Migne Reading Room

PG 19 · cols. 832–841 · Read from the page

Geminus, Introduction to the Phenomena

Geminus, Introduction to the Phenomena

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:832Read from the page
γὰρ τὰ τμήματα ὑπὲρ γῆν φέρονται οἱ πρὸς μεσημβρίαν ἀστέρες κείμενοι.
segments above the earth are borne the stars lying towards the south.
Ἀνάπαλιν δὲ τοῖς πρὸς ἄρκτον κειμένοις τοῦ ζωδιακοῦ κύκλου ἐλάττων ἐστὶ χρόνος ἑξαμήνου ὁ ἀπὸ ἑῴας δύσεως μέχρις ἑσπερίας ἐπιτολῆς· τοῖς δὲ πρὸς μεσημβρίαν πλείων ὁ χρόνος ἑξαμήνου ἀπὸ ἑῴας δύσεως μέχρις ἑσπερίας ἐπιτολῆς. Ἡ δὲ παραλλαγὴ τῶν χρόνων ἀκολούθως γίνεται ταῖς προστάσεσι ταῖς ἀπὸ τοῦ ζωδιακοῦ κύκλου κατὰ τὴν τῶν τμημάτων παραλλαγὴν τῶν ὑπὲρ γῆν ἀπολαμβανομένων ὑπὸ τοῦ ὁρίζοντος.
And conversely, for those lying towards the north of the zodiacal circle, the time from the morning setting until the evening rising is less than six months; whereas for those towards the south, the time from the morning setting until the evening rising is greater than six months. And the variation of the times takes place conformably to the distances from the zodiacal circle according to the variation of the segments cut off above the earth by the horizon.
Τοῖς δὲ ἐπὶ τοῦ ζωδιακοῦ κύκλου κειμένοις ἅμα γίνεται ἑῴα ἐπιτολὴ καὶ ἑσπερία δύσις, καὶ πάλιν ἅμα ἑῴα δύσις καὶ ἑσπερία ἐπιτολή. Τοῖς δὲ λοιποῖς ἄστροις οὐχ ἅμα τὰ προειρημένα εἴδη ἐπιτελεῖται· ἀλλὰ διαλλάσσει κατὰ τοὺς χρόνους, τῶν ἀστέρων κινουμένων ἐγκύκλιον φορὰν ἀπὸ ἀνατολῶν ἐπὶ δύσιν. Ὅσα μὲν οὖν αὐτῶν ἐπὶ τοῦ ἰσημερινοῦ κύκλου κεῖται, τὸν ἴσον δρόμον ὑπὲρ γῆν φέρεται καὶ ὑπὸ γῆν· διχοτομεῖται γὰρ ὁ ἰσημερινὸς κύκλος ὑπὸ τοῦ ὁρίζοντος· ὅσα δὲ τῶν ἄστρων πρὸς ἄρκτον κεῖται τοῦ ἰσημερινοῦ κύκλου, ταῦτα πλείονα μὲν χρόνον ὑπὲρ γῆν φέρεται, ἐλάττονα δὲ ὑπὸ γῆν. Πάντων γὰρ κύκλων, καθ' ὧν φέρονται οἱ ἀπλανεῖς ἀστέρες, μείζονα μὲν τμήματα ὑπὲρ γῆν ἀπολαμβάνεται ὑπὸ τοῦ ὁρίζοντος, ἐλάττονα δὲ ὑπὸ γῆν, διὰ τὸ ἔξαρμα τοῦ πόλου. Ὅσα δὲ τῶν ἄστρων πρὸς μεσημβρίαν κεῖται τοῦ ἰσημερινοῦ κύκλου, ἐλάττονα μὲν φορὰν ὑπὲρ γῆν φέρεται, πλείονα δὲ ὑπὸ γῆν. Πάλιν γὰρ τῶν κύκλων, καθ' ὧν φέρονται οἱ ἀπλανεῖς ἀστέρες οἱ ἐπὶ μεσημβρίαν κείμενοι, ἐλάττονα μὲν τμήματα ὑπὲρ γῆν ἔχουσι, μείζονα δὲ ὑπὸ γῆν. Τοιαύτης δὲ φορᾶς τοῖς ἀπλανέσιν ἄστροις ὑπαρχούσης, συμβαίνει μὴ πάντα τὰ ἅμα ἀνατέλλοντα καὶ ἅμα δύνειν, ἀλλὰ τῶν ἅμα ἀνατελλόντων ἀεὶ τὰ πρὸς μεσημβρίαν μᾶλλον αὐτῶν κείμενα πρότερον δύνειν, διὰ τὸ ἐλάττονα τμήματα ὑπὲρ γῆν φέρεσθαι· ὁμοίως δὲ οὐδὲ τὰ ἅμα δύνοντα ἅμα καὶ ἀνατέλλει, ἀλλὰ τὰ πρὸς ἄρκτον αὐτῶν μᾶλλον κείμενα πρότερον ἀνατέλλει, διὰ τὸ ἐλάττονα τμήματα ὑπὸ γῆν φέρεσθαι. Πάλιν δὲ οὐδὲ τὰ πρότερον ἀνατέλλοντα καὶ πρότερον δύνει· ἀλλὰ τινὰ μὲν τῶν πρότερον ἀνατελλόντων ἅμα καὶ δύνει, τινὰ δὲ ὕστερον. Ὁμοίως δὲ καὶ τῶν πρότερον δυνόντων τινὰ μὲν οὐ προανατέλλει, ἀλλ' ἅμα μὲν ἀνατέλλει καὶ δύνει, τὰ μὲν πρότερον, τὰ δὲ ὕστερον. Μνημονεύει δὲ καὶ τούτων ἐπὶ ποσὸν Ἄρατος λέγων οὕτως·
And for those lying upon the zodiacal circle, morning rising and evening setting take place at the same time, and again morning setting and evening rising at the same time. But for the remaining stars the aforesaid kinds are not accomplished at the same time; rather, they vary according to the times, as the stars move in a circular revolution from east to west. Now as many of them as lie upon the equinoctial circle are borne an equal course above the earth and beneath the earth; for the equinoctial circle is bisected by the horizon; whereas as many of the stars as lie towards the north of the equinoctial circle, these are borne for a greater time above the earth, and for a lesser time beneath the earth. For of all circles along which the fixed stars are borne, greater segments are cut off above the earth by the horizon, and lesser beneath the earth, because of the elevation of the pole. And as many of the stars as lie towards the south of the equinoctial circle are borne for a lesser course above the earth, and for a greater beneath the earth. For again, of the circles along which the fixed stars lying towards the south are borne, they have lesser segments above the earth, and greater beneath the earth. And since such a revolution belongs to the fixed stars, it happens that not all the things rising at the same time also set at the same time, but of those rising at the same time always those of them lying more towards the south set first, because of being borne through lesser segments above the earth; and similarly neither do those setting at the same time also rise at the same time, but those of them lying more towards the north rise first, because of being borne through lesser segments beneath the earth. And again, neither do those rising first also set first; but some of those rising first also set at the same time, and some afterwards. And similarly of those setting first also, some do not rise before, but rise and set at the same time, some first, and others afterwards. And Aratus also makes mention of these things to some extent, speaking thus:
Ἀλλ' αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο Εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών.
