Migne Reading Room

PG 19 · cols. 820–829 · Read from the page

Geminus, Introduction to the Phenomena

Geminus, Introduction to the Phenomena

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:820Read from the page
Οὐ διὰ παντὸς δὲ ἐν ταῖς ὁμωνύμοις ἡμέραις τοὺς αὐτοὺς σχηματισμοὺς ἡ σελήνη ἀποτελεῖ. Ἀλλ' ἐν διαφόροις ἡμέραις κατὰ τὴν ἀνωμαλίαν τῆς κινήσεως. Ταχίστη μὲν γὰρ φαίνεται ἡ σελήνη μηνοειδὴς τῇ νουμηνίᾳ· βραδυτάτη δὲ τῇ τρίτῃ. Καὶ μένει μηνοειδὴς, ὁτὲ μὲν ἕως τῆς πέμπτης, ὁτὲ δὲ βραδύτατον, ἕως τῆς ἑβδόμης· διχότομος δὲ γίνεται ταχίστη μὲν περὶ τὴν ἕκτην, βραδυτάτη δὲ περὶ τὴν ὀγδόην· ἀμφίκυρτος δὲ γίνεται περὶ τὴν δεκάτην ταχίστη, βραδυτάτη δὲ περὶ τὴν ιγʹ· πανσέληνος δὲ γίνεται ταχίστη μὲν περὶ τὴν ιγʹ, βραδυτάτη δὲ περὶ τὴν ιζʹ. Ἀμφίκυρτος δὲ τὸ δεύτερον, ταχίστη μὲν ἀνατέλλει περὶ τὴν ιηʹ, βραδυτάτη δὲ περὶ τὴν κβʹ. Διχότομος δὲ γίνεται τὸ δεύτερον ταχίστη μὲν περὶ τὴν εἰκάδα καὶ μίαν, βραδυτάτη δὲ περὶ τὴν εἰκάδα καὶ τρίτην· μηνοειδὴς δὲ γίνεται τὸ δεύτερον, ταχίστη μὲν περὶ τὴν εἰκάδα καὶ πέμπτην, βραδυτάτη δὲ περὶ τὴν εἰκάδα καὶ ἕκτην. Ὁ δὲ πᾶς μηνιαῖος χρόνος ἡμερῶν ἐστι κθʹ α/β α/γ· ἔστι γὰρ μὴν χρόνος ἀπὸ συνόδου εἰς σύνοδον, ἀπὸ τῆς πανσελήνου ἐπὶ τὴν πανσέληνον· σύνοδος δέ ἐστι χρόνος, ἐν ᾧ ὁ ἥλιος καὶ ἡ σελήνη ἐν τῇ αὐτῇ μοίρᾳ γίνονται. Ὅπερ συμβαίνει τῇ τριακάδι.
Yet the moon does not continually complete the same configurations on the days of the same name, but on different days according to the irregularity of its motion. For when fastest, the moon appears crescent-shaped on the new moon itself; when slowest, on the third day. And it remains crescent-shaped sometimes until the fifth day, and sometimes at the slowest until the seventh day; and it becomes half-full when fastest around the sixth day, and when slowest around the eighth; and it becomes gibbous around the tenth day when fastest, and when slowest around the 13th; and it becomes full moon when fastest around the 13th, and when slowest around the 17th. And gibbous for the second time, when fastest it rises around the 18th, and when slowest around the 22nd. And it becomes half-full for the second time when fastest around the twenty-first, and when slowest around the twenty-third; and it becomes crescent-shaped for the second time, when fastest around the twenty-fifth, and when slowest around the twenty-sixth. And the whole monthly time is of 29 1/2 1/3 days; for a month is the time from conjunction to conjunction, from the full moon to the full moon; and conjunction is the time in which the sun and the moon come to be in the same degree. Which happens on the thirtieth day.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Περὶ ἐκλείψεως ἡλίου.
On the eclipse of the sun.
Αἱ τοῦ ἡλίου ἐκλείψεις γίνονται κατ' ἐπιπρόσθησιν σελήνης. Μετεωροτέρου γὰρ φερομένου τοῦ ἡλίου, ταπεινοτέρας δὲ τῆς σελήνης, ὅταν κατὰ τὴν αὐτὴν μοῖραν γένηται ὁ ἥλιος καὶ ἡ σελήνη, ὑποτροχάσασα ἡ σελήνη τῷ ἡλίῳ ἀντιφράττει ταῖς ἀπὸ τοῦ ἡλίου φερομέναις αὐγαῖς πρὸς ἡμᾶς. Διόπερ οὐδὲ ῥητέον αὐτὰς κυρίως ἐκλείψεις, ἀλλ' ἐπιπροσθήσεις. Τοῦ μὲν γὰρ ἡλίου οὐδὲ ἓν μέρος οὐδέποτε ἐκλείψει· ἡμῖν δὲ ἀθεώρητος γίνεται διὰ τὴν ἐπιπρόσθησιν τῆς σελήνης. Δι' ἣν αἰτίαν οὐδ' ἴσαι πάλιν αἱ ἐκλείψεις γίνονται· ἀλλὰ κατὰ τὰς τῶν κλιμάτων διαφορὰς μεγάλαι παραλλαγαὶ γίνονται περὶ τὰ μεγέθη τῶν ἐκλείψεων. Κατὰ γὰρ τὸν αὐτὸν χρόνον οἷς μὲν ὅλος ὁ ἥλιος ἐκλείπει, οἷς δὲ τὸ ἥμισυ, οἷς δὲ τὸ ἔλαττον τοῦ ἡμίσεως· οἷς δὲ τὴν ἀρχὴν οὐδὲν μέρος τοῦ ἡλίου ἐκλελοιπὸς θεωρεῖται. Ὅσοι μὲν γὰρ κατὰ κάθετον οἰκοῦσι τῆς ἐπιπροσθήσεως, τούτοις ὅλος ἀθεώρητος γίνεται ὁ ἥλιος· τοῖς δὲ ἔξω μέρος τι τῆς ἐπιπροσθήσεως ἔχουσι μέρος τι τοῦ ἡλίου ἐκλελοιπὸς βλέπεται· τοῖς δὲ ἔξω ὁλοσχερῶς τῆς ἐπιπροσθήσεως οἰκοῦσιν οὐδὲν μέρος τοῦ ἡλίου ἐκλελοιπὸς θεωρεῖται. Ὅτι δὲ κατὰ τὴν ἐπιπρόσθησιν τῆς σελήνης ὁ ἥλιος ἐκλείπει, μέγιστον τεκμήριον τὸ μὴ γίνεσθαι ἐν ἄλλῃ ἡμέρᾳ τὰς ἐκλείψεις, ἀλλ' ἐν τῇ τριακοστῇ μόνον, ὅτε συνοδεύει ἡ σελήνη τῷ ἡλίῳ, καὶ ἐκ τοῦ πρὸς λόγον τῶν οἰκήσεων τὰ μεγέθη τῶν ἐκλείψεων γίνεσθαι.
