Migne Reading Room

PG 18 · cols. 649–660 · Read from the page

On the Witch of Endor, against Origen

On the Witch of Endor, against Origen

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:649Read from the page
τοῦ γράμματος ἐκδοχῇ τὸ πᾶν ἀνατιθέντας, ὡς Ὠριγένης εἰσηγεῖται; καὶ τοῦτο γὰρ εἰς αὐτὰς ἀναγέγραπται τὰς Γραφάς· ἢ αὖ πάλιν ἐπειδὰν ὑπερηφανίᾳ χρώμενος ἀμέτρῳ πᾶσαν ὁμοῦ τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἤτοι καὶ τὰς βασιλείας αὐτῆς ἰδίας εἶναι λέγοι, παρὰ τοῦτο φαίη τις ἂν, ὡς ἄρα προσήκει νοεῖν, ὅτι δημιουργὸς αὐτός ἐστιν ἁπάντων; Οὔμενουν, εἴποι τις ἄν· ἡ γάρ τοι διηγηματικὴ διεχάραξε φωνὴ τὰς ἐκείνου μεγαληγορίας, οὐ μὴν τοῦ ζητήματος.
interpretation of the letter attributing the whole, as Origen introduces? For this too has been written down in the Scriptures themselves; or again, whenever using measureless arrogance he says that the whole compass of this world together, or even its kingdoms, are his own, on account of this would anyone say that it is fitting to understand that he himself is the creator of all things? By no means, one would say; for the narrative voice inscribed his boastful words, not indeed of the question.
XVII. Ὡς οὖν ἐδόκει τοῖς ὀρθότατα φρονοῦσιν οὐ μετρίως ἐπιτιμᾷν, αὖθις ὑπεκκλέψας ἐπ' ἄλλην ἀπεπήδησεν ἔννοιαν, ἐδεινοποίει δὲ δημαγωγῶν, ὅτι φάσκουσι πρὸς τοῖς ἄλλοις, ὡς εἴη φρικῶδες ὑπολαβεῖν, ἐν ᾅδου γεγονέναι τὸν εὐκλεῆ Σαμουὴλ, ὃς ἐκκρίτῳ προφητείας ἀξίᾳ τετίμηται. Τοῦτο μὲν οὖν ἄνω δὲ καὶ κάτω ταυτολογεῖ γραωδῶς, ἐξ ἄλλων εἰς ἄλλα μεταχειρίζεσθαι τοὺς αὐτηκόους ἀπάτῃ τεχνιώμενος. Ἡμεῖς δὲ περὶ τούτων οὐ διαφερόμεθα περὶ ὧν ἅπασι συνομολογητέα καθέστηκεν, ἀλλ' ὧν ἕνεκα κυρίως ἀμφισβητεῖν ἐγνώκαμεν· οὐ γὰρ εἰ Σαμουὴλ γέγονε ζητητέα, ἀλλ' εἰ τοιαύτην ἔχει δαίμων ἐξουσίαν, ὥστε δικαίων ἀνακαλεῖσθαι ψυχὰς ἐξ ᾅδου, καὶ πάλιν ἀποπέμπειν. Ἐπεὶ τοίνυν ἐπαυτοφώρῳ ληφθεὶς ἑάλω βλασφημίας ἐπαντλῶν, ἀλλὰ τὰς τῶν ἀκροατῶν ἀκοὰς ἀπατηλῇ μὲν ὑπεκκλίνει τέχνῃ, καταφεύγει δὲ δῆθεν ἐπὶ τοῦ Χριστοῦ πρόσωπον, ἵν' ἀντεξετάσας αὐτὸ τοῖς ἁγίοις ἀνδράσιν, ἀποδείξειεν, ὅτι καὶ αὐτὸς εἰς ᾅδου κατῆλθεν ὁ Χριστὸς ὁμοῦ τοῖς ἄλλοις ἅπασιν· ἀλλὰ γὰρ ὡς ἀπεδείκνυε τοῦτο, καὶ δὴ καὶ τὸ κατ' ἄνδρα παραινῶν ἐπεφθέγγετο, Τί φοβῇ, λέγων, εἰπεῖν, ὅτι πᾶς χρήζει τόπος αὐτοῦ τε τοῦ Χριστοῦ καὶ τῶν προφητῶν; ὀλίγα ἄττα διὰ μέσου τάττων, ἄλλην ἐπιπλέκει δυσφημίαν, ἐκφαίνων, ὅτι καὶ κάτω τυγχάνων ὁ Χριστὸς, ἵν' οὕτως εἴπω, φησὶν, ἐν τῷ κάτω τόπῳ ὢν, τῇ προαιρέσει ἄνω ἦν· ὡς περὶ ἀνθρώπου δὲ μόνου προσομιλῶν, ἀλλ' οὐκέτι τῆς θείας αὐτοῦ στοχαζόμενος φύσεως, ἐν τοῖς κατωτάτω μὲν αὐτὸν ἔφασκεν ἀφῖχθαι, προαιρέσει δὲ δήπουθεν ἄνω βεβηκέναι, καθάπερ οὖν ἀμέλει καὶ τοὺς ἄλλους ἀνθρώπους. Οὕτω γὰρ, ἔφη, καὶ οἱ προφῆται καὶ Σαμουὴλ, κἂν καταβῶσιν ὅπου αἱ ψυχαὶ, φησὶν, αἱ κάτω, ἐν τῷ κάτω μὲν δύνανται εἶναι τόπῳ, οὐ κάτω δέ εἰσι τῇ προαιρέσει. Κουφολογίᾳ δὲ δὴ περιηχήσας ἀπειροπληθεῖ τὸν κόσμον, οὐδὲ τοῦτο ξυνίησιν, ὅτι πᾶς ὁστισοῦν ἀνθρώπων, εἰ καὶ σφόδρα σχέτλιός ἐστιν, ἐν ᾅδου κατελθὼν, ἄνω τῇ προαιρέσει καθέστηκεν· οὐδεὶς γοῦν ἂν εἴη γε δικαίων οὐδ' ἀδίκων ὃς οὐ γλίχεται ἀνωτάτω μὲν ἑκάστοτε διατρίβων ἔχεσθαι, τῶν δὲ καταχθονίων ἀπηλλάχθαι τόπων. Εἰ τοίνυν ἅπαντες ὁμοῦ οἱ καταχθέντε; εἰς ᾅδου τῶν ἄνω φορῶν ἐρῶσι προαιρέσει, καὶ οὐ πάνυ δικαίου τινὲς ἐπεμελήσαντο βίου, ποταπὸν ἀξίωμα τοῦ προφητικοῦ διεσάφει χοροῦ; τί δὲ τὸ περιττὸν ἀπήγγειλε τοῦ Κυρίου, πᾶσιν ὅμοιον ἀποφαίνων αὐτόν;
XVII. When therefore he seemed to rebuke not moderately those who think most rightly, stealing away again he leaped off to another notion, and made a great stir like a demagogue, because they say amongst other things that it would be dreadful to suppose that the glorious Samuel, who has been honoured with the choicest dignity of prophecy, had been in Hades. This then he repeats over and over again like an old wife, contriving by deceit to shift his hearers from one thing to another. But we do not differ concerning these things which are agreed upon by all, but concerning those on account of which we have resolved chiefly to dispute; for one must not inquire whether Samuel has been, but whether a demon has such authority as to call up the souls of the righteous out of Hades, and send them back again. Since therefore, caught in the very act, he was convicted of pouring out blasphemies, yet he turns aside the ears of the hearers by a deceitful art, and flees forsooth for refuge to the person of Christ, so that by comparing It with the holy men, he might show that Christ Himself also went down into Hades together with all the rest; for as he was showing this, and indeed exhorting man by man he uttered, saying: Why do you fear to say that every place has need both of Christ Himself and of the prophets? placing some few things in between, he weaves in another blasphemy, declaring that even when happening to be below, Christ, so to speak, says he, being in the lower place, was above by purpose; and conversing as though concerning a mere man, and no longer having regard to His divine nature, he said that He had arrived in the lowest parts, and yet by purpose forsooth had gone above, just as indeed the other men also. For thus, said he, both the prophets and Samuel, even if they go down where the souls are, says he, that are below, can indeed be in the lower place, but are not below by purpose. Having sounded around the world with an infinitely numerosos empty talk, he does not even understand this, that every man whosoever, even if he is exceedingly wretched, having gone down into Hades, is set above by purpose; for there would be no one either of the righteous or of the unrighteous who does not long always to cling to dwelling in the highest parts, and to be delivered from the subterranean places. If therefore all together who have been brought down into Hades love the upper motions by purpose, even some who have not cared for a very righteous life, what sort of dignity of the prophetic choir did he set forth? and what superiority did he proclaim of the Lord, declaring Him like unto all?
Notes, col. 649

