ἀνατολὴν βλέπει· καὶ ὅταν προδύνῃ τοῦ ἡλίου, καὶ ὅταν ἐπικαταδύνῃ τῷ ἡλίῳ, ἐπέστραπται τὸ λαμπρὸν πρὸς τὸν ἥλιον. Ἐν δέ τισι τῶν ἡμερῶν παρατετήρηται ἡ σελήνη κατὰ τὸ σπάνιον ἐπικαταδύνουσα τῷ ἡλίῳ, καὶ τὸ λαμπρὸν ἔχουσα βλέπον πρὸς τὴν δύσιν. Παραλλάξασα δὲ τῇ νυκτὶ πρὸς τὸν ἥλιον, καὶ προανατείλασα τοῦ ἡλίου, τὸ λαμπρὸν ἔχουσα θεωρεῖται πρὸς ἀνατολήν. Ἐξ οὗ φανερὸν, ὅτι ἡ σελήνη ὑπὸ τοῦ ἡλίου φωτίζεται. Παρατετήρηται δὲ καὶ τὰ τοιαῦτα. Ὅτε μὲν γὰρ κατὰ χειμερινὰς τροπὰς ὑπάρχων ὁ ἥλιος ἀνατέλλῃ, τότε τὸ μεσαίτατον τοῦ πεφωτισμένου βλέπει πρὸς τὸν ἥλιον· ὥστε τὴν τὰς κεραίας ἐπιζευγνύουσαν τῆς σελήνης εὐθεῖαν δίχα καὶ πρὸς ὀρθὰς τέμνεσθαι ὑπὸ τῆς εὐθείας τῶν ἀγομένων ἀπὸ τοῦ κέντρου τοῦ ἡλίου ἐπὶ τὴν διχοτομίαν τῆς σελήνης· ὅταν δὲ κατὰ θερινὰς τροπὰς ὑπάρχων ἀνατέλλῃ ὁ ἥλιος, πάλιν ἔστραπται τὸ μέσον τοῦ πεφωτισμένου πρὸς τὸ μέσον τοῦ ἡλίου· ὥστε ὁμοίως διχοτομεῖσθαι, καὶ πρὸς ὀρθὰς τέμνεσθαι τὴν προειρημένην εὐθεῖαν. Τὸ δὲ αὐτὸ γίνεται καὶ ἐπὶ τῶν δύσεων· ὥστε καὶ διὰ τούτου τοῦ σημείου συνάγεσθαι, ὅτι ὑπὸ τοῦ ἡλίου φωτίζεται ἡ σελήνη. Πεφωτισμένον μέντοιγε διὰ παντὸς αὐτῆς τὸ ἴσον ἐστὶν ὡς ἡμισφαίριον· οὐ φαίνεται δὲ διὰ παντὸς αὐτῆς τὸ ἴσον πεφωτισμένον ὡς πρὸς τὴν ἡμετέραν ὅρασιν, διὰ τὰς πρὸς τὸν ἥλιον ἀποστάσεις. Ὅταν μὲν γὰρ ἐν τῇ τριακάδι ἐν τῇ αὐτῇ μοίρᾳ γένηται ὁ ἥλιος καὶ ἡ σελήνη, τότε τὸ ἡμισφαίριον ἐπεστραμμένον πρὸς τὸν ἥλιον, ἀπεστραμμένον δὲ ἀπὸ τῆς ἡμετέρας ὄψεως, φωτίζεται· ὑποκάτω γὰρ ἡ σελήνη φέρεται τοῦ ἡλίου· ὅταν δὲ παραλλάξῃ ἡ σελήνη πρὸς τὸν ἥλιον περὶ τὴν νουμηνίαν, τότε μηνοειδὴς ἡ σελήνη θεωρεῖται· τοῦ γὰρ ἡμισφαιρίου τοῦ πεφωτισμένου μικρὸν μέρος παρακλίνεται πρὸς τὴν ἡμετέραν ὅρασιν· ὅταν δὲ ἀπέχῃ ἡ σελήνη ἀπὸ τοῦ ἡλίου ἐν ταῖς ἐφεξῆς ἡμέραις, πλεῖον ἀεὶ καὶ πλεῖον τὸ πεφωτισμένον ὑφ' ἡμῶν θεωρεῖται· ὅταν δὲ τὸ α/δ μέρος τοῦ ζωδιακοῦ κύκλου ἀπόσχῃ σελήνη, διχότομος θεωρεῖται· τότε γὰρ ἡμισφαιρίου τοῦ πεφωτισμένου ὑπὸ τοῦ ἡλίου τὸ ἥμισυ ἐφ' ἡμᾶς ἐπέστραπται· μείζονος δὲ γενομένου τοῦ διαστήματος τῆς σελήνης ἀπὸ τοῦ ἡλίου, μεῖζον καὶ τὸ πεφωτισμένον· ὅταν δὲ κατὰ διάμετρον γένηται τῷ ἡλίῳ, τὸ πεφωτισμένον ἡμισφαίριον ἐναντίον γίνεται πρὸς τὴν ἡμετέραν ὅρασιν. Καὶ καθόλου δὲ πρὸς λόγον τῶν διαστάσεων τὰ μεγέθη τῶν φωτισμῶν θεωρεῖται. Τὸ δὲ τελευταῖον, ὅταν ὑποτροχάσῃ τῷ ἡλίῳ ἡ σελήνη, ἀφώτιστος βλέπεται. Τὸ γὰρ ἡμισφαίριον αὐτῆς τὸ πεφωτισμένον ἄνω πρὸς τὸν ἥλιον ἐπέστραπται· ὅθεν εὐλόγως ἡμῖν ἀθεώρητον γίνεται τὸ πεφωτισμένον μέρος τῆς σελήνης. Ἐξ ὧν φανερὸν, ὅτι ἡ σελήνη ὑπὸ τοῦ ἡλίου φωτίζεται. Λαμβάνει δὲ τοὺς πάντας σχηματισμοὺς ἡ σελήνη ἐν τῷ μηνιαίῳ χρόνῳ τέσσαρας, δὶς αὐτοὺς ἀποτελοῦσα. Εἰσὶ δὲ οἱ σχηματισμοὶ οἵδε, μηνοειδὴς, διχότομος, ἀμφίκυρτος, πανσέληνος. Μηνοειδὴς μὲν οὖν γίνεται π⟨ε⟩ρὶ τὰς ἀρχὰς τῶν μηνῶν· διχότομος δὲ περὶ τὴν
