Ἐπαπορητέον δὲ καὶ τοῦτο πρὸς τούτοις, ἵνα μηδὲν ἡμᾶς τῶν ἀναγκαίων ἀποδράναι δυνηθῇ, τί δήποτε τὰς μὲν βασιλίσσας ἑξήκοντα ἔφη, τὰς δὲ παλλακὰς ὀγδοήκοντα· τὰς δὲ νεάνιδας τοσαύτας, ὅσον μηδὲ ἀριθμεῖσθαι διὰ τὴν πληθύν· τὴν δὲ νύμφην μίαν. Καὶ πρῶτον μὲν περὶ τῶν ἑξήκοντα λεκτέον. Ἑξήκοντα βασιλίσσας ἐντεῦθεν, ὡς οἶμαι δὴ, τοὺς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι Νῶε κατὰ διαδοχὴν εὐαρεστήσαντας ἐκάλεσε τῷ Θεῷ· ἐπειδήπερ οὗτοι παραγγελμάτων καὶ θεσμῶν εἰς τὸ σωθῆναι χρείαν οὐκ ἐσχήκασιν, ἔτι προσφάτου τῆς κατὰ τὴν ἑξαήμερον οὔσης αὐτοῖς τοῦ κόσμου συστάσεως. Ἐμέμνηντο γὰρ οὗτοι, ὡς ἐν ἓξ ἡμέραις ὁ Θεὸς ἐτεκτήνατο τὴν κτίσιν, τά τε ἐν τῷ παραδείσῳ γεγονότα· καὶ πῶς ὁ ἄνθρωπος, ἐντολὴν ἔχων μὴ ἅψασθαι τοῦ φυτοῦ τῆς φρονήσεως, ἐξώκειλεν, ἀποβουκολήσαντος αὐτὸν τοῦ τῆς κακίας σοφιστοῦ. Ἐντεῦθεν δὴ τὰς ἀπὸ τῆς συστάσεως εὐθέως τοῦ κόσμου κατὰ διαδοχὴν τὸν Θεὸν ποθεῖν ἑλομένας ψυχὰς, καὶ σχεδὸν, εἰ χρὴ φάναι, τοῦ πρώτου αἰῶνος οὔσας ἔκγονα, καὶ γείτονας τῆς μεγάλης ἑξαημέρου, ἑξήκοντα βασιλίσσας ἔφη συμβολικῶς, διὰ τὸ μετὰ τὴν ἑξαήμερον εὐθέως, ὡς ἔφην, γεγονέναι. Μεγάλην γὰρ ἐσχήκασιν οὗτοι τιμὴν, ἀγγέλοις συνομιλήσαντες, καὶ τὸν Θεὸν ὕπαρ, οὐκ ὄναρ, πολλάκις θεασάμενοι. Ἐπισκέψασθε γὰρ ὅσην ἔσχε παῤῥησίαν ὁ Σὴθ πρὸς τὸν Θεὸν, ὅσην ὁ Ἄβελ, ὅσην ὁ Ἐνὼς, ὅσην ὁ Ἐνὼχ, ὅσην ὁ Μαθουσάλα, ὅσην ὁ Νῶε, πρῶτοι δικαιοσύνης γεγονότες ἐρασταὶ, καὶ πρῶτοι τῶν πρωτοτόκων τέκνων ἀπογεγραμμένων ἐν οὐρανοῖς, τῆς βασιλείας καταξιωθέντες, ὥσπερ ἀπαρχή τις τῶν φυτευμάτων εἰς σωτηρίαν πρώϊμος τῷ Θεῷ βλαστήσαντες καρπός. Καὶ περὶ μὲν τούτων αὐτάρκως.
And we must inquire into this also in addition to these things, that nothing of what is necessary may be able to escape us, why ever He said the queens were sixty, and the concubines eighty; and the young maidens so many as not even to be numbered on account of the multitude; and the bride one. And first we must speak concerning the sixty. Sixty queens from this, as I indeed think, He called those from the first-formed man until Noah who in succession were well-pleasing to God; seeing that these had no need of precepts and laws in order to be saved, the constitution of the world according to the six days' work being still fresh for them. For these remembered how in six days God framed the creation, and the things that had happened in paradise; and how man, having a commandment not to touch the plant of wisdom, ran aground, the sophist of wickedness having beguiled him. Hence indeed the souls that straightway from the constitution of the world in succession chose to yearn after God, and almost, if one must say so, being offspring of the first age, and neighbours of the great six days' work, He symbolically called sixty queens, on account of their having come into being straightway after the six days' work, as I said. For these had great honour, having conversed with angels, and having often beheld God in waking vision, not in a dream. For consider how great boldness of speech Seth had towards God, how great Abel, how great Enos, how great Enoch, how great Methuselah, how great Noah, having become the first lovers of righteousness, and first of the firstborn children enrolled in the heavens, having been deemed worthy of the kingdom, having sprouted forth as a kind of first-fruits of the plantings unto salvation, an early fruit unto God. And concerning these things, enough.
Περὶ δὲ τῶν παλλακῶν πάλιν λεκτέον. Τοῖς μετὰ τὸν κατακλυσμὸν ἀπωτέρω λοιπὸν ἡ γνῶσις ἦν τοῦ Θεοῦ· καὶ ἔχρηζον ἑτέρας διδαχῆς, ἑρπούσης ἤδη τῆς εἰδωλολατρείας, ἥτις αὐτοῖς αὖθις ἀλεξίκακος ἔσοιτο καὶ βοηθός. Ὁ οὖν Θεὸς, ἵνα μὴ πάντῃ
And concerning the concubines again we must speak. For those after the flood the knowledge of God was henceforth further removed; and they had need of another teaching, idolatry already creeping in, which would again be for them an averter of evil and a helper. God therefore, lest altogether