On the reading

Printed καταχθέντε;, for καταχθέντες.

PG 18:652Read from the page
Ἀλλ' οὕτως ἀμαθῶς ἐξήχησε τὴν φωνὴν, οὐκ ἐννοήσας, ὅτι Θεὸς ἦν ὁ Λόγος· οὐ προαιρέσει μᾶλλον, ἀλλ' ἀρετῇ τῆς θεότητος ἁπανταχοῦ πάρεστιν ἀθρόως. Εἰ δὲ καὶ τὸ μάλιστα τὸν ἔκκριτον ἑαυτοῦ ναὸν ἐπέτρεψε λυθῆναι, τριήμερον μὲν αὐτίκα πάλιν ἀνήγειρε καινοπρεπῶς· ἡ δὲ ψυχὴ τοῦδε τοῦ ἀνθρωπείου σκηνώματος εἰς τὰ κατώτατα κατελθοῦσα μέρη τῆς γῆς, ἀνεπέτασε τὰς ἐκεῖσε πύλας ἀθρόᾳ ῥοπῇ, καὶ τὰς αὐτόθι καθειργμένας ἀνῆκε ψυχάς· οὕτω δὲ θεσπεσίᾳ κεκραταίωται δυνάμει διὰ τὴν τοῦ Θεοῦ καὶ Λόγου συνουσίαν, ὥστε καὶ παντέφορον ἔχειν ἐξουσίαν.
Yet thus ignorantly did he sound forth his voice, not understanding that the Word was God; not rather by purpose, but by the virtue of deity He is present everywhere all at once. And even if most of all He permitted His own choice temple to be dissolved, on the third day He straightway raised it up again in a novel manner; and the soul of this human tabernacle, having gone down into the lowest parts of the earth, flung open the gates there with a sudden impulse, and sent up the souls shut up there; and thus it has been strengthened with divine power through the communion of God the Word, so as to have all-surveying authority also.
XVIII. Ἀλλὰ μὴν ἔγωγε πείθομαι καὶ τούτου τεκμήριον εἶναι σαφές· ὁπηνίκα μὲν εἰς τοὺς καταχθονίους ἀφικνεῖτο τόπους, ἐν ταυτῷ δὲ καὶ τὴν τοῦ λῃστοῦ ψυχὴν αὐθήμερον εἰσῆγεν εἰς τὸν παράδεισον. Εἰ γὰρ δι' ἑνὸς ἀνθρώπου τοῖς ἅπασιν ὑπῆρξεν ἀνθρώποις ἡ σωτηρία, πρόδηλον, ὡς ἡ ψυχὴ τὰς ὁμογενεῖς ἀναλυτροῦται ψυχὰς, ἅμα μὲν εἰς τὰ καταχθόνια κατιοῦσα μέρη τοῦ χάους, ἅμα δὲ καὶ τῇ ἀρχαιοτάτῃ τοῦ παραδείσου πάλιν ἀποκαθιστῶσα νομῇ τὸν ὑπεισδύνοντα τῷ κράτει τῆς ἀηττήτου βασιλείας. Ἀκόλουθα δὲ καὶ πρὸ τούτων ὁ τοῦ Θεοῦ Παῖς ἐμαρτύρετο, προλέγων, ὅτι καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Τοιγαροῦν εἴπερ ἔφασκε τὸν ἐκ τοῦ ἀνθρωπείου γένους ὁρμώμενον εἰς οὐρανὸν μὲν ἀναβεβηκέναι μονώτατον ἐκ πάντων, ἐκ δὲ τῶν ἐκεῖσε πάλιν καταβεβηκέναι ἐνθάδε, καὶ δεῦρο βεβηκότα φοιτᾷν ἐν οὐρανῷ, συνέστηκεν, ὅτι ψυχῆς ἀρετῇ ταῦτα ἔπραττεν ὁ ἄνθρωπος ἐκκρίτως· ἡ γὰρ ἁγία τοῦ Χριστοῦ ψυχὴ τῷ Θεῷ συνδιαιτωμένη καὶ Λόγῳ, πάντα μὲν ἐκπεριπολεῖ συλλήβδην, εἰς αὐτὸν δὲ βέβηκε τὸν ἀνώτατον οὐρανὸν, εἰς ὃν οὐδεὶς ἄλλος ἀνῆλθε τῶν ἀνθρώπων· ἀλλὰ ταῦτα εἰς αὐτὴν ἀνήρτηται τὴν ἀνθρωπείαν εἰδέαν, ἣν ὁ Θεὸς ἐφόρεσε καὶ Λόγος· ὅτι δὲ πανταχοῦ πάρεστιν ἀθρόως ὁ τοῦ Θεοῦ Παῖς, οὐχ ἥκιστα καὶ περὶ τούτου μάρτυς ἕστηκεν Ἰωάννης, αὐτήκοος μὲν ὑπάρχων αὐτοῦ τοῦ Χριστοῦ, βοᾷ δὲ γεγωνότως αὐτολεξεί· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐκεῖνος ἐξηγήσατο. Καὶ μὴν εἰ δεῦρο παρὼν ἐπεφοίτα σωματικῶς ὁ Χριστὸς, ὁπηνίκα τούτους ἀπήγγειλεν Ἰωάννης τοὺς λόγους, ὁ δὲ τὰς τούτου ῥήσεις ὑποδεξάμενος ἐκήρυττε μὲν αὐτὸν ἐν τοῖς κόλποις εἶναι τοῦ Πατρὸς, ἑστιώμενον ἐπὶ γῆς αὐτῷ σώ-
XVIII. Nay indeed, I for my part am persuaded that of this also there is a clear proof: when He arrived in the subterranean places, at the same time also on the very same day He brought the soul of the robber into paradise. For if through one man salvation came to all men, it is manifest that the soul ransoms the souls of the same race, both going down at the same time into the subterranean parts of chaos, and at the same time also restoring again to the most ancient pasture of paradise him who enters in by the might of the unconquered kingdom. And things consonant with these even before them the Son of God testified, foretelling that also No one has ascended into heaven, except He Who descended from heaven, the Son of man, Who is in heaven. Therefore if indeed He said that He Who sprang from the human race had ascended into heaven alone of all, and from the parts