The eclipses of the sun take place by the interposition of the moon. For since the sun is borne higher, and the moon lower, when the sun and the moon come to be at the same degree, the moon running beneath the sun blocks the rays borne from the sun towards us. Wherefore neither should one call them properly eclipses, but interpositions. For of the sun not even one part will ever fail; but to us it becomes invisible because of the interposition of the moon. For which cause neither again do the eclipses take place equal; but according to the differences of the climes great variations take place regarding the magnitudes of the eclipses. For at the same time to some the whole sun fails, to others the half, to others less than the half; and to others no part of the sun at all is beheld to have failed. For to as many as dwell perpendicularly beneath the interposition, to these the whole sun becomes invisible; and to those outside having some part of the interposition, some part of the sun is seen to have failed; and to those dwelling wholly outside the interposition, no part of the sun is beheld to have failed. And that the sun fails by the interposition of the moon, the greatest proof is that the eclipses do not take place on another day, but on the thirtieth alone, when the moon travels in conjunction with the sun, and from the fact that the magnitudes of the eclipses take place in proportion to the habitations.
PG 19:821Read from the page
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Περὶ ἐκλείψεως τῆς σελήνης.
On the eclipse of the moon.
Αἱ τῆς σελήνης ἐκλείψεις γίνονται κατὰ τὴν εἰς τὸ σκίασμα τῆς γῆς ἔμπτωσιν τῆς σελήνης. Καθάπερ γὰρ καὶ τὰ λοιπὰ τῶν σωμάτων, φωτιζόμενα ὑπὸ τοῦ ἡλίου, σκιὰς ἀποβάλλει, οὕτω καὶ ἡ γῆ, φωτιζομένη ὑπὸ τοῦ ἡλίου, σκιὰν ἀποβάλλει. Καὶ ἤδη μέντοιγε διὰ τὸ μέγεθος τῆς γῆς εἰλικρινῆ συμβαίνει τὴν σκιὰν εἶναι καὶ βαθεῖαν. Ὅταν οὖν κατὰ διάμετρον γένηται ἡ σελήνη τῷ ἡλίῳ, τότε καὶ τὸ σκίασμα τῆς γῆς κατὰ διάμετρον γίνεται τῷ ἡλίῳ. Ὅθεν ἡ σελήνη ταπεινοτέρα φερομένη τοῦ σκιάσματος, εὐλόγως ἐμπίπτει εἰς τὸ σκίασμα τῆς γῆς. Ἀεὶ δὲ τὸ ἐμπίπτον αὐτῆς μέρος εἰς τὸ σκίασμα τῆς γῆς ἀφώτιστον γίνεται τοῦ ἡλίου, διὰ τὴν ἐπιπρόσθησιν τῆς γῆς. Τότε γὰρ ἐπὶ τῆς αὐτῆς εὐθείας γίνεται ὁ ἥλιος καὶ ἡ γῆ, καὶ τὸ σκίασμα τῆς γῆς, καὶ ἡ σελήνη. Δι' ἣν αἰτίαν οὐδὲ γίνονται ἐκλείψεις τῆς σελήνης ἐν ἄλλῃ ἡμέρᾳ, ἀλλ' ἐν τῇ διχομηνίᾳ. Τότε γὰρ κατὰ διάμετρον γίνεται ἡ σελήνη τῷ ἡλίῳ. Γίνονται μέντοιγε πᾶσαι αἱ τῆς σελήνης ἐκλείψεις ἴσαι· αἱ μὲν γὰρ ἐπιπροσθήσεις αἱ γινόμεναι ἐν ταῖς τοῦ ἡλίου ἐκλείψεσι παρὰ τὰς οἰκήσεις διάφοροι γίνονται, δι' ἣν αἰτίαν καὶ τὰ μεγέθη τῶν ἐκλείψεων διάφορα γίνεται· αἱ δὲ ἐμπτώσεις τῆς σελήνης εἰς τὸ σκίασμα ἴσαι πᾶσαι γίνονται κατὰ τὴν αὐτὴν ἔκλειψιν. Ἤδη μέντοιγε οὐ διὰ παντὸς τὸ ἴσον ἐκλείπει τῆς σελήνης. Ὅταν γὰρ διὰ μέσου τοῦ ἐκλειπτικοῦ ἡ σελήνη τὴν πάροδον ποιῆται, ὅλη ἐμπίπτει εἰς τὸ σκίασμα τῆς γῆς· ὥστε ἀναγκαῖον καὶ ὅλην αὐτὴν ἐκλείπειν. Ὅταν δὲ παράψηται τοῦ σκιάσματος, μέρος τι τῆς σελήνης ἐκλείπει· ἔστι δὲ τὸ ἐκλειπτικὸν αὐτῆς μοιρῶν δύο. Ἐν γὰρ τούτῳ τῷ τόπῳ πάσας τὰς ἐκλείψεις συμβαίνει τῆς σελήνης γίνεσθαι. Ἐκ δὲ τούτων φανερὸν, ὅτι αἱ τῆς σελήνης ἐκλείψεις γίνονται κατὰ τὴν εἰς τὸ σκίασμα τῆς γῆς ἔμπτωσιν· πρὸς λόγον γὰρ τῆς κατὰ πλάτος κινήσεως τῆς ἡμερησίου τῆς σελήνης τὰ μεγέθη τῶν ἐκλείψεων σύμφωνα γίνεται· καὶ ἐν ἄλλαις ἡμέραις οὐ γίνονται αἱ τῆς σελήνης ἐκλείψεις, πλὴν ἐν τῇ διχομηνίᾳ.
