Migne Reading Room

PG 19 · cols. 1121–1132 · Read from the page

Hipparchus, Commentary on the Phenomena of Aratus and Eudoxus

Hipparchus, Commentary on the Phenomena of Aratus and Eudoxus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:1121Read from the page
ἡγούμενος, καὶ ὡς πρὸς μεσημβρίαν κείμενος τοῦ Κήτους, κατὰ μέσον αὐτοῦ τὸ σῶμα, ἀκατονόμαστος καὶ λαμπρός· καὶ τῶν ἐν τῷ τετραπλεύρῳ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἑπομένων· καὶ τῆς Ἀνδρομέδας ὁ ἀριστερὸς ποῦς, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρι⟨…⟩ κʹ καὶ δʹ μέρει.
leading one, and lying towards the south of the Sea-Monster, at the middle of its body, unnamed and bright; and of those in the quadrilateral of the Sea-Monster the more southern of the following ones; and the left foot of Andromeda, falling slightly short of the meridi[an…] and a 24th part.
Ὅταν δὲ ὁ Λέων ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Καρκίνου μοί. ηʹ μέσης ἕως Λέοντος ιθʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων κʹ ἕως Ταύρου ιβʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐπὶ τῇ κεφαλῇ ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ τῶν ἐν τοῖς ὀπισθίοις ποσί. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τῆς τε Ἀνδρομέδας ὁ ἑπόμενος τῶν ἐν τῇ ζώνῃ, καὶ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ βορειότερος τῶν ἑπομένων· ἔσχατος δὲ τῶν τε Ὑάδων ὁ λαμπρότατος· καὶ τοῦ Ἡνιόχου ὁ ἐν τῷ ἀριστερῷ ἀγκῶνι, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Λέων ἐν ὥραις γʹ καὶ δʹ μέρει.
And when Leo rises, the zodiac rises with it from the middle of the 8th degree of Cancer up to the middle of the 19th of Leo; and it culminates from the 20th of Pisces up to the middle of the 12th of Taurus. And the 1st star to rise of those on the head is the more northern of the leading ones, and the last is of those in the hind feet. And of the other stars the 1st to culminate is both the following one of those in the girdle of Andromeda, and of the quadrilateral in the Sea-Monster the more northern of the following ones; and the last is both the brightest of the Hyades; and of the Charioteer the one in the left elbow, falling short of the meridian by about half a cubit. And Leo rises in 3 hours and a 4th part.
Τῆς δὲ Παρθένου ἀνατελλούσης, συνανατέλλει μὲν αὐτῇ ὁ ζωδιακὸς ἀπὸ Λέοντος μοί. βʹ καὶ κʹ ἕως Χηλῶν ηʹ· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοί. ιεʹ μέσης ἕως Καρκίνου θʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ ὁ βορειότερος τοῦ ἡγουμένου, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν τοῦ Ἡνιόχου ὁ ἐπὶ τοῦ ἀριστεροῦ ὤμου λαμπρὸς, ἔσχατος δὲ τῆς τε Ἀργοῦς ὁ ἐν τῷ ἀκροστολίῳ λαμπρός· καὶ τοῦ Ὕδρου ὁ βορειότερος τῶν ἐν τῷ χάσματι, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον. Ἀνατέλλει δὲ ἡ Παρθένος ἐν ὥραις γʹ καὶ τέσσαρσι πεμπτημορίοις.
And as Virgo rises, the zodiac rises with her from the 22nd degree of Leo up to the 8th of the Claws; and it culminates from the middle of the 15th degree of Taurus up to the 9th of Cancer. And the 1st star to rise of those in the head is the one more northern than the leading one, and the last is the one in the right foot. And of the others the 1st to culminate is the bright one on the left shoulder of the Charioteer, and the last is both the bright one on the stern-ornament of Argo; and of the Water-Snake the more northern of those in the gaping jaws, falling short of the meridian by about half a cubit. And Virgo rises in 3 hours and four fifths.
Θʹ. Ὅταν δὲ αἱ Χηλαὶ ἀνατέλλωσι, συνανατέλλει μὲν αὐταῖς ὁ ζωδιακὸς ἀπὸ Χηλῶν μοί. ιϛʹ ἕως Σκορπίου μοί. ιϛʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ιηʹ ἕως Λέοντος ιαʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ νοτιώτερος τῶν ἐν ἄκραις ταῖς Χηλαῖς λαμπρὸς, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος ὁ νοτιώτερος τῶν ἡγουμένων, καὶ τῆς Ἀργοῦς ὁ βορειότερος τῶν ἐν μέσῳ τῷ ἱστῷ· ἔσχατος δὲ τοῦ Λέοντος ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ βʹ ἀστέρων. Ἀνατέλλουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ αʹ καὶ γʹ πεμπτημορίοις.
IX. And when the Claws rise, the zodiac rises with them from the 16th degree of the Claws up to the 16th degree of Scorpio; and it culminates from the 18th of Cancer up to the 11th of Leo. And the 1st star to rise is the more southern bright one of those at the tips of the Claws, and the last is the southernmost of those in the forehead of Scorpio. And of the other stars the 1st to culminate is, of those in the head of Leo, the more southern of the leading ones, and of Argo the more northern of those in the middle of the mast; and the last is the following one of the 2 stars in the back of Leo. And the Claws rise in 1 hour and 3 fifths.