there had descended again hither, and having come hither frequented heaven, it is established that the man did these things pre-eminently by virtue of soul; for the holy soul of Christ, dwelling together with God the Word, traverses all things together, and has gone into the highest heaven itself, into which no other of men went up; but these things depend upon the human form itself, which God the Word wore; and that the Son of God is present everywhere all at once, not least concerning this also John stands as a witness, being an ear-witness of Christ Himself, and cries aloud word for word: No one has ever seen God; the only-begotten Son Who is in the bosom of the Father, He has declared Him. And yet if Christ being present here frequented the earth bodily when John proclaimed these words, and he who received His sayings preached that He was in the bosom of the Father, feasting upon earth with the body itself-
XIX. Εἰ δέ τις Ἰουδαϊκὴν ἀῤῥωστῶν ἀβλεψίαν τὰς εὐαγγελικὰς οὐ προσίεται φωνὰς, ἐπακτέον αὐτῷ τὰ τοῦ Σολομῶντος ἀποφθέγματα, καὶ ῥητέον ὧδέ πως· Ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα, καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης, ὁ παντοδύναμός σου Λόγος ἀπ' οὐρανοῦ ἐκ θρόνων βασιλικῶν ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων,
XIX. And if anyone, sick with Jewish blindness, does not admit the evangelical voices, one must bring forward to him the sayings of Solomon, and speak somewhat thus: For while quiet silence encompassed all things, and night in its own swiftness was midway, Thy almighty Word from heaven out of royal thrones, bearing as a sharp sword Thine unfeigned command,
PG 18:653Read from the page
στας ἐπλήρωσε θανάτου τὰ πάντα· καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δὲ ἐπὶ γῆς. Ει τοίνυν ὁ μονογενὴς Υἱὸς αὐτοῦ τοῦ Θεοῦ Λόγος ἀναγορεύεται καὶ Θεὸς ὁμοδόξῳ συνοδίᾳ, δι' οὗ γεγόνασιν ἄγγελοι, οὐρανοὶ, καὶ γῆ, καὶ θάλαττα, καὶ βυθοὶ, καὶ φωστῆρες οὐρανοδρόμοι, καὶ συλλήβδην εἰπεῖν ἅπασα τῶν γεννητῶν ἡ σύστασις· οὗτος δὲ δικαίᾳ κρίσει σωφρονίζων ἅπαντας θρόνου μὲν οὐρανόθεν ἔχεται τῆς ἀϊδίου βασιλείας, ὀξείᾳ δὲ τιμωρεῖται δίκῃ τοὺς ἀδίκους· ἀλλὰ μὴν ἔργῳ καὶ πράξει παντοδύναμος ὢν, ἅτε δὴ Θεὸς καὶ Θεοῦ Λόγος, οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δὲ ἐπὶ γῆς ἐν ταυτῷ· θεότητος ἀρετῇ δηλονότι πάντα πληροῖ πανταχῶς. Οὐκοῦν εἰ τοιαύτης ἐπείληπται φύσεως, ἀσεβοῦσι μὲν οἱ νομίζοντες ἀβουλίᾳ τόπῳ καὶ ῥητῷ τινι χωρίου μορίῳ περιγράφεσθαι τὸ θεῖον· ἀμαθίᾳ δὲ μᾶλλον ἢ φρονήσει κοσμίᾳ φθέγγεται προχείρως Ὠριγένης, ὅτι κατελθὼν εἰς τὰ κατώτατα μέρη τῆς γῆς ὁ Χριστὸς, ἄνω τῇ προαιρέσει διέτριβεν· οὐ γὰρ ἐνόησεν, ὅτι Θεὸς ὢν οὗτος, οὕτω προθυμίᾳ γνώμης ἄνω τῷ δοκεῖν ἐπιθυμίᾳ παρῆν, ὅσῳ θειότητος ἐνεργείᾳ τοῖς ἅπασιν ὡς ἔνι μάλιστα πάντα πληροῖ πανταχῶς.
standing filled all things with death; and He touched heaven indeed, and walked upon earth. If therefore the only-begotten Son of God Himself is proclaimed Word and God in co-glorious company, through Whom were made angels, heavens, and earth, and sea, and depths, and sky-running luminaries, and to speak summarily, the whole constitution of created things; and He, chastening all by righteous judgement, holds from heaven the throne of the eternal kingdom, and punishes the unrighteous with swift justice; nay indeed, being almighty in deed and action, inasmuch as He is God and Word of God, He touched heaven indeed, and walked upon earth at the same time; manifestly by the virtue of deity He fills all things in every way. Therefore if He possesses such a nature, those are impious who by thoughtlessness suppose the divine to be circumscribed by place and by some specified part of a region; and out of ignorance rather than orderly prudence Origen rashly utters that Christ, having gone down into the lowest parts of the earth, dwelt above by purpose; for he did not understand that He, being God, was not so much present above by eagerness of mind and in appearance by desire, as by the operation of deity He fills all things for all in every way as much as is possible.