The eclipses of the moon take place by the falling of the moon into the shadow of the earth. For just as the rest of bodies also, being illuminated by the sun, cast shadows, so also the earth, being illuminated by the sun, casts a shadow. And indeed, because of the magnitude of the earth, it happens that the shadow is pure and deep. When therefore the moon comes to be diametrically opposite the sun, then also the shadow of the earth comes to be diametrically opposite the sun. Whence the moon, being borne lower than the shadow, reasonably falls into the shadow of the earth. And always the part of it falling into the shadow of the earth becomes unilluminated by the sun, because of the interposition of the earth. For then the sun and the earth, and the shadow of the earth, and the moon come to be on the same straight line. For which cause neither do eclipses of the moon take place on another day, but at the half-month. For then the moon comes to be diametrically opposite the sun. Yet all the eclipses of the moon take place equal; for the interpositions that take place in the eclipses of the sun come to be different according to the habitations, for which cause the magnitudes of the eclipses also come to be different; whereas the fallings of the moon into the shadow all take place equal at the same eclipse. Yet not continually does the equal part of the moon fail. For when the moon makes its passage through the middle of the ecliptic, the whole of it falls into the shadow of the earth, so that it is necessary that the whole of it also fail. But when it touches the shadow in passing, some part of the moon fails; and its ecliptic limit is of two degrees. For in this place it happens that all the eclipses of the moon take place. And from these things it is manifest that the eclipses of the moon take place by the falling into the shadow of the earth; for in proportion to the daily motion in latitude of the moon the magnitudes of the eclipses become correspondent; and on other days the eclipses of the moon do not take place, save at the half-month.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Ὅτι τὴν ἐναντίαν τῷ κόσμῳ κίνησιν οἱ πλάνητες ποιοῦνται.
That the planets make their motion contrary to the cosmos.
Ὁ κόσμος κινεῖται φορὰν ἐγκύκλιον ἀπ' ἀνατολης ἐπὶ δύσιν. Ὅσοι γὰρ ἂν τῶν ἀστέρων μετὰ τὴν τοῦ ἡλίου δύσιν πρὸς τῇ ἀνατολῇ θεωρηθῶσι, προβαινούσης τῆς νυκτὸς, μετεωριζόμενοι μᾶλλον ἀεὶ καὶ μᾶλλον θεωροῦνται· εἶτα βλέπονται πρὸς τῇ μεσουρανήσει· προβαινούσης δὲ τῆς νυκτὸς, ἀποκλινόμενοι πρὸς τὴν δύσιν οἱ αὐτοὶ ἀστέρες θεωροῦνται· καὶ πέρας δύνοντες ὁρῶνται· καὶ τοῦτο καθ' ἑκάστην ἡμέραν ἐπὶ πάντων ἀστέρων γίνεται. Ὥστε φανερὸν, ὅτι ὅλος ὁ κόσμος πᾶσι τοῖς ἐφ' ἑαυτοῦ μέρεσι κινεῖται καὶ ἀπ' ἀνατολῆς ἐπὶ δύσιν. Ὅτι δὲ ἐγκύκλιον ποιεῖται τὴν προφορὰν, πρόδηλον ἐκ τοῦ πάντας τοὺς ἀστέρας ἐκ τοῦ αὐτοῦ τόπου ἀνατέλλειν, καὶ εἰς τὸν αὐτὸν τόπον δύνειν· ἔτι καὶ διὰ τῶν διόπτρων θεωρούμενοι πάντες οἱ ἀστέρες φαίνονται ἐγκύκλιον ποιούμενοι τὴν κίνησιν ὅλῃ τῇ περιαγωγῇ τῶν διόπτρων.
The cosmos moves with a circular revolution from east to west. For as many of the stars as may be beheld after the setting of the sun towards the east, as the night advances, are beheld rising higher and ever higher; then they are seen towards the mid-heaven; and as the night advances, the same stars are beheld declining towards the west; and finally they are seen setting; and this takes place every day in the case of all stars. So that it is manifest that the whole cosmos moves with all the parts upon itself and from east to west. And that it makes its revolution circular is evident from the fact that all the stars rise from the same place and set into the same place; furthermore, when beheld through the dioptras, all the stars appear making their motion circular in the whole turning about of the dioptras.
Notes, col. 821

On the reading

Printed ἀνατολης, for ἀνατολῆς.

PG 19:824Read from the page
Ὁ μέντοιγε ἥλιος ἀπὸ δύσεως ἐπὶ τὴν ἀνατολὴν φέρεται ὑπεναντίως τῷ κόσμῳ. Τοῦτο δέ ἐστι φανερὸν ἐκ τῶν προανατελλόντων ἀστέρων τοῦ ἡλίου. Ὅσοι γὰρ ἂν πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς θεωρηθῶσιν ἀστέρες προανατεταλκότες τοῦ ἡλίου, ἐν ταῖς ἐχομέναις νυξὶν ἐνωρότερον προανατεταλκότες θεωροῦνται· καὶ τοῦτο γίνεται κατὰ τὸ ἑξῆς ἐπὶ πασῶν τῶν νυκτῶν. Ἐξ οὗ φανερὸν, ὅτι εἰς τὰ ἑπόμενα τῶν ζωδίων ὁ ἥλιος μεταβαίνει, ἀπὸ δύσεως ἐπ' ἀνατολὴν κινούμενος ὑπεναντίως τῷ κόσμῳ. Εἰ δέ γε ἀπὸ τῆς ἀνατολῆς ἐπὶ τὴν δύσιν ἐφέρετο ὁ ἥλιος, ἀεὶ τοὺς προανατέλλοντας ἀστέρας ἀθεωρήτους ἂν εἶναι συνέβαινεν. Εἰς γὰρ τὰ προηγούμενα μεταβαίνων μέρη, ὤφειλεν ἀποκρύπτειν αὐτοὺς ταῖς ἰδίαις αὐγαῖς· ἀεὶ γὰρ οἱ κατὰ τὸν ἥλιον γινόμενοι ἀστέρες ἀθεώρητοι ὑπάρχουσι, καταυγούμενοι ὑπὸ τοῦ ἡλίου. Νῦν δὲ οὐ γίνεται τοῦτο· ἀλλ' οἱ προανατέλλοντες ἀστέρες ἐν ταῖς ἐχομέναις νυξὶ πλεῖον ἀεὶ καὶ πλεῖον ἀπὸ τῆς ἀνατολῆς ἀπέχοντες διάστημα θεωροῦνται· ὥστε μηνιαίῳ χρόνῳ ζώδιον ὅλον προανατέλλειν τοῦ ἡλίου τὸ πρότερον ὑπάρχον ἐν ταῖς αὐγαῖς τοῦ ἡλίου. Ἀεὶ γὰρ τὸ μὲν ἑπόμενον ζώδιον ὑπὸ τοῦ ἡλίου ἀθεώρητόν ἐστι διὰ τὰς αὐγὰς τοῦ ἡλίου· τὸ δὲ προηγούμενον αὐτοῦ θεωρεῖται. Ἐν δὲ τῷ μηνιαίῳ χρόνῳ ἀεὶ τὸ μὲν ἑπόμενον ζώδιον ἀθεώρητον γίνεται, μεταβαίνοντος εἰς αὐτὸ τοῦ ἡλίου· τὸ δὲ προηγούμενον ζώδιον δύο ζωδίων διάστημα ἀφεστηκὸς βλέπεται· καὶ τοῦτο ἐπὶ τῶν ιβʹ ζωδίων διὰ παντὸς γίνεται. Ἐξ ὧν φανερὸν, ὅτι ὁ ἥλιος, ὑπεναντίως τῷ κόσμῳ κινούμενος εἰς τὰ ἑπόμενα τῶν ζωδίων, καὶ οὐκ εἰς τὰ προηγούμενα ποιεῖται τὴν μετάβασιν.