looks towards the rising; and when it sets before the sun, and when it sets after the sun, the bright part is turned towards the sun. And on some days the moon has rarely been observed setting after the sun, and having its bright part looking towards the setting. And having passed by the sun at night, and having risen before the sun, it is beheld having its bright part towards the rising. Whereby it is manifest that the moon is illuminated by the sun. And such things also have been observed. For when the sun, being at the winter tropic, rises, then the very middle of the illuminated part looks towards the sun, so that the straight line joining the horns of the moon is cut in two and at right angles by the straight line of those drawn from the centre of the sun to the bisection of the moon; and when the sun, being at the summer tropic, rises, again the middle of the illuminated part is turned towards the middle of the sun, so that the aforesaid straight line is similarly bisected and cut at right angles. And the same thing happens also at the settings; so that through this sign also it is concluded that the moon is illuminated by the sun. Yet an equal part of it, as a hemisphere, is illuminated continually; but the equal part of it does not appear illuminated continually with respect to our vision, because of its distances in relation to the sun. For when on the thirtieth day the sun and the moon come to be in the same degree, then the hemisphere turned towards the sun, and turned away from our sight, is illuminated; for the moon is borne beneath the sun; and when the moon passes by the sun around the new moon, then the moon is beheld crescent-shaped; for a small part of the illuminated hemisphere inclines towards our vision; and when the moon is distant from the sun on the succeeding days, more and ever more of the illuminated part is beheld by us; and when the moon is distant by the 1/4 part of the zodiacal circle, it is beheld half-full; for then half of the hemisphere illuminated by the sun is turned towards us; and when the distance of the moon from the sun becomes greater, the illuminated part also is greater; and when it comes to be diametrically opposite the sun, the illuminated hemisphere comes to be opposite to our vision. And universally the magnitudes of the illuminations are beheld in proportion to the distances. And finally, when the moon runs beneath the sun, it is seen unilluminated. For its illuminated hemisphere is turned upwards towards the sun; whence reasonably the illuminated part of the moon becomes invisible to us. From which things it is manifest that the moon is illuminated by the sun. And the moon takes all its four configurations in the monthly time, completing them twice. And the configurations are these: crescent-shaped, half-full, gibbous, full moon. Now it becomes crescent-shaped around the beginnings of the months; and half-full around the