XX. Ἀλλὰ τοιαῦτα μὲν ἁρμόττει περὶ τοῦ Χριστοῦ δοξάζειν ἐκεῖνον, ὃς ὑπὸ δαίμονος ὁρίζεται ψυχὰς ἀνάγεσθαι προφητικάς· ἡ δὲ πυθόμαντις ὡς ἐθεάσατο τοὺς ὁμογαστρίους αὐτῇ δαίμονας, οἷα δή τινας ὁμοκοιλίους ἀδελφοὺς, ἐπαίρουσα τὰ ὁμομήτρια γένη, βοᾷ θεοὺς ἑωρακέναι ἀναβαίνοντας ἐκ τῆς γῆς. Ἀλλ' ὁ μεγαληγόρος οὐκ ἔδεισεν Ὠριγένης εἰπεῖν, ὅτι τὸ δαιμόνιον οὐχὶ τὴν τοῦ προφήτου μόνον ἀνήγαγε ψυχὴν, ἀλλά· Μήτιγε καὶ ἄλλαι συναναβεβήκασιν, ἔφη, ψυχαὶ προφητῶν ἅγιαι; Μὴ κορεσθεὶς δὲ τῇ τοιαύτῃ παρανοίᾳ, καὶ τοὺς ἀγγέλους ὡρίσατο συναναβεβηκέναι τοῖς πνεύμασιν αὐτῶν· εἴρηκε γὰρ, ὅτι τῆς τῶν δεομένων ἕνεκα σωτηρίας ἀνίεσαν ἐνθάδε· μεγίστας οὖν, ὡς ἔοικεν, Ὠριγένης ἐλπίδας ὑποτίθεται τοῖς ἀγγέλοις καὶ προφήταις, ἤτοι καὶ παντὶ τῷ τῶν ἁγίων ὁμόσε χορῷ· πρῶτον μὲν εἰσάγων ὡς ὑπὸ δαίμονος ἐξουσίαν εἰσὶν, ἔπειτα δὲ μηνύων, ὅτι διὰ μαινάδος ἀνήχθησαν ἐνταῦθα γυναικὸς ἰατρεῦσαι τοὺς πάσχοντας, οἷα δεσμῶται προαχθέντες· οὔτι γέ μοι δοκεῖ μεῖον ἐκείνης ἀποφθέγγεσθαι φρενοβλαβῶς. Ἔστω γὰρ οὕτως· οἰκτρῶς ἐξεφαύλισε τοὺς ἁγίους ἄνδρας, οὐδὲ τὸ τῶν οὐρανοπετῶν ἀγγέλων ἠσχύνθη τάγμα διαλλαβεῖν· ἢ δεικνύτω τρανῶς ὁ τῷ τοιούτῳ συνιστάμενος ὅρῳ πόθεν λαβὼν ἐκ τῆς γῆς ἔφησεν ἀνιέναι τοὺς ἐν τοῖς οὐρανοῖς ἑστιωμένους ἀγγέλους· οὐ γὰρ οὗτοι κατεληλύθασιν εἰς ᾅδου λυτηρίους ἐπαγόμενοι τοῖς αἰχμαλώτοις ἀφέσεις, ἀλλ' ὁ Χριστὸς, ἐπειδὴ καὶ νικηφόρον οὗτος ἵδρυσε κατὰ τοῦ πολεμίου τρόπαιον, καὶ τὰς τῶν αἰχμαλώτων ἀποσπάσας λείας αὐτῷ σώματι μεταρσίως ἀνῆλθεν εἰς οὐρανούς· ἄγγελοι δὲ τῷ Θεῷ παρεστῶσιν ἑκάστοτε, τὰς ὀφειλομένας ἐκτελεῖν ἐπειγόμενοι λατρείας, ἀλλ' οὐχὶ τὸν ᾅδην οἰκοῦσιν.
XX. Yet such things it befits him to opine concerning Christ, who defines that prophetic souls are brought up by a demon; and the Pythoness-diviner, when she beheld the demons of the same belly with herself, as it were some brothers of the same womb, exalting the kindred of the same mother, cries out that she has seen gods ascending out of the earth. But the boastful Origen did not fear to say that the demon brought up not only the soul of the prophet, but: Did not also other holy souls of prophets ascend together with him? said he. And not being sated with such madness, he defined that the angels also had ascended together with their spirits; for he has said that for the sake of the salvation of those in need they came up hither; the greatest hopes then, as it seems, does Origen suggest to the angels and prophets, or even to the whole choir of the saints together: first introducing them as being under the authority of a demon, and next declaring that through a frenzied woman they were brought up hither to heal the suffering, led forth like prisoners; in no way does he seem to me to utter less madly than she. For let it be so: he pitifully disparaged the holy men, nor was he ashamed to traduce the order of the heaven-flying angels; or let him who stands by such a definition show clearly whence taking it he said that the angels who feast in the heavens come up out of the earth; for these have not gone down into Hades bringing ransoming releases to the captives, but Christ, since He also set up a victorious trophy against the enemy, and having torn away the spoils of the captives ascended on high in His body itself into the heavens; whereas angels stand beside God at all times, hastening to fulfil the due services, and do not inhabit Hades.
Notes, col. 653