However, the sun is borne from west to east contrariwise to the cosmos. And this is manifest from the stars that rise before the sun. For as many stars as may be beheld before the rising of the sun having risen before the sun, on the succeeding nights are beheld having risen earlier; and this takes place successively on all the nights. Whereby it is manifest that the sun passes into the following signs of the zodiac, moving from west to east contrariwise to the cosmos. For if indeed the sun were borne from the east to the west, it would always happen that the stars rising before it would be invisible. For passing into the preceding parts, it ought to hide them with its own rays; for always the stars that come to be by the sun are invisible, being outshone by the sun. But now this does not happen; rather, the stars rising before it on the succeeding nights are beheld distant by a greater and ever greater interval from the rising, so that in a monthly time a whole zodiacal sign rises before the sun which previously was in the rays of the sun. For always the following zodiacal sign is unobservable because of the sun through the rays of the sun, whereas the one preceding it is beheld. And in the monthly time always the following zodiacal sign becomes unobservable as the sun passes into it, while the preceding zodiacal sign is seen distant by the interval of two zodiacal signs; and this takes place continually in the case of the 12 zodiacal signs. From which things it is manifest that the sun, moving contrariwise to the cosmos, makes its transition into the following of the zodiacal signs, and not into the preceding.
Ἐκδηλότερον δὲ ἐπὶ τῆς σελήνης θεωρεῖται ἡ κίνησις· καὶ γὰρ αὐτὴ ὑπεναντίως τῷ κόσμῳ θεωρεῖται ἀπὸ δύσεως ἐπ' ἀνατολὴν κινουμένη· τοῦτο δὲ ἐν μιᾷ νυκτὶ δύναται καταλαμβάνεσθαι διὰ τῆς ὁράσεως, ἐπιμαρτυροῦντος τοῦ φαινομένου. Ὅταν γὰρ παρά τινα τῶν ἀπλανῶν ἀστέρων θεωρηθῇ ἡ σελήνη, προβαινούσης τῆς νυκτὸς ἀφίσταται ἀπὸ τοῦ παρατετηρημένου ἀστέρος πρὸς ἀνατολὴν, καὶ ὁ ἀστὴρ ἀπὸ τῆς σελήνης πρὸς δύσιν· καὶ πολλάκις ἐν ὅλῃ τῇ νυκτὶ ἡ σελήνη μοίρᾳ ἀπὸ τοῦ παρατετηρημένου ἀστέρος διίσταται πρὸς ἀνατολήν· ὥστε ἐν μιᾷ νυκτὶ θεωρεῖσθαι τὴν ὑπεναντίαν κίνησιν τῷ κόσμῳ. Οὐ γὰρ εἰς τοὺς προηγουμένους ἀστέρας προβαίνει, ἀλλ' εἰς τοὺς ἑπομένους.
And still more clearly is the motion beheld in the case of the moon; for it too is beheld moving contrariwise to the cosmos from west to east; and this can be apprehended in a single night through vision, the phenomenon bearing witness. For when the moon is beheld beside one of the fixed stars, as the night advances it withdraws from the observed star towards the east, and the star from the moon towards the west; and often in the whole night the moon is separated by a degree from the observed star towards the east, so that in a single night the motion contrary to the cosmos is beheld. For it does not advance towards the preceding stars, but towards the following.
Λέγουσι δέ τινες εἰς μὲν τὰ ἑπόμενα ζώδια τὴν μετάβασιν γίνεσθαι τῷ ἡλίῳ καὶ τῇ σελήνῃ· μὴ μέντοιγε ὑπεναντίως αὐτοὺς κινεῖσθαι τῷ κόσμῳ, ἀλλὰ διὰ τὰ μεγέθη ὑπολείπεσθαι αὐτοὺς τῆς τῶν ἀπλανῶν ἀστέρων σφαίρας· δοκεῖν δὲ ἡμῖν εἰς τὰ ἑπόμενα τῶν ζωδίων τὴν μετάβασιν γίνεσθαι κατὰ τὴν ἐναντίαν κίνησιν· τοῦτο δὲ μὴ εἶναι ἀληθὲς, ἀλλὰ φέρεσθαι μὲν ἥλιον καὶ σελήνην ἀπ' ἀνατολῆς ἐπὶ δύσιν· καταταχουμένους δὲ ὑπὸ τοῦ κόσμου πρὸ τοῦ κύκλον περιδραμεῖν, ἐν τοῖς ἑπομένοις ζωδίοις θεωρεῖσθαι. Χρῶνται δέ τινες καὶ τῷ ὁμοιώματι τούτῳ. Εἰ γάρ τις, φασὶ, ὑπεστήσατο δρομεῖς ιβʹ ἴσῳ τάχει χρωμένους,
And some say that the transition for the sun and the moon takes place into the following zodiacal signs, yet that they do not move contrariwise to the cosmos, but because of their magnitudes they are left behind by the sphere of the fixed stars; and that it seems to us that the transition takes place into the following of the zodiacal signs according to the contrary motion; and that this is not true, but that the sun and moon are borne from east to west, yet being outrun by the cosmos before running round a circle, they are beheld in the following zodiacal signs. And some also use this comparison. For if someone, they say, supposed 12 runners using equal speed,
PG 19:825Read from the page
καὶ ποιουμένους ἐπὶ κύκλου τὴν κίνησιν, εἶτα μέντοιγε ἄλλον τινὰ ἕνα βραδύτερον ἐν αὐτοῖς κινούμενον, ὁμοίαν δὲ τὴν κίνησιν αὐτοῖς ποιούμενον ἐπὶ κύκλου· δόξει μὲν, περικαταλαμβανόμενος, εἰς τὰ ἑπόμενα μεταβαίνειν, οὐκ ἔσται δὲ τοῦτο ἐπὶ τῆς ἀληθείας· ἀλλ' ὁμοίως αὐτοῖς κινούμενος διὰ τὴν βραδυτῆτα δόξει εἰς τἀναντία κινεῖσθαι. Τοῦτο δὴ καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης συμβεβηκέναι. Ἐπὶ γὰρ τὰ αὐτὰ μέρη κινούμενοι τῷ κόσμῳ, διὰ τὴν βραδυτῆτα εἰς τὰ ἑπόμενα ὑποφέρονται· καθάπερ τὰ ἐπὶ τῶν ποταμῶν καταφερόμενα πλοῖα, προκαταταχούμενα ὑπὸ τοῦ ῥεύματος, δοκεῖ εἰς τὰ ὀπίσω κινεῖσθαι· τοῦτο δέ φασι καὶ ἐπὶ τοῦ ἡλίου, καὶ ἐπὶ τῆς σελήνης συμβαίνειν.