But ever is Taurus earlier than Auriga to go down to the other side, though having come up in company with him.
Ἐν γὰρ τούτοις φησὶν ἅμα τὸν Ταῦρον τῷ Ἡνιόχῳ ἀνατείλαντα πρότερον δύνειν. Γίνεται δὲ οὕτω παρὰ τὴν τῶν τμημάτων ὑπεροχὴν, ὧν ὑπὲρ γῆν φέρονται, καὶ ὑπὸ γῆν οἱ ἀπλανεῖς ἀστέρες. Διὰ δὲ τὴν τοιαύτην σφαιροποιίαν οὐ πάντα τὰ ἄστρα ἀνατέλλει καθ'
For in these lines he says that Taurus, having risen at the same time as Auriga, sets first. And it happens thus because of the excess of the segments in which the fixed stars are borne above the earth and beneath the earth. And because of such a sphere-construction not all the stars rise
PG 19:833Read from the page
ἑκάστην νύκτα· ἀλλὰ τινὰ μὲν ἀνατέλλει καὶ δύνει, τινὰ δὲ ἀνατέλλει μὲν, οὐ δύνει δέ· ἃ δὲ οὔτ' ἀνατέλλει, οὔτε δύνει· ἀλλὰ τὰ μὲν ἀρκτικώτερα κείμενα, μετέωρα ὑπάρχοντα μετὰ τὴν τοῦ ἡλίου δύσιν, πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς ἔτι μετεωρότερα φαίνεται· τὰ δὲ μεσημβρινώτερα κείμενα οὔτ' ἀνατέλλοντα, οὔτε δύνοντα θεωρεῖται· ἀλλὰ πάντα τὸν τῆς νυκτὸς χρόνον ὑπὸ γῆν φέρονται. Ὅθεν καί τινα τῶν ἄστρων ἀμφιφανῆ καλεῖται, καθάπερ καὶ ὁ Ἀρκτοῦρος· μετὰ γὰρ τὴν τοῦ ἡλίου δύσιν πλεονάκις θεωρεῖται δύνων τε ἐν τῇ αὐτῇ νυκτὶ, καὶ προανατέλλων τοῦ ἡλίου φαίνεται. Δι' ἣν αἰτίαν καλεῖται ἀμφιφανὴς, ὅτι καὶ ἀφ' ἑσπέρας δύνων, καὶ ἀνατέλλων ἐν τῇ αὐτῇ νυκτὶ θεωρεῖται. Τὰ δὲ ἐναντίαν ἔχει τάξιν, ὅσα προδύνει μὲν τῆς τοῦ ἡλίου δύσεως, ἐπανατέλλει δὲ μετὰ τὴν τοῦ ἡλίου ἀνατολήν· ὥστε καθ' ὅλην τὴν νύκτα μὴ θεωρηθῆναι μήτ' ἀνατέλλοντα, μήτε δύνοντα· ἃ δὴ καλοῦσί τινες νυκτιδιέξοδα. Οὐ κατὰ πάντα δὲ καιρὸν ταῦτα πάντα τὰ ἰδιώματα περὶ τοὺς αὐτοὺς ἀστέρας ὑπάρχει· ἀλλὰ περὶ τὰς τοῦ ἡλίου μεταβάσεις ἀλλοιοῦται καὶ τὰ περὶ τὰς ἀνατολὰς, καὶ τὰ περὶ τὰς δύσεις.
every night; but some both rise and set, and some rise indeed, but do not set; and others neither rise nor set; rather, those lying further north, being aloft after the setting of the sun, before the rising of the sun appear still higher aloft; whereas those lying further south are beheld neither rising nor setting, but for the whole time of the night are borne beneath the earth. Whence also some of the stars are called doubly-appearing, just as Arcturus also; for after the setting of the sun it is often beheld both setting in the same night, and appears rising before the sun. For which cause it is called doubly-appearing, because it is beheld both setting in the evening and rising in the same night. And those have a contrary order which set before the setting of the sun, and rise after the rising of the sun, so that throughout the whole night they are beheld neither rising nor setting; which indeed some call night-traversing. Yet not at every season do all these properties belong regarding the same stars; but around the transitions of the sun both the matters regarding the risings and those regarding the settings are altered.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Περὶ τῶν ἐν γῇ ζωνῶν.
On the zones upon the earth.