Τοῦ δὲ Σκορπίου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Σκορπίου μοί. γʹ ἕως Τοξότου θʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοί. ηʹ μέσης ἕως Παρθένου κγʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότατος τῶν ἐν τῷ μετώπῳ, ἔσχατος δὲ ὁ γʹ σφόνδυλος ἀπὸ τοῦ ἐν τῷ Κενταύρῳ ἀριθμούμενος, ϛʹ δὲ ὢν τῶν μετὰ τοὺς ἐν τῷ στήθει. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τῆς μεγάλης Ἄρκτου ὁ ἐν τῷ στήθει λαμπρὸς, καὶ τοῦ Ὕδρου τῶν μετὰ τὸν λαμπρότατον δʹ τῶν πρὸ τοῦ Κρατῆρος ὁ γʹ ἀπὸ δύσεως· ἔσχατος δὲ ὅ τε Στάχυς, καὶ τοῦ Κενταύρου ὁ ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Σκορπίος ἐν ὥραις γʹ λειπούσαις ιʹ μέρει.
And as Scorpio rises, the zodiac rises with it from the 3rd degree of Scorpio up to the 9th of Sagittarius; and it culminates from the middle of the 8th degree of Leo up to the middle of the 23rd of Virgo. And the 1st star to rise is the northernmost of those in the forehead, and the last is the 3rd vertebra counted from the one in the Centaur, and being the 6th of those after the ones in the breast. And of the others the first to culminate is the bright one in the breast of the Great Bear, and of the Water-Snake, of the 4 after the brightest of those before the Crater, the 3rd from the west; and the last is both Spica, and the left shoulder of the Centaur, preceding the meridian by about half a cubit. And Scorpio rises in 3 hours lacking a 10th part.
Τοῦ δὲ Τοξότου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Τοξότου μοί. ϛʹ μέσης ἕως
And as Sagittarius rises, the zodiac rises with it from the middle of the 6th degree of Sagittarius up to
PG 19:1124Read from the page
Αἰγόκερω ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου κʹ μέσης ἕως Σκορπίου θʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῇ ἀκίδι, ἔσχατος δὲ ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τῆς Παρθένου ὁ ἐν τῷ ἀριστερῷ ἀγκῶνι, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ τοῦ τε Σκορπίου ὁ μέσος τῶν ἐν τῷ στήθει λαμπρότατος, καὶ ὁ ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ Ὀφιούχου· καὶ τοῦ Στεφάνου ὁ γʹ ἀπὸ τοῦ λαμπροῦ ἐπὶ τὰ ἑπόμενα, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Τοξότης ἐν ὥραις γʹ.
the 18th of Capricorn; and it culminates from the middle of the 20th of Virgo up to the middle of the 9th of Scorpio. And the 1st star to rise is the one on the point, and the last is the bright one in the hind feet. And of the other stars the 1st to culminate is the one in the left elbow of Virgo, slightly preceding the meridian; and the last is both the brightest middle one of those in the breast of Scorpio, and the one in the left hand of Ophiuchus; and of the Crown the 3rd from the bright one towards the following parts, preceding the meridian by about half a cubit. And Sagittarius rises in 3 hours.
Ιʹ. Ὅταν δὲ ὁ Αἰγόκερως ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Τοξότου μοί. θʹ καὶ κʹ μέσης ἕως Αἰγοκέρωτος ζʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιθʹ μέσης ἕως Σκορπίου ιηʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τοῖς γόνασι λαμπρῶν, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν τοῦ τε Βοώτου τῶν ἐν τῇ ζώνῃ ὁ λαμπρότατος, καὶ τῶν Χηλῶν ὁ προηγούμενος τῆς ἄκρας τῆς βορείας Χηλῆς, καὶ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως ὁ γʹ ἀπ' ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος λαμπρὸς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ Ἐν γόνασιν ὅ τε δεξιὸς ὦμος καὶ ὁ ἀπὸ ἄρκτου παρακείμενος τῶν ἐν τῇ δεξιᾷ κνήμῃ. Ἀνατέλλει δὲ ὁ Αἰγόκερως ἐν ὥρᾳ αʹ καὶ ἡμίσει, καὶ γʹ μέρει.
X. And when Capricorn rises, the zodiac rises with it from the middle of the 29th degree of Sagittarius up to the 27th of Capricorn; and it culminates from the middle of the 19th of the Claws up to the 18th of Scorpio. And the 1st star to rise is the more northern of the bright ones in the knees, and the last is the following one of the bright ones in the tail. And of the others the 1st to culminate is both the brightest of those in the girdle of Bootes, and of the Claws the one preceding the tip of the northern Claw, and of the Serpent through the Bears the 3rd bright one counted from the tip of the tail, preceding the meridian by about half a cubit; and last there culminates both the right shoulder of the Kneeler and the one lying to the north of those in the right shin. And Capricorn rises in 1 hour and a half, and a 3rd part.