On the reading

Printed στας, for στὰς.

Printed Ει, for Εἰ.

PG 18:656Read from the page
XXI. Ἀλλ', ὡς ἔοικεν, Ὠριγένης ὑποκρίνεται μὴ νοεῖν, ἵνα δεισιδαίμονα παρασκευάσῃ μαντείαν· εἶτα πάσας ἀλληγορῆσαι τὰς Γραφὰς ἐγχειρίσας, οὐκ ἐρυθριᾷ τοῦτο μόνον ἐπὶ τοῦ γράμματος ἐκδέχεσθαι, θεσπίζων ὑποκρίσει, καίτοι μηδ' αὐτῷ σώματι προσέχων εὐγνωμόνως· ἀλλὰ δὴ περὶ τοῦ παραδείσου διαλεγόμενος ὃν ἐφύτευσεν ὁ Θεὸς ἐν Ἐδὲμ, εἶτα καὶ τίνα τρόπον ἐξανέτειλε τὰ καρποφόρα ξύλα διηγεῖσθαι βουλόμενος, ἐπέφερε πρὸς τοῖς ἄλλοις· Ὅταν ἀναγινώσκοντες ἀναβαίνομεν ἀπὸ τῶν μύθων, ἔφη, καὶ τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς, ζητῶμεν τίνα τὰ ξύλα, φησὶν, ἐστὶν ἐκεῖνα ἃ ὁ Θεὸς γεωργεῖ· λέγομεν, ὅτι οὐκ ἔνι αἰσθητὰ ξύλα ἐν τῷ τόπῳ. Ταῦτα δὲ δὴ τροπολογῶν οὐ φρίττει μύθους ὀνομάζειν ὅσα δεδημιουργηκέναι μὲν ἱστορεῖται Θεὸς, ὁ δὲ πιστότατος τοῦ Θεοῦ θεράπων ἔγραψε Μωϋσῆς· ἀλλ' ἐκ τῶν ἐναντίων, ἅπερ ὁ μῦθος ἐν γαστρὶ πλαττόμενος ἀφανῶς ὑπηχεῖ, ταῦτα δογματικῷ βεβαιοῖ προγράμματι, δεικνύων ἀληθῆ. Τὰ μέν γε τῆς ἐγγαστριμύθου ῥήματα διὰ τοῦ ἁγίου Πνεύματος εἰρῆσθαι συνιστῶν, ἀσάλευτα μένειν ἀξιοῖ τῇ Γραφῇ τὸ δοκεῖν ἀναθείς· αὐτὰ δὲ τὰ τοῦ Θεοῦ διὰ Μωϋσέως ἐκδοθέντα μηνύματα μύθους ὀνομάσας, ἐνδιαλλάττει τὴν ἔννοιαν, οὐ δικαιῶν ἐμμένειν τῇ τοῦ γράμματος ἐκδοχῇ. Ἀλλ' οὐχὶ τὰ ὑπὸ τοῦ Ἀβραὰμ ὀρωρυγμένα φρέατα, καὶ τῶν ἀμφ' αὐτῶν ἀλληγορεῖ, καὶ τοσοῦτον ἀποτείνας λόγου ἑσμὸν, ἅπασαν ὁμοῦ τὴν πραγματείαν αὐτῶν ἀναιρεῖ, μεταθεὶς εἰς ἕτερον νοῦν, καίτοι τῶν φρεάτων ἐπὶ χώρας ἔτι καὶ νῦν ὄψει φαινομένων; Οὐχὶ τὰ τοῦ Ἰσαὰκ καὶ τὰ τῆς Ῥεβέκκας ἐτροπολόγησε πράγματα, τὰ μὲν ἐνώτια καὶ ψέλλια λόγους εἶναι χρυσοῦς εἰρηκὼς, ἅπασαν δὲ τὴν ὑπόθεσιν ἐκβιασάμενος, ἐκείνην ἐπὶ τοῦ νοητοῦ παραλαβὼν ἐσυκοφάντησε; Περὶ δέ γε τοῦ πολύτλα προσομιλήσας Ἰὼβ, ἀντὶ τοῦ θαυμάσαι τὴν ὑπομονὴν, ἐπαινέσαι τοὺς πόνους, εὐφημῆσαι τὴν ἀριστείαν, ἀποδέξασθαι τὴν πίστιν, ἐκφράσαι τὰ τῆς καρτεροψυχίας ὑποδείγματα, προτρέψασθαι διὰ τούτου τοὺς νεολέκτους εἰς ἀρετὴν εὐψυχίᾳ καὶ ῥώμῃ φρονήσεως, ὁπλίσαι τοὺς ἀγωνιστὰς ἀνδρείως ὑπὲρ τῆς εὐσεβείας ἀθλεῖν, ἀφέμενος ἐκείνου, μετεώρως εἰς τὰ τῶν θυγατέρων ὁρμήσας ὀνόματα κατετρίβη γραωδῶς. Ἀλλ' οἷα μὲν ἐφλυάρησεν εἰς τὸ τῆς Ἡμέρας ὄνομα ὁρμήσας, καὶ Κασσίας ἤτοι, καὶ τὸ τῆς Ἀμαλθείας κέρας, οὐδὲ λέγειν οἷόν τε· χλεύης γάρ ἐστι παντοίας ἀνάπλεα. Περὶ δὲ τοῦ Λαζάρου γράφω. Ἀντὶ τοῦ δοξάσαι τὴν τοῦ Χριστοῦ μεγαλουργίαν καὶ διὰ τούτων ἀποδεῖξαι σαφῶς, ὅτι Θεός ἐστιν, ὁ τὸν ὀδωδότα νεκρὸν ἐκ τῶν μνημάτων ἐξουσίᾳ μεταπεμψάμενος, καὶ τῇ τοῦ ῥήματος ἀφέσει τὰ διῳδηκότα σώματα ψυχώσας, οὐδὲν μὲν ἕνεκα τούτου λέγων, Λάζαρον δὲ τὸν τοῦ Κυρίου φίλον, ὃν οὐκ ἀπεικότως ἠγάπα δι' ἀρετὴν, εἰς τὸν ἀσθενοῦντα καὶ τεθνειῶτα ταῖς ἁμαρτίαις ἀνήγαγεν. Οὐδεὶς δὲ κατὰ τοῦ δικαίου ταῦτα εἶπεν,
XXI. Yet, as it seems, Origen pretends not to understand, in order that he may contrive a superstitious divination; then, having undertaken to allegorize all the Scriptures, he does not blush to take this alone according to the letter, delivering oracles in pretence, though not even paying attention fairly to the body itself; but indeed discoursing concerning the paradise which God planted in Eden, and then wishing also to recount in what manner the fruit-bearing trees sprang up, he brought forward amongst other things: When in reading we ascend from the myths, said he, and from the interpretation according to the letter, let us seek what those trees are, says he, which God cultivates; we say that there are no sensible trees in the place. Turning these things into tropes, he does not shudder to call myths all the things that God is recorded to have created, and that Moses, the most faithful servant of God, wrote; but on the contrary, the things that the myth fashioned in the belly obscurely sounds forth, these he confirms by a dogmatic edict, showing them to be true. Establishing that the