PG 19:1097Read from the pageἄκρᾳ τῇ οὐρᾷ τοῦ Λέοντος λαμπρὸς, καὶ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι τῆς Παρθένου, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ἡ Λύρα ἐν δʹ πεμπτημορίοις αʹ ὥρας.
the tip of the tail of Leo, the bright one, and the one at the tip of the left wing of Virgo, falling short of the meridian by about half a cubit. And Lyra rises in 4 fifths of 1 hour.
Τοῦ δὲ Ὄρνιθος ἀνατέλλοντος, συνανατέλλει μὲν ὁ ζωδιακὸς ἀπὸ Χηλῶν ζʹ καὶ κʹ μοί. μέσης ἕως τοῦ Τοξότου βʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τοῦ Λέοντος ἕως Χηλῶν ιʹ μοί. μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν ὁ ἐν τῇ καρδίᾳ τοῦ Λέοντος λαμπρὸς, ἔσχατος δὲ τοῦ Κενταύρου ὁ νοτιώτερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον, καὶ ὁ Ἀρκτοῦρος, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατ⟨…⟩ ρίοις.
And when the Bird rises, the zodiac rises together with it from the middle of the 27th degree of Chelae up to the 22nd of Sagittarius; and there culminates from the beginning of Leo up to the middle of the 10th degree of Chelae. And as the 1st star there rises the northernmost of those in the right wing. And there culminates as the 1st star the bright one in the heart of Leo, and as the last the more southern of those under the right shoulder of Centaurus, and Arcturus, falling short of the meridian by about half a cubit. It rises [in 4 hours and two] fifths.
ΚΑʹ. Τοῦ δὲ Κηφέως μόνα τὰ πρὸς τῇ κεφαλῇ μέρη ἀνατέλλει. Συνανατέλλει δὲ αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Σκορπίου μοί. ζʹ καὶ κʹ μέσης ἕως τοῦ Τοξότου ϛʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοί. θʹ μέσης ἕως Παρθένου αʹ καὶ κʹ. Αʹ δὲ ἀστὴρ μεσουρανεῖ τοῦ Κόρακος ὁ ἐν τῇ οὐρᾷ λαμπρὸς, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὁ ἀριστερὸς ἀγκὼν τῆς Παρθένου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Κηφεὺς ἐν γʹ ἔγγιστα πεμπτημορίοις ὥρας αʹ.
21. And of Cepheus only the parts by the head rise. And the zodiac rises together with it from the middle of the 27th degree of Scorpius up to the middle of the 6th of Sagittarius; and there culminates from the middle of the 9th degree of Virgo up to the 21st of Virgo. And as the 1st star there culminates the bright one in the tail of Corvus, falling short of the meridian by about half a cubit, and as the last the left elbow of Virgo, preceding the meridian by about half a cubit. And Cepheus rises in 3 fifths of 1 hour very nearly.
Τῆς δὲ Κασσιεπείας ἀνατελλούσης, συνανατέλλει μὲν ὁ ζωδιακὸς ἀπὸ τοῦ Τοξότου βʹ καὶ κʹ μοί. ἕως Αἰγόκερω ιβʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν μοί. ιαʹ ἕως Σκορπίου γʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῷ θρόνῳ αὐτῆς λαμπρὸς, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν τοῦ Κενταύρου ὁ νοτιώτερος τῶν ὑπὸ τὸν δεξιὸν ὦμον, καὶ ὁ Ἀρκτοῦρος, ἔσχατος δὲ ὁ μέσος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου, καὶ τοῦ Στεφάνου ὁ ἡγούμενος τοῦ λαμπροῦ. Ἀνατέλλει δὲ ἡ Κασσιέπεια ἐν ὥρᾳ αʹ καὶ γʹ μέρει.
And when Cassiepeia rises, the zodiac rises together with it from the 22nd degree of Sagittarius up to the 12th of Capricornus; and there culminates from the 11th degree of Chelae up to the middle of the 3rd of Scorpius. And as the 1st star there rises the bright one in her throne, and as the last the one in the head. And there culminates as the 1st star the more southern of those under the right shoulder of Centaurus, and Arcturus, and as the last the middle one of those in the forehead of Scorpius, and of Corona the one preceding the bright star. And Cassiepeia rises in 1 hour and a 3rd part.
Τῆς δὲ Ἀνδρομέδας ἀνατελλούσης, συνανατέλλει μὲν αὐτῇ ὁ ζωδιακὸς ἀπὸ Αἰγόκερω ιεʹ μοί. ἕως Ὑδροχόου μοί. δʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου ϛʹ μέσης ἕως Τοξότου ηʹ μέσης. Καὶ αʹ μὲν ὁ ἀστὴρ ἀνατέλλει αὐτῆς ὁ νοτιώτερος τῶν ἐν τῇ δεξιᾷ χειρὶ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν τοῦ Στεφάνου ὁ ἐχόμενος τοῦ λαμπροῦ, ἔσχατος δὲ ὁ ἀριστερὸς ἀγκὼν τοῦ Ἐν γόνασιν. Ἀνατέλλει δὲ ἡ Ἀνδρομέδα ἐν ὥραις βʹ καὶ ηʹ μέρει.
And when Andromeda rises, the zodiac rises together with her from the 15th degree of Capricornus up to the middle of the 24th degree of Aquarius; and there culminates from the middle of the 6th of Scorpius up to the middle of the 8th of Sagittarius. And as the 1st star of her there rises the more southern of those in the right hand, and as the last the one at the tip of the left hand. And there culminates as the 1st star the one of Corona next to the bright one, and as the last the left elbow of Engonasin. And Andromeda rises in 2 hours and an 8th part.