Ὅταν δὲ ὁ Ὑδροχόος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Αἰγόκερω μοί. ϛʹ ἕως Ὑδροχόου αʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοί. ζʹ καὶ κʹ ἕως Τοξότου ζʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἡγούμενος τοῦ ἐν τῇ ἀριστερᾷ χειρὶ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδὶ λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν ὁ ἐν τῇ κεφαλῇ τοῦ Βοώτου, ἔσχατος δὲ τοῦ Τοξότου ὁ βορειότερος τῶν ἐν τῷ τόξῳ· καὶ τοῦ Ὀφιούχου οἱ παρὰ τὸν δεξιὸν ὦμον γʹ ἐπ' εὐθείας ἀκατονόμαστοι· καὶ τοῦ Ἐν γόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρὸς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Ὑδροχόος ἐν ὥραις βʹ καὶ δυσὶ μέρεσιν ὥρας.
And when Aquarius rises, the zodiac rises with it from the 6th degree of Capricorn up to the middle of the 21st of Aquarius; and it culminates from the 27th degree of the Claws up to the 7th of Sagittarius. And the 1st star to rise is the one preceding the one in the left hand, and the last is the bright one in the right foot. And of the others the 1st to culminate is the one in the head of Bootes, and the last is the more northern of those in the bow of Sagittarius; and of Ophiuchus the 3 unnamed ones in a straight line beside the right shoulder; and of the Kneeler the bright one in the left thigh, preceding the meridian by about half a cubit. And Aquarius rises in 2 hours and two parts of an hour.
Ὅταν δὲ οἱ Ἰχθύες ἀνατέλλωσι, συνανατέλλει μὲν αὐτοῖς ὁ ζωδιακὸς ἀπὸ Ὑδροχόου μοί. ζʹ ἕως Κριοῦ ιϛʹ· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοί. ϛʹ καὶ κʹ ἕως Αἰγόκερω μοί. θʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν ἄκρῳ τῷ ῥύγχει τοῦ νοτίου Ἰχθύος, ἔσχατος δὲ ὁ ἐν τῷ Συνδέσμῳ τῶν λίνων. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν τοῦ τε Ἐν γόνασιν ὁ ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ μηροῦ, καὶ τοῦ Σκορπίου ὁ ἀπ' ἄρκτων παρακείμενος τοῖς ἐν τῷ κέντρῳ· ὁ δὲ ἐν τῇ κεφαλῇ τοῦ Ἐν γόνασιν ὑπολείπεται τοῦ μεσημβρινοῦ ὡς βʹ μέρη πήχεως· ἔσχατον δὲ μεσουρανεῖ τοῦ τε Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τοῖς γόνασιν αὐτοῦ, καὶ τοῦ ⟨…⟩ῶνι τῆς δεξιᾶς πτέρυγος. Ἀνατέλλουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις
And when the Fishes rise, the zodiac rises with them from the 7th degree of Aquarius up to the 16th of Aries; and it culminates from the 26th degree of Scorpio up to the 9th degree of Capricorn. And the 1st star to rise is the one at the tip of the snout of the Southern Fish, and the last is the one in the Knot of the cords. And of the others the 1st to culminate is both the one in the joint of the right thigh of the Kneeler, and of Scorpio the one lying to the north beside those in the sting; and the one in the head of the Kneeler falls short of the meridian by about 2 parts of a cubit; and last there culminates both the more southern of those in the knees of Capricorn, and of the [… el]bow of the right wing. And the Fishes rise in hours
ΙΑʹ. Τῷ δὲ Κριῷ συνανατέλλει μὲν ὁ ζωδιακὸς ἀπὸ Ἰχθύων μοί. ιθʹ μέσης ἕως Κριοῦ δʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δʹ καὶ κʹ μέσης ἕως Αἰγόκερω ιδʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐπὶ τοῦ ἐμπροσθίου ποδὸς, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων τῆς τε Λύρας ὁ ἡγούμενος
XI. And with Aries the zodiac rises from the middle of the 19th degree of Pisces up to the 24th of Aries; and it culminates from the middle of the 24th of Sagittarius up to the 14th of Capricorn. And the 1st star to rise is the one on the forefoot, and the last is the following one of those in the tail. And of the others there culminates both the leading one of the Lyre
PG 19:1125Read from the page
τῶν ἐν τῷ ζυγώματι, καὶ τοῦ Τοξότου ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, ὡς βʹ μέρη πήχεως προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ τε Ὑδροχόου ὁ ἑπόμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρὶ, καὶ τοῦ Αἰγόκερω ὁ ἐν τῷ στήθει, καὶ τοῦ Δελφῖνος ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ. Ἀνατέλλει δὲ ὁ Κριὸς ἐν ὥρᾳ αʹ καὶ δυσὶ πεμπτημορίοις.
of those in the crossbar, and of Sagittarius the following one of those in the back, preceding the meridian by about 2 parts of a cubit; and last there culminates both the following one of those in the left hand of Aquarius, and of Capricorn the one in the breast, and of the Dolphin the leading one of those in the tail. And Aries rises in 1 hour and two fifths.
