PG 19:1085Read from the pageμὲν γὰρ Εὔδοξος τῷ Σκορπίῳ φησὶν συνανατέλλειν τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος· τῷ δὲ Τοξότῃ τὸ λοιπὸν αὐτοῦ σῶμα· ἐξ ὧν δῆλον, ὅτι τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος κατὰ τὸν Εὔδοξον δεῖ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου συναναφέρεσθαι· ὁ δὲ Ἄρατός φησι τῷ Τοξότῃ μόνον συνανατέλλειν αὐτόν. Τῇ δὲ ἀληθείᾳ οἱ μὲν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι τοῦ Ὄρνιθος τοῖς ἐσχάτοις μέρεσι τῶν Χηλῶν συνανατέλλουσιν· ὁ δὲ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ὃς δὴ καὶ ἔσχατος ἀνατέλλει, τῇ βʹ καὶ κʹ μοί. τοῦ Τοξότου συναναφέρεται.
Eudoxus says that the right wing of the Bird rises together with Scorpio, and the rest of its body with Sagittarius; from which it is clear that according to Eudoxus the right wing of the Bird must ascend together with the last parts of Scorpio; whereas Aratus says that it rises together with Sagittarius alone. But in truth the stars at the tip of the right wing of the Bird rise together with the last parts of the Claws; while the one at the tip of the left wing, which indeed rises last, ascends together with the 22nd degree of Sagittarius.
ΙΔʹ. Τοῦ δὲ Ὑδροχόου ἀρχομένου ἀνατέλλειν φησὶ συνανατεταλκέναι τῷ Αἰγόκερῳ τοῦ Ἵππου τὴν κεφαλὴν καὶ τοὺς πόδας· δύνειν δὲ τὰ ὀπίσθια τοῦ Κενταύρου, καὶ τοῦ Ὕδρου τὸ ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας. Ὁ δὲ Εὔδοξός φησι καὶ τὴν Κασσιέπειαν ἀνατέλλειν καὶ τὸν Δελφῖνα. Ἃ μὲν οὖν κοινῇ εἰρήκασι, σχεδὸν συμφωνεῖ τοῖς φαινομένοις· πλὴν ὅτι ἡ κεφαλὴ τοῦ Ὕδρου τοῖς ἐσχάτοις μέρεσι τοῦ Τοξότου ἄρχεται ἀντικαταδύνειν, καὶ οὐ τῷ Αἰγόκερῳ. Τοῦ δὲ Ἵππου οὐ μόνον ἡ κεφαλὴ καὶ οἱ πόδες ἀνατετάλκασιν, ἀλλὰ καὶ οἱ ὦμοι καὶ τὸ στῆθος.
XIV. And when Aquarius begins to rise, he says that the head and feet of the Horse have risen together with Capricorn; and that the hindmost parts of the Centaur set, and of Hydrus the part from the head up to the first coil. And Eudoxus says that Cassiepeia also rises and the Dolphin. Now what they have stated in common nearly agrees with the phenomena; except that the head of Hydrus begins to set opposite to the last parts of Sagittarius, and not to Capricorn. And of the Horse not only have the head and the feet risen, but also the shoulders and the breast.
Παρέχει δέ τισιν ἐπίστασιν πῶς ἐπὶ τῶν ἄλλων ζωδίων ὁ Ἄρατος τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτιθέμενος, καὶ οὕτως τὰς τῶν ἄλλων ἄστρων ἀνατολὰς καὶ δύσεις διασαφῶν, τὸν Ὑδροχόον μέσον ἀνατέλλειν ὑποτίθεται, λέγων οὕτως·
And it gives pause to some how in the case of the other zodiacal signs Aratus, supposing their beginnings at the rising, and thus explaining the risings and settings of the other stars, supposes Aquarius to rise at his middle, speaking thus:
Ἵππος δ' Ὑδροχόοιο μέσον περιτελλομένοιο, Ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται.
And the Horse, as Aquarius revolves at his middle, wheels up with both feet and head.
Τοῦτο δ' ἀπορῶν ὁ Ἄτταλος, φησὶν ἁμάρτημα εἶναι· ⟨δ⟩εῖν δὲ γράφειν οὕτως·
And Attalus, being puzzled at this, says that it is an error, and that one ought to write thus:
Ἵππος δ' Ὑδροχόοιο νέον περιτελλομένοιο.
And the Horse, as Aquarius newly revolves.
Λανθάνει δὲ τόν τε Ἄτταλον, καὶ τοὺς ἄλλους τὸ βούλημα τοῦ ποιητοῦ· τάχα δὲ καὶ τὸ φαινόμενον. Ὁ γὰρ Ὑδροχόος, τῇ θέσει κείμενος ἀπὸ μεσημβρίας πρὸς ἄρκτους, τὰ μὲν κατὰ τὸ στῆθος καὶ τὴν κεφαλὴν μέρη πολὺ ἐκπίπτοντα τοῦ ζωδιακοῦ κύκλου εἰς τὸ πρὸς ἄρκτους μέρος ἔχει, τὰ δὲ κατὰ τοὺς πόδας νοτιώτερα τοῦ ζωδιακοῦ κύκλου· ἐν δὲ τῷ ζωδιακῷ τὰ μέσα αὐτοῦ κεῖται. Ἐπεὶ οὖν τὰ δωδεκατημόρια τοῦ ζωδιακοῦ κύκλου ὑποτίθεται ἀναφερόμενα, διὰ τοῦτο ὁ Ἄρατος λέγει· Τοῦ Ὑδροχόου κατὰ μέσον τοῦ σώματος ἀνατέλλοντος, ὁ Ἵππος ποσί τε καὶ κεφαλῇ ἀνελίσσεται· καὶ οὐχὶ τὸ μέσον τοῦ ἐν τῷ δωδεκατημορίῳ μήκους, ὡς οἵ τε παλαιοὶ καὶ ὁ Ἄτταλος ἐκδέχεται. Ἀναγκαῖον οὖν εἶναι δοκεῖ μοι μὴ μετατιθέναι τὸν στίχον, ὡς ὁ Ἄτταλος ὑποδεικνύει, ἐν πᾶσί γε δὴ τοῖς ἀντιγράφοις οὕτως αὐτοῦ γραφομένου.
But the intention of the poet escapes both Attalus and the others, and perhaps the phenomenon too. For Aquarius, lying in position from south towards the north, has the parts about his breast and head falling far outside the zodiacal circle towards the northern part, and the parts about his feet further south than the zodiacal circle; while his middle parts lie in the zodiac. Since, therefore, the twelfth-parts of the zodiacal circle are supposed as ascending, for this reason Aratus says: When Aquarius rises at the middle of his body, the Horse wheels up with both feet and head; and not the middle of the length in the twelfth-part, as both the ancients and Attalus understand it. It therefore seems to me necessary not to alter the verse, as Attalus suggests, since in all the copies alike it is written thus.
Ὁ δὲ Εὔδοξος ἀγνοεῖ περί τε τῆς Κασσιεπείας καὶ τοῦ Δελφῖνος. Οὐ γὰρ τῷ Αἰγόκερῳ συνανατέλλει· ἀλλ' ἡ μὲν Κασσιέπεια τοῖς δυσὶ, τῷ τε Τοξότῃ καὶ τῷ Αἰγόκερῳ. Ἄρχεται μὲν γὰρ συνανατέλλειν τῇ αʹ καὶ κʹ μοί. τοῦ Τοξότου· ἔσχατον δὲ συνανατέλλει τῇ ιβʹ μοί. τοῦ Αἰγόκερω. Ὁ δὲ Δελφὶς ὅλος τῷ Τοξότῃ συνανατέλλει ἀπὸ τῆς κʹ αὐτοῦ μοί. ἕως τῆς κδʹ.
And Eudoxus is ignorant concerning both Cassiepeia and the Dolphin. For they do not rise together with Capricorn; but Cassiepeia rises with the two, both Sagittarius and Capricorn. For she begins to rise together with the 21st degree of Sagittarius; and she rises together last with the 12th degree of Capricorn. And the whole Dolphin rises together with Sagittarius from its 20th degree until the 24th.
PG 19:1088Read from the pageΙΕʹ. Τῆς δὲ ἀρχῆς τῶν Ἰχθύων ἀνατελλούσης, ὁ μὲν Ἄρατός φησιν δεδυκέναι τά τε λοιπὰ τοῦ Ὕδρου καὶ τὸν Κένταυρον· ἀνατεταλκέναι δὲ τὸν νότιον Ἰχθὺν οὐχ ὅλον, ἀλλὰ παρὰ μικρόν· καὶ τῆς Ἀνδρομέδας τὰ δεξιὰ μέρη κατὰ μῆκος· ὁ δὲ Εὔδοξος ἐν μὲν τῷ αʹ συντάγματι, ᾧ δὴ καὶ ὁ Ἄρατος κατακολουθεῖ, καὶ τοῦ Περσέως τὴν δεξιὰν χεῖρά φησιν ἀνατέλλειν. Ἐν δὲ τῷ Ἐνόπτρῳ ὅλον αὐτὸν ἀνατεταλκέναι παρὰ μικροῦ τινος· τοῦ δὲ Ὕδρου τὸ μέχρι πρὸς τὸν Κόρακα δύνειν. Δοκεῖ δέ μοι ὁ Εὔδοξος περὶ τοῦ Περσέως κατὰ τοῦτο μόνον διαφωνεῖν πρὸς τὸ φαινόμενον, καθ' ὅσον φησὶν αὐτὴν μόνον τὴν δεξιὰν χεῖρα συνανατέλλειν τῷ Ὑδροχόῳ. Τὸ γὰρ ἥμισυ σχεδὸν αὐτοῦ μέρος τῷ Ὑδροχόῳ συνανατέλλει· ὁ γοῦν ἐν μέσῳ τῷ σώματι λαμπρὸς ἱκανῶς ἀστὴρ ζʹ καὶ κʹ μοί. τοῦ Ὑδροχόου συναναφέρεται. Ὁ δὲ Ἄρατος ἀγνοεῖ, τὸν Ὕδρον ὅλον τῷ Ὑδροχόῳ ὑπολαμβάνων ἀντικαταδύνειν· ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ ὑπὲρ την κεφαλὴν τοῦ Κενταύρου κείμενος δύνει, ἀνατελλούσης τῆς ιαʹ μοί. τῶν Ἰχθύων. Βέλτιον οὖν ὁ Εὔδοξος ἀποφαίνεται, λέγων τοῦ Ὕδρου τὴν οὐρὰν ἔτι ὑπολείπεσθαι. Περὶ δὲ τοῦ Κενταύρου ἀμφότεροι ἀγνοοῦσιν. Οὐ γὰρ ὅλος ἂν δέδυκεν, τῶν Ἰχθύων ἀρχομένων ἀναφέρεσθαι· ἀλλ' ἔτι αὐτοῦ τὰ ἐμπρόσθια ὑπὲρ τὸν ὁρίζοντά ἐστιν. Ἡ γὰρ κεφαλὴ καὶ ὁ δεξιὸς ὦμος αὐτοῦ τοῖς Ἰχθύσιν ἀντικαταδύνει. Διαφωνοῦσι δὲ ἀμφότεροι πρὸς τὸ φαινόμενον καὶ περὶ τοῦ νοτίου Ἰχθύος, ὅλον αὐτὸν ἔγγιστα τῷ Ὑδροχόῳ ὑπολαμβάνοντες συνανατέλλειν. Τούναντίον γὰρ τὸ πλεῖον αὐτοῦ μέρος τοῖς Ἰχθύσι συναναφέρεται. Ὁ μὲν γὰρ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ τῇ γʹ μοί. τῶν Ἰχθύων συνανατέλλει· ὁ δὲ ἐν τῷ ῥύγχει λαμπρὸς τῇ αʹ καὶ κʹ μοί. τῶν Ἰχθύων.