words of the belly-diviner were spoken through the Holy Spirit, he deems it right that they remain unshaken, attributing the appearance to Scripture; whereas having called the very declarations of God published through Moses myths, he alters the meaning, not deeming it right to abide by the interpretation of the letter. And does he not allegorize the wells dug by Abraham, and the things concerning them, and having drawn out so great a swarm of words, abolish the whole business of them together, transferring it to another sense, although the wells even now still appear to sight in the country? Did he not turn into tropes the affairs of Isaac and of Rebecca, having said that the earrings and bracelets are golden words, and having forced the whole subject, taking it upon the intelligible plane, did he not misrepresent it? And conversing concerning the much-enduring Job, instead of admiring his patience, praising his labours, extolling his prowess, welcoming his faith, describing the examples of his fortitude of soul, exhorting thereby the newly enlisted unto virtue by good courage and strength of prudence, arming the combatants to contend bravely on behalf of piety, leaving him aside, having rushed loftily into the names of his daughters he wore himself out like an old wife. And what sort of nonsense he talked having rushed into the name of Hemera, or of Cassia, and the horn of Amalthea, it is not even possible to say; for it is full of every kind of mockery. And I write concerning Lazarus. Instead of glorifying the mighty work of Christ and through these things showing clearly that He is God, Who by authority sent for the stinking dead man out of the tombs, and by the sending forth of His word animated the swollen bodies, saying nothing on account of this, he referred Lazarus the friend of the Lord, whom not unreasonably He loved on account of virtue, to him who is weak and dead in sins. Yet no one spoke these things against the righteous man,
PG 18:657Read from the page
οὔτ' ἔγραψεν· οὐ γὰρ ἂν οὕτως ἀκρίτως ἔστεργεν ὁ Κύριος αὐτὸν, εἰ μὴ θεσπεσίας ἐξῆπτο πολιτείας. Οὐκ ἔλαττον δὲ καὶ τὸ τῆς λιθοβολίας δρᾶμα θεωρῶν, ἐπειδὴ καὶ τοῦτο πειρᾶται τροπολογῆσαι, τοῦ εὐαγγελικοῦ καταψεύδεται γράμματος· Οὐ πάνυ τι, λέγων, εὕρομεν, ζητήσαντες ἐν τοῖς πρὸ τούτου, ὅτι ἐβάστασαν οἱ Ἰουδαῖοι λίθους ἵνα λιθάσωσιν αὐτόν· εἶτα μετ' ὀλίγα φησίν· Εἰ γὰρ πάλιν ἐβάστασαν, πρότερον ἐβάστασαν· ἄνω δὲ καὶ κάτω βούλεται κατασκευάσαι μὴ προηγεῖσθαι καὶ ἄλλην ὁμοίως ἐκδοχὴν, ἵνα συστήσειεν, ὅτι λόγους, ἀλλ' οὐχὶ λίθους, ἐβάστασαν ἀμελητὶ κατ' αὐτοῦ· καίτοι τοῦ εὐαγγελιστοῦ πρόσθεν εἰρηκότος· Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν. Ὡς δὲ ταῦτα προὔγραψεν ἐν τῷ μεταξὺ πέντε που καὶ τριάκοντα πρὸς τοῖς ἑκατὸν στίχους ὑπερβὰς, ἐπιφέρει προσθείς· Ἐβάστασαν οὖν οἱ Ἰουδαῖοι λίθους ἵνα λιθάσωσιν αὐτόν. Ἀλλὰ ταῦτα μὲν διττοῖς ἀναγέγραπται χωρίοις, ἐν διαφόροις δὲ φαίνεται πεπραγμένα καιροῖς ἀπὸ τοῦ μὴ τὰς αὐτὰς ἔχειν τῶν ῥημάτων ἐπιπλοκὰς ἢ συζυγίας· ἀλλ' Ὠριγένης, ὁ πάσας οἰόμενος εἰδέναι τὰς Γραφὰς, οὐκ ἀνέγνω τοῦτο καὶ ταῦτα γράφων ὡς ὅλον ὁμοῦ τὸ Εὐαγγέλιον ἐπὶ λέξεως.
nor wrote them; for the Lord would not have loved him thus indiscriminately, unless he had clung to a divine way of life. And no less, contemplating the drama of the stoning also, since he tries to turn this too into a trope, he lies against the evangelical letter, saying: Not at all have we found, having sought in the things before this, that the Jews took up stones that they might stone Him; then after a little he says: For if they took them up again, they took them up before; up and down he wishes to contrive that another statement does not precede in like manner, so that he might establish that they heedlessly took up words, and not stones, against Him; although the evangelist had said before: They