Ἡ τῆς συμπάσης γῆς ἐπιφάνεια, σφαιροειδὴς ὑπάρχουσα, διαιρεῖται εἰς ζώνας πέντε· ὧν δύο μὲν αἱ περὶ τοὺς πόλους, ποῤῥώτατα δὲ κείμεναι τῆς τοῦ ἡλίου παρόδου, κατεψυγμέναι λέγονται, καὶ ἀοίκητοι διὰ τὸ ψύχος· ἀφορίζονται δὲ ὑπὸ τῶν ἀρκτικῶν πρὸς τοὺς πόλους· αἱ δὲ τούτων ἑξῆς, συμμέτρως δὲ κείμεναι πρὸς τὴν τοῦ ἡλίου πάροδον, εὔκρατοι καλοῦνται· ἀφορίζονται δὲ αὗται ὑπὸ τῶν ἐν τῷ κόσμῳ ἀρκτικῶν καὶ τροπικῶν κύκλων, μεταξὺ κείμεναι αὐτῶν. Ἡ δὲ λοιπὴ μέση τῶν προειρημένων, κειμένη δὲ ὑπ' αὐτὴν τὴν τοῦ ἡλίου πάροδον, διακεκαυμένη καλεῖται· διχοτομεῖται δὲ αὕτη ὑπὸ τοῦ ἐν τῇ γῇ ἰσημερινοῦ κύκλου, ὃς κεῖται ὑπὸ τὸν ἐν τῷ κόσμῳ ἰσημερινὸν κύκλον. Τῶν δὲ εὐκράτων δύο ζωνῶν τὴν βόρειον ὑπὸ τῶν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ οἰκεῖσθαι συμβέβηκεν, ἐπὶ μὲν τὸ μῆκος οὖσαν ὡς ἔγγιστα περὶ δέκα μυριάδας σταδίων, ἐπὶ δὲ τὸ πλάτος ὡς ἔγγιστα τὸ ἥμισυ.
The surface of the whole earth, being spherical, is divided into five zones; of which two, those around the poles, and lying furthest from the passage of the sun, are called frigid, and uninhabitable because of the cold; and they are bounded by the arctic circles towards the poles; and those next to these, and lying moderately in relation to the passage of the sun, are called temperate; and these are bounded by the arctic and tropical circles in the cosmos, lying between them. And the remaining one, in the middle of the aforesaid, and lying beneath the very passage of the sun, is called torrid; and this is bisected by the equinoctial circle upon the earth, which lies beneath the equinoctial circle in the cosmos. And of the two temperate zones it has happened that the northern one is inhabited by those in our inhabited world, being in length very nearly about ten myriads of stades, and in breadth very nearly the half.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Περὶ οἰκήσεων.
On habitations.
Τῶν δὲ ἐπὶ γῆς κατοικούντων οἱ μὲν λέγονται σύνοικοι, οἱ δὲ περίοικοι, οἱ δὲ ἄντοικοι, οἱ δὲ ἀντίποδες. Σύνοικοι μὲν οὖν εἰσιν οἱ περὶ τὸν αὐτὸν τόπον τῆς αὐτῆς ζώνης κατοικοῦντες· περίοικοι δὲ οἱ ἐν τῇ αὐτῇ ζώνῃ κύκλῳ περιοικοῦντες· ἄντοικοι δὲ οἱ ἐν τῇ αὐτῇ νοτίῳ ζώνῃ ὑπὸ τὸ αὐτὸ ἡμισφαίριον κατοικοῦντες· ἀντίποδες δὲ οἱ ἐν τῇ νοτίῳ ζώνῃ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ κατοικοῦντες κατὰ τὴν αὐτὴν διάμετρον κείμενοι τῇ καθ' ἡμᾶς οἰκουμένῃ· διὸ κέκληνται ἀντίποδες. Πάντων γὰρ τῶν βαρέων ἐπὶ τὸ κέντρον συννευόντων, διὰ τὸ ἐπὶ μέσον εἶναι τὴν φο-
And of those dwelling upon the earth, some are called synoeci, others perioeci, others antoeci, and others antipodes. Now synoeci are those dwelling around the same place of the same zone; and perioeci are those dwelling round in a circle in the same zone; and antoeci are those dwelling in the southern zone beneath the same hemisphere; and antipodes are those dwelling in the southern zone in the other hemisphere, lying diametrically opposite to our inhabited world; wherefore they have been called antipodes. For since all heavy bodies incline together towards the centre, because the motion is towards the middle
PG 19:836Read from the page
ρὰν τῶν σωμάτων, ἐὰν ἀπό τινος οἰκήσεως τῶν ἐπὶ τῇ καθ' ἡμᾶς οἰκουμένῃ ἐπὶ τὸ κέντρον τῆς γῆς ἐπιζευχθῇ τις εὐθεῖα, καὶ ἐκβληθῇ, οἱ κατὰ τὸ πέρας κείμενοι τῆς διαμέτρου ἐν τῇ νοτίῳ ζώνῃ ἀντίποδες γίνονται τῶν ἐν τῇ βορείῳ ζώνῃ κατοικούντων.
movement of bodies, if from some habitation of those in the inhabited world among us a straight line be joined to the centre of the earth and produced, those lying at the extremity of the diameter in the southern zone become antipodes of those dwelling in the northern zone.