Τοῦ δὲ Ἵππου ἀνατέλλοντος, συνανατέλλει αὐτῷ ὁ ζωδιακὸς ἀπὸ τῆς ἀρχῆς τοῦ Αἰγόκερω ἕως Ὑδροχόου μοί. αʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν αʹ καὶ κʹ μέσης ἕως Τοξότου ϛʹ μέσης. Καὶ αʹ μὲν αὐτοῦ ἀστὴρ ἀνατέλλει ὁ νοτιώτερος τῶν ἐμπροσθίων ποδῶν, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν ὁ ἐν μέσῃ τῇ νοτίᾳ Χηλῇ, ἔσχατοι δὲ τοῦ Ὀφιούχου οἱ παρὰ τὸν δεξιὸν ὦμον γʹ ἐπ' εὐθείας κείμενοι, ἐκτὸς ὄντες αὐτοῦ, καὶ τοῦ Ἐν γόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρὸς, μικρὸν προηγούμενος αὐτοῦ. Ἀνατέλλει δὲ ὁ Ἵππος ἐν ὥραις γʹ.
And when the Horse rises, the zodiac rises together with it from the beginning of Capricornus up to the 21st degree of Aquarius; and there culminates from the middle of the 21st of Chelae up to the middle of the 6th of Sagittarius. And as its 1st star there rises the more southern of the forefeet, and as the last the bright one on the loin. And there culminates as the 1st star the one in the middle of the southern Chela, and as the last the 3 of Ophiuchus lying in a straight line beside the right shoulder, being outside it, and of Engonasin the bright star in the left thigh, slightly preceding it. And the Horse rises in 3 hours.
Τοῦ δὲ Ὀϊστοῦ ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ τοῦ Τοξότου μοί. εʹ ἕως Τοξότου ιʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου ιθʹ ἕως Παρ-
And when the Arrow rises, the zodiac rises together with it from the 5th degree of Sagittarius up to the middle of the 10th of Sagittarius; and there culminates from the 19th of Virgo up to Vir-
PG 19:1100Read from the pageθένου εʹ καὶ κʹ. Καὶ πρῶτοι μὲν ἀνατέλλουσιν οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ὁ ἐν τῇ ἀκίδι. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν ὁ ἐν τῷ ἀριστερῷ ἀγκῶνι τῆς Παρθένου, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὁ Στάχυς, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ ὁ ὑπὸ τὸν ἀριστερὸν ὦμον τοῦ Κενταύρου. Ἀνατέλλει δὲ ὁ Ὀϊστὸς ἐν γʹ μέρει ὥρας.
go's 25th. And first there rise those in the notch, and last the one in the barb. And there culminates as the 1st star the one in the left elbow of Virgo, falling slightly short of the meridian, and as the last Spica, slightly preceding the meridian, and the one under the left shoulder of Centaurus. And the Arrow rises in a 3rd part of an hour.
ΚΒʹ. Τοῦ δὲ Ἀετοῦ ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Τοξότου μοί. θʹ ἕως Τοξότου ιδʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου δʹ καὶ κʹ ἕως Παρθένου λʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει τοῦ Ἀετοῦ ὁ βορειότερος τῶν ἐν ταῖς πτέρυξι βʹ μικρῶν, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῷ σώματι γʹ λαμπρῶν. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν ὁ Στάχυς, ἔσχατος δὲ τοῦ Κενταύρου ὁ βορειότερος τῶν ἐν τῇ κεφαλῇ. Ἀνατέλλει δὲ ὁ Ἀετὸς ἐν βʹ πεμπτημορίοις τῆς ὥρας.
22. And when the Eagle rises, the zodiac rises together with it from the 9th degree of Sagittarius up to the middle of the 14th of Sagittarius; and there culminates from the 24th of Virgo up to the middle of the 30th of Virgo. And as the 1st star of the Eagle there rises the more northern of the 2 small ones in the wings, and as the last the more southern of the 3 bright ones in the body. And there culminates as the 1st star Spica, and as the last the more northern of those in the head of Centaurus. And the Eagle rises in 2 fifths of the hour.
Τοῦ δὲ Δελφῖνος ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ τοῦ Τοξότου μοί. κʹ μέσης ἕως Τοξότου δʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ηʹ μέσης ἕως Χηλῶν ιγʹ. Καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσιν οἱ ἡγούμενοι τῶν ἐν τῷ ῥόμβῳ δʹ, ἔσχατος δὲ τῶν ἐν τῇ οὐρᾷ ὁ νοτιώτερος. Μεσουρανεῖ δὲ αʹ μὲν ὁ ἀριστερὸς ποῦς τῆς Ἀνδρομέδας, ἔσχατος δὲ τοῦ Κενταύρου ὁ βορειότατος τῶν ἐν τῷ θύρσῳ, καὶ τῆς Παρθένου ὁ ἀπ' Ἄρκτου κείμενος τοῦ δεξιοῦ γόνατος ⟨…⟩ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Δελφὶς ἐν δʹ μέρει αʹ ὥρας.