XV. And when the beginning of Pisces rises, Aratus says that the rest of Hydrus and the Centaur have set; and that the Southern Fish has risen, not all of it, but nearly all; and the right-hand parts of Andromeda lengthwise; while Eudoxus in the 1st treatise, which indeed Aratus also follows, says that the right hand of Perseus also rises. But in the Mirror he says that the whole of him has risen except a small part; and that of Hydrus the part up to the Crow sets. Now Eudoxus seems to me concerning Perseus to disagree with the phenomenon in this respect alone, inasmuch as he says that only his right hand rises together with Aquarius. For nearly the half part of him rises together with Aquarius; at any rate the fairly bright star in the middle of his body ascends together with the 27th degree of Aquarius. But Aratus is ignorant in supposing the whole of Hydrus to set opposite to Aquarius; for the star at the tip of the tail lying above the head of the Centaur sets when the 11th degree of Pisces rises. Better therefore does Eudoxus declare, saying that the tail of Hydrus is still left behind. And concerning the Centaur both are ignorant. For he has not set in his entirety when Pisces begins to ascend; but his foreparts are still above the horizon. For his head and right shoulder set opposite to Pisces. And both disagree with the phenomenon also concerning the Southern Fish, supposing almost the whole of it to rise together with Aquarius. For on the contrary the greater part of it ascends together with Pisces. For the southernmost of the stars in the tail rises together with the 3rd degree of Pisces; and the bright star in the snout with the 21st degree of Pisces.
Περὶ δὲ τῆς Ἀνδρομέδας ὁλοσχερῶς ἠγνοήκασιν ἀμφότεροι· οὐ γὰρ τῷ Ὑδροχόῳ καὶ τοῖς Ἰχθύσι συνανατέλλει, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Αἰγόκερῳ καὶ τῷ Ὑδροχόῳ. Πρώτη μὲν γὰρ ἡ ἀριστερὰ χεὶρ αὐτῆς συνανατέλλει μέσῳ μάλιστα τῷ Αἰγόκερῳ· ἐσχάτη δὲ ἡ δεξιὰ συναναφέρεται τῇ δʹ καὶ κʹ μοί. τοῦ Ὑδροχόου.
And concerning Andromeda both have been altogether ignorant; for she rises together not with Aquarius and Pisces, as these men say, but with Capricorn and Aquarius. For her left hand rises first together with about the middle of Capricorn; and her right hand ascends last with the 24th degree of Aquarius.
ΙϚʹ. Περὶ δὲ τῆς τοῦ Κριοῦ ἀνατολῆς ὁ Ἄρατος λέγων, Τὰ μὲν δεξιὰ, φησὶν, τῆς Ἀνδρομέδας οἱ Ἰχθύες
XVI. And speaking concerning the rising of Aries, Aratus says: The right-hand parts of Andromeda the Fishes
Αὐτοὶ ἐφέλκονται· τὰ δ' ἀριστερὰ νειόθεν ἕλκει Κριὸς ἀνερχόμενος· τοῦ καὶ περιτελλομένοιο, Ἑσπερόθεν κεν ἴδοιο Θυτήριον· αὐτὰρ ἐν ἄλλῃ Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους. Αὐτὴ δὲ ζώνη, καί κ' ἀμφήριστα πέλοιτο, Ἢ Κριῷ λήγοντι φαείνεται, ἢ ἐπὶ Ταύρῳ.
themselves draw after them; but the left-hand parts the rising Ram draws from below; and as he revolves, in the west you might see the Altar; while elsewhere you might see as much as the head and shoulders of Perseus rising. Build of his belt itself, it might even be disputed whether it appears as the Ram ceases, or upon the Bull.
Γράφεται μὲν οὕτως ὁ ἔσχατος στίχος· εἰκὸς μέντοιγε ἠγνοῆσθαι τὸ, λήγοντι. Ἐξ ἀρχῆς γὰρ πάντων τῶν ζωδίων τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτίθεται, καὶ οὐχὶ μεσοῦντα ἢ λήγοντα. Ἐπὶ γὰρ τῶν ἄλλων ἄστρων τινὰ μὲν μέρη μεσούντων τῶν ζωδίων, τινὰ δ' ἀρχομένων ἢ ληγόντων δύνει, ἢ ἀνατέλλει. Ὅθεν καὶ ὁ Ἄτταλος κατὰ μὲν τοῦτο ὀρθῶς συνεώρακε
Now the last verse is written thus; yet it is likely that the word "ceasing" was misunderstood. For from the outset he supposes the beginnings of all the zodiacal signs at the rising, and not at their middle or ceasing. For in the case of the other constellations some parts set or rise when the zodiacal signs are at their middle, and some when they are beginning or ceasing. Whence Attalus too in this respect has rightly perceived
Notes, col. 1088
PG 19:1089Read from the pageτὸ ἀγνόημα· καὶ δεῖ τοι ἢ ὡς ἐκεῖνός φησι γράφεσθαι·
the error; and indeed it must either be written as he says:
Ἢ Κριῷ ἀνιόντι φαείνεται, ἢ ἐπὶ Ταύρῳ· ἢ νὴ Δία οὕτως· Ἢ Κριῷ λήγουσα φαείνεται· ὥστε τὸ, λήγουσα, ἐπὶ τὴν ζώνην ἀναφέρεσθαι. Λέληθε μέντοιγε αὐτὸν τὸ βούλημα τοῦ ποιητοῦ καὶ ἐν τούτοις. Λέγει γὰρ οὕτως· Ἡμεῖς μέντοι καὶ ἐπὶ τούτῳ τῷ τε ποιητῇ συμφώνως καὶ τοῖς φαινομένοις ἀκολούθως οἰόμεθα δεῖν γράφεσθαι τὸ ποίημα τὸν τρόπον τοῦτον·
Whether it appears as the Ram ascends, or upon the Bull; or, by Zeus, thus: Whether ceasing with the Ram it appears; so that the word "ceasing" is referred to the belt. Yet the intention of the poet has escaped him in these matters also. For he speaks thus: We, however, in this too, both in agreement with the poet and in accordance with the phenomena, think that the poem ought to be written in this way:
Αὐτὴ δὲ ζώνη, καί κ' ἀμφήριστα πέλοιτο, Ἢ Κριῷ ἀνιόντι φαείνεται, ἢ ἐπὶ Ταύρῳ. Σὺν τῷ πασσυδίῃ ἀνελίσσεται.