and making their motion upon a circle, and then however some other single one moving more slowly among them, and making a motion similar to theirs upon a circle: he will seem, being overtaken round about, to pass into the following parts, yet this will not be so in truth; but moving similarly to them, because of his slowness he will seem to move to the contrary parts. And this very thing has happened both in the case of the sun and in the case of the moon. For moving towards the same parts as the cosmos, because of their slowness they are borne back into the following parts; just as vessels borne down upon rivers, being outrun in advance by the current, seem to move backwards; and this they say happens both in the case of the sun and in the case of the moon.
Αὕτη δὲ ἡ δόξα ὑπὸ πολλῶν φιλοσόφων εἰρημένη ἀσύμφωνός ἐστι τοῖς φαινομένοις· ει γὰρ καθ' ὑπόλειψιν ἐκινοῦντο, ὑποφερομένων τῶν σωμάτων διὰ τὰ μεγέθη, ἔδει κατὰ παραλλήλους κύκλους τὴν ὑπόλειψιν γίνεσθαι· καθάπερ καὶ οἱ ἀπλανεῖς ἀστέρες πάντες ἐπὶ παραλλήλων κύκλων φέρονται, διὰ τὸ καὶ τὴν τοῦ κόσμου φορὰν ἐγκύκλιον εἶναι ἀπ' ἀνατολῆς ἐπὶ δύσιν. Νυνὶ δὲ οὐχ ὑπολείπονται κατὰ παραλλήλους κύκλους· ἀλλ' ὁ μὲν ἥλιος, ἐπὶ τοῦ διὰ μέσων τῶν ζωδίων κύκλου κινούμενος, ἅμα καὶ τὴν κατὰ πλάτος πάροδον ποιεῖται ἀπὸ τροπῶν ἐπὶ τροπάς· ὡς ἂν, οἶμαι, ἰδίας ὑπαρχούσης αὐτῷ τῆς κινήσεως, τῆς μὲν ἀπ' ἀνατολῆς ἐπὶ δύσιν, τῆς δὲ ἀπὸ δύσεως ἐπ' ἀνατολήν· ἡ δὲ σελήνη ἐν ὅλῳ τῷ πλάτει τοῦ ζωδιακοῦ κύκλου τὴν πάροδον ποιεῖται. Οὐδὲν δὲ τῶν καθ' ὑπόλειψιν ὑποφερομένων ἅμα δύναται κατὰ πλάτος κινεῖσθαι· ἀλλ' ὀφείλει κατὰ τὴν τοῦ κόσμου φορὰν τὴν ὑπόλειψιν ποιεῖσθαι. Ἐλέγχει δὲ τὴν δόξαν ψευδῆ ὑπάρχουσαν μάλιστα πάντων ἡ περὶ τοὺς πέντε πλάνητας ἀστέρας κίνησις· ἐκεῖνοι γὰρ ὁτὲ μὲν ὑπολείπονται τῶν ἀπλανῶν ἀστέρων, ὁτὲ δὲ προηγοῦνται· ὁτὲ δὲ κατὰ τοὺς αὐτοὺς ἀστέρας μένουσιν· οἱ δὲ καὶ καλοῦνται στηριγμοί. Τοιαύτης δὲ ὑπαρχούσης περὶ αὐτοὺς τῆς κινήσεως, φανερὸν, ὅτι ἡ ἐπὶ τὰ ἑπόμενα μετάβασις οὐ γίνεται κατὰ ὑπόλειψιν· διὰ παντὸς γὰρ ἂν ὑπελείποντο. Νυνὶ δὲ ἰδία τίς ἐστιν ἡ περὶ ἕκαστον σφαιροποιία, καθ' ἣν ποτὲ μὲν εἰς τὰ ἑπόμενα μεταβαίνουσι, ποτὲ δὲ εἰς τὰ προηγούμενα, ποτὲ δὲ στηρίζουσιν. Οὕτω δὴ καὶ περὶ τὸν ἥλιον, καὶ περὶ τὴν σελήνην ἰδία τίς ἐστι καὶ προαιρετικὴ, καὶ κατὰ φύσιν ἡ περὶ πλάτος κίνησις, καθ' ἣν ἀπὸ δύσεως ἐπ' ἀνατολὴν κινούμενοι τὴν κατὰ πλάτος πάροδον ποιοῦνται. Ὅτι δὲ οὐ δύνανται καθ' ὑπόλειψιν εἰς τὰ ἑπόμενα τῶν ζωδίων τὴν μετάβασιν ποιεῖσθαι, φανερὸν καὶ ἐκ τοῦ μὴ ἀνάλογον τοῖς μεγέθεσι, μηδὲ τοῖς ἀποστήμασι τὰς μεταβάσεις γίνεσθαι. Εἰ γὰρ διὰ τὰ μεγέθη τῶν σωμάτων ὑπεφέροντο, βραδυτέραν ἔχοντες τῶν ἀπλανῶν ἀστέρων κίνησιν, ἔδει ἀνάλογον τοῖς μεγέθεσι καὶ τοῖς ἀποστήμασι τὰς ὑπολείψεις γίνεσθαι· μὴ γινομένου δὲ τούτου, ἀνάγκη λέγειν κατὰ φύσιν εἶναι τοῖς πλανωμένοις ἀστῆρσι τὴν ὑπεναντίαν κίνησιν. Ἤδη μέντοι διὰ τὴν ἰδίαν ἑκάστου σφαιρο-
But this opinion, though stated by many philosophers, is discordant with the phenomena; for if they moved by lagging behind, the bodies being borne back because of their magnitudes, the lagging behind ought to take place along parallel circles; just as all the fixed stars also are borne upon parallel circles, because the revolution of the cosmos also is circular from east to west. But as it is, they do not lag behind along parallel circles; rather, the sun, moving upon the circle through the middle of the zodiacal signs, at the same time also makes its passage in latitude from tropic to tropic, inasmuch as, I think, its motion belongs to it as its own, the one from east to west, the other from west to east; and the moon makes its passage in the whole breadth of the zodiacal circle. And nothing of the things borne back by lagging behind is able at the same time to move in latitude; but it ought to make its lagging behind according to the revolution of the cosmos. And most of all, the motion regarding the five wandering stars refutes the opinion as being false; for they sometimes lag behind the fixed stars, and sometimes precede them; and sometimes they remain over against the same stars; and these are also