And when the Dolphin rises, the zodiac rises together with it from the middle of the 20th degree of Sagittarius up to the middle of the 24th of Sagittarius; and there culminates from the middle of the 8th of Chelae up to the 13th of Chelae. And as the first stars there rise the preceding ones of the 4 in the rhombus, and as the last the more southern of those in the tail. And there culminates as the 1st the left foot of Andromeda, and as the last the northernmost of those in the thyrsus of Centaurus, and of Virgo the one lying on the side of the Bear from the right knee [and foot, preceding the] meridian [by about half a cubit]. And the Dolphin rises in a 4th part of 1 hour.
Τοῦ δὲ Περσέως ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Αἰγόκερω εʹ καὶ κʹ μοί. ἕως Κριοῦ ιδʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ τοῦ Σκορπίου ιϛʹ μέσης ἕως Αἰγόκερω ηʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει ὁ ἐν τῇ Ἅρπῃ νεφελοειδὴς, ἔσχατοι δὲ οἱ ὑπὲρ τὴν Πλειάδα ἐν τῷ ἀριστερῷ ποδὶ κείμενοι. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν ὁ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρὸς καὶ τοῦ Ἐν γόνασιν ὁ προηγούμενος τοῦ δεξιοῦ ὤμου ἐν τῷ βραχίονι, ἔσχατος δὲ τοῦ Αἰγόκερω ὁ βορειότερος τῶν ἐν τοῖς γονατίοις, καὶ τοῦ Ὄρνιθος ὁ βορειότερος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Περσεὺς ἐν ὥραις γʹ καὶ ἡμίσει, καὶ γʹ μέρει ὥρας.
And when Perseus rises, the zodiac rises together with it from the 25th degree of Capricornus up to the middle of the 14th of Aries; and there culminates from the middle of the 16th of Scorpius up to the middle of the 8th of Capricornus. And as the 1st star there rises the nebulous one in the Harpe, and as the last those lying above the Pleiad in the left foot. And there culminates as the 1st star the bright one in the middle of the Censer and of Engonasin the one preceding the right shoulder in the arm, and as the last of Capricornus the more northern of those in the knees, and of the Bird the more northern of those in the right wing, preceding the meridian by about half a cubit. And Perseus rises in 3 hours and a half, and a 3rd part of an hour.
Τοῦ δὲ Ἡνιόχου ἀνατέλλοντος, συνανατέλλει μὲν ὁ ζωδιακὸς ἀπὸ Ἰχθύων μοί. ιαʹ μέσης ἕως τοῦ Ταύρου ιϛʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου κʹ μοί. ἕως Αἰγόκερω θʹ καὶ κʹ. Καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσιν οἱ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανεῖ δὲ αʹ μὲν ἀστὴρ τοῦ Τοξότου ὁ ἡγούμενος τῶν ἐν τῇ ἐφαπτίδι, καὶ ὁ μέσος τῶν ἐν τῷ νώτῳ, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ βʹ ἀπ' ἄκρας τῆς οὐρᾶς ἀριθμούμενος· ἔσχατος δὲ μεσουρανεῖ ὁ ἐν τῷ ῥύγχει τοῦ Ἵππου λαμπρὸς, καὶ τοῦ Ὄρνιθος ὁ ἑπόμενος ἐν τῷ ἀριστερῷ ποδὶ, καὶ τοῦ Κηφέως ὁ νοτιώτερος τῶν προηγουμένων τοῦ δεξιοῦ ὤμου βʹ ἐκφανῶν. Ἀνατέλλει δὲ ὁ Ἡνίοχος ἐν ὥραις γʹ.
And when the Charioteer rises, the zodiac rises together with it from the middle of the 11th degree of Pisces up to the middle of the 16th of Taurus; and there culminates from the 20th degree of Sagittarius up to the 29th of Capricornus. And as the first stars there rise those in the head, and as the last the one in the right foot. And there culminates as the 1st star of Sagittarius the preceding one of those in the cloak, and the middle one of those in the back, and of Serpens, which Ophiuchus holds, the 2nd counted from the tip of the tail; and as the last there culminates the bright star in the snout of the Horse, and of the Bird the following one in the left foot, and of Cepheus the more southern of the 2 conspicuous ones preceding the right shoulder. And the Charioteer rises in 3 hours.
ΚΓʹ. Περὶ μὲν οὖν τὰς ἀνατολὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζωδιακοῦ κύκλου ταῦτα συμβαίνει ἐν τῇ προειρημένῃ τοῦ κόσμου ἐγκλίσει· περὶ δὲ τὰς καταδύσεις τὰ τοιαῦτα.
23. Concerning the risings, then, of the constellations further north than the zodiacal circle, these things happen in the aforesaid inclination of the cosmos; and concerning the settings, such things as follow.
Τοῦ Βοώτου δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Σκορπίου μοί. ϛʹ ἕως Αἰγοκέρωτος μοί. ιθʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγοκέρωτος μοί. βʹ καὶ
When Bootes sets, the zodiac sets together with it from the 6th degree of Scorpius up to the middle of the 19th degree of Capricornus; and there culminates from the 2nd and
PG 19:1101Read from the pageκʹ ἕως Κριοῦ δʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ νοτιώτατος τῶν ἐν τῷ ἀριστερῷ ποδὶ, ἔσχατος δὲ ὁ βορειότατος τῶν ἐν τῷ κολλορόβῳ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀπλανῶν αʹ μὲν τοῦ Ὄρνιθος, ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρὸς, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἀπὸ νότου παρακειμένων τοῖς ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τοῦ Περσέως ὁ ἐν τῇ Ἅρπῃ νεφελοειδὴς, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ γʹ, καὶ ὁ Σύνδεσμος τῶν λίνων. Δύνει δὲ ὁ Βοώτης ἐν ὥραις ἰσημεριναῖς δʹ καὶ δυσὶ μέρεσιν ὥρας.