And the belt itself, it might even be disputed whether it appears as the Ram ascends, or upon the Bull, with whom he wheels up with all speed.
Ἐπεὶ γὰρ, μέλλοντος τοῦ Κριοῦ ἀνατέλλειν, ὁ Περσεὺς ὁμολογουμένως μέχρι τῶν ὤμων ἐκφανὴς γίνεται· ἅμα δὲ τῷ ἄρξασθαι ἀναφέρεσθαι τὸν Κριὸν, εὐθέως ἔκδηλος ἡ τοῦ Περσέως ζώνη γίνεται, διὰ τὸ βραχὺ παντελῶς παραλλάσσειν τῆς τοῦ Κριοῦ ἀρχῆς τὴν φάσιν αὐτῆς· διστάζει πότερον κατὰ τὴν τοῦ Κριοῦ μέλλοντος ἀνατέλλειν ἀρχὴν ὑπόθηται φανερὰ ἤδη γίνεσθαι· ἢ ἐπὶ τὸ μᾶλλον ὁμολογούμενον ἔλθῃ· διότι, τοῦ Ταύρου μέλλοντος ἀναφέρεσθαι, ἐκφανής ἐστι τοῦ Περσέως ἡ ζώνη μετὰ τοῦ λοιποῦ σώματος. Καὶ τοῦτον τὸν τρόπον γραφομένου τοῦ ποιήματος, καὶ ἀκριβῶς ἐξηγούμενος ἂν φαίνοιτο.
For since, when Aries is about to rise, Perseus admittedly becomes visible up to the shoulders, and as soon as Aries begins to ascend, immediately the belt of Perseus becomes conspicuous, because its appearance differs altogether slightly from the beginning of Aries; he hesitates whether at the beginning of Aries being about to rise he should suppose it already to become visible, or should come to what is more agreed upon, because when Taurus is about to ascend, the belt of Perseus is visible along with the rest of his body. And if the poem is written in this way, he would appear to be explaining it accurately too.
ΙΖʹ. Πρῶτον μὲν οὖν διὰ τούτων ὁ Ἄτταλος ἀπορεῖ, νομίζων ἐπὶ τοσοῦτον τὴν ἀκρίβειαν ἐν τοῖς φαινομένοις ὑπὸ Ἀράτου διειλῆφθαι, ὥστε περὶ αὐτῶν τῶν ἐν τῇ ζώνῃ τοῦ Περσέως ἀστέρων διστάζει τὸ πότερον τῆς ἀρχῆς τοῦ Κριοῦ ἐπ' ἀνατολῆς οὔσης, καὶ αὐτὴ ἤδη φανερά ἐστιν σὺν τοῖς ὤμοις καὶ τῇ κεφαλῇ, ἢ μετ' ὀλίγον. Χωρὶς γὰρ τοῦ ὁλοσχερῶς μὴ μόνον τὸν Ἄρατον, ἀλλὰ καὶ τὸν Εὔδοξον ἐν τοῖς φαινομένοις ἀναστρέφεσθαι, καθάπερ ἐπιδεδείχαμεν, ἔτι καὶ οὐ μόνον ἐπὶ τῆς τοῦ Περσέως ζώνης τοῦτ' ἂν παρὰ τῷ Ἀράτῳ διστάζοιτο, ἀλλὰ καὶ ἐπὶ πάντων βʹ ἢ καὶ πλείοσι ζωδίοις συνανατελλόντων. Τελέως δ' ἀγνοεῖν δόξειεν ὁ Ἄτταλος καὶ τὰ φαινόμενα, ὑπολαμβάνων κατὰ ἀλήθειαν οὕτως εἶναι δισταζόμενα περὶ τὴν ζώνην τοῦ Περσέως, καθάπερ προείρηκεν. Οὐ γὰρ μόνη ἡ ζώνη τοῦ Περσέως φαίνεται ὑπὲρ γῆν, τοῦ Κριοῦ ἀρχομένου ἀνατέλλειν, ἀλλὰ καὶ ὅλος σχεδὸν ὁ Περσεὺς, πλὴν τοῦ ἀριστεροῦ ποδὸς καὶ τοῦ γόνατος. Ὁ μὲν γὰρ δεξιὸς αὐτοῦ ποῦς συνανατέλλει τῇ ηʹ μοί. τῶν Ἰχθύων, ὁ δὲ ἐν τῷ δεξιῷ γόνατι τῇ ζʹ μοίρᾳ· ὁ δὲ ἐν τῷ Γοργονίῳ καὶ τῇ ἀριστερᾷ χειρὶ κείμενος λαμπρὸς ἀστὴρ, ὃς μικρὸν προηγεῖται τοῦ ἀριστεροῦ μηροῦ, τῇ ιγʹ μοί. τῶν Ἰχθύων συναναφέρεται· μόνη δὲ αὐτοῦ ἡ ἀριστερὰ κνήμη τῷ Κριῷ συνανατέλλει. Δῆλον οὖν, ὅτι ἀγνοεῖ λέγων τά τε φαινόμενα σωθήσεσθαι, καὶ τὸν Ἄρατον ἐμπείρως καὶ ἀκριβῶς τὰ περὶ τῆς τοῦ Περσέως ζώνης φανεῖσθαι ἐξηγούμενον.
XVII. First, then, through these things Attalus is at a loss, thinking that accuracy in the phenomena has been grasped to such a degree by Aratus that concerning the very stars in the belt of Perseus he hesitates as to whether, when the beginning of Aries is at the rising, it too is already visible along with the shoulders and the head, or shortly afterwards. For apart from the fact that not only Aratus, but also Eudoxus deals roughly with the phenomena, just as we have demonstrated, furthermore not only in the case of the belt of Perseus would this be doubted in Aratus, but also in the case of all constellations that rise together with 2 or even more zodiacal signs. And Attalus would seem to be completely ignorant of the phenomena as well, supposing that matters concerning the belt of Perseus are in truth thus doubtful, just as he has said before. For not only does the belt of Perseus appear above the earth when Aries begins to rise, but also nearly the whole of Perseus, except his left foot and knee. For his right foot rises together with the 8th degree of Pisces, and the star in his right knee with the 7th degree; and the bright star lying in the Gorgon-head and his left hand, which slightly precedes his left thigh, ascends together with the 13th degree of Pisces; and only his left leg rises together with Aries. It is clear, then, that he is ignorant when he says both that the phenomena will be preserved, and that Aratus will appear to explain the matters concerning the belt of Perseus skilfully and accurately.