called stations. And since the motion regarding them is such, it is manifest that the transition into the following parts does not take place by lagging behind; for they would continually lag behind. But as it is, there is a certain proper sphere-construction regarding each, according to which sometimes they pass into the following parts, sometimes into the preceding parts, and sometimes they stand stationary. So indeed both regarding the sun and regarding the moon there is a certain proper and elective and natural motion in latitude, according to which, moving from west to east, they make their passage in latitude. And that they cannot by lagging behind make their transition into the following of the zodiacal signs is manifest also from the fact that the transitions do not take place in proportion to their magnitudes, nor to their distances. For if because of the magnitudes of the bodies they were borne back, having a slower motion than the fixed stars, the laggings behind ought to take place in proportion to their magnitudes and to their distances; and since this does not happen, it is necessary to say that the contrary motion belongs by nature to the wandering stars. Yet already because of the proper sphere-
Notes, col. 825

On the reading

Printed ει, for εἰ.

PG 19:828Read from the page
ποιίαν διαφόρους συμβέβηκε τὰς μεταβάσεις γίνεσθαι.
construction of each it has happened that the transitions take place differently.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Περὶ ἀνατολῶν καὶ δυσμῶν.
On risings and settings.
Ὁ κόσμος, κινούμενος ἀπ' ἀνατολῆς ἐπὶ δύσιν, ἡμέρᾳ καὶ νυκτὶ ἀποκαθίσταται ἀπ' ἀνατολῆς ἐπ' ἀνατολήν. Ἐν δὲ τῇ τοῦ κόσμου περιστροφῇ πάντες οἱ ἀστέρες καθ' ἑκάστην ἡμέραν καὶ ἀνατέλλουσι καὶ δύνουσι. Καὶ ἔστιν ἀνατολὴ μὲν ἡ καθ' ἑκάστην ἡμέραν γινομένη πρὸς τὸν ὁρίζοντα φάσις· δύσις δὲ ἡ καθ' ἑκάστην ἡμέραν γινομένη ὑπὸ τὸν ὁρίζοντα κρύψις. Ἄλλως δὲ λέγονται ἐπιτολαὶ καὶ κρύψεις, ἃς ἔνιοι ἀγνοοῦντες κατὰ τὴν αὐτὴν ἔννοιαν ὑπολαμβάνουσι λέγεσθαι. Μεγάλη δέ ἐστι διαφορὰ ἀνατολῆς καὶ ἐπιτολῆς. Ἀνατολὴ μὲν γάρ ἐστιν ἡ προειρημένη· ἐπιτολὴ δὲ ἡ γινομένη πρὸς τὸν ὁρίζοντα φάσις μετὰ τῆς πρὸς τὸν ἥλιον ἀποστάσεως ἀπολαμβανομένη. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δύσεως, καὶ ἐπὶ τῆς κρύψεως. Ἄλλως μὲν γὰρ λέγεται δύσις ἡ καθ' ἑκάστην ἡμέραν γινομένη ὑπὸ τὸν ὁρίζοντα κρύψις, ἄλλως δὲ ἡ γινομένη κρύψις πρὸς τὸν ὁρίζοντα ἅμα καὶ τὸν ἥλιον.
The cosmos, moving from east to west, in a day and a night is restored from east to east. And in the rotation of the cosmos all the stars every day both rise and set. And rising is the appearance taking place every day at the horizon; and setting is the hiding taking place every day beneath the horizon. But in another way are spoken of heliacal risings and hidings, which some, being ignorant, suppose to be spoken of according to the same meaning. Yet great is the difference between rising and heliacal rising. For rising is the aforesaid; whereas heliacal rising is the appearance taking place at the horizon taken together with the distance in relation to the sun. And the same account holds both in the case of setting and in the case of hiding. For in one way setting is spoken of as the hiding taking place every day beneath the horizon, and in another way the hiding taking place in relation to the horizon together with the sun as well.
Εἰσὶ δὲ περὶ ἕκαστον τῶν ἀστέρων ἐπιτολαὶ δύο· αἱ μὲν γὰρ αὐτῶν λέγονται ἑωθιναὶ, αἱ δὲ ἑσπέριαι. Καί ἐστιν ἑῴα μὲν ἐπιτολὴ, ὅταν ἅμα τῷ ἡλίῳ ἀνατέλλοντι συνανατέλλῃ τις ἀστὴρ, κατὰ τὸν αὐτὸν χρόνον γινόμενος ἐπὶ τοῦ ὁρίζοντος· ἑσπερία δ' ἐστὶν ἐπιτολὴ, ὅταν τοῦ ἡλίου δύνοντος ἐπιτέλλῃ τις ἀστὴρ ἅμα κατὰ τὴν ὁρίζοντα γενόμενος.
And regarding each of the stars there are two heliacal risings; for some of them are called morning risings, and the others evening risings. And it is a morning rising when together with the rising sun some star rises with it, coming to be at the same time upon the horizon; and it is an evening rising when as the sun sets some star rises, coming to be at the same time at the horizon.