Τοῦ δὲ Ταύρου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ταύρου μοί. ϛʹ ἕως Ταύρου μοί. θʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγοκέρωτος μοί. βʹ καὶ κʹ μέσης ἕως Ὑδροχόου θʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ δʹ, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ δεξιῷ κέρατι. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν τοῦ Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρὸς, ἔσχατος δὲ τοῦ Κηφέως ὁ προηγούμενος τῶν ἐν τῇ κεφαλῇ γʹ· καὶ ὁ δεξιὸς αὐτοῦ ποῦς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· καὶ ὁ μέσος τῶν ἐν τῇ κάλπιδι τοῦ Ὑδροχόου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ ⟨…⟩
And as Taurus rises, the zodiac rises with it from the 6th degree of Taurus up to the 29th degree of Taurus; and it culminates from the middle of the 22nd degree of Capricorn up to the 9th of Aquarius. And the 1st star to rise is the southernmost of the 4 in the cut-off, and the last is the one at the tip of the right horn. And of the others the 1st to culminate is the bright one in the middle of the tail of the Bird, and the last is the leading one of the 3 in the head of Cepheus; and his right foot, preceding the meridian by about half a cubit; and the middle one of those in the urn of Aquarius, preceding the meridian by about half a cubit. And Taurus rises […]
Τῶν δὲ Διδύμων ἀνατελλόντων, συνανατέλλει μὲν αὐτοῖς ὁ ζωδιακὸς ἀπὸ Διδύμων μοί. βʹ μέσης ἕως Διδύμων λʹ· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοί. ιαʹ μέσης ἕως Ἰχθύων θʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ ἡγουμένου Διδύμου, ἔσχατος δὲ ὁ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπομένου Διδύμου. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τοῦ Κηφέως ὁ ἐν τῷ σώματι λαμπρὸς, καὶ τοῦ Ὑδροχόου ὁ ἐν τῷ δεξιῷ ποδὶ λαμπρὸς, καὶ τοῦ νοτίου Ἰχθύος ὁ ἐν τῷ ῥύγχει λαμπρός· ἔσχατος δὲ μεσουρανεῖ τῆς Ἀνδρομέδας ὁ μέσος τῶν ἐν τῷ δεξιῷ ὤμῳ γʹ. ⟨…⟩ Sʺ καὶ γʹ μέρει.
And as Gemini rise, the zodiac rises with them from the middle of the 2nd degree of Gemini up to the 30th of Gemini; and it culminates from the middle of the 11th degree of Aquarius up to the middle of the 9th of Pisces. And the 1st star to rise is the one in the left hand of the leading Twin, and the last is the one in the right hand of the following Twin. And of the other stars the 1st to culminate is the bright one in the body of Cepheus, and the bright one in the right foot of Aquarius, and the bright one in the snout of the Southern Fish; and last there culminates the middle one of the 3 in the right shoulder of Andromeda. […] a half and a 3rd part.
Περὶ τῆς συγκαταδύσεως τῶν ιβʹ ζωδίων.
Concerning the simultaneous setting of the 12 signs.
ΙΒʹ. Πάλιν δὲ, τοῦ μὲν Καρκίνου δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Διδύμων μοί. ζʹ καὶ κʹ μέσης ἕως Καρκίνου κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιζʹ ἕως Σκορπίου ιβʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ποσὶ τοῦ Καρκίνου ἐκφανὴς, καὶ ἐπ' εὐθείας κείμενος ὡς πρὸς δύσιν τοῖς νοτιωτέροις τοῖς περὶ τὸ νεφέλιον τὸ ἐν τῷ Καρκίνῳ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ Χηλῇ τοῦ Καρκίνου. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων τοῦ τε Βοώτου ὁ δεξιὸς ποῦς, καὶ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ Χηλῇ λαμπρός· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ἐν γόνασιν ὁ ἐν τῷ δεξιῷ βραχίονι, γʹ ὢν ἀπὸ τοῦ δεξιοῦ ὤμου, καὶ τοῦ Σκορπίου ὁ γʹ, καὶ ὁ δʹ, καὶ ὁ εʹ σφόνδυλος τῶν μετὰ τὸ στῆθος. Δύνει δὲ ὁ Καρκίνος ἐν ὥρᾳ αʹ καὶ γʹ πεμπτημορίοις.
XII. And again, as Cancer sets, the zodiac sets with it from the middle of the 27th degree of Gemini up to the middle of the 20th of Cancer; and it culminates from the 17th of the Claws up to the 12th of Scorpio. And the 1st star to set is the conspicuous one in the feet of Cancer, and lying in a straight line towards the west with the more southern ones around the little cloud in Cancer, and the last is the one at the tip of the northern Claw of Cancer. And of the other stars there culminate both the right foot of Bootes, and of the Claws the bright one at the tip of the southern Claw; and last there culminate both the one in the right arm of the Kneeler, being the 3rd from the right shoulder, and of Scorpio the 3rd, and the 4th, and the 5th vertebra of those after the breast. And Cancer sets in 1 hour and 3 fifths.
Τοῦ δὲ Λέοντος δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Καρκίνου μοί. αʹ καὶ κʹ μέσης ἕως Παρθένου μοί. ιδʹ· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοί. ιγʹ ἕως Τοξότου αʹ καὶ κʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει τοῦ Λέοντος ὁ ἐν τοῖς ἐμπροσθίοις ποσὶν, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τοῦ τε Ἐν γόνασιν ὁ δεξιὸς ποῦς, καὶ τοῦ Ὀφιούχου τὸ ἀριστερὸν γόνυ, ὡς ἡμιπήχιον ὑπολειπόμενον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Σκορπίου ὁ αʹ σφόνδυλος· ἔσχατον δὲ μεσου-
And as Leo sets, the zodiac sets with it from the middle of the 21st degree of Cancer up to the 14th degree of Virgo; and it culminates from the 13th degree of Scorpio up to the middle of the 21st of Sagittarius. And the 1st star of Leo to set is the one in the forefeet, and the last is the one at the tip of the tail. And of the other stars there culminates at the beginning of the setting both the right foot of the Kneeler, and the left knee of Ophiuchus, falling short of the meridian by about half a cubit, and the 1st vertebra of Scorpio; and last there culmi-
PG 19:1128Read from the page
ρανοῦσι τοῦ τε Δράκοντος ὁ βορειότερος πρόταφος καὶ τοῦ Τοξότου ὁ ἐν μέσῳ τῷ νώτῳ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Λέων ἐν ὥραις βʹ καὶ δυσὶ μέρεσιν ὥρας.