PG 19:1092Read from the pageΔοκεῖ δέ μοι διηπορῆσθαι ὁ Ἄρατος παρὰ τὴν αὐτὴν αἰτίαν, παρ' ἣν καὶ ὁ Εὔδοξος, ᾧ κατηκολούθηκεν ὁ Ἄρατος. Ἐν μὲν γὰρ τῳ συντάγματι τῷ περὶ τῶν φαινομένων γράφει, ὅτι τοῖς Ἰχθύσι συνανατέλλει τὰ δεξιὰ τοῦ Περσέως· ὥστε, τῆς ἀρχῆς τοῦ Κριοῦ σρὸς τῇ ἀνατολῇ οὔσης, τὰ δεξιὰ μόνον μέρη τοῦ Περσέως κατ' αὐτὸν ὑπὲρ γῆν φαίνεσθαι· ἐν δὲ τῷ ἑτέρῳ συντάγματι, ὃ ἐπιγράφεται Ἔνοπτρον, τοῖς Ἰχθύσι φησὶν αὐτὸν ὅλον, πλὴν ὀλίγου, συνανατέλλειν. Ἐν πᾶσιν οὖν σχεδὸν τοῖς περὶ τὰς ἀνατολὰς τῶν ἄστρων συμφωνούντων ἀλλήλοις τῶν δύο συνταγμάτων, περὶ δὲ τοῦ Περσέως διαφόρου τῆς ἀναγραφῆς οὔσης· εὐλόγως ὁ Ἄρατος, διαπορῶν ποίᾳ τις κατακολουθήσει ἀποφάσει, ἀμφήριστόν φησιν εἶναι, καὶ δισταζόμενον, πότερον καὶ ἡ ζώνη τοῦ Περσέως μετὰ τῶν ὤμων καὶ τῆς κεφαλῆς, τοῦ Κριοῦ ἀνατέλλοντος, μετέωρος φαίνεται, ἢ τοῦ Ταύρου ἀναφερομένου, ὡς τὸ ἕτερον τῶν τοῦ Εὐδόξου συνταγμάτων περιέχει. Οὐ παρὰ τὸ τῇ αἰσθήσει οὖν δύσκριτον εἶναι διὰ μικρότητα τῆς διαφορᾶς, ὡς ὁ Ἄτταλος ὑπέλαβεν, ἀμφήριστόν φησιν εἶναι, πότερον ἡ ζώνη τοῦ Περσέως ὑπὲρ γῆν ἤδη φαίνεται, τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῷ ὁρίζοντι οὔσης· ἢ ἀρχομένου ἤδη ἀνατέλλειν τοῦ Ταύρου, τότε καὶ αὐτὴ ἀναφέρεται· ἀλλὰ τὸ μὴ ἔχειν εἰπεῖν, διὰ τὸ ἑκατέρως παραδεδόσθαι.
And Aratus seems to me to have been in doubt for the same reason for which Eudoxus also was, whom Aratus has followed. For in the treatise concerning the phenomena he writes that the right-hand parts of Perseus rise together with Pisces; so that, when the beginning of Aries is at the rising, only the right-hand parts of Perseus according to him appear above the earth; whereas in the other treatise, which is entitled Mirror, he says that the whole of him, except a little, rises together with Pisces. Since, therefore, in almost all the matters concerning the risings of the stars the two treatises agree with each other, while concerning Perseus the record is different, reasonably does Aratus, being in doubt as to which pronouncement one will follow, say that it is disputed and doubted whether the belt of Perseus too, along with the shoulders and the head, appears aloft when Aries rises, or when Taurus ascends, as the other of the treatises of Eudoxus contains. Not, therefore, because it is hard to judge by perception on account of the smallness of the difference, as Attalus supposed, does he say that it is disputed whether the belt of Perseus already appears above the earth when the beginning of Aries is at the horizon, or whether when Taurus already begins to rise, then it too ascends; but because of not being able to say, on account of its having been handed down in both ways.
Διχῶς δὲ γραφομένου, ἐν μέν τισιν ἀντιγράφοις· καὶ καμφίσατο, ἐν δέ τισι· καί κ' ἀμφήριστα πέλονται· δεῖ γράφειν πέλοιτο· καὶ οὐχ, ὡς ὁ Ἄτταλος, πέλονται. Τῷ γὰρ συνδέσμῳ τὸ πέλοιτο καταλλήλως λέγεται, οὐδὲ γὰρ περισπᾶσθαι δεῖ, διὰ τὸ πληθυντικῶς ἐκφέρεσθαι τὸ ἀμφήριστα· σύνηθες γάρ ἐστι τὸ σχῆμα τοῦτο τῆς ἐκφορᾶς.
And since it is written in two ways, in some copies: "and he put around", and in some: "it might even be disputed" [pelontai]; one must write peloito, and not, as Attalus does, pelontai. For peloito is stated congruously with the particle, nor indeed need one be troubled because amphērista is expressed in the plural; for this figure of expression is customary.
