Ἀπατήσεις, καί γε δυνήσῃ. Καὶ νῦν ἰδοὺ, φησὶν, ἔξελθε, καὶ ποίησον οὕτως. Ὁ δὲ προφήτης αὐτὰ ταῦτα τῷ βασιλεῖ διηγούμενος εὐθέως ἐπιφέρει· Δέδωκεν ὁ Θεὸς πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ ἐλάλησε Κύριος ἐπὶ σὲ κακά. Τοιγαροῦν εἴπερ ἀνάγκη νοεῖν οὐκ ἀγαθὸν, ἀλλὰ πονηρὸν εἶναι τοῦτο τὸ πνεῦμα, τὸ τῆς ψευδηγορίας αἴτιον, ἀκόλουθον ὑπολαμβάνειν αὐτὸ τοῦτο τὸ διαβολικὸν ὄργανον ὑπάρχειν. Εἰ δὲ κυρίως ἀποδείκνυται τοῦτο εἶναι, προακήκοεν ἄρα πῶς ἤμελλεν ὁ μιαρὸς Ἀχαὰβ εἰς πόλεμον ἀπιὼν ἀποθνήσκειν· αὐτὸ γὰρ ἠξίωσε τὸ ψεῦδος ἀντὶ τῆς ἀληθείας ἐκβάλλειν, ἵνα πολέμου γένεσιν αὐτουργήσῃ καὶ διαφθείρῃ τὸν ἄδικον αἰσχίως. Ὥστε καὶ διὰ τούτων ἀποδείκνυται τῶν ἔργων, ὅτι τὰ κακὰ τοῖς ἀδίκοις ἐπιφερόμενα προμεμάθηκεν ὁ διάβολος, ἐπειδὴ τῶν ἐχθίστων ὁ δραματουργὸς αὐτός ἐστιν ἁπάντων. Ἐπὶ μέντοι τοῦ Σαοὺλ, ὅσα προσθεὶς ἀφ' ἑαυτοῦ συνέζευξε τοῖς τοῦ Σαμουὴλ ἀποφθέγμασιν, οὐ μόνον ἐψεύσατο πιθανῶς, ἀλλὰ καὶ ἐβλασφήμησεν ἀσεβῶς. Ἐνθένδε ποθὲν διελέγχεται ἡ πρώτη δυσφημία· Πρῶτον μὲν, ὅτι κατὰ μίμησιν, ὡς ὁ Κύριος ἔφη τῷ λῃστῇ, τὸ κράτος ὁμολογήσαντι τῆς βασιλείας αὐτοῦ, Σήμερον ἔσῃ μετ' ἐμοῦ, λέγων, ἐν τῷ παραδείσῳ, ταυτὸν δὴ τοῦτο καὶ τῷ Σαοὺλ ἐκπληρώσαντι τὰς μαντικὰς αὐτοῦ μαντείας ἔφησεν ὁ δολομήτης· Αὔριον ἔσῃ σὺ μετ' ἐμοῦ, καὶ Ἰωνάθαν ὁ υἱός σου. Δεύτερον βούλεται δεικνύναι διὰ τούτων, ὅτι μηδὲν ὁ δίκαιος ἀδίκου διαφέρει, τὰς τῶν εὐσεβῶν ἐκκόψαι προθυμίας ἐπιτεχνώμενος. Οὐδεὶς ἔοικεν ἀγνοεῖν, ὅτι μηδεμία συνυπάρχει κοινωνία πιστῷ μετὰ ἀπίστου, ἢ αὖ πάλιν, ὅπως ὁ πλούτῳ κατατρυφήσας ἀπλήστῳ, πόῤῥω τῆς Λαζάρου διαίτης ἀπεκρίθη, καίτοι μηδὲν ὅμοιον ἐκείνῳ δράσας. Ἀλλ' οὗτος μὲν οὐδὲν πώποτε μετέδωκε τῷ πενομένῳ, τὸ παράπαν οὐδὲν, οὔτε περιττευμάτων, οὔτε ψιχῶν εἰς τοὔδαφος ἐκριπτομένων· ἀλλ' οὐδ' ἐλυμήνατο τὸν ἄνδρα πληγαῖς, οὐ μάστιξιν αἰκισάμενος ἐδίωξε περαιτέρω που γῆς· ἀλλ' ὅπως ἐπειδὴ μετήλλαξαν ἄμφω μετάραντες ἐντεῦθεν, ὁ μὲν εἰς κόλπους ἔληξε τοῦ προπάτορος Ἀβραὰμ, ὁ δὲ ταῖς ἀκοιμήτοις ἐδόθη φλοξὶ τοῦ πυρός· ὡς οὖν ἐν τῷ ᾅδῃ βασανιζόμενος ἐφλέγετο, πόῤῥωθεν μὲν ὁρᾷ τὸν προπάτορα, θεωρεῖ δὲ καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ· τῇ δὲ δὴ φλογὶ πυρούμενος ἐκθύμως ἠξίου τὸν Ἀβραὰμ ὅπως ἐκπέμψῃ τὸν πένητα πρὸς αὐτόν· ἐδεῖτο γὰρ ἵν' ἀφικόμενος ὁ Λάζαρος, τὸ μὲν ἄκρον ὕδατι βάψῃ τοῦ δακτύλου, καταψύξῃ δὲ τὴν γλῶτταναὐτοῦ, νοτίδος ἐπαφησάμενος ἰκμάδα· πυροφόροις οὖν ἀλγυνόμενος ὀδύναις, ἐπρέσβευε τοιαῦτα μεθ' ἱκετείας ὁ τάλας. Ἐπειδὴ δὲ πρὸς ἔπος ἀποκρινάμενος ὁ προπάτωρ, ἕκαστον ἐν ἑκάστῳ μέρει τὰς ἀξίας ἔφαινεν ἀμοιβὰς ἐπάθλου χάριν εἰληφέναι, τηνικαῦτα προσθεὶς ἐπεφθέγξατο· Καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ὑμῶν καὶ ἡμῶν χάσμα, φησὶν, ἐστήρικται μέγα, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν
Thou shalt deceive, and shalt also prevail. And now behold, He says, go forth, and do so. And the prophet, relating these very things to the king, immediately adds: God hath put a lying spirit in the mouth of all these thy prophets, and the Lord hath spoken evil against thee (1 Kings 22:22-23). Therefore, if indeed it is necessary to understand that this spirit, the author of falsehood, is not good, but evil, it follows to suppose that this very thing is the instrument of the devil. And if it is strictly proved to be this, then it had heard beforehand how the foul Ahab was about to die when going off to war; for it asked to cast forth falsehood instead of truth, in order that it might bring about the outbreak of war by its own agency and destroy the unrighteous man shamefully. So that through these deeds also it is proved that the devil has learned beforehand the evils that are brought upon the unrighteous, since he himself is the contriver of all the most hateful things. In the case of Saul, however, in whatever things he added of himself and joined to the sayings of Samuel, he not only lied plausibly, but also blasphemed impiously. From this point his first blasphemy is refuted: First, because by way of imitation, just as the Lord said to the robber who confessed the power of His kingdom, saying, Today thou shalt be with Me in paradise (Luke 23:43), this very same thing the crafty plotter also said to Saul when he had fulfilled his divining prophecies: Tomorrow thou shalt be with me, and Jonathan thy son (1 Sam. 28:19). Secondly, he wishes to show through these things that the righteous man differs in nothing from the unrighteous, contriving to cut off the zeal of the pious. No one seems to be ignorant that no fellowship exists for a believer with an unbeliever (2 Cor. 6:15), or again, how he who revelled in insatiable wealth was separated far from the abode of Lazarus, although he had done nothing like that man. Nay, this man never shared anything with the needy man, nothing at all, neither of superfluities, nor of crumbs cast out upon the ground; yet he neither outraged the man with blows, nor tortured him with whips and drove him further away somewhere in the land; but when both departed from hence and exchanged this life, the one came to rest in the bosom of the forefather Abraham, while the other was given over to the sleepless flames of fire; when therefore he was burning under torment in Hades, from afar he sees the forefather, and beholds Lazarus also in his bosom; and being burned by the flame, he earnestly besought Abraham that he would send forth the poor man to him; for he begged that Lazarus might come and dip the tip of his finger in water, and cool his tongue, drawing a drop of moisture; smarting therefore with fiery pains, the wretch entreated such things with supplication (Luke 16:19-24). And when the forefather, answering to the point, showed that each in each part had received due recompense by way of reward, then adding he uttered: And besides all these things, between you and us, he says, a great chasm has been fixed, so that those who wish to cross over from hence to you may not be able, nor may those from thence