minate the more northern temple of the Dragon, and that in the middle of the back of the Archer, preceding the meridian by about half a cubit. And the Lion sets in 2 hours and two parts of an hour.
Τῆς δὲ Παρθένου δυνούσης, συγκαταδύνει μὲν αὐτῇ ὁ ζωδιακὸς ἀπὸ Λέοντος ζʹ καὶ κʹ μοί. ἕως Χηλῶν ζʹ· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ιαʹ ἕως Αἰγοκέρωτος δʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι· ἔσχατος δὲ ὁ ἐν τῷ βορείῳ ποδί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ὀφιούχου ὁ βʹ ἀπ' ἄκρας τῆς οὐρᾶς, καὶ τοῦ Τοξότου τῶν ἐν τῷ τετραπλεύρῳ ὁ ἡγούμενος τῶν ἀμαυροτέρων ἀντιγωνίων· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῳ τῷ σώματι λαμπρὸς, καὶ τοῦ Δελφῖνος τῶν ἐν τῷ ῥόμβῳ ὁ νοτιώτερος τῶν ἑπομένων. Δύνει δὲ ἡ Παρθένος ἐν ὥραις βʹ καὶ πέμπτῳ μέρει.
When the Virgin sets, the zodiac sets together with her from the 27th degree of the Lion up to the 7th of the Claws; and it culminates from the 11th of the Archer up to the 4th of Capricorn. And first sets the star at the tip of the left wing; and last, that on the northern foot. Of the other stars, there culminate at the beginning the 2nd from the tip of the tail of the Serpent-holder, and, of those in the quadrilateral of the Archer, the leading one of the dimmer ones at opposite angles; and last culminate the bright one in the middle of the body of the Bird, and, of those in the rhombus of the Dolphin, the more southern of the following ones. And the Virgin sets in 2 hours and a fifth part.
ΙΓʹ. Ὅταν δὲ αἱ Χηλαὶ δύνωσι, συγκαταδύνει μὲν αὐταῖς ὁ ζωδιακὸς ἀπὸ Χηλῶν μοί. ιζʹ μέσης ἕως Σκορπίου μοί. ιεʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοί. ιʹ ἕως Αἰγόκερω μοί. ηʹ καὶ κʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ Χηλῇ λαμπρὸς, ἔσχατος δὲ ὁ ἐν μέσῃ τῇ βορείῳ Χηλῇ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ βορειότατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ἔσχατον δὲ ὁ ἐν τῷ στόματι τοῦ Ἵππου λαμπρός. Δύνουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ αʹ καὶ δʹ μέρει.
XIII. When the Claws set, the zodiac sets together with them from the middle of the 17th degree of the Claws up to the 15th degree of the Scorpion; and it culminates from the 10th degree of Capricorn up to the middle of the 28th degree of Capricorn. And first sets the bright star at the tip of the southern Claw, and last, that in the middle of the northern Claw. Of the other stars, there culminate at the beginning the northernmost of those in the right wing of the Bird, and last, the bright one in the mouth of the Horse. And the Claws set in 1 hour and a 4th part.
Τοῦ δὲ Σκορπίου δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Χηλῶν μοί. ιγʹ μέσης ἕως Σκορπίου μοί. ϛʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω ζʹ μέσης ἕως Αἰγόκερω βʹ καὶ κʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐπὶ τοῦ γʹ σφονδύλου κείμενος, ἔσχατον δὲ ὁ βορειότερος τῶν ἐν τῷ μετώπῳ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ μέσος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὑπολειπόμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Αἰγόκερω ὁ βορειότερος τῶν ἐν τοῖς γόνασιν· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρὸς, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς βʹ μέρη πήχεως. Δύνει δὲ Σκορπίος ἐν ὥρᾳ αʹ.
When the Scorpion sets, the zodiac sets together with it from the middle of the 13th degree of the Claws up to the 6th degree of the Scorpion; and it culminates from the middle of the 7th of Capricorn up to the 22nd of Capricorn. And first sets the star lying on the 3rd vertebra, and last, the more northern of those on the forehead. Of the other stars, there culminate at the beginning the middle one of those in the right wing of the Bird, falling short of the meridian by about half a cubit, and the more northern of those on the knees of Capricorn; and last culminate the bright one in the middle of the tail of the Bird, and the leading one of the bright ones in the tail of Capricorn, falling short of the meridian by about 2 parts of a cubit. And the Scorpion sets in 1 hour.