Τῶν δὲ ἑῴων καὶ τῶν ἑσπερίων ἐπιτολῶν διαφοραί εἰσι δύο. Αἱ μὲν γὰρ αὐτῶν ἀληθιναὶ λέγονται, αἱ δὲ φαινόμεναι· ἀληθιναὶ μὲν, ὅταν ἅμα κατ' ἀλήθειαν ἐπὶ τοῦ ὁρίζοντος γενόμενος ἀνατέλλοντος τοῦ ἡλίου συνανατέλλῃ τις ἀστήρ· αὕτη δὲ ἡ ἐπιτολὴ ἀθεώρητος γίνεται διὰ τὰς αὐγὰς τοῦ ἡλίου. Ἐν δὲ ταῖς ἐχομέναις ἡμέραις ὁ μὲν ἥλιος, ὑπεναντίως κινούμενος, εἰς τὰ ἑπόμενα μεταβαίνει· ὁ δὲ ἀστὴρ τοσοῦτον προανατέλλει τοῦ ἡλίου, ὁπόσον ὁ ἥλιος εἰς τὰ ἑπόμενα μεταβῇ ἐν τῷ ἡμερησίῳ χρόνῳ. Οὔπω μέντοι δύναται θεωρηθῆναι ἡ τοῦ ἄστρου ἐπιτολή· ἔτι δὲ καταυγεῖται ὑπὸ τοῦ ἡλίου. Πάλιν δὲ ἐν μὲν τῇ ἐχομένῃ ἡμέρᾳ ὁ μὲν ἥλιος εἰς τὰ ἑπόμενα μετέβη· ὁ δὲ ἀστὴρ τοσοῦτον προανατέλλει τοῦ ἡλίου, ὅσον ὁ ἥλιος ἐν ταῖς δυσὶν ἡμέραις μετεκινήθη. Ἐν δὲ ταῖς ἐχομέναις ἡμέραις ἀεὶ τοῦ ἀστέρος ἐνωρότερον μᾶλλον καὶ ἐνωρότερον προανατέλλοντος, ὅταν τοσοῦτον προανατέλλῃ, ὥστε θεωρηθῆναι τὴν τοῦ ἄστρου ἐπιτολὴν, ἐκπεφευγότος αὐτοῦ τὰς αὐγὰς τοῦ ἡλίου, τότε λέγεται ὁ ἀστὴρ οὗτος ἑῴαν φαινομένην ἐπιτολὴν πεποιῆσθαι. Δι' ἣν αἰτίαν καὶ ἐν τοῖς ψηφίσμασιν αἱ φαινόμεναι τῶν ἄστρων ἐπιτολαὶ προλέγονται, καὶ παρατηροῦνται. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἑσπερίων ἐπιτολῶν πάλιν. Καὶ γὰρ τούτων διαφοραί εἰσι δύο· αἱ μὲν γὰρ αὐτῶν ἀληθιναὶ λέγονται, αἱ δὲ φαινόμεναι· ἀληθιναὶ μὲν, ὅταν ἅμα κατ' ἀλήθειαν, τοῦ ἡλίου δύνοντος, ἐπιτέλλῃ
And of the morning and the evening risings there are two differences. For some of them are called true, and the others apparent: true, when together in truth some star, coming to be upon the horizon as the sun rises, rises with it; and this rising becomes unobservable because of the rays of the sun. And on the succeeding days the sun, moving contrariwise, passes into the following parts; and the star rises before the sun by so much as the sun may pass into the following parts in the daily time. Yet not even so can the rising of the star be beheld; for it is still outshone by the sun. And again on the succeeding day the sun has passed into the following parts; and the star rises before the sun by so much as the sun moved in transit in the two days. And on the succeeding days, as the star always rises earlier and ever earlier before it, when it rises so much before it that the rising of the star is beheld, it having escaped the rays of the sun, then this star is said to have made an apparent morning rising. For which cause in the calendars also the apparent risings of the stars are foretold and observed. And the same account holds again in the case of the evening risings also. For of these too there are two differences; for some of them are called true, and the others apparent: true, when together in truth, as the sun sets, there rises
Notes, col. 828

On the reading

Printed τὴν, for τὸν.

PG 19:829Read from the page
τις ἀστὴρ, ἅμα γινόμενος ἐπὶ τοῦ ὁρίζοντος πρὸς τὴν κατὰ τὸν λόγον ἀκρίβειαν. Καὶ αὗται δὲ αἱ ἐπιτολαὶ ἀθεώρητοι γίνονται διὰ τὰς αὐγὰς τοῦ ἡλίου. Ἐν δὲ ταῖς ἑξῆς ἡμέραις διὰ τὴν τοῦ ἡλίου μετάβασιν, συναιρουμένου τοῦ πρὸς τὸν ἀστέρα διαστήματος, προανατέλλει μὲν πρὸ τῆς τοῦ ἡλίου δύσεως, ἔτι δὲ ὑπὸ τοῦ ἡλίου καταυγούμενος ἀθεώρητός ἐστιν. Ὅταν δὲ μετὰ τὴν τοῦ ἡλίου δύσιν πρῶτος ἐκπεφευγὼς τὰς αὐγὰς τοῦ ἡλίου θεωρηθῇ, τότε λέγεται φαινομένην ἑσπερίαν ἐπιτολὴν πεποιῆσθαι. Ἐν δὲ ταῖς ἐχομέναις νυξὶ μετεωρότερος ἀεὶ μᾶλλον καὶ μᾶλλον φαίνεται.
some star, coming to be at the same time upon the horizon according to exact calculation. And these risings also become unobservable because of the rays of the sun. And on the succeeding days, because of the transition of the sun, as the distance in relation to the star is contracted, it rises before the setting of the sun, yet still being outshone by the sun it is unobservable. But when after the setting of the sun it is first beheld having escaped the rays of the sun, then it is said to have made an apparent evening rising. And on the succeeding nights it appears higher and ever higher.