20th degree of Capricornus up to the 4th of Aries. And as the 1st star there sets the southernmost of those in the left foot, and as the last the northernmost of those in the club. And of the other fixed stars there culminates as the 1st, of the Bird, the bright star in the middle of the tail, and of Capricornus the preceding one of those lying beside the ones in the tail on the south, and as the last, of Perseus, the nebulous one in the Harpe, and of Aries the following one of the 3 in the head, and the Knot of the cords. And Bootes sets in 4 equinoctial hours and two parts of an hour.
Τοῦ δὲ Στεφάνου δύνοντος, συγκαταδύνει μὲν ὁ ζωδιακὸς ἀπὸ τοῦ Τοξότου μοί. γʹ καὶ κʹ ἕως Αἰγόκερω δʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τῶν Ἰχθύων ἕως Ἰχθύων μοί. ιδʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ λαμπρότατος τῶν ἐν τῷ Στεφάνῳ, ἔσχατος δὲ ὁ ἀμαυρότερος, καὶ ἔσχατος ὢν τῆς ἑπομένης περιφερείας. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τῶν Ἰχθύων τοῦ νοτιωτέρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ λαμπρὸς, καὶ τοῦ πρὸς νότον αὐτοῦ κειμένου παραλληλογράμμου οἱ ἡγούμενοι, ἔσχατοι δὲ ὅ τε ἐν μέσῳ τῷ σώματι τῆς Κασσιεπείας, καὶ ὁ ἐν τῇ ἀριστερᾷ χειρὶ τῆς Ἀνδρομέδας. Δύνει δὲ ὁ Στέφανος ἐν ὥρᾳ αʹ ὡς ἔγγιστα.
And when Corona sets, the zodiac sets together with it from the 23rd degree of Sagittarius up to the middle of the 4th of Capricornus; and there culminates from the beginning of Pisces up to the middle of the 14th degree of Pisces. And as the 1st star there sets the brightest of those in Corona, and as the last the dimmer one, being also the last of the following circumference. And of the other stars there culminates as the 1st, of the more southern of Pisces, the bright one at the tip of the tail, and the preceding ones of the parallelogram lying to the south of it, and as the last both the one in the middle of the body of Cassiepeia, and the one in the left hand of Andromeda. And Corona sets in 1 hour very nearly.
Τοῦ δὲ Ἐν γόνασι δύνοντος, συγκαταδύνει μὲν ὁ ζωδιακὸς ἀπὸ τοῦ Τοξότου μοί. ιδʹ ἕως Ὑδροχόου ιϛʹ· μεσουρανεῖ δὲ ἀπὸ τοῦ Ὑδροχόου μοί. γʹ καὶ κʹ ἕως Ταύρου μοί. ηʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρὶ, ἔσχατος δὲ ὁ ἐν τῷ ἀριστερῷ ποδί. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων τοῦ μὲν ἐν τῷ Ὑδροχόῳ ὕδατος ὁ ἐχόμενος τῶν ἐν τῇ δʹ συστροφῇ, τοῦ δὲ Ἵππου ὁ βορειότερος τῶν ἐν τῷ σώματι συνεχῶν, τοῦ δὲ Κηφέως ὁ ἀριστερὸς ὦμος ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἔσχατος δὲ μεσουρανεῖ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἑπομένων λαμπρῶν, καὶ ὁ πρὸς μεσημβρίαν κείμενος ἀκατονόμαστος λαμπρός. Δύνει δὲ ὁ Ἐν γόνασιν ἐν ὥραις δʹ καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα.
And when Engonasin sets, the zodiac sets together with it from the 14th degree of Sagittarius up to the 16th of Aquarius; and there culminates from the 23rd degree of Aquarius up to the middle of the 8th degree of Taurus. And as the 1st star there sets the one at the tip of the right hand, and as the last the one in the left foot. And of the other stars there culminates, of the water in Aquarius, the one next to those in the 4th whorl, and of the Horse the more northern of the continuous ones in the body, and of Cepheus the left shoulder, falling short of the meridian by half a cubit. And as the last there culminates, of the quadrilateral in Cetus, the more southern of the following bright stars, and the unnamed bright star lying towards the south. And Engonasin sets in 4 hours and three fifths very nearly.
ΚΔʹ. Τοῦ δὲ Ὀφιούχου δύνοντος, συγκαταδύνει μὲν ὁ ζωδιακὸς ἀπὸ Σκορπίου μοί. ιαʹ ἕως Αἰγόκερω μοί. βʹ· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω εʹ καὶ κʹ ἕως Ἰχθύων ιαʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποδὶ, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τοῦ Αἰγόκερω ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ, καὶ τοῦ Ὄρνιθος ὁ βορειότατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι· ἔσχατος δὲ τῆς Κασσιεπείας ὁ ἐν τῇ κεφαλῇ, καὶ ὁ ἐν τῷ δίφρῳ μικρός· καὶ τῆς Ἀνδρομέδας ὁ βορειότατος τῶν ἐν τῷ στήθει· καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Ὀφιοῦχος ἐν ὥραις γʹ ὡς ἔγγιστα.