Τοῦ δὲ Τοξότου δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Σκορπίου μοί. γʹ ἕως Τοξότου ζʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοί. κʹ ἕως Ἰχθύων εʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ λαμπρὸς ὁ ἐν τῷ ὀπισθίῳ ποδὶ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἐφαπτίδι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κηφέως ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρὶ, καὶ τοῦ Ὄρνιθος ὁ ἐν τῷ ἀγκῶνι τῆς ἀριστερᾶς πτέρυγος, καὶ τοῦ Αἰγόκερω ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Κηφέως ὁ ἀριστερὸς ποῦς· καὶ τοῦ Ἵππου ὁ ἐν τῷ ὀμφαλῷ. Δύνει δὲ ὁ Τοξότης ἐν ὥραις γʹ.
When the Archer sets, the zodiac sets together with it from the 3rd degree of the Scorpion up to the middle of the 27th of the Archer; and it culminates from the 20th degree of Capricorn up to the middle of the 5th of the Fishes. And first sets the bright star on the hind foot, and last, the more northern of those on the mantle. Of the other stars, there culminate at the beginning that at the tip of the right hand of Cepheus, and that at the bend of the left wing of the Bird, and the following one of those on the back of Capricorn, preceding the meridian by about half a cubit; and last culminate the left foot of Cepheus, and that on the navel of the Horse. And the Archer sets in 3 hours.
ΙΔʹ. Τοῦ δὲ Αἰγόκερω δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Αἰγόκερω μοί. βʹ ἕως Αἰγόκερω μοί. δʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοί. ιαʹ μέσης ἕως Κριοῦ θʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τοῖς γονατίοις, ἔσχατος δὲ ὁ ἑπόμε-
XIV. When Capricorn sets, the zodiac sets together with it from the 2nd degree of Capricorn up to the middle of the 24th degree of Capricorn; and it culminates from the middle of the 11th degree of the Fishes up to the 9th of the Ram. And first sets the more southern star of those on the knees, and last, the follow-
Notes, col. 1128

On the reading

Printed πρόταφος, for κρόταφος.

Printed ποῦς, for πούς.

PG 19:1129Read from the page
νος τῶν ἐν τῇ οὐρᾷ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς Κασσιεπείας ὁ ἀμαυρότερος τῶν ἐν τῷ δίφρῳ, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότερος τῶν ἐν τῷ στήθει· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Περσέως ὁ ἀριστερὸς ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς βʹ μέρη πήχεως. Δύνει δὲ ὁ Αἰγόκερως ἐν ὥρᾳ αʹ καὶ βʹ μέρεσιν ὥρας.
ing one of those in the tail. Of the other stars, there culminate at the beginning the dimmer one of those on the chair of Cassiopeia, and the more northern of those on the breast of Andromeda; and last culminate the left shoulder of Perseus, falling short of the meridian by about 2 parts of a cubit. And Capricorn sets in 1 hour and 2 parts of an hour.
Τοῦ δὲ Ὑδροχόου δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Αἰγοκέρωτος μοί. ιηʹ μέσης ἕως Ὑδροχόου ιεʹ· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοί. γʹ ἕως Ταύρου ζʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρὶ, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ κάλπιδι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδὴς ὢν, καὶ τῆς Ἀνδρομέδας ὁ ἀριστερὸς ποῦς, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ· ὁμοίως δὲ καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ· ἔσχατος δὲ ὁ ἐν τῇ ὠμοπλάτῃ τοῦ Ταύρου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τῶν Ὑάδων ὁ ἐν τῷ ῥύγχει, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Ὑδροχόος ἐν ὥραις βʹ καὶ ηʹ μέρει.
When the Water-pourer sets, the zodiac sets together with it from the middle of the 18th degree of Capricorn up to the 15th of the Water-pourer; and it culminates from the 3rd degree of the Ram up to the middle of the 7th of the Bull. And first sets the leading star of those in the left hand, and last, the following one of those in the urn. Of the other stars, there culminate at the beginning the nebulous one on the sickle of Perseus, and the left foot of Andromeda, slightly preceding the meridian; and likewise also the middle one of those on the head of the Ram; and last, that on the shoulder-blade of the Bull, preceding the meridian by about half a cubit, and that of the Hyades on the snout, falling short of the meridian by about half a cubit. And the Water-pourer sets in 2 hours and an 8th part.
Τῶν δὲ Ἰχθύων δυνόντων, συγκαταδύνει μὲν αὐτοῖς ὁ ζωδιακὸς ἀπὸ Ὑδροχόου μοί. γʹ καὶ κʹ ἕως Κριοῦ μοί. εʹ· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοί. ιζʹ ἕως Καρκίνου ϛʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρῳ τῷ ῥύγχει τοῦ βορειοτέρου Ἰχθύος· μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ταύρου ὁ ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ κέρατος, καὶ τοῦ Ἡνιόχου ὁ ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Ἄρκτου ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις σκέλεσιν, καὶ τοῦ Καρκίνου οἱ περὶ τὸ νεφέλιον τῶν ἐν αὐτῷ κειμένων δʹ βʹ οἱ πρὸς δύσιν, καὶ τοῦ Κυνὸς ὁ νοτιώτερος τῶν ἐ⟨…⟩ ὥραις γʹ καὶ ἡμιωρίῳ.