took up therefore stones that they might cast at Him. And when he had written these things before, having passed over about a hundred and thirty-five lines in between, he brings in adding: The Jews therefore took up stones that they might stone Him. Now these things have been written down in two places, and appear to have been done at different times from their not having the same interweavings or conjunctions of words; yet Origen, who supposes that he knows all the Scriptures, did not read this even while writing these things upon the whole Gospel together word by word.
XXII. Εἰ δέ τις ὑπολαμβάνει ταῦτα πλάττειν ἡμᾶς, αὐταῖς ταῖς εὐαγγελικαῖς ἐντυχὼν ἀποφάσεσι, καὶ τοῖς ἐμπονηθεῖσιν αὐτῷ περὶ τοῦτο σπουδάσμασιν, εὑρήσει μηδὲν ἡμᾶς εἰρηκέναι ψευδές. Ἀλλὰ τι δεῖ περαιτέρω λέγειν; Ἅπαντα μὲν, ὡς ἔπος εἰπεῖν, ἐκ τῶν ὀνομάτων ἀλληγορῶν, ἀναιρεῖ τὰς τῶν πραγμάτων ὑποθέσεις, οὐδὲ τοῦτο ἐννοῶν, ὅτι πολλαὶ μέν εἰσιν ὁμωνυμίαι δικαίων ἠδ' ἀδίκων, οὐχ οἷόν τε δὲ τὰς ἀνομοίους τοῦ βίου πολιτείας ἐκ τοῦ ἑνὸς ὡσαύτως ὀνόματος κρίνεσθαι· ἔστι γοῦν Ἰούδας ὁ προδότης, καὶ θάτερος Ἰούδας ἀπόστολος· ἢ αὖ πάλιν Ζαχαρίας ἀδικώτατος βασιλεὺς, καὶ Ζαχαρίας ἕτερος ὁ προφήτης. Οὐ μὴν ἀλλὰ καὶ ὁ βληθεὶς ἐν τῇ καμίνῳ τοῦ πυρὸς Ἀνανίας· ἔστι δὲ παρὰ τοῦτον ἄλλος Ἀνανίας ὁ διώκων μὲν τὴν Ἐκκλησίαν ἀντὶ τοῦ διώκεσθαι, προστάττων δὲ τύπτεσθαι τὸν Ἀπόστολον, ᾧ καὶ καταντικρὺ πρὸς ἔπος ὁ Παῦλος ἀντεφθέγξατο· Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρῖναί με μετὰ τὸν νόμον, καὶ παρανομῶν με κελεύεις τύπτεσθαι; Τοιγαροῦν εἴπερ ὀνόματι τὰ πράγματα κρίνεται, λεγέτωσαν οἱ ταῖς τοιαύταις ἐπερειδόμενοι τροπολογίαις, ὁποίᾳ μεθόδῳ τὰς ἀνομοίους ἐπιστήμας ἢ πολιτειῶν ἀναγωγὰς ἐκ τῆς ὁμωνυμίας ἀξιοῦσιν ἑρμηνεύειν. Ἀμέλει πολλοὶ μὲν ἔτι καὶ τήμερον Ἰουδαῖοι προπατόρων ἢ προφητῶν ὀνόματα βαλλόμενοι δρῶσιν ἀθέμιτα· πολλοὶ δὲ καὶ παρ' Ἕλλησι Πέτροι καὶ Παῦλοι καλούμενοι πράττουσιν ἀνήκεστα. Τὰ μὲν τοίνυν ὑπόκενα τῶν λόγων Ὠριγένους οὐχ ἥκιστα καὶ διὰ τῆς τοιαύτης ἁλίσκεται κουφολογίας· ὅσα δὲ τῆς ἀναστάσεως ἕνεκα κακοδόξως εἰσηγεῖται, δηλῶσαι μὲν ἐπὶ τοῦ παρόντος
XXII. And if anyone supposes that we invent these things, having met with the evangelical pronouncements themselves, and the treatises laboured upon by him concerning this, he will find that we have said nothing false. But what need is there to say more? Allegorizing all things, so to speak, from the names, he abolishes the realities of the things, not even understanding this, that there are many cases of the same name amongst the righteous and the unrighteous, and it is not possible that the dissimilar ways of life should be judged in like manner from the one name: there is, for instance, Judas the traitor, and the other Judas an apostle; or again, Zacharias a most unrighteous king, and another Zacharias the prophet. Nay more, Ananias also who was cast into the furnace of fire; and there is besides him another Ananias who persecuted the Church instead of being persecuted, and commanded the Apostle to be smitten, to whom also face to face word for word Paul uttered in reply: God is about to smite you, you whited wall; and do you sit to judge me according to the law, and transgressing the law command me to be smitten? Therefore if things are judged by a name, let those who lean upon such tropes say by what method they deem it right to interpret the dissimilar knowledges or elevations of ways of life from the identity of name. Assuredly many Jews even to this day, putting on the names of forefathers or prophets, do lawless things; and many amongst the Greeks also, called Peters and Pauls, do incurable things. The empty nature then of the words of Origen is convicted not least through such light talk also; and all that he introduces with evil opinion on account of the resurrection, to set forth for the present
Notes, col. 657