24. And when Ophiuchus sets, the zodiac sets together with it from the 11th degree of Scorpius up to the 2nd degree of Capricornus; and there culminates from the 25th of Capricornus up to the middle of the 11th of Pisces. And as the 1st star there sets the one in the left foot, and as the last the one in the head. And of the other stars there culminates as the 1st, of Capricornus, the following one of those in the tail, and of the Bird the northernmost of those in the right wing; and as the last, of Cassiepeia, the one in the head, and the small one in the chair; and of Andromeda the northernmost of those in the breast; and of Cetus the more southern of those in the tail, falling slightly short of the meridian. And Ophiuchus sets in 3 hours very nearly.
Ὅτ' ἂν δὲ ὁ Ὄφις δύνει, ὃν ἔχει ὁ Ὀφιοῦχος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Σκορπίου ϛʹ καὶ κʹ μέσης μοί. ἕως Αἰγόκερω μοί. θʹ· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοί. ηʹ ἕως Ἰχθύων κʹ μέσης. Καὶ πρῶτοι μεν ἀστέρες δύνουσιν οἱ ἐν τῷ σώματι, κοινοὶ ὄντες καὶ τῆς ἀριστερᾶς χειρὸς τοῦ Ὀφιούχου, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν ὁ ἐν τῷ δεξιῷ ποδὶ τοῦ Κη-
And whenever Serpens, which Ophiuchus holds, sets, the zodiac sets together with it from the middle of the 26th degree of Scorpius up to the 9th degree of Capricornus; and there culminates from the 8th degree of Aquarius up to the middle of the 20th of Pisces. And as the first stars there set those in the body, being common also to the left hand of Ophiuchus, and as the last the one at the tip of the tail. And of the other stars there culminates as the 1st the one in the right foot of Ce-
Notes, col. 1101
PG 19:1104Read from the pageφέως, καὶ ὁ ἐν μέσῃ τῇ κάλπιδι τοῦ Ὑδροχόου, ἔσχατος δὲ τοῦ τε νοτίου Ἰχθύος ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, καὶ τῆς Κασσιεπείας ὁ ἐν τῷ γόνατι. Δύνει δὲ ὁ Ὄφις ἐν ὥραις γʹ ὡς ἔγγιστα.
pheus, and the one in the middle of the urn of Aquarius, and as the last both the more southern of those in the tail of the southern Fish, and the one in the knee of Cassiepeia. And Serpens sets in 3 hours very nearly.
Τῆς δὲ Λύρας δυνούσης, συγκαταδύνει μὲν ὁ ζωδιακὸς ἀπὸ τοῦ Ὑδροχόου μοί. δʹ ἕως Ὑδροχόου μοί. ιβʹ· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ γʹ καὶ κʹ μέσης ἕως Ταύρου γʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι λαμπρῶν, ἔσχατος δ' ὁ ἀπ' ἄρκτων παρακείμενος τῷ λαμπρῷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν ὁ μέσος τῶν ἐν τῇ οὐρᾷ τοῦ Κριοῦ, ἔσχατος δὲ τῶν μεταξὺ τοῦ τε ὀξυτάτου τῆς Πλειάδος καὶ τῶν Ὑάδων, τῶν ἐπὶ τοῦ δεξιοῦ μετώπου, ὁ βορειότερος αὐτῶν καὶ ἐκφανέστερος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς βʹ μέρη πήχεως· καὶ τῆς μεγάλης περιφερείας τοῦ ἀπὸ τοῦ Ὠρίωνος Ποταμοῦ ὁ βʹ τῶν ἀπ' ἄρκτου καὶ λαμπρὸς, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον· καὶ ὁ μεταξὺ τῆς τε ἀποτομῆς τοῦ Ταύρου καὶ τοῦ ἐν τῇ ὠμοπλάτῃ, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς βʹ μέρη πήχεως. Δύνει δὲ ἡ Λύρα ἐν δυσὶ μέρεσιν ὥρας.
And when Lyra sets, the zodiac sets together with it from the 4th degree of Aquarius up to the 12th degree of Aquarius; and there culminates from the middle of the 23rd of Aries up to the 3rd of Taurus. And as the 1st star there sets the preceding one of the bright stars in the crossbar, and as the last the one lying beside the bright star on the side of the Bears. And of the others there culminates as the 1st the middle one of those in the tail of Aries, and as the last, of those between the sharpest tip of the Pleiad and the Hyades that are on the right forehead, the more northern and more conspicuous of them, falling short of the meridian by about 2 parts of a cubit; and of the great bend of the River from Orion, the 2nd from the Bear and bright one, falling short of the meridian by about half a cubit; and the one between the section of Taurus and the one on the shoulder-blade, preceding the meridian by about 2 parts of a cubit. And Lyra sets in two parts of an hour.
Τοῦ δὲ Ὄρνιθος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ τοῦ Ὑδροχόου μοί. εʹ μέσης ἕως Ἰχθύων μοί. ιδʹ· μεσουρανεῖ δὲ ἀπὸ τοῦ Κριοῦ μοί. δʹ καὶ κʹ μέσης ἕως Διδύμων ιβʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ῥύγχει [τοῦ Ἵππου], ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ μηρῷ λαμπρὸς, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ· ἔσχατοι δὲ τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ, καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι γʹ, προηγούμενος τοῦ μεσημβρινοῦ, ὡς ἡμιπήχιον. Δύνει δὲ ὁ Ὄρνις ἐν ὥραις γʹ καὶ ϛʹ μέρει.