When the Fishes set, the zodiac sets together with them from the 23rd degree of the Water-pourer up to the 5th degree of the Ram; and it culminates from the 17th degree of the Bull up to the 6th of the Crab. And first sets the star at the tip of the snout of the more northern Fish; and of the other stars, there culminate at the beginning that at the base of the right horn of the Bull, and the left shoulder of the Charioteer, preceding the meridian by about half a cubit; and last culminate the more northern of those in the forelegs of the Bear, and, of the 4 lying around the little cloud in the Crab, the 2 towards the west, and the more southern of those in the fore⟨…⟩ in 3 hours and a half-hour.
ΙΕʹ. Τοῦ δὲ Κριοῦ δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ἰχθύων μοί. θʹ καὶ κʹ ἕως Κριοῦ μοί. ϛʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοί. θʹ καὶ κʹ ἕως Καρκίνου θʹ καὶ κʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ἐμπροσθίοις ποσὶν, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κυνὸς ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Πηδαλίου ὁ ἐν μέσῃ τῇ νοτίᾳ πλευρᾷ· ἔσχατον δὲ τῆς τε Ἄρκτου ὁ ἡγούμενος τῶν ἐν τοῖς ὀπισθίοις ποσὶν, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λέοντος τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει λαμπρῶν ὁ γʹ ἀπ' ἄρκτων, ὡς βʹ μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Κριὸς ἐν ὥραις βʹ.
XV. When the Ram sets, the zodiac sets together with it from the 29th degree of the Fishes up to the 26th degree of the Ram; and it culminates from the 29th degree of the Twins up to the 29th of the Crab. And first sets the star in the forefeet, and last, the following one of those in the tail. Of the other stars, there culminate at the beginning that at the tip of the tail of the Dog, falling short of the meridian by about half a cubit, and that in the middle of the southern side of the Rudder; and last, the leading one of those in the hind feet of the Bear, preceding the meridian by about half a cubit, and, of the bright ones in the neck and breast of the Lion, the 3rd from the north, falling short of the meridian by about 2 parts of a cubit. And the Ram sets in 2 hours.
Τοῦ δὲ Ταύρου δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Κριοῦ μοί. κʹ ἕως Ταύρου μοί. κϛʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοί. βʹ καὶ κʹ ἕως Παρθένου ζʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τῇ ἀποτομῇ δʹ, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ ἀριστερῷ κέρατι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὕδρου ὁ νοτιώτατος τῶν ἐν τῷ τραχήλῳ γʹ, ἔγγιστα τῶν ἀπ' Ἄρκτου κειμένων τοῦ λαμπροῦ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς Παρθένου ὁ ἐν μέσῃ τῇ ἀριστερᾷ
When the Bull sets, the zodiac sets together with it from the 20th degree of the Ram up to the 26th degree of the Bull; and it culminates from the 22nd degree of the Crab up to the 7th of the Virgin. And first sets the more southern star of the 4 in the cut-off, and last, that at the tip of the left horn. Of the other stars, there culminate at the beginning the southernmost of the 3 in the neck of the Water-snake, nearest to those lying northward of the bright one, falling short of the meridian by about half a cubit; and last culminate that of the Virgin in the middle of the left
Notes, col. 1129

On the reading

Printed ποῦς, for πούς.

PG 19:1132Read from the page
πτέρυγι, μικρὸν προηγουμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κόρακος ὁ ἐν μέσῳ τῷ σώματι μικρός. Δύνει δὲ ὁ Ταῦρος ἐν ὥραις γʹ.
wing, slightly preceding the meridian, and the small one in the middle of the body of the Crow. And the Bull sets in 3 hours.
Τῶν δὲ Διδύμων δυνόντων, συγκαταδύνει μὲν αὐτοῖς ὁ ζωδιακὸς ἀπὸ Διδύμων μοί. δʹ ἕως Καρκίνου βʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοί. ιζʹ ἕως Χηλῶν βʹ καὶ κʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ καλούμενος Πρόπους, ἔσχατος δὲ ὁ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπομένου Διδύμου. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ ὅ τε Προτρυγητὴρ, καὶ τῆς Παρθένου ὁ δεξιὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανεῖ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ Χηλῇ λαμπρὸς, ὡς βʹ μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνουσι δὲ οἱ Δίδυμοι ἐν ὥραις βʹ καὶ ϛʹ μέρει.
When the Twins set, the zodiac sets together with them from the 4th degree of the Twins up to the middle of the 2nd of the Crab; and it culminates from the 17th degree of the Virgin up to the middle of the 22nd of the Claws. And first sets the star called Propus, and last, that in the right hand of the following Twin. Of the other stars, there culminate at the beginning the Vindemiator, and the right shoulder of the Virgin, preceding the meridian by about half a cubit; and last culminates the bright one of the Claws at the tip of the northern Claw, falling short of the meridian by about 2 parts of a cubit. And the Twins set in 2 hours and a 6th part.
ΙϚʹ. Χωρὶς δὲ τῆς ἐν ταῖς συνανατολαῖς καὶ δύσεσι θεωρίας, εὔχρηστον εἶναι νομίζω καὶ τὸ παρακολουθεῖν ἡμᾶς τίνες τῶν ἀπλανῶν ἀστέρων ἀπέχουσιν ἀπ' ἀλλήλων κατὰ τὰ ἑξῆς ὡριαῖα ἰσημερινὰ διαστήματα. Τοῦτο γὰρ ἡμῖν εὔχρηστόν ἐστιν πρός τε τὸ τὴν ὥραν τῆς νυκτὸς ἀκριβῶς συλλογίζεσθαι, καὶ πρὸς τὸ τοὺς ἐκλειπτικοὺς τῆς σελήνης χρόνους, καὶ ἕτερα πλείονα κατανοεῖν τῶν ἐν ἀστρολογίᾳ θεωρημάτων.