ΙΗʹ. Τῆς δὲ ἀρχῆς τοῦ Ταύρου ἀνατελλούσης, φησὶν ὁ Ἄρατός τε καὶ Εὔδοξος τὸν Περσέα ὅλον φαίνεσθαι ὑπὲρ γῆν, καὶ τοῦ Ἡνιόχου τὴν ἀριστερὰν χεῖρα, ἐν ᾗ οἱ Ἔριφοι κεῖνται, καὶ τὸν ἀριστερὸν πόδα· καὶ τοῦ Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας· δεδυκέναι δέ φησι τοῦ Βοώτου τι μέρος· Ἀγνοοῦσιν οὖν, τὰ ἀριστερὰ μόνον ὑπολαμβάνοντες τοῦ Ἡνιόχου τῷ Κριῷ συνανατέλλειν. Ὁ μὲν γὰρ δεξιὸς ὦμος αὐτοῦ τῇ βʹ καὶ κʹ μοί. τοῦ Κριοῦ συναναφέρεται· ὁ δὲ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ ἔτι πρότερον τοῖς Ἰχθύσι συνανατέλλει· ὥστε καὶ τοῦτο ἀγνοεῖν αὐτούς· λέγω δὲ καθ' ὅσον ὑπολαμβάνουσι πρώτως τῷ Κριῷ τὸν Ἡνίοχον συναναφέρεσθαι. Ὁμοίως δὲ κατὰ δύο τρόπους καὶ τὰ περὶ τοῦ Ἡνιόχου ἠγνοήκασιν. Οὔτε γὰρ τῷ Κριῷ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ τοῖς Ἰχθύσιν, οὔτε ἕως τῆς λοφίας μόνον ἀναφέρεται σὺν τῷ Κριῷ, ἀλλ' ὅλος σχεδὸν, πλὴν τῶν ἐν τῇ κεφαλῇ οἱ ἐν ἄκρῳ τῷ χελωνίῳ λαμπροί. Ὅτι γε μὴν οὔτε ὁ Βοώτης τῷ Κριῷ ἄρχεται συναναφέρεσθαι, ὥς φασιν, ἀλλὰ τῷ Ταύρῳ, προειρήκαμεν ἀνωτέρω.
XVIII. And when the beginning of Taurus rises, both Aratus and Eudoxus say that the whole of Perseus appears above the earth, and the left hand of the Charioteer, in which the Kids lie, and his left foot; and of the Sea-Monster the part from the tail up to the crest; and he says that some part of Boötes has set. They are ignorant, therefore, in supposing that only the left-hand parts of the Charioteer rise together with Aries. For his right shoulder ascends together with the 22nd degree of Aries; while the southernmost of the stars in his head rises together still earlier with Pisces; so that they are ignorant of this too—I mean inasmuch as they suppose the Charioteer to ascend together first with Aries. And similarly in two ways they have also been ignorant of the matters concerning the Charioteer [Sea-Monster]. For neither does it begin to rise together with Aries, as they say, but with Pisces, nor does it ascend with Aries only up to the crest, but nearly the whole of it, except, of those in the head, the bright stars at the tip of the shell-like jaw. That neither does Boötes, however, begin to ascend together with Aries, as they say, but with Taurus, we have stated above.
Τῶν δὲ Διδύμων ἀρχομένων ἀνατέλλειν, ὁ Ἄρατος δύνειν μέν φησι τοὺς πόδας τοῦ Ὀφιούχου μέ-
And when Gemini begins to rise, Aratus says that there set the feet of Ophiuchus up
Notes, col. 1092
PG 19:1093Read from the pageσφι αὐτῶν γονάτων· ἀνατέλλειν δὲ τὸ Κῆτος καὶ τοῦ Ποταμοῦ τὰ πρῶτα. Ταῦτα δὲ συμφώνως τοῖς φαινομένοις ὑπ' αὐτῶν εἴρηται.
knees; and that Cetus and the first parts of the River rise. And these things have been stated by them in agreement with the phenomena.
Ἃ μὲν οὖν ἐδόκει μοι χρήσιμα εἶναι τῶν ὑπὸ Ἀράτου καὶ Εὐδόξου λεγομένων ἐν τοῖς φαινομένοις ἐπισκέψασθαί τε, καὶ ὑπογράψαι, ταῦτά ἐστιν· ἑξῆς δὲ ὑποτάξω περὶ ἑκάστου τῶν ἀπλανῶν ἀστέρων ἐπὶ κεφαλαίου, τίνι τε τῶν ιβʹ ζωδίων συνανατέλλει, καὶ συγκαταδύνει· καὶ ἀπὸ πόστης μοίρας τοῦ ζωδίου ἀρξάμενος, ἕως πόστης τὸ ἔσχατον ἀνατέλλει, ἢ συγκαταδύνει ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις· καὶ καθόλου ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ καὶ ἡμιωρίου. Τὰς δὲ κατὰ μέρος αὐτῶν ἀποδείξεις ἐν ἄλλοις συντετάχαμεν οὕτως, ὥστε ἐν παντὶ τόπῳ σχεδὸν τῆς οἰκουμένης δύνασθαι παρακολουθεῖν ταῖς διαφοραῖς τῶν συνανατολῶν καὶ συγκαταδύσεων.
Such, then, are the things among those stated by Aratus and Eudoxus in the Phaenomena which seemed to me useful both to examine and to note down; next I shall subjoin summarily concerning each of the fixed stars, with which of the 12 signs of the zodiac it rises together and sets together; and beginning from which degree of the sign, up to which degree at the last it rises or sets together in the regions around Greece, and generally wherever the longest day is of 14 equinoctial hours and a half-hour. And the detailed demonstrations of them we have composed in other works in such a way that in almost every place of the inhabited world one is able to follow the differences of the simultaneous risings and simultaneous settings.
ΙΘʹ. Πρῶτον μὲν οὖν ἐκθησόμεθα τὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζωδιακοῦ κύκλου συνανατολάς τε καὶ συγκαταδύσεις· ἔπειτα δὲ τὰς τῶν νοτιωτέρων· ἐπὶ πᾶσι δὲ τὰς τῶν ιβʹ ζωδίων. Λέγω δὲ τῶν ἠστερισμένων· ἐπειδήπερ ἃ μὲν μείζονα τόπον ἐπέχει τοῦ δωδεκατημαρίου, ἃ δὲ ἐλάσσονα. Ἔτι δὲ καὶ πολλῷ τινὰ μὲν βορειότερα, τινὰ δὲ νοτιώτερα ὄντα τοῦ ζωδιακοῦ, πολὺ προτερεῖ καὶ ὑστερεῖ ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τῶν κατ' αὐτὰ δωδεκατημορίων. Προσδιασαφήσομεν δὲ ἐφ' ἑκάστου καὶ τό τε μεσουρανοῦν ἐν τῷ ζωδιακῷ κύκλῳ ζώδιον καὶ τὴν μοῖραν αὐτοῦ· πρὸς δὲ τούτοις τοὺς μεσουρανοῦντας ἀπλανεῖς ἀστέρας ἐν ταῖς ἀρχαῖς καὶ τελευταῖς τῶν ἀνατολῶν καὶ δύσεων οἱουδήποτε ἄστρου· καὶ ἔτι ἐν πόσαις ὥραις ἰσημεριναῖς ἕκαστον τῶν ἄστρων ἢ δύνει, ἢ ἀνατέλλει. Ἕκαστον δὲ τούτων διασαφήσομεν κατὰ συνεγγισμὸν ἕως ἀδιαφόρου παραλλαγῆς. Διότι γὰρ ἡ τοιαύτη πραγματεία πολλῷ τε τῶν ὑπὸ τῶν ἀρχαίων συντεταγμένων ἐστὶν εὐχρηστοτέρα, καὶ πρὸς πολλὰ συντείνει τῶν κατὰ ἀστρολογίαν θεωρημάτων, εὐκατανόητον εἶναί σοι νομίζω.