Διαιρεῖται δὲ ἡ καθ' ἡμᾶς οἰκουμένη εἰς μέρη τρία, Ἀσίαν, Εὐρώπην, Λιβύην. Διπλάσιον δέ ἐστιν ὡς ἔγγιστα τὸ μῆκος τῆς οἰκουμένης τοῦ πλάτους· δι' ἣν αἰτίαν οἱ κατὰ λόγον γράφοντες τὰς γεωγραφίας ἐν πίναξι γράφουσι παραμήκεσιν, ὡς διπλάσιον εἶναι τὸ μῆκος τοῦ πλάτους. Οἱ δὲ στρογγύλας γράφοντες τὰς γεωγραφίας πολὺ τῆς ἀληθείας εἰσὶ πεπλανημένοι· ἴσον γὰρ γίνεται τὸ μῆκος τῷ πλάτει· ὅπερ οὐκ ἔστιν ἐν τῇ φύσει. Ἀνάγκη οὖν μὴ τηρεῖσθαι τὰς ἐπὶ διαστημάτων συμμετρίας τὰς ἐν ταῖς στρογγύλοις γεωγραφίαις. Ἔκτμημά τι γάρ ἐστι σφαίρας τὸ οἰκούμενον μέρος τῆς γῆς, διπλάσιον ἔχον τὸ μῆκος τοῦ πλάτους, ὅπερ οὐ δύναται ἀποτερματίζεσθαι κύκλῳ. Ἀναμεμετρημένου δὲ τοῦ μεγίστου κύκλου τῶν ἐν τῇ γῇ κατὰ τὸν ἐν τῷ κόσμῳ μεσημβρινὸν, καὶ εὑρημένου μυριάδων κεʹ καὶ σταδίων ,β, τῆς διαμέτρου μυριάδων ηʹ, καὶ σταδίων υιεʹ· διαιρουμένου τε τοῦ μεσημβρινοῦ κύκλου εἰς μέρη ξʹ, καλεῖται τὸ ἓν τμῆμα ἑξηκοστόν· ὃ γίνεται ,δσʹ στάδια. Ἐὰν γὰρ μερισθῶσιν αἱ κεʹ μυριάδες καὶ τὰ ,β στάδια εἰς μέρη ξʹ, γίνεται τὸ ἑξηκοστὸν σταδίων ,δσʹ. Ἔστιν οὖν τὰ μεταξὺ τῶν ζωνῶν διαστήματα τοῦτον ἀφωρισμένα τὸν τρόπον. Τῶν μὲν κατεψυγμένων ζωνῶν δύο τὸ πλάτος ἑκατέρας αὐτῶν ἑξηκοστῶν ϛʹ, ἅπερ εἰσὶ στάδιοι μὲν ,κεσʹ· τῶν δὲ εὐκράτων δύο ζωνῶν τὸ πλάτος ἑκατέρας αὐτῶν ἑξηκοστῶν εʹ, ἃ γίνεται στάδιοι μὲν ,καʹ· τῆς δὲ διακεκαυμένης ζώνης τὸ πλάτος ἑξηκοστῶν ηʹ· ὥστε ἀπὸ τοῦ ἰσημερινοῦ ἐφ' ἑκάτερα πρὸς τοὺς τροπικοὺς ἑξηκοστὰ εἶναι δʹ, ἃ γίνεται στάδια μὲν ,ιϛωʹ. Γίνονται οὖν ἀπὸ μὲν τοῦ πόλου τοῦ ἐν τῇ γῇ, ὃς
And the inhabited world among us is divided into three parts, Asia, Europe, Libya. And the length of the inhabited world is very nearly double the breadth; for which reason those who draw geographies according to proportion draw them on oblong tablets, so that the length is double the breadth. But those who draw circular geographies have wandered far from the truth; for the length becomes equal to the breadth, which is not in nature. It is necessary, therefore, that the proportions of distances are not preserved in circular geographies. For the inhabited part of the earth is a certain section of a sphere, having its length double its breadth, which cannot be bounded by a circle. Now the greatest circle of those on the earth having been measured along the meridian in the cosmos, and having been found to be of 25 myriads and 2,000 stades, the diameter being of 8 myriads and 415 stades; and the meridian circle being divided into 60 parts, one segment is called a sixtieth, which comes to 4,200 stades. For if the 25 myriads and the 2,000 stades be divided into 60 parts, the sixtieth comes to 4,200 stades. The distances between the zones, therefore, have been marked off in this way. Of the two frigid zones, the breadth of each of them is of 6 sixtieths, which are 25,200 stades; and of the two temperate zones, the breadth of each of them is of 5 sixtieths, which comes to 21,000 stades; and of the torrid zone the breadth is of 8 sixtieths; so that from the equator on either side towards the tropics there are 4 sixtieths, which comes to 16,800 stades. There come to be, therefore, from the pole on the earth, which
PG 19:837Read from the page
κεῖται κατὰ τὸν ἐν τῷ κόσμῳ πόλον, μέχρι τοῦ ἐν τῇ γῇ ἀρκτικοῦ στάδιοι μὲν ,κεσʹ· ἀπὸ δὲ τοῦ ἐν τῇ γῇ ἀρκτικοῦ, ὃς κεῖται κατὰ τὸν ἐν τῷ κόσμῳ ἀρκτικὸν, πρὸς τὸν ἐν τῇ γῇ τροπικὸν, ὃς κεῖται κατὰ τὸν ἐν τῷ κόσμῳ θερινὸν τροπικὸν, στάδιοι μὲν ,καʹ· ἀπὸ δὲ τοῦ θερινοῦ τροπικοῦ μέχρι τοῦ ἐν τῇ γῇ ἰσημερινοῦ, ὃς κεῖται κατὰ τὸν ἐν τῷ κόσμῳ ἰσημερινὸν, στάδιοι ,ιϛωʹ. Πάλιν ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς τὸν ἕτερον τροπικὸν ,ιϛωʹ· ἀπὸ δὲ τοῦ τροπικοῦ πρὸς τὸν ἀρκτικὸν στάδια ,καʹ· ἀπὸ δὲ τοῦ ἀρκτικοῦ πρὸς τὸν ἕτερον πόλον ,κεσʹ· ὥστε συνάγεσθαι τὸ μεταξὺ τῶν πόλων διάστημα μυριάδων ιβʹ καὶ στάδιων ,ϛ, ὅπερ ἐστὶν ἥμισυ τῆς περιμέτρου τῆς γῆς· τὸ γὰρ ἀπὸ τοῦ πόλου ἐπὶ τὸν πόλον ἐστὶν ἡμικύκλιον. Ἡ δὲ διαίρεσις τῶν ἑξηκοστῶν τούτων καὶ ἐν ταῖς κρικωταῖς σφαίραις ἡ αὐτὴ ὑπάρχει. Κατασκευάζονται γὰρ αἱ κρικωταὶ σφαῖραι οὕτως· ἀπὸ τοῦ πόλου ὁ ἀρκτικὸς διίσταται μοίρας λϛʹ, ἅπερ ἐστὶν ἑξηκοστὰ ϛʹ· ἑξάκις γὰρ ἓξ γίνεται λϛʹ. Ὁ δὲ ἀρκτικὸς ἀπὸ τοῦ θερινοῦ τροπικοῦ διίσταται μοίρας λʹ· ἅπερ ἐστὶν ἑξηκοστὰ εʹ. Ὁ δὲ θερινὸς τροπικὸς ἀπὸ τοῦ ἰσημερινοῦ διέστηκε μοίρας κδʹ, ἅπερ ἐστὶν ἑξηκοστὰ δʹ· ὁ δὲ ἰσημερινὸς ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ διέστηκε τὰς ἴσας μοίρας κδʹ· ὁ δὲ χειμερινὸς τροπικὸς τοῦ ἀνταρκτικοῦ διέστηκε μοίρας λʹ· ὁ δὲ ἀνταρκτικὸς ἀπὸ τοῦ νοτίου πόλου διέστηκε μοίρας λϛʹ· ὥστε πάλιν ἀπὸ τοῦ πόλου ἐπὶ τὸν πόλον συνάγεσθαι μὲν μοίρας ρπʹ, ἑξηκοστὰ δὲ λʹ· πρὸς γὰρ τοῦτο τὸ ἓν κλίμα καὶ αἱ κρικωταὶ σφαῖραι κατασκευάζονται, καὶ αἱ στερεαὶ, τῶν ἀρκτικῶν μόνων μεταπιπτόντων ἔν τισιν οἰκήσεσι κατὰ τὰς διαστάσεις. Αἱ μέντοιγε ἐν τῇ γῇ ζῶναι πρὸς τὸ εἰρημένον ἓν κλίμα λαμβάνουσι τὴν διαίρεσιν τῶν ἐπὶ τῆς γῆς κατοικούντων. Ὅσοι μὲν οὖν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κατοικοῦσι, τούτοις τὰ αὐτὰ φαινόμενα κατὰ τὰς οἰκήσεις γίνονται, καὶ τὰ μεγέθη τῶν ἡμερῶν ἴσα, καὶ τὰ μεγέθη τῶν ἐκλείψεων τοιαῦτα, καὶ τῶν ὡροσκοπείων καταγραφαὶ αἱ αὐταί· καὶ καθόλου πάντα τὰ περὶ τὰς οἰκήσεις τὰς ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένας, τὰ αὐτὰ ὑπάρχει. Τὸ γὰρ ἔγκλιμα τοῦ κόσμου μένει τὸ αὐτό. Παρὰ γὰρ τὸ ἔγκλιμα τοῦ κόσμου διάφορα γίνεται τὰ φαινόμενα. Αἱ μέντοιγε ἀρχαὶ τῶν ἡμερῶν καὶ αἱ τελευταὶ οὐχ ἅμα πᾶσι γίνονται, ἀλλ' οἷς μὲν πρότερον, οἷς δὲ ὕστερον. Καί ἐστιν ἡ παρὰ πᾶσιν αʹ ὥρα, παρ' ἄλλοις μέσον ἡμέρας οὖσα, παρ' οἷς δὲ δύσις οὖσα. Ἤδη μέντοιγε πρὸς τὴν αἴσθησιν σχεδὸν ἐπὶ σταδίους υʹ ἀπ' ἀνατολῆς ἐπὶ δύσιν ὁ αὐτὸς ὁρίζων διαμένει· ὥστε πρὸς αἴσθησιν ἅμα τὴν ἀνατολὴν αὐτοῖς γίνεσθαι καὶ τὴν δύσιν. Ὅταν δὲ πλεῖον γένηται τὸ διάστημα τῶν υʹ σταδίων, προανατολαὶ καὶ προδύσεις γίνονται. Τοῖς δὲ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κατοικοῦσι μέχρι μὲν σταδίων υʹ ἀνεπαίσθητος γίνεται ἡ
lies under the pole in the cosmos, unto the arctic circle on the earth, 25,200 stades; and from the arctic circle on the earth, which lies under the arctic circle in the cosmos, to the tropic on the earth, which lies under the summer tropic in the cosmos, 21,000 stades; and from the summer tropic unto the equator on the earth, which lies under the equator in the cosmos, 16,800 stades. Again, from the equator to the other tropic, 16,800; and from the tropic to the arctic circle, 21,000 stades; and from the arctic circle to the other pole, 25,200; so that the distance between the poles is gathered together as 12 myriads and 6,000 stades, which is half of the circumference of the earth; for that from the pole to the pole is a semicircle. And the division of these sixtieths is the same in the ringed spheres also. For the ringed spheres are constructed thus: from the pole the arctic circle stands apart 36 degrees, which is 6 sixtieths; for six times six comes to 36. And the arctic circle stands apart from the summer tropic 30 degrees, which is 5 sixtieths. And the summer tropic stands apart from the equator 24 degrees, which is 4 sixtieths; and the equator stands apart from the winter tropic the equal 24 degrees; and the winter tropic stands apart from the antarctic circle 30 degrees; and the antarctic circle stands apart from the south pole 36 degrees; so that again from the pole to the pole there are gathered together 180 degrees, and 30 sixtieths; for with reference to this one inclination both the ringed spheres are constructed and the solid ones, the arctic circles alone changing in some habitations according to the distances. Yet the zones on the earth take the division of those dwelling upon the earth with reference to the aforesaid one inclination. As many, therefore, as dwell upon the same parallel, to these the same appearances come to pass throughout their habitations, and the lengths of the days are equal, and the magnitudes of the eclipses are of like kind, and the delineations of the sundials are the same; and in general all things concerning the habitations lying upon the same parallel exist the same. For the inclination of the cosmos remains the same. For according to the inclination of the cosmos the appearances become different. Yet the beginnings of the days and the endings do not come to pass at the same time for all, but for some earlier, and for others later. And the 1st hour among all is among some midday, and among others sunset. Now to perception the same horizon remains for almost 400 stades from east to west, so that to perception the rising and the setting come to pass for them at the same time. But whenever the distance becomes more than the 400 stades, earlier risings and earlier settings come to pass. And for those dwelling upon the same meridian, up to 400 stades there becomes imperceptible the
Notes, col. 837

On the reading

Printed στάδιων, for σταδίων.