XVI. Apart from the theory concerning the simultaneous risings and settings, I consider it useful also for us to follow which of the fixed stars are distant from one another according to the successive hourly equinoctial intervals. For this is useful to us both towards calculating accurately the hour of the night, and towards understanding the ecliptic times of the moon, and several other theorems in astronomy.
Ἐπὶ μὲν οὖν τῶν διὰ τῶν τροπικῶν σημείων καὶ διὰ τῶν πόλων γραφομένου κύκλου κεῖται ἀστὴρ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Κυνὸς, ἐν τῷ τὸν θερινὸν τροπικὸν σημεῖον ἔχοντι ἡμικυκλίῳ κείμενος. Ἀπὸ τούτου τοῦ ἀστέρος ἀπέχει ὡριαῖον διάστημα τοῦ τε Ὕδρου ὁ ἐν τῇ ἐκφύσει τοῦ τραχήλου κείμενος. Ἔγγιστα δὲ καὶ τῆς Ἄρκτου ὁ ἐν τοῖς ἐμπροσθίοις γόνασι λαμπρός.
Now upon the circle drawn through the tropical points and through the poles lies the star at the tip of the tail of the Dog, lying in the semicircle that holds the summer tropical point. From this star is distant by an hourly interval that of the Water-snake lying at the base of the neck. And very near also is the bright one in the fore-knees of the Bear.
Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει τῶν ἐν τῷ Λέοντι ὁ προηγούμενος μικρῷ μεῖζον ἢ πῆχυν τοῦ ἐν τῇ καρδίᾳ λαμπροῦ μικρὸς ἀστερίσκος. Τοῦ τε σφονδύλου προηγεῖται οὗτος ὁ ἀστερίσκος τοῦ διὰ τῶν πόλων κύκλου τὸ βʹ ὡριαῖον διάστημα ἀφορίζοντος.
The second hourly interval is marked off, among those in the Lion, by the small little star preceding by slightly more than a cubit the bright one in the heart. And this little star precedes the vertebra on the circle through the poles that marks off the 2nd hourly interval.
Τὸ δὲ τρίτον ὡριαῖον διάστημα περὶ μέσον τὸν Λέοντα ἀφορίζει τοῦ Λέοντος ὁ νοτιώτερος τῶν βʹ τῶν ἐξ ἑκατέρου μέρους παρακειμένων τῷ ἐπὶ τῆς ὀσφύος λαμπρῷ.
The third hourly interval around the middle of the Lion is marked off by the more southern of the 2 of the Lion lying beside on either side of the bright one on the loin.
Τὸ δὲ τέταρτον ὡριαῖον διάστημα περὶ τὴν ἀρχὴν τῆς Παρθένου ἀφορίζει τοῦ ὑπὸ τὸν Κρατῆρα ὀρθογωνίου τριγώνου ὁ ἐπὶ τῆς ὀρθῆς γωνίας κείμενος ἀστήρ. Ὁ δὲ ἐπὶ τῆς ὀσφύος τῆς μεγάλης Ἄρκτου λαμπρὸς ἔλαττον ἢ κʹ μέρος ὥρας ὑπολείπεται τοῦ τὴν δʹ ὥραν ἀφορίζοντος κύκλου.
The fourth hourly interval around the beginning of the Virgin is marked off by the star lying at the right angle of the right-angled triangle under the Bowl. And the bright one on the loin of the Great Bear falls short by less than a 20th part of an hour of the circle marking off the 4th hour.
Τὴν δὲ πέμπτην ὥραν ἀφορίζει περὶ μέσην τὴν Παρθένον ἀκριβῶς μὲν οὐδεὶς ἀστὴρ, τῷ δὲ ιʹ μέρει ὥρας πλέον ὑπολειπόμενος ὅ τε Προτρυγητὴρ καὶ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τῆς Παρθένου κείμενος λαμπρὸς ἀστήρ.
The fifth hour around the middle of the Virgin is marked off accurately by no star, but falling short by more than the 10th part of an hour are both the Vindemiator and the bright star lying on the right shoulder of the Virgin.
Τὴν δὲ ἕκτην ὥραν ἀφορίζει ἐπὶ τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου, ἔγγιστα μὲν τοῦ Κενταύρου ὁ ἑπόμενος τῶν ἐν τῷ νοτιωτάτῳ μέρει τοῦ θύρσου λαμπρῶν, καὶ ὡς ἡμιπήχιον διεστηκότων, οἳ κεῖνται κατὰ μέσον πως τὸ στῆθος τοῦ Κενταύρου· τοῦ δὲ
The sixth hour upon the circle through the equinoctial points is marked off very nearly by the following one of the bright stars of the Centaur in the southernmost part of the thyrsus, distant by about half a cubit, which lie somewhere about the middle of the breast of the Centaur; and of
Notes, col. 1132

On the reading

Printed προηγουμενος, for προηγούμενος.