And when the Bird sets, the zodiac sets together with it from the middle of the 5th degree of Aquarius up to the 14th degree of Pisces; and there culminates from the middle of the 24th degree of Aries up to the 12th of Gemini. And as the 1st star there sets the one in the snout [of the Horse], and as the last the more northern of those at the tip of the right wing. And of the other stars there culminate first, of Perseus, the bright one in the right thigh, and of Aries the following one of those in the tail; and as the last, of Gemini, both the third from the west of those in the feet, and the preceding one of the 3 in the knees, preceding the meridian by about half a cubit. And the Bird sets in 3 hours and a 6th part.
ΚΕʹ. Τοῦ δὲ Κηφέως δύνει τὰ περὶ τὴν κεφαλὴν μέρη μόνον. Καὶ συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Κριοῦ μοί. ηʹ μέσης ἕως Κριοῦ ιδʹ· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοί. θʹ ἕως Καρκίνου μοί. ιϛʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει· μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τοῦ τε Καρκίνου ὁ νοτιώτερος τῶν ἀπ' ἀνατολῆς περὶ τὸ νεφέλιον κειμένων, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Ἀργοῦς ὁ ἐν τῷ ἀκροστολίῳ λαμπρός· ἔσχατος δὲ τῆς Ἄρκτου ὁ ἐν τοῖς ἐμπροσθίοις γόνασι λαμπρὸς, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· καὶ τοῦ Καρκίνου ὁ μέσος τῶν γʹ τῶν περὶ τὴν νοτίαν Χηλήν· καὶ τοῦ Ὕδρου ὁ ⟨…⟩ ἐν μέσῳ τῷ τοίχῳ λαμπρὸς μικρὸν ὑπολειπόμενος ⟨…⟩
25. And of Cepheus the parts around the head alone set. And the zodiac sets together with it from the middle of the 8th degree of Aries up to the 14th of Aries; and there culminates from the 9th degree of Cancer up to the 16th degree of Cancer. And the 1st star sets; and of the other stars there culminate as the 1st both, of Cancer, the more southern of those lying on the east around the nebula, falling slightly short of the meridian, and of Argo the bright star in the stern-ornament; and as the last, of the Bear, the bright star in the fore-knees, falling slightly short of the meridian; and of Cancer the middle one of the 3 around the southern Chela; and of Hydrus the [one at the base of the neck; and of Argo the] bright star in the middle of the side, falling slightly short [of the meridian.]
Τῆς δὲ Κασσιεπείας δυνούσης, συγκαταδύνει μὲν αὐτῇ ὁ ζωδιακὸς ἀπὸ Κριοῦ μοί. αʹ καὶ κʹ ἕως Ταύρου δʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοί. δʹ καὶ κʹ ἕως Παρθένου εʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τοῖς ποσί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τοῦ Λέοντος ὅ τε ἐμπρόσθιος ποῦς, καὶ τῶν ἐν τῇ κεφαλῇ ὁ λαμπρότατος, καὶ τοῦ Ὕδρου ὁ λαμπρότατος· ἔσχατοι δὲ τοῦ τε
And when Cassiepeia sets, the zodiac sets together with her from the 21st degree of Aries up to the middle of the 24th of Taurus; and there culminates from the 24th degree of Cancer up to the 5th of Virgo. And as the 1st star there sets the one in the head, and as the last the one in the feet. And of the other stars there culminate as the 1st, of Leo, both the forefoot and the brightest of those in the head, and the brightest of Hydrus; and as the last, both of
PG 19:1105Read from the pageΔράκοντος ὁ βʹ τῶν ἀπὸ τῆς οὐρᾶς λαμπρῶν, καὶ τοῦ Κόρακος ὅ τε ἐν τῷ ῥύγχει καὶ ὁ ἐν τῇ κεφαλῇ. Δύνει δὲ ἡ Κασσιέπεια ἐν ὥραις βʹ καὶ δυσὶ μέρεσιν ὥρας.
Draco the 2nd of the bright stars from the tail, and of Corvus both the one in the beak and the one in the head. And Cassiepeia sets in 2 hours and two parts of an hour.
Τῆς δὲ Ἀνδρομέδας δυνούσης, συγκαταδύνει μὲν αὐτῇ ὁ ζωδιακὸς ἀπὸ Ἰχθύων βʹ καὶ κʹ μοί. μέσης ἕως Κριοῦ ηʹ καὶ κʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων αʹ καὶ κʹ μέσης ἕως Λέοντος βʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῷ ῥύγχει τῆς μεγάλης Ἄρκτου, καὶ ὁ ἐν τῇ κεφαλῇ τοῦ ἡγουμένου, καὶ τοῦ Κυνὸς ὁ βορειότατος τῶν ἐν τῇ κεφαλῇ· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ καὶ ὁ μέσος τῶν ἐν τῷ τραχήλῳ αὐτοῦ γʹ ἐπ' εὐθείας, καὶ τοῦ Ταύρου ὁ γʹ τῶν μετὰ τὸν λαμπρὸν ἀνατολὰς δʹ. Δύνει δὲ ἡ Ἀνδρομέδα ἐν ὥραις γʹ ὡς ἔγγιστα.
And when Andromeda sets, the zodiac sets together with her from the middle of the 22nd degree of Pisces up to the middle of the 28th of Aries; and there culminates from the middle of the 21st of Gemini up to the 2nd of Leo. And as the 1st star there sets the one in the head, and as the last the more northern of those in the right foot. And of the other stars there culminate at the beginning both the one in the snout of the Great Bear, and the one in the head of the preceding Twin, and of Canis the northernmost of those in the head; and at the last there culminate both, of Draco, the one at the tip of the tail and the middle one of the 3 in a straight line in its neck, and of Taurus the 3rd of the 4 towards the east after the bright star. And Andromeda sets in 3 hours very nearly.