PG 19:840Read from the page
τῶν κλιμάτων παραλλαγὴ ἅμα· τὸ μέντοιγε πλεῖον διάστημα ὑπερβῆναι πρὸς ἄρκτον ἢ πρὸς μεσημβρίαν, ἄλλο γίνεται ἔγκλιμα· ὥστε πάντα τὰ φαινόμενα διάφορα γίνεσθαι. Καὶ γὰρ τὰ μεγέθη τῶν ἡμερῶν, καὶ τὰ μεγέθη τῶν ἐκλείψεων, καὶ αἱ τῶν ὡρολογίων καταγραφαὶ διάφοροι παρὰ τὰς οἰκήσεις γίνονται τοῖς ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κατοικοῦσι. Τὸ γὰρ ἔγκλιμα μεταπίπτει, ἢ πρὸς ἄρκτον ἢ πρὸς
variation of the inclinations at the same time; yet to pass over the greater distance towards the north or towards the south, there becomes another inclination, so that all the appearances become different. For indeed the lengths of the days, and the magnitudes of the eclipses, and the delineations of the sundials become different according to the habitations for those dwelling upon the same meridian. For the inclination changes, either towards the north or towards
Ὅταν δὲ περὶ τῆς νοτίου ζώνης λέγωμεν, καὶ τῶν ἐν αὐτῇ κατοικούντων, πρὸς δὲ τούτοις περὶ τῶν ἐν αὐτῇ ἀντιπόδων τῶν λεγομένων· οὕτως ἀκούειν προσήκει, ὡς μηδεμίαν ἡμῶν ἱστορίαν παρειληφότων περὶ τῆς νοτίου ζώνης, μηδὲ εἴ τινες ἐν αὐτῇ κατοικοῦσιν· ἀλλ' ὅτι ἕνεκεν τῆς ὅλης σφαιροποιίας, καὶ τοῦ σχήματος τῆς γῆς, καὶ τῆς παρόδου τοῦ ἡλίου τῆς μεταξὺ τῶν τροπικῶν γινομένης, ἔστι τις καὶ ἑτέρα ζώνη πρὸς νότον κειμένη, τὴν αὐτὴν εὐκρασίαν ἔχουσα τῇ βορείῳ ζώνῃ, ἐν ᾗ κατοικοῦμεν ἡμεῖς· ὁμοίως δὲ καὶ περὶ τῶν ἀντιπόδων λέγομεν, οὐχ ὡς κατὰ πᾶν οἰκούντων τινῶν κατὰ τὴν αὐτὴν διάμετρον ἡμῖν, ἀλλ' ὄντος τινὸς τόπου οἰκησίμου ἐπὶ τῆς γῆς κατὰ διάμετρον ἡμῖν.
And whenever we speak concerning the southern zone, and those dwelling in it, and besides these concerning those called antipodes in it, it is fitting to understand it thus: as our having received no history concerning the southern zone, nor whether any dwell in it; but that on account of the whole construction of the sphere, and the figure of the earth, and the passage of the sun which takes place between the tropics, there is also a certain other zone lying towards the south, having the same temperate climate as the northern zone in which we dwell; and similarly also we speak concerning the antipodes, not as though some people by all means dwell along the same diameter with us, but there being a certain habitable place upon the earth diametrically opposite to us.
Ὑπὸ δὲ τὴν διακεκαυμένην ζώνην τινὲς τῶν ἀρχαίων ἀπεφήναντο, ὧν ἐστι καὶ Κλεάνθης ὁ Στωϊκὸς φιλόσοφος, ὑποκεχύσθαι μεταξὺ τῶν τροπικῶν τὸν Ὠκεανόν· οἷς ἀκολούθως καὶ Κράτης ὁ γραμματικὸς, τὴν πλάνην τοῦ Ὀδυσσέως διατάσσων, καὶ τὴν ὅλην σφαῖραν τῆς γῆς καταγράφων τοῖς ὁριζομένοις κύκλοις, καθὼς προειρήκαμεν, ποιεῖ μεταξὺ τῶν τροπικῶν τὸν Ὠκεανὸν κείμενον, λέγων ἀκολούθως τοῖς μαθηματικοῖς τὴν ὅλης γῆς διάταξιν ποιεῖσθαι.
Now under the torrid zone some of the ancients declared, among whom is also Cleanthes the Stoic philosopher, that the Ocean is poured out beneath between the tropics; following whom also Crates the grammarian, arranging the wandering of Odysseus, and delineating the whole sphere of the earth by the bounding circles, just as we have said before, makes the Ocean lie between the tropics, saying that he makes the disposition of the whole earth in accordance with the mathematicians.