Ὁμοίως δὲ καὶ τῶν δύσεων διαφοραὶ λέγονται δύο· αἱ μὲν γὰρ αὐτῶν ἑῷαί εἰσιν, αἱ δὲ ἑσπέριαι. Ἑῷαι μὲν οὖν λέγονται δύσεις, ὅταν τοῦ ἡλίου ἀνατέλλοντος δύνῃ τις ἀστήρ· ἑσπερία δὲ δύσις λέγεται, ὅταν τοῦ ἡλίου δύνοντος συγκαταφέρηταί τις ἀστὴρ ἅμα γινόμενος ὑπὸ τὸν ὁρίζοντα. Εἰσὶ δὲ τῶν ἑῴων δύσεων διαφοραὶ δύο. Αἱ μὲν γάρ εἰσιν ἀληθιναὶ, αἱ δὲ φαινόμεναι· ἀληθιναὶ μὲν, ὅταν ἐπὶ τοῦ ὁρίζοντος γένωνται ὅ τε ἥλιος καὶ ὁ ἀστὴρ δύνων. Αὗται δὲ αἱ δύσεις ἀθεώρητοι γίνονται διὰ τὰς αὐγὰς τοῦ ἡλίου. Φαινομένη δέ ἐστιν ἑῴα δύσις, ὅταν πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς τὸ ἔσχατον δύνων ὁ ἀστὴρ θεωρηθῇ. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἑσπερίων δύσεων αἱ διαφοραί εἰσι δύο. Αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἀληθιναὶ, αἱ δὲ φαινόμεναι· ἀληθιναὶ, ὅταν ἀπαραλλάκτως ἐπὶ τοῦ ὁρίζοντος γένηται ὁ ἥλιος καὶ ὁ ἀστὴρ ἀμφότεροι δύνοντες· ἀθεώρητοι δὲ καὶ αὗται αἱ δύσεις γίνονται διὰ τὰς αὐγὰς τοῦ ἡλίου· φαινόμεναι δέ εἰσιν ἑσπέριαι δύσεις, ὅταν μετὰ τὴν τοῦ ἡλίου δύσιν ἐπικαταδύνῃ τις ἀστὴρ τῷ ἡλίῳ, θεωρούμενος ὑφ' ἡμῶν. Τῶν μὲν οὖν ἑῴων ἐπιτολῶν καὶ δύσεων πρότερον γίνονται αἱ ἀληθιναὶ, ὕστερον δὲ αἱ φαινόμεναι· τῶν δὲ ἑσπερίων ἐπιτολῶν τε καὶ δύσεων πρότερον γίνονται αἱ φαινόμεναι, ὕστερον δὲ αἱ ἀληθιναί. Ἑῴα μὲν ἐπιτολὴ ἀπὸ ἑῴας, καὶ ἑσπερία ἐπιτολὴ ἀπὸ ἑσπερίας ἐπιτολῆς, καὶ καθόλου πᾶν τὸ ὅμοιον εἶδος ἀπὸ τοῦ ὁμοίου εἴδους, πᾶσι τοῖς ἄστροις δι' ἐνιαυτοῦ γίνεται· ὁ γὰρ ἥλιος, ἐνιαυτῷ διελθὼν τὸν ζωδιακὸν κύκλον, πάλιν κατὰ τοὺς αὐτοὺς ἀστέρας γίνεται.
And similarly of the settings also two differences are spoken of; for some of them are morning settings, and the others evening settings. Now morning settings are spoken of when as the sun rises some star sets; and an evening setting is spoken of when as the sun sets some star is borne down with it, coming to be at the same time beneath the horizon. And of the morning settings there are two differences. For some are true, and the others apparent: true, when both the sun and the setting star come to be upon the horizon. And these settings become unobservable because of the rays of the sun. And an apparent morning setting is when before the rising of the sun the star is beheld setting for the last time. And similarly in the case of the evening settings also the differences are two. For some of them are true, and the others apparent: true, when without variation both the sun and the star come to be upon the horizon both setting; and these settings also become unobservable because of the rays of the sun; and apparent evening settings are when after the setting of the sun some star sets after the sun, being beheld by us. Now of the morning risings and settings the true take place first, and the apparent afterwards; whereas of the evening risings and settings the apparent take place first, and the true afterwards. And a morning rising from a morning rising, and an evening rising from an evening rising, and universally every like kind from the like kind, takes place for all the stars in a year; for the sun, having traversed the zodiacal circle in a year, comes to be again over against the same stars.
Ἑῴα δὲ ἐπιτολὴ ἀπὸ ἑσπερίας ἐπιτολῆς τοῖς μὲν ἐπὶ τοῦ ζωδιακοῦ κύκλου κειμένοις ἄστροις δι' ἑξαμήνου γίνεται, καὶ ἑῴα δύσις ἀπὸ ἑσπερίας δύσεως· τοῖς δὲ βορειοτέροις τοῦ ζωδιακοῦ κύκλου κειμένοις ἄστροις ἑῴα μὲν ἐπιτολὴ ἀπὸ ἑσπερίας ἐπιτολῆς διὰ πλείονος χρόνου ἢ ἑξαμηνιαίου γίνεται· τοῖς δὲ πρὸς μεσημβρίαν κειμένοις τοῦ ζωδιακοῦ κύκλου ἑῴα ἐπιτολὴ ἀπὸ ἑσπερίας ἐπιτολῆς δι' ἐλάττονος ἢ ἑξαμηνιαίου χρόνου γίνεται. Ὁ δὲ πλεονάζων χρόνος τοῦ ἑξαμήνου οὐκ ἔστι πᾶσι τοῖς ἄστροις ὡρισμένος, ἀλλ' οἷς μὲν πλείων, οἷς δὲ ἐλάττων. Τοῖς δὲ γὰρ πρὸς ἄρκτον ἀεὶ μᾶλλον κειμένοις πλείων ἀεὶ καὶ πλείων ὁ χρόνος γίνεται, διὰ τὸ μείζονα τμήματα ὑπὲρ γῆν φέρεσθαι τοῖς ἀεὶ μᾶλλον πρὸς ἄρκτον κειμένοις. Τοῖς δὲ πρὸς μεσημβρίαν μᾶλλον κειμένοις ἀεὶ μᾶλλον καὶ μᾶλλον ἐλάττων ὁ χρόνος γίνεται· ἐλάττονα
And a morning rising from an evening rising for the stars lying upon the zodiacal circle takes place in six months, and a morning setting from an evening setting; whereas for the stars lying further north than the zodiacal circle a morning rising from an evening rising takes place in a greater time than six months; and for those lying towards the south of the zodiacal circle a morning rising from an evening rising takes place in a lesser time than six months. And the time exceeding the six months is not fixed for all the stars, but for some is greater, and for others lesser. For to those lying ever more towards the north the time becomes greater and ever greater, because of the fact that those lying ever more towards the north are borne through greater segments above the earth. And to those lying more towards the south the time becomes ever more and more lesser; for through lesser