Δυνήσεται δέ τις ἑτέρως τὴν νύμφην φάναι τὴν σάρκα τὴν ἀμόλυντον τοῦ Κυρίου, ἧς χάριν τὸν Πατέρα καταλείψας, κατῆλθεν ἐνταῦθα, καὶ προσεκολλήθη, καὶ ἐγκατέσκηψεν ἐνανθρωπήσας εἰς αὐτήν. Διὸ δὴ καὶ περιστερὰν αὐτὴν τροπικῶς ἐκάλεσεν· ἐπειδὴ τιθασσὸν τὸ ζῶον καὶ ὑπωρόφιον, καὶ διαίτῃ τῇ τῶν ἀνθρώπων ἐνασμενίζον. Μόνη γὰρ, ὡς ἔπος εἰπεῖν, ἄσπιλος καὶ ἀμίαντος εὑρέθη, καὶ πάντας ὑπερέχουσα τῷ τῆς δικαιοσύνης κόσμῳ καὶ κάλλει· ὥστε μηδένα καὶ τῶν εἰς ἄκρον εὐαρεστησάντων τῷ Θεῷ ταύτης δυνηθῆναι πέλας, ὡς πρὸς σύγκρισιν ἀρετῆς, στῆναι. Καὶ διὰ τοῦτο κατηξιῶσθαι κοινωνὸν αὐτὴν γενέσθαι τῆς βασιλείας τοῦ Μονογενοῦς, αὐτῷ καθηρμοσμένην τε καὶ ἡνωθεῖσαν. Καὶ ἐν τεσσαρακοστῷ δὲ καὶ τετάρτῳ ψαλμῷ ἡ ἐκ τῶν πλειόνων παρισταμένη ἐκ δεξιῶν βασίλισσα τοῦ Θεοῦ μερῶν, ἡ τῷ διαχρύσῳ τῆς ἀρετῆς κόσμῳ κατεστολισμένη, ἧς ἐπεθύμησε τοῦ κάλλους ὁ βασιλεὺς, ἡ σάρξ ἐστιν, ὡς ἔφην, ἡ ἄχραντος ἐκείνη καὶ μακαρία, ἣν αὐτὸς ἀνακομίσας ὁ Λόγος εἰς οὐρανοὺς, ἐκ δεξιῶν παρέστησε τοῦ Πατρὸς, ἐν ἱματισμῷ διαχρύσῳ κεκοσμημένην· ὃ δή ἐστιν, ἐν ἐπιτηδεύμασι τῆς ἀφθαρσίας, ἃ συμβολικῶς ἔφησε χρυσᾶ κροσσωτά. Ἐπειδὴ γὰρ ἐκ ποικίλων ποικίλλεται τοῦτο καὶ συγκαθυφαίνεται κατορθωμάτων τὸ ἔνδυμα (οἷον ἁγνείας, φρονήσεως, πίστεως, ἀγάπης, ὑπομονῆς, καὶ τῶν λοιπῶν ἀγαθῶν)· ἃ δὴ, κατακαλύπτοντα τὴν ἀσχημοσύνην τῆς σαρκὸς, κοσμεῖ τὸν ἄνθρωπον κόσμῳ χρυσῷ.
And someone will be able otherwise to say that the bride is the undefiled flesh of the Lord, for the sake of which, having left the Father, He came down here, and cleaved to it, and alighted upon it, having become man in it. Wherefore indeed He also figuratively called it a dove; since the creature is tame and domestic, and delights in the way of life of men. For it alone, so to speak, was found spotless and unblemished, and surpassing all in the ornament and beauty of righteousness; so that no one even of those who were supremely well-pleasing to God was able to stand near this one, as regards comparison of virtue. And on account of this it was deemed worthy to become a partner of the kingdom of the Only-begotten, being both fitted and united to Him. And in the forty-fourth psalm also the queen standing at the right hand of the parts of God out of the many, who is arrayed in the gold-wrought ornament of virtue, whose beauty the King desired, is the flesh, as I said, that immaculate and blessed one, which the Word Himself having brought up into the heavens, presented at the right hand of the Father, adorned in gold-wrought vesture; which indeed is in practices of incorruption, which He symbolically called golden fringes. For since this garment is variegated and woven together out of manifold virtuous achievements (such as chastity, prudence, faith, love, patience, and the remaining good things); which indeed, covering over the uncomeliness of the flesh, adorn the man with a golden ornament.
Ἔπειτα τί δὴ πάλιν καὶ ἐν τοῖς ἑξῆς τοῦ ψαλμοῦ, μετὰ τὸ τὸν ἄνθρωπον ἐκ δεξιῶν ἐνθρονισθῆναι τοῦ Πατρὸς, ὃ ἀνείληφεν ὁ Λόγος, τὸ Πνεῦμα παραδίδωσιν, ἐπισκεπτέον. Ἀπενεχθήσονται, φησὶ, τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ⟨…⟩θήσονται εἰς ναὸν τοῦ βασιλέως. Πάνυ προφανῶς ἐνθάδε λοιπὸν ἔοικεν ἐγκωμιάζειν τὸ Πνεῦμα τὴν ἁγνείαν, μετὰ τὴν νύμφην, ὡς ἀποδεδώκαμεν, τοῦ Κυρίου, δευτέρας προσιέναι τῷ Παντοκράτορι ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ τὰς παρθένους ἐπαγγελλομένου, ὑπ' ἀγγέλων δορυφορουμένας τε καὶ παραπεμπομένας. Οὕτω γὰρ ἐπέραστόν τι τὸ τῆς παρθενίας ἐστὶν ὡς ἀληθῶς καὶ περιπόθητον κλέος, ὥστε
Next what indeed again in the following words of the psalm also, after the man whom the Word assumed has been enthroned at the right hand of the Father, the Spirit hands down, must be examined. Virgins shall be brought, He says, to the King after her; those near her shall be brought to Thee. They shall be brought in gladness and exultation; they shall be [led] into the temple of the King. Very manifestly here henceforth the Spirit seems to praise chastity, promising that after the bride, as we have explained, of the Lord, second in order the virgins approach the Almighty in exultation and gladness, both attended as by a bodyguard and escorted by angels. For so lovely a thing truly and much-desired is the glory of virginity, that