Τοῦ δὲ Ἵππου δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ὑδροχόου μοί. ιγʹ μέσης ἕως Ἰχθύων μοί. ιγʹ· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου δʹ μέσης ἕως Διδύμων ιαʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ στόματι αὐτοῦ λαμπρὸς, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός. Μεσουρανεῖ δὲ τῶν ἄλλων αʹ μὲν ὅ τε βορειότερος τῶν μεταξὺ τοῦ ὀξέως τῆς Πλειάδος καὶ τῶν Ὑάδων τῶν ἐν τῷ ἀριστερῷ μετώπῳ, καὶ τοῦ Ταύρου ὁ ἐν τῇ ὠμοπλάτῃ μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατοι δὲ μεσουρανοῦσι τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως ποῦς καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόν⟨…⟩ ἡμιωρίῳ.
And when the Horse sets, the zodiac sets together with it from the middle of the 13th degree of Aquarius up to the 13th degree of Pisces; and there culminates from the middle of the 4th of Taurus up to the middle of the 11th of Gemini. And as the 1st star there sets the bright one in its mouth, and as the last the bright one on the loin. And of the others there culminates as the 1st both the more northern of those between the sharp tip of the Pleiad and the Hyades that are in the left forehead, and of Taurus the one in the shoulder-blade, falling slightly short of the meridian; and at the last there culminate, of Gemini, both the third foot from the west and the preceding one of the [3] in the knees. [And the Horse sets in two hours and a] half-hour.
Τοῦ δὲ Ὀϊστοῦ δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Αἰγόκερω μοί. ζʹ καὶ κʹ μέσης ἕως Ὑδροχόου μοί. βʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοί. ιδʹ ἕως Κριοῦ μοί. καʹ. Καὶ αʹ μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῇ γλυφίδι, ἔσχατος δὲ ὁ ἐν τῇ ἀκίδι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ ὤμῳ, καὶ τοῦ Κριοῦ ὁ βορειότερος τῶν ὑπὲρ τὴν οὐρὰν γʹ ἐπ' εὐθείας ἀκατονομάστων καὶ ὁ ἐν τῷ νώτῳ αὐτοῦ, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον· καὶ τοῦ Κήτους ὁ ἡγούμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι γʹ λαμπρῶν· ἔσχατοι δὲ μεσουρανοῦσι τοῦ Περσέως ὁ ἐν τῷ μέσῳ τοῦ σώματος λαμπρὸς, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Κήτους ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Ὀϊστὸς ἐν γʹ μέρει ὥρας.
And when the Arrow sets, the zodiac sets together with it from the middle of the 27th degree of Capricornus up to the middle of the 2nd degree of Aquarius; and there culminates from the 14th degree of Aries up to the 21st degree of Aries. And as the 1st stars there set those in the notch, and as the last the one in the barb. And of the other stars there culminate as the 1st, of Perseus, the one in the right shoulder, and of Aries the more northern of the 3 unnamed ones in a straight line above the tail and the one in its back, preceding the meridian by about half a cubit; and of Cetus the preceding one of the 3 bright stars in the southern jaw; and at the last there culminate, of Perseus, the bright star in the middle of the body, slightly preceding the meridian, and of Cetus the following one of those in the southern jaw, falling slightly short of the meridian. And the Arrow sets in a 3rd part of an hour.
ΚϚʹ. Τοῦ δὲ Ἀετοῦ δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Αἰγόκερω μοί. ιζʹ μέσης ἕως Αἰγόκερω γ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοί. βʹ ἕως Κριοῦ μοί. ηʹ. Καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν ταῖς πτέρυξι βʹ μικροὶ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῳ σώματι βʹ λαμπρῶν. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων αʹ μὲν τῆς Ἀνδρομέδας ὁ ἐν τῷ ἀριστερῷ ποδὶ, καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ τετραπλεύρῳ· ἔσχατος δὲ τοῦ Τριγώνου ὁ ἑπόμενος τῶν ἐν τῇ βάσει, προηγούμενος τῶν ἐν τῇ βορείᾳ σιαγόνι. Δύνει δὲ ὁ Ἀετὸς ἐν γʹ μέρει ὥρας.
26. And when the Eagle sets, the zodiac sets together with it from the middle of the 17th degree of Capricornus up to the 23rd of Capricornus; and there culminates from the 2nd degree of Aries up to the 8th degree of Aries. And as the first stars there set the 2 small ones in the wings, and as the last the more northern of the 2 bright ones in the body. And of the other stars there culminates as the 1st, of Andromeda, the one in the left foot, and of Aries the middle one of those in the head, and of Cetus the more southern of the following ones in the quadrilateral; and as the last, of the Triangle, the following one of those in the base, preceding those in the northern jaw. And the Eagle sets in a 3rd part of an hour.
