubit, and of the Water-Snake the small one after the joint of the neck; and last there culminate both those at the tip of the tail of the Great Bear, and of Bootes the more northern of those in the left foot, preceding the meridian by about half a cubit, and of the Water-Snake the one at the tip of the tail; and the right shoulder of the Centaur, slightly preceding the meridian. And Argo sets in 5 hours as nearly as possible.
Ηʹ. Ἐπεὶ δὲ τῶν ἐκτὸς τοῦ ζωδιακοῦ κύκλου κειμένων ἀστέρων ἀποδεδώκαμεν τὰ συμβαίνοντα περὶ τὴν ἑκάστου αὐτῶν ἀνατολήν τε καὶ δύσιν, ἑξῆς ἀποδώσομεν τὰς αὐτῶν τῶν ιβʹ ζωδίων συνανατολάς τε καὶ συγκαταδύσεις.
VIII. And since for the stars lying outside the zodiac circle we have set forth the things that happen concerning the rising and setting of each of them, next we shall set forth the simultaneous risings and simultaneous settings of the 12 signs themselves.
Τοῦ μὲν οὖν Καρκίνου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Διδύμων γʹ καὶ κʹ μοί. ἕως Καρκίνου ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων εʹ ἕως Κριοῦ αʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρᾳ τῇ βορείῳ Χηλῇ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ Χηλῇ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν ὁ ἐν τῇ κεφαλῇ τῆς Ἀνδρομέδας λαμπρὸς, ἔσχατος δὲ τοῦ τε Κριοῦ τῶν ἐν τῇ κεφαλῇ γʹ λαμπρῶν ὁ
As Cancer, therefore, rises, the zodiac rises with it from the 23rd degree of Gemini up to the 18th of Cancer; and it culminates from the 5th of Pisces up to the middle of the 1st of Aries. And the 1st star to rise is the one at the tip of the northern Claw, and the last is the one at the tip of the southern Claw. And of the other stars the 1st to culminate is the bright one in the head of Andromeda, and the last is both, of the 3 bright ones in the head of Aries, the