εἰς Φιλίππους· ὡς δὲ τὴν καλουμένην ἐφώτισε Λυδίαν εὐσεβείας ἐπιγνώσει, τηνικαῦτα μὲν ᾤχετο τὰς εὐχὰς ἀνοίσων· Ἐγένετο δὲ παιδίσκην ἀπαντῆσαί τινα, φησὶν, ἔχουσαν πνεῦμα Πύθωνος, ἥπερ ἐργασίαν πολλὴν παρέσχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Τοιγαροῦν αὕτη κατακολουθήσασα τῶ Παύλῳ καὶ ἡμῖν ἔκραζε λέγουσα οὕτως. Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶ, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Καὶ τοῦτο ἐπὶ πολλὰς ἔπραττεν ἡμέρας· ἀλλ' ὁ μὲν δαίμων ἀοράτῳ μάστιγι στρεβλούμενος, ἄκων ἠναγκάζετο τοιαύτας ἀφιέναι φωνάς· ὁ δὲ Παῦλος οὐκ ἀξιόπιστον εἶναι τὴν ἐκείνου μαρτυρίαν ἐννοήσας, ὀρθότατα, διαπονηθεὶς ἔφη τῷ πνεύματι, Παραγγέλλω σοι, λέγων, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ' αὐτῆς. Εἶτα τὸ πρᾶγμα διηγούμενος ὁ συγγραφεὺς ἐπιφέρει· Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Θεασάμενοι οὖν οἱ κύριοι τῆς θεραπαινίδος ὡς ἐκποδὼν ᾤχετο τῆς ἐργασίας αὐτῶν ἡ ἐλπὶς, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας· ὕβρεσι δὲ καὶ πληγαῖς αἴτιοι γεγόνασι, συκοφαντίᾳ στάσιν ἐπεγείροντες. Εἰ τοίνυν ὁ Παῦλος, ἐπιτιμήσας τῷ πνεύματι, τὸν μὲν πυθόμαντιν ἀθρόως ἐξήλασεν ἐν αὐτῇ τῇ ῥοπῇ, τὸ δὲ πνεῦμα τῇ τοῦ ῥήματος ἀπέδρασεν ἐξουσίᾳ, μὴ δυνάμενον ὑποστῆναι τὸν τῆς γλώσσης ἦχον· εἰπάτω παριὼν εἰς τοὐμφανὲς ὁ τῷ τοιῷδε συνιστάμενος ὅρῳ, Ποταπῇ δυνάμεως ἀρετῇ τὸν ὁμόδοξον τῷ Παύλῳ Σαμουὴλ ἄκοντα μετακαλούμενος ὁ δαίμων ἀνήγαγεν ἐξ ᾅδου; ἀλλ' οὐκ ἂν ἔχοι δεικνύναι τούτων οὐδὲν ἀληθές. Ὥστε καὶ διὰ τῶνδε μάλα ῥᾳδίως ἐστὶν ἰδεῖν, ὅτι μεταμορφωσάμενος ἠγόρευε τῷ Σαοὺλ ὁ δολομήτης· Ἱνατί παρηνώχλησάς με; φήσας. Ἐπῃνίττετο γὰρ, ὅτι παρὰ βούλησιν ἄκων ἀνέβαινεν, οὐ θέλων, ἀλλὰ ἀνάγκῃ καὶ βίᾳ, καθάπερ ὑπ' αὐτοῦ μεταπεμφθῆναι τοῦ κρείττονος ἐπιταχθείς. Ὁ δὲ δυνάστης ἀνθυπενέγκας ἔφη· Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ ὁ Θεὸς ἀφέστηκε, φησὶν, ἀπ' ἐμοῦ, καὶ οὐκ ἀκήκοέ μου ἔτι, οὔτ' ἐν χειρὶ τῶν προφητῶν, οὔτ' ἐν ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. Πάλιν οὖν ἀποκριτέον· Εἰ Σαμουὴλ ὁ περίβλεπτος ἐτύγχανε προφήτης, οὐκ ἂν ἐσωφρόνισε τὸν ἄνδρα νουθετῶν; οὐκ ἂν εἶπεν αὐτῷ τὸ πρῶτον; Εἰπέ μοι, σχέτλιε πάντων ἀνθρώπων, εἰ περιέστηκαν οἱ ἀλλογενεῖς, εἰς πόλεμον ἀντιπαραταττόμενοι συσταδὸν, εἴπερ ὁ Θεὸς ἀφέστηκεν ἀπὸ σοῦ καὶ τὸ παράπαν οὐκ ἐπακήκοέ σου, οὔτε δὲ προφῆται πρεσβεύοντες ὑπὲρ σοῦ κατῄδεισαν, οὔτε ὄναρ, οὔτε ὕπαρ ἀπεκαλύφθη σοι τὸ δέον, οὐ ταύτῃ μᾶλλον ὤφελες ἐξιλεούμενος κλιθῆναι Θεῷ, καὶ πενήτων ἐλεημοσύναις ἀπολούσασθαι τὰ τῶν ἐγκλημάτων αἴτια, μήτι γε δὴ καταφεύγειν ἐπὶ μάντιν ἐγγαστρίμυθον, καὶ μανιώδει μαντικῇ τὰ τῆς εὐσεβείας ἀντικαταλλάττεσθαι σύμβολα, καὶ καθ' ἑαυτοῦ τὸ πάθος αὐξῆσαι διττῶς; ἦ γὰρ οὐ διανοητέον, ὅτι τὰ τοιάδε μιάσματα ῥητῶς