On the reading

Printed τι, for τί.

PG 18:660Read from the page
οὐχ οἷόν τε. Μεθόδιος γὰρ ὁ τῆς ἁγίας ἄξιος μνήμης ἔγραψεν ἀποχρώντως εἰς τόδε τὸ θεώρημα, καὶ διέδειξέ γε φανδὸν, ὅτι τοῖς αἱρεσιώταις ἔδωκε πάροδον ἀβούλως ἐπὶ εἴδους, ἀλλ' οὐκ ἐπὶ σώματος αὐτοῦ τὴν ἀνάστασιν ὁρισάμενος. Ἀλλ' ὅτι μὲν ἅπαντα τροπολογίαις ἀνέτρεψε, καὶ τὰ τῆς κακοδοξίας ἔσπειρεν ἑκασταχοῦ σπέρματα, ῥᾷόν ἐστιν ἰδεῖν· ἄνω δὲ καὶ κάτω ταυτολογῶν ἐπλήρωσε τὴν οἰκουμένην ἀμέτρῳ φλυαρίᾳ. Τοιαύτῃ δὲ μεθόδῳ συνήθως ἀλληγορῶν ἅπαντα πανταχῶς, οὐχ οἷός τε ἐγένετο τὰ τῆς ἐγγαστριμύθου τροπολογῆσαι ῥήματα μόνον, οὐδ' αὐτὸ σαφῶς ἐξ αὐτῆς ἱστορῆσαι τῆς ἀκολουθίας.
is not possible. For Methodius, worthy of holy memory, wrote sufficiently upon this subject, and showed openly that he inconsiderately gave an opening to the heretics, having defined the resurrection as of form, and not of the body itself. Now that he overturned all things by tropes, and sowed everywhere the seeds of evil opinion, is easier to see; and repeating himself over and over again he filled the world with measureless nonsense. And by such a method customarily allegorizing all things in every way, he was unable to turn into tropes the words of the belly-diviner alone, nor even to recount the matter itself clearly from the sequence itself.
XXIII. Ἀλλὰ τί πρὸς ἐπὶ τούτοις εἰσήγαγεν ἀφοσιώσει πλαττόμενος ἀποφυγάς; Ἐπειδήπερ ἐδόκει τὸ φάσμα τῷ Σαοὺλ εἰρηκέναι· Διαῤῥήξει Κύριος τὴν βασιλείαν ἐκ χειρός σου, πρὸς ταῦτα πιθανολογῶν ἀνθυπέφερεν, ὡς οὐ χρεὼν εἴη νοεῖν, ὅτι δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς. Ἤδη δὲ καὶ πρόσθεν ἔφαμεν ὅτι ταῦτα τὰ ῥήματα τῷ Σαμουὴλ εἰρημένα πρόσθεν ἔκλεψεν ὁ δαίμων, ἵνα δὴ τὸν ἔκφρονα Σαοὺλ ἐξαπατήσας ἴδια δόξῃ λέγειν. Ἀλλ' οὗτος οὐ προσποιεῖται τὰ τοιάδε τοῦ διαβόλου δράματα γινώσκειν· ὡς οὖν ἐδόκει προλέγειν, ὅτι διαῤῥαγήσοι τοῦ παραπλῆγος ἡ βασιλεία, τηνικαῦτα προσετίθει· Καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυΐδ. Ὁ μέντοιγε πολυΐστωρ Ὠριγένης ἐνταῦθα κινηθεὶς ἔφη· Δαιμόνιον δὲ λέγων, οὐ δύναται εἰδέναι τὴν βασιλείαν Δαυῒδ ὑπὸ Κυρίου χειροτονηθεῖσαν· ἀλλ' ἔμοιγε θαυμάζειν ἔπεισιν ὅπως οὗτος ἀποφέρεται δόξαν ἐπ' εὐβουλίᾳ παρὰ τοῖς πολλοῖς, ὡς ἔμφρων ἅμα καὶ γνώμης ἄριστος. Εἰ μὲν οὖν ἄδηλος ἦν ἡ βασιλεία, ἐξῆν ἂν ἴσως ἄγνοιαν ὑποκρίνεσθαί τινα σκηπτόμενον· ει δὲ μεμαρτύρητο μὲν ὑπὸ τοῦ Θεοῦ, κέχριστο δ' ἐπὶ τούτοις ὑπὸ τοῦ Σαμουὴλ, ἔν τε τοῖς πολέμοις ἀριστεύων ἀεὶ γαμβρὸς ἀναδέδεικτο τοῦ βασιλέως, ὥστε τούτῳ μὲν τὰς χορευούσας ἀναθῆναι τὰς μυριάδας, τῷ δὲ Σαοὺλ ἀποδοῦναι τὰς χιλιάδας· εἰ δὲ ταῦτα καὶ τὰ τοιαῦτα καθεστήκει σαφῆ, τί ξένον ἢ τί παράδοξον ἦν, εἰ τὴν οὖσαν κεχειροτονημένην ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου βασιλείαν ἐπεγίνωσκεν ὁ δαίμων; Εἰ γὰρ οὐ διανοητέον, εἴγε δεῖ λέγειν ἐξ ὑπερβολῆς, ὅτι τὰ σωματικὰ μόνον εἶδεν, ὡς ἡ τοῦ ἐλαίου χρῆσις αἰσθητὴν ἔχει τὴν τῆς ἁφῆς ἐπιφοράν· ἀλλὰ ταῦτα μὲν οὐδεὶς ἀμφιλέξει πρόδηλα καθεστάναι πᾶσιν· ἵνα δὲ τὸ ὑπερβάλλον ἐρῶ προσθείς. Εἰ γὰρ καὶ μὴ τοιαῦτα καθέστηκε σαφῆ, πότερον ἂν εἴη μείζω πρὸς σύγκρισιν τὸ γνῶναι τὴν τοῦ Δαυῒδ βασιλείαν, ἢ ψυχὰς ἐξ ᾅδου προφητικὰς ἀνάξαι; Καίτοι τοῦτο καὶ ἐπὶ τοῦ κρείττονος ἀποδέδεικται προσώπου· καὶ γὰρ καὶ ἐπὶ τοῦ Χριστοῦ στρεβλούμενοι καὶ ἄκοντες ἐκβοῶσιν οἱ δαίμονες αὐτολεξεὶ, Τί ἡμῖν καὶ σοὶ, κεκραγότες, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ ἀπολέσαι ἡμᾶς; Τὸ δὲ ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι, καὶ χοροὺς ἀγγέλων οὐρανοπετεῖς ἐν αὐτῷ μετακαλεῖσθαι, μόνος ἐξουσίαν ἔχει
XXIII. And what besides these things did he bring in, fashioning evasions by way of perfunctory excuse? Since the phantom seemed to have said to Saul: The Lord will rend the kingdom out of your hand, arguing plausibly against these things he replied that it was not needful to understand that a demon prophesies concerning the Israelite kingdom. Now we already said before also that the demon stole these words spoken before by Samuel, so that having deceived the frantic Saul he might seem to speak his own words. Yet this man pretends not to know such dramas of the devil; when therefore he seemed to foretell that the kingdom of the madman would be rent, at that time he added: And He will give it to your neighbour David. The much-learned Origen, however, moved here, said, speaking: Now a demon cannot know the kingdom of David appointed by the Lord; yet it comes upon me for my part to wonder how this man carries off a reputation for good counsel amongst the many, as being both prudent and best in judgement. If then the kingdom had been obscure, it would perhaps have been possible for one making excuses to pretend ignorance; but if it had been witnessed to by God, and besides these things he had been anointed by Samuel, and excelling always in the wars had been declared son-in-law of the king, so that the dancing women ascribed the tens of thousands to him, and gave the thousands to Saul; if these things and such as these were clear, what was strange or what was paradoxical if the demon recognized the kingdom that had been appointed by the Lord through the prophet? For one must not suppose, if indeed one must speak by way of hyperbole, that he saw only bodily things, as the use of the oil has the sensible application of touch; yet no one will dispute that these things are manifest to all; but that I may add and state what surpasses all: Even if such things had not been clear, which would be greater by comparison, to know the kingdom of David, or to bring up prophetic souls out of Hades? And yet this has been demonstrated in the case of the greater Person also; for in the case of Christ also, being racked and unwilling, the demons cry out word for word, crying: What have we to do with You, Son of God? Have You come before the time to destroy us? But to send for souls out of Hades, and to summon heaven-flying choirs of angels therein, God alone and His most divine
Notes, col. 660

On the reading

Printed ει, for εἰ.