19. First, then, we shall set forth the simultaneous risings and simultaneous settings of the constellations further north than the zodiacal circle; next, those of the ones further south; and after all, those of the 12 signs of the zodiac. And I mean those formed into constellations, inasmuch as some occupy a larger space than the twelfth-part, and others a smaller. And furthermore, since some are much further north and some further south than the zodiac, they greatly precede and fall behind in the risings and settings of the twelfth-parts corresponding to them. And in each case we shall also specify in addition both the sign culminating in the zodiacal circle and its degree; and besides these, the fixed stars culminating at the beginnings and ends of the risings and settings of any constellation whatever; and further, in how many equinoctial hours each of the constellations either sets or rises. And each of these things we shall specify by approximation up to an negligible difference. For that such a treatise is both much more serviceable than the works composed by the ancients, and contributes towards many of the theorems in astronomy, I think is easy for you to understand.
Ὁ μὲν οὖν Βοώτης συνανατέλλει τῷ ζωδιακῷ ἀπὸ τῆς ἀρχῆς τῆς Παρθένου ἕως ζʹ καὶ κʹ μοί. τῆς Παρθένου· μεσουρανεῖ δ' ἀνατέλλοντος αὐτοῦ τοῦ ζωδιακοῦ τμήματος ἀπὸ Ταύρου ζʹ καὶ κʹ μοί. μέσης ἕως Διδύμων κζʹ μοί. Καὶ πρῶτος μὲν ἀστὴρ τοῦ Βοώτου ἀνατέλλει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων, ἀρχομένου μὲν ἀνατέλλειν τοῦ Βοώτου, ὅ τε αριστερὸς ὦμος τοῦ Ὠρίωνος καὶ ὁ ἀριστερὸς ποῦς, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· λήγοντος δὲ αὐτοῦ, μεσουρανεῖ τοῦ Κυνὸς ὁ ἐπὶ τῶν ἰσχίων λαμπρός. Ἀνατέλλει δὲ ὅλος ὁ Βοώτης ἐν ὥραις ἰσημεριναῖς δυσὶν ὡς ἔγγιστα.
Bootes, then, rises together with the zodiac from the beginning of Virgo up to the 27th degree of Virgo; and while it rises, there culminates of the zodiacal segment from the middle of the 27th degree of Taurus up to the 27th degree of Gemini. And as the first star of Bootes there rises the one on the head, and as the last the one on the right foot. And of the other stars there culminate, when Bootes begins to rise, both the left shoulder of Orion and the left foot, preceding the meridian by about half a cubit; and when it ceases, there culminates the bright star on the haunches of Canis. And the whole of Bootes rises in two equinoctial hours very nearly.
Τοῦ δὲ Στεφάνου ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ τοῦ ζωδιακοῦ τμήματος ἀπὸ Παρθένου ζʹ καὶ κʹ μοί. ἕως Χηλῶν εʹ μοί. μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων ζʹ καὶ κʹ μοί. μέσης ἕως Καρκίνου μοί. εʹ μέσης. Καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τοῦ
And when Corona rises, there rises together with it of the zodiacal segment from the 27th degree of Virgo up to the middle of the 5th degree of Chelae; and there culminates from the middle of the 27th degree of Gemini up to the middle of the 5th degree of Cancer. And as the first star there rises of
Notes, col. 1093
On the reading
Printed δωδεκατημαρίου, for δωδεκατημορίου.
Printed αριστερὸς, for ἀριστερὸς.
PG 19:1096Read from the pageΣτεφάνου ὁ προηγοῦμενος τοῦ λαμπροτάτου, ἔσχατος δὲ ὁ βορειότερος τῶν ὡς πρὸς ἀνατολὰς καὶ Ἄρκτους κειμένων τοῦ λαμπροτάτου. Μεσουρανεῖ δὲ ἀστὴρ ἐν μὲν τῇ ἀρχῇ τῆς ἀνατολῆς τοῦ Κυνὸς ὁ ἐπὶ τῶν ἰσχίων, ἔσχατος δὲ ὁ προηγούμενος τῆς τοῦ Ὕδρου κεφαλῆς, ὁ ἐκφανής, ὅς ἐστι τοῦ Καρκίνου καὶ τῆς Ἄρκτου ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις ποσὶ δύο ἀστέρων· ἔγγιστα δὲ καὶ τῶν περὶ τὸ νεφέλιον τοῦ Καρκίνου κειμένων οἱ πρὸς δύσιν. Ἀνατέλλει δὲ ὁ Στέφανος ἐν δυσὶ μέρεσι αʹ ὥρας.
Corona the one preceding the brightest star, and as the last the more northern of those lying towards the east and the Bears from the brightest star. And there culminates as the star at the beginning of its rising the one on the haunches of Canis, and as the last the one preceding the head of Hydrus, the conspicuous one, which is the more northern of the two stars in the forefeet of Cancer and the Bear; and very near also those towards the west among the ones lying around the nebula of Cancer. And Corona rises in two parts of 1 hour.