Τοῦ δὲ Δελφῖνος δύνοντος, συγκαταδύνει μὲν ὁ ζωδιακὸς ἀπὸ τοῦ Ὑδροχόου μοί. βʹ ἕως Ὑδροχόου μοί. ηʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ κʹ μέσης ἕως
And when the Dolphin sets, the zodiac sets together with it from the 2nd degree of Aquarius up to the middle of the 8th degree of Aquarius; and there culminates from the middle of the 20th of Aries up to
Notes, col. 1105
PG 19:1108Read from the pageΚριοῦ θʹ καὶ κʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἑπομένῃ πλευρᾷ τοῦ Ῥόμβου. Μεσουρανοῦσι δὲ τῶν λοιπῶν ἀστέρων πρῶτοι μὲν ὅ τε ἐν μέσῳ τῷ σώματι τοῦ Περσέως λαμπρὸς, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τοῦ Κήτους, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατοι δὲ οἱ ἐν τῷ ἀριστερῷ γόνατι τοῦ Περσέως, καὶ τῆς Πλειάδος τὸ βορειότερον μέρος τῆς ἡγουμένης πλευρᾶς. Δύνει δὲ ὁ Δελφὶς ἐν ἡμιωρίῳ.
the 29th of Aries. And as the 1st star there sets the preceding one of those in the tail, and as the last the more northern of those in the following side of the Rhombus. And of the remaining stars there culminate first both the bright star in the middle of the body of Perseus, slightly preceding the meridian, and the following one of those in the southern jaw of Cetus, falling slightly short of the meridian; and as the last those in the left knee of Perseus, and of the Pleiad the more northern part of the preceding side. And the Dolphin sets in a half-hour.
Τοῦ δὲ Περσέως δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ τοῦ Ταύρου μοί. βʹ ἕως Ταύρου μοί. θʹ καὶ κʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος ϛʹ μέσης ἕως Παρθένου ιʹ μέσης. Καὶ αʹ μὲν ἀστὴρ δύνει τῶν ἐν τῷ Γοργονίῳ ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ τῶν ἐν τῷ δεξιῷ γόνατι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν ὅ τε ἐν τῇ γαστρὶ τοῦ Λέοντος, [ἢ] ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὕδρου ὁ τέταρτος τῶν μετὰ τὸν λαμπρὸν, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Ἀργοῦς ὁ ἔσχατος τῶν ἐν τῇ τροπῇ· ἔσχατοι δὲ μεσουρανοῦσιν ὅ τε ἐν τῇ οὐρᾷ τοῦ Κόρακος καὶ ὁ ἐν τοῖς ποσὶν αὐτοῦ. Δύνει δὲ ὁ Περσεὺς ἐν ὥραις βʹ καὶ γʹ μέρει.
And when Perseus sets, the zodiac sets together with it from the 2nd degree of Taurus up to the 29th degree of Taurus; and there culminates from the middle of the 6th of Leo up to the middle of the 10th of Virgo. And as the 1st star there sets, of those in the Gorgoneion, the more northern of the preceding ones, and as the last, of those in the right knee. And of the other stars there culminate at the beginning both the one in the belly of Leo, [or] falling short of the meridian by about half a cubit, and of Hydrus the fourth of those after the bright star, preceding the meridian by about half a cubit, and of Argo the last of those in the keel; and at the last there culminate both the one in the tail of Corvus and the one in its feet. And Perseus sets in 2 hours and a 3rd part.
Τοῦ δὲ Ἡνιόχου δύνοντος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Ταύρου μοί. γʹ καὶ κʹ ἕως Καρκίνου βʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου βʹ ἕως Χηλῶν βʹ καὶ κʹ. Καὶ αʹ μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποδὶ, ἔσχατοι δὲ οἱ ἐν τῇ κεφαλῇ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τοῦ Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τοῦ Στεφάνου ὁ βορειότατος, ἔσχατος δὲ ὁ ἐν μέσῃ τῇ νοτίᾳ Χηλῇ. Δύνει δὲ ὁ Ἡνίοχος μικρῷ πλεῖον ἢ ὥραις γʹ.
And when the Charioteer sets, the zodiac sets together with it from the 23rd degree of Taurus up to the middle of the 2nd of Cancer; and there culminates from the 2nd of Virgo up to the 22nd of Chelae. And as the 1st star there sets the one in the left foot, and as the last those in the head. And of the other stars there culminate at the beginning, of Draco, the one at the tip of the tail, and the northernmost of Corona, and as the last the one in the middle of the southern Chela. And the Charioteer sets in slightly more than 3 hours.
Εἰρηκότες δὴ περὶ πάντων τῶν βορειοτέρων τοῦ ζωδιακοῦ ἄστρων, περὶ τῶν λοιπῶν ἐν τῷ ἐχομένῳ ἀποδώσομεν, στοχαζόμενοι τῆς συμμετρίας τοῦ συντάγματος.
Having spoken, then, concerning all the constellations further north than the zodiac, we shall give an account concerning the remaining ones in the next book, aiming at the due proportion of the treatise.
Τέλος Ἱππάρχου τῶν Ἀράτου καὶ Εὐδόξου Φαινομένων Ἐξηγήσεων τοῦ βʹ.
End of the 2nd Book of Hipparchus's Commentaries on the Phaenomena of Aratus and Eudoxus.
Αʹ. Προειρηκότες, ὦ Αἰσχρίων, ἐν τῷ πρὸ τούτου συντάγματι περὶ τῶν βορειοτέρων ἄστρων τοῦ ζωδιακοῦ κύκλου, τίνι τε ζωδίῳ τῶν ιβʹ ἕκαστον αὐτῶν συνανατέλλει καὶ συγκαταδύνει, καὶ τί ζώδιον, ἀνατέλλοντος αὐτοῦ ἢ δύνοντος, μεσουρανεῖ, καὶ τίνες τῶν
1. Having previously spoken, O Aeschrion, in the treatise before this concerning the constellations further north than the zodiacal circle, both with which sign of the 12 each of them rises together and sets together, and which sign, as it rises or sets, culminates, and which of the