Ἡ δὲ τοιαύτη διάταξις ἀλλοτρία ἐστὶ καὶ τοῦ μαθηματικοῦ καὶ τοῦ φυσικοῦ λόγου, καὶ παρ' οὐδενὶ τῶν ἀρχαίων μαθηματικῶν κατακεχωρισμένη, ὡς ἀποφαίνεται Κράτης, μεταξὺ τῶν τροπικῶν. Ἐν γὰρ τοῖς καθ' ἡμᾶς χρόνοις ἤδη καὶ κατώπτευται, καὶ εὕρηται τὰ πλεῖστα οἰκήσιμα, καὶ οὐ πελάγει πάντοθεν περιεχόμενα· καὶ τοῦ μεταξὺ διαστήματος ὑπάρχοντος ἀπὸ θερινοῦ τροπικοῦ μέχρι τοῦ ἰσημερινοῦ ,ιϛωʹ, καὶ ὡς σχεδὸν ἐπὶ σταδίους ,κωʹ, ὡς εὐπόρηται, καὶ ἡ περὶ τούτων ἱστορία ἀναγέγραπται διὰ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλέων ἐξητασμένη. Ὅθεν ψευδοδοξοῦσιν οἱ νομίζοντες τὸν Ὠκεανὸν ὑποκεχύσθαι μεταξὺ τῶν τροπικῶν. Ἐκ δὲ τούτων φανερὸν, ὅτι καὶ τὸ δοξαζόμενον, ὅτι ἀοίκητός ἐστιν ἡ μεταξὺ τῶν τροπικῶν κειμένη χώρα διὰ τὴν τοῦ καύματος ὑπερβολὴν, καὶ μάλιστα ἡ περὶ μέσην τὴν διακεκαυμένην ζώνην, ψεῦδός ἐστιν. Οἱ μὲν γὰρ τὰ πέρατα τῆς διακεκαυμένης ζώνης οἰκοῦντες Αἰθίοπές εἰσι κατὰ κορυφὴν ἔχοντες ἐν ταῖς τροπαῖς τὸν ἥλιον. Δύο γὰρ Αἰθιοπίας τῇ φύσει ὑποληπτέον ὑπάρχειν, περί τε τὸν θερινὸν τροπικὸν τὸν παρ' ἡμῖν κύκλον περιοικούντων Αἰθιόπων, καὶ περὶ
But such a disposition is foreign both to mathematical and to physical reason, and recorded among none of the ancient mathematicians, as Crates declares, between the tropics. For in the times among us it has already been both spied out and found for the most part habitable, and not encompassed on all sides by sea; and whereas the intermediate distance from the summer tropic unto the equator is 16,800,even for almost 20,800 stades, so far as there has been means of access, the history concerning these things has also been written down, having been investigated through the kings in Alexandria. Whence those hold a false opinion who suppose the Ocean to be poured out beneath between the tropics. And from these things it is manifest that what is opined, that the country lying between the tropics is uninhabitable because of the excess of the heat, and especially that around the middle of the torrid zone, is also a falsehood. For those who inhabit the extremities of the torrid zone are Ethiopians, having the sun overhead at the solstices. For one must suppose two Ethiopias to exist by nature, of Ethiopians dwelling around both the summer tropic, the circle among us, and around
Notes, col. 840

On the reading

Printed ἐστὶ, for ἐστι.

PG 19:841Read from the page
τὸν ἡμῖν μὲν χειμερινὸν τροπικὸν, τοῖς δὲ ἀντίποσι θερινόν. Τοῦτο δέ φησι Κράτης καὶ τὸν Ὅμηρον λέγειν ἐν οἷς φησιν·
the winter tropic to us, but the summer one to the antipodes. And Crates says that Homer also says this in the words in which he says:
Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν·
Ethiopians, who are divided in two, outermost of men,
Οἱ μὲν δυσσομένου Ὑπερίονος, οἱ δ' ἀνιόντος.
Some where Hyperion sets, and others where he rises.
Κράτης μὲν οὖν, παραδοξολογῶν, τὰ ὑφ' Ὁμήρου ἀρχαϊκῶς καὶ ἰδικῶς εἰρημένα μετάγει πρὸς τὴν κατ' ἀλήθειαν σφαιροποιίαν. Ὅμηρος μὲν γὰρ καὶ οἱ ἀρχαῖοι ποιηταὶ σχεδὸν, ὡς εἰπεῖν, πάντες ἐπίπεδον ὑφίστανται τὴν γῆν, καὶ συνάπτουσι τῷ κόσμῳ καὶ κύκλῳ τὸν Ὠκεανὸν περικείμενον, καὶ τὴν τοῦ ὁρίζοντος ἐπέχοντα τάξιν, καὶ τὰς ἀνατολὰς ἐκ τοῦ Ὠκεανοῦ, καὶ τὰς δύσεις εἰς τὸν Ὠκεανόν· ὥστε τοὺς πλησιάζοντας τῇ ἀνατολῇ καὶ τῇ δύσει Αἰθίοπας ὑπελάμβανον γίνεσθαι καταιθομένους ὑπὸ τοῦ ἡλίου. Αὕτη δὲ ἡ πρόληψις τῇ μὲν προκειμένῃ διατάξει ἀκόλουθός ἐστι, τῆς δὲ κατὰ φύσιν σφαιροποιίας ἀλλοτρία. Ἡ γὰρ γῆ μέση κεῖται τοῦ σύμπαντος κόσμου, σημείου τάξιν ἐπέχουσα· αἱ δὲ ἀνατολαὶ τοῦ ἡλίου γίνονται καὶ αἱ δύσεις ἐκ τοῦ αἰθέρος καὶ εἰς τὸν αἰθέρα, διὰ παντὸς τοῦ ἡλίου ἴσον ἀπέχοντος τῆς γῆς. Ὅθεν αἱ μὲν προειρημέναι Αἰθιοπίαι ἀδιανόητοί εἰσιν· αἱ δὲ ὑπὸ τοὺς ἐν τῷ κόσμῳ τροπικοὺς κείμεναι, αἵτινες ὑπάρχουσιν ἐπὶ τὰ πέρατα τῶν διακεκαυμένων ζωνῶν, κατὰ φύσιν ἔχουσιν. Οὐ μέντοι γε ὑποληπτέον ἀοίκητον εἶναι τὴν διακεκαυμένην ζώνην. Ἤδη γὰρ ἐπὶ πολλοὺς τόπους τῆς ζώνης τῆς διακεκαυμένης ἐληλύθασί τινες, καὶ τὰ πλεῖστα οἰκήσιμα εὕρηται.