Τοῦ δὲ Ἐν γόνασιν ἀνατέλλοντος, συνανατέλλει μὲν ὁ ζωδιακὸς ἀπὸ Παρθένου μοί. ιβʹ ἕως Σκορπίου μοί. ηʹ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων ηʹ μέσης ἕως Λέοντος ιδʹ μοί. Καὶ πρῶτοι μὲν ἀστέρες τοῦ Ἐν γούνασιν ἀνατέλλουσιν, ὅ τε ἐν τῷ δεξιῷ ποδὶ καὶ ὁ ἐν τῷ δεξιῷ γόνατι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων, ἀνατέλλοντος τοῦ Ἐν γούνασι, πρῶτος μὲν τῶν ἐν τοῖς ποσὶ τῶν Διδύμων δʹ, ὁ δεύτερος ἀπὸ δύσεως, ἔσχατος δὲ τοῦ Λέοντος ὁ νοτιώτερος τῶν βʹ τῶν περὶ τὸν λαμπρὸν τὸν ἐπὶ τῆς ὀσφύος κείμενον. Ἀνατέλλει δὲ ὁ Ἐν γούνασιν ἐν ὥραις δʹ καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα.
And when Engonasin rises, the zodiac rises together with it from the 12th degree of Virgo up to the middle of the 8th degree of Scorpius; and there culminates from the middle of the 8th degree of Gemini up to the 14th degree of Leo. And as the first stars of Engonasin there rise both the one on the right foot and the one on the right knee, and as the last the one on the tip of the left hand. And of the other stars there culminates, when Engonasin rises, first among the 4 in the feet of Gemini the second from the west, and as the last the more southern of the 2 in Leo around the bright star lying on the loin. And Engonasin rises in 4 hours and three fifths very nearly.
Κʹ. Τοῦ δὲ Ὀφιούχου ἀνατέλλοντος, συνανατέλλει μὲν ὁ ζωδιακὸς ἀπὸ Χηλῶν θʹ καὶ κʹ μοί. ἕως Σκορπίου μοί. κγʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος γʹ μοί. ἕως Παρθένου λʹ. Καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσι τοῦ Ὀφιούχου οἱ ἐν τῇ ἀριστερᾷ χειρί· ἀλλὰ μὴν καὶ οἱ ἐν τῷ Ὄφει κείμενοι· ἔσχατος δὲ τῶν ἐν τῷ δεξιῷ ποδὶ αὐτοῦ δʹ ὁ βʹ ἀπὸ δύσεως. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν ὁ τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει τοῦ Λέοντος λαμπρὸς ὁ βʹ ἀπ' Ἄρκτου, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ τοῦ Κόρακος. Ἀνατέλλει δὲ ὁ Ὀφιοῦχος ἐν ὥραις δισί.
20. And when Ophiuchus rises, the zodiac rises together with it from the 29th degree of Chelae up to the 23rd degree of Scorpius; and there culminates from the 3rd degree of Leo up to the 30th of Virgo. And as the first stars of Ophiuchus there rise those in the left hand, and indeed also those lying in Serpens; and as the last, of the 4 in its right foot, the 2nd from the west. And there culminates as the 1st star the bright one of those in the neck and breast of Leo, the 2nd from the Bear, and as the last the one in the head of Corvus. And Ophiuchus rises in two hours.
Τοῦ δὲ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἀνατέλλοντος, συνανατέλλει μὲν αὐτῷ ὁ ζωδιακὸς ἀπὸ Χηλῶν μοί. ηʹ ἕως Τοξότου μοί. αʹ μέσης· μεσουρανεῖ δὲ ὁ ἀπὸ Καρκίνου ηʹ μέσης ἕως Παρθένου ιδʹ. Καὶ αʹ μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ὁ βορ⟨ε⟩ιότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν ἐν τῷ ἀκροστολίῳ τῆς Ἀργοῦς λαμπρὸς, ὡς ἡμιπήχιον ἀπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὅ τε Προτρυγητὴρ, καὶ ὁ βορειότερος ὦμος τῆς Παρθένου, ὡς πηχυαῖον διάστημα τοῦ μεσημβρινοῦ ὑπολελειμμένος ἑκάτερος αὐτῶν. Ἀνατέλλει δὲ ὁ Ὄφις ἐν ὥραις δʹ καὶ ἡμιωρίῳ.
And when Serpens, which Ophiuchus holds, rises, the zodiac rises together with it from the 8th degree of Chelae up to the middle of the 1st degree of Sagittarius; and there culminates that from the middle of the 8th of Cancer up to the 14th of Virgo. And as the 1st star there rises of those in its head the more northern of the preceding ones, and as the last the one at the tip of the tail. And there culminates as the 1st star the bright one in the stern-ornament of Argo, falling short of the meridian by about half a cubit, and as the last both Vindemiator and the more northern shoulder of Virgo, each of them falling short of the meridian by about a cubit's distance. And Serpens rises in 4 hours and a half-hour.
Τῆς δὲ Λύρας ἀνατελλούσης, συνανατέλλει μὲν αὐτῇ ὁ ζωδιακὸς ἀπὸ Σκορπίου μοί. θʹ μέσης ἕως Σκορπίου ιηʹ· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοί. ιγʹ μέσης ἕως Λέοντος μοί. ϛʹ καὶ κʹ. Καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῆς Λύρας ὁ ἀπ' ἄρκτων παρακείμενος τῷ λαμπροτάτῳ, ἔσχατος δὲ ὁ πρὸς ἀνατολὰς τῶν ἐν τῷ ζυγώματι αὐτῆς βʹ λαμπρῶν. Μεσουρανεῖ δὲ ἀστὴρ αʹ μὲν τοῦ Λέοντος ὁ νοτιώτερος τῶν βʹ τῶν ἐπὶ τῆς ὀσφύος λαμπρῶν, ἔσχατος δὲ ὁ ἐν
And when Lyra rises, the zodiac rises together with it from the middle of the 9th degree of Scorpius up to the 18th of Scorpius; and there culminates from the middle of the 13th degree of Leo up to the 26th degree of Leo. And as the first star of Lyra there rises the one lying beside the brightest star on the side of the Bears, and as the last the one towards the east of the 2 bright stars in its crossbar. And there culminates as the 1st star the more southern of the 2 bright stars on the loin of Leo, and as the last the one at
Notes, col. 1096
On the reading
Printed προηγοῦμενος, for προηγούμενος.