at Philippi; and when he had illuminated her who was called Lydia with the knowledge of piety, he then went off to offer up prayers: And it came to pass, he says, that a certain maidservant met us, having a spirit of Python, who brought much gain to her masters by soothsaying. She therefore, following after Paul and us, kept crying out, saying thus: These men are servants of the Most High God, who proclaim to us the way of salvation. And this she did for many days (Acts 16:16-18); yet the demon, racked by an invisible scourge, was unwillingly compelled to utter such cries; whereas Paul, considering that its testimony was not trustworthy, most rightly, being grieved, spoke to the spirit, saying, I command thee in the name of Jesus Christ to come out of her. Then, narrating the matter, the writer adds: And it came out that very hour. When therefore the masters of the maidservant saw that the hope of their gain had departed out of the way, laying hold of Paul and Silas they dragged them into the marketplace before the rulers (Acts 16:18-19); and they became the cause of insults and blows, stirring up a tumult by false accusation. If therefore Paul, having rebuked the spirit, drove out the Python-diviner all at once in that very moment, and the spirit fled away by the authority of the word, unable to endure the sound of his tongue, let him who sides with such a definition come forward into the open and say: By what excellence of power did the demon summon against his will Samuel, who shared the same glory as Paul, and bring him up out of Hades? Yet he would not be able to show any of these things to be true. So that through these things also it is very easy to see that the crafty plotter, having transformed himself, was speaking to Saul when he said: Why hast thou troubled me? (1 Sam. 28:15). For he was hinting that he came up unwillingly against his wish, not willingly, but by necessity and force, as though commanded to be summoned by that superior one himself. And the sovereign replying said: I am sore distressed, and the Philistines make war against me, and God has departed, he says, from me, and has hearkened to me no more, neither by the hand of the prophets, nor in dreams; and now I have called thee to make known to me what I shall do (1 Sam. 28:15). Again therefore one must answer: If it had been the illustrious prophet Samuel, would he not have brought the man to his senses by admonishing him? Would he not have said to him first: Tell me, most wretched of all men, if the foreigners have surrounded you, drawn up in close battle array for war, if indeed God has departed from you and has not hearkened to you at all, and neither have prophets interceding on your behalf known anything, nor in a dream nor in waking vision has what is needful been revealed to you, ought you not rather for this reason to have bowed down to God in propitiation, and washed away the causes of your offences by alms to the poor, rather than flee to a ventriloquist diviner, and exchange the tokens of piety for raving divination, and doubly increase the calamity against yourself? For must one not consider that such pollutions were expressly