Crates, therefore, speaking paradoxically, transfers the things said by Homer in an archaic and peculiar way to the construction of the sphere according to truth. For Homer and almost all the ancient poets, so to speak, suppose the earth to be flat, and join to the cosmos the Ocean also lying around in a circle and holding the place of the horizon, and the risings out of the Ocean, and the settings into the Ocean; so that they supposed the Ethiopians drawing near to the rising and to the setting to become scorched by the sun. Now this preconception is consistent with the aforesaid disposition, but foreign to the natural construction of the sphere. For the earth lies in the middle of the whole cosmos, holding the place of a point; and the risings of the sun and the settings take place out of the ether and into the ether, the sun being always at an equal distance from the earth. Whence the aforesaid Ethiopias are inconceivable; while those lying under the tropics in the cosmos, which exist at the extremities of the torrid zones, are according to nature. Yet one must not suppose the torrid zone to be uninhabitable. For already some have come to many places of the torrid zone, and the most part has been found habitable.
Ὅθεν καὶ ζητεῖται παρὰ πολλοῖς, εἰ τὰ περὶ μέσην τὴν διακεκαυμένην οἰκησιμώτερα μᾶλλόν ἐστι τῶν περὶ τὰ πέρατα τῆς διακεκαυμένης ζώνης ὑπαρχουσῶν οἰκήσεων. Πολύβιος οὖν ὁ ἱστοριογράφος πεπραγμάτευται βιβλίον, ὃ ἐπιγραφὴν ἔχει· « Περὶ τῆς περὶ τὸν ἰσημερινὸν οἰκήσεως· » αὕτη δέ ἐστιν ἐν μέσῃ τῇ διακεκαυμένῃ ζώνῃ· καί φησιν οἰκεῖσθαι τοὺς τόπους, καὶ εὐκρατοτέραν ἔχειν τὴν οἴκησιν τῶν περὶ τὰ πέρατα τῆς διακεκαυμένης ζώνης οἰκούντων· καὶ ἃ μὲν ἱστορίας φέρει τῶν κατωπτευκότων τὰς οἰκήσεις, καὶ ἐπιμαρτυρούντων τοῖς φαινομένοις· ἃ δὲ ἐπιλογίζεται ἐπὶ τῆς φυσικῆς περὶ τὸν ἥλιον ὑπαρχούσης κινήσεως. Ὁ γὰρ ἥλιος περὶ μὲν τοὺς τροπικοὺς κύκλους πολὺν ἐπιμένει χρόνον κατὰ τὴν πάροδον τὴν πρὸς αὐτοὺς, καὶ τὴν ἀποχώρησιν· ὥστε σχεδὸν ἐφ' ἡμέρας μʹ μένει πρὸς αἴσθησιν ἐπὶ τροπικῶν κύκλων· δι' ἣν αἰτίαν τὰ μεγέθη τῶν ἡμερῶν σχεδὸν ἐφ' ἡμέρας μʹ ταυτὰ διαμένει· ὅθεν, ἐπιμονῆς γινομένης πρὸς τὰς οἰκήσεις τὰς κειμένας ὑπὸ τοὺς τροπικοὺς, ἀνάγκη ἐκπυροῦσθαι τὴν οἴκησιν, καὶ ἀοίκητον γίνεσθαι διὰ τὴν τοῦ καύματος ὑπερβολήν. Ἀπὸ δὲ τοῦ ἰσημερινοῦ κύκλου ταχείας συμβαίνει τὰς ἀποχωρήσεις γίνεσθαι· ὅθεν καὶ τὰ μεγέθη τῶν ἡμερῶν περὶ τὰς ἰσημερίας μεγάλας λαμβάνει τὰς παραυξήσεις. Εὔλογον οὖν καὶ τὰς ὑπὸ τὸν ἰσημερινὸν κειμένας οἰ-
Whence also it is inquired among many whether the parts around the middle of the torrid zone are more habitable rather than the habitations existing around the extremities of the torrid zone. Polybius the historian, therefore, has composed a book which has the title, On the Habitation around the Equator; and this is in the middle of the torrid zone; and he says that the places are inhabited, and have a more temperate habitation than those dwelling around the extremities of the torrid zone; and some things he brings from histories of those who have spied out the habitations and bear witness to the appearances, while other things he reasons out upon the natural motion existing about the sun. For around the tropical circles the sun tarries for a long time during the passage towards them and the departure; so that for almost 40 days it remains to perception upon the tropical circles; for which reason the lengths of the days remain the same for almost 40 days; whence, a tarrying taking place at the habitations lying under the tropics, the habitation must needs be burned up, and become uninhabitable because of the excess of the heat. But from the equinoctial circle the departures happen to take place swiftly; whence also the lengths of the days around the equinoxes receive great increases. It is reasonable, therefore, that the habitations lying under the equator al-
Notes, col. 841

On the reading

Printed ταυτὰ, for ταὐτὰ.