πλήθεσιν ἀδικημάτων ἐλωβήσαντο, φυράσασαι κακίᾳ. Ἐγκρατεύσασαι γὰρ καὶ ἁγνεύσασαι δικαιοσύνης, εὐφόρησαν μᾶλλον παραπτώμασιν· ἐξ οὗ δὴ καὶ συνέβη τῶν θείων ἔξω περιβόλων ἀποκλεισθείσας ἀπαγορευθῆναι. Εἴτε γὰρ κατορθοῦμεν, εἴτε πλημμελοῦμεν, διὰ τούτων ἑκάτερα, καὶ τὰ ἀνδραγαθήματα κρατύνεται, καὶ τὰ κακοπραγήματα. Καὶ ὥσπερ ἡ Θάλλουσα, Καὶ ὀφθαλμῶν, ἔφη, καὶ ὤτων ἁγνείαν εἶναι, καὶ γλώσσης, καὶ τῶν λοιπῶν καθεξῆς αἰσθητηρίων· οὕτω δὴ καὶ ἐνταῦθα τὴν πίστιν ἄσυλον ἡ φυλαξαμένη τῶν πέντε διόδων τῆς ἀρετῆς, ὁράσεως, γεύσεως, ὀσφρήσεως, ἁφῆς τε καὶ ἀκοῆς, πέντε προσαγορεύεται παρθένοι, διὰ τὸ τὰς πέντε τῆς αἰσθήσεως ἁγνὰς ἀποκαταστῆσαι τῷ Χριστῷ φαντασίας, ἀφ' ἑκάστης αὐτῶν οἷα λαμπτὴρ τὴν ὁσιότητα λάμπουσα τρανῶς. Ἡ γὰρ πεντάφωτος ἡμῶν ὡς ἀληθῶς λαμπὰς ἡ σάρξ ἐστιν, ἣν ἡ ψυχὴ βαστάζουσα δᾳδὸς δίκην, τῷ Νυμφίῳ παρίσταται Χριστῷ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως, παραφαίνουσα διὰ πασῶν τῶν αἰσθήσεων διεκθρώσκουσαν λαμπρὰν τὴν πίστιν, καθὼς αὐτὸς ἐδίδαξεν, εἰπών· Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; γῆν ἡμῶν τὰ σκηνώματα φράσας, εἰς ἃ ἐβούλετο ταχέως ἀναφθῆναι τὴν ὀξυκίνητον τῆς διδασκαλίας αὐτοῦ καὶ διάπυρον πρᾶξιν. Τὸ γὰρ ἔλαιον τῇ σοφίᾳ καὶ τῇ δικαιοσύνῃ παραβλητέον. Ἀνομβρούσης γὰρ ταῦτα τῆς ψυχῆς ἀφθόνως καὶ ἐπιχεούσης τῷ σώματι, εἰς ὕψος ἀναφλέγεται τῆς ἀρετῆς ἄσβεστον τὸ φῶς, ἔμπροσθεν τῶν ἀνθρώπων ἐκλάμπον τὰς πράξεις τὰς καλὰς, ὡς δοξασθῆναι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς.
marred them with multitudes of iniquities, having mingled them with wickedness. For having abstained and kept themselves chaste from righteousness, they bore rather a crop of transgressions; whence indeed it came to pass that they were shut out outside the divine precincts and rejected. For whether we act rightly or transgress, through these both the one and the other, both brave deeds and evil deeds, gain strength. And just as Thallousa said that there is a chastity both of eyes and of ears, and of tongue, and of the rest of the organs of sense in order; so indeed here also she who has kept inviolate the faith of the five pathways of virtue, of sight, taste, smell, touch, and hearing, is called five virgins, because of restoring to Christ the five impressions of sense pure, from each of them like a lantern shining forth holiness clearly. For our five-lighted lamp in truth is the flesh, bearing which like a torch the soul stands beside Christ the Bridegroom on the day of the resurrection, showing forth through all the senses the bright faith leaping out, even as He Himself taught, saying: I came to cast fire upon the earth, and what willed I if it was already kindled? calling our tabernacles earth, in which He willed the swift-moving and fiery practice of His teaching to be quickly kindled. For the oil is to be compared to wisdom and righteousness. For when the soul showers these abundantly and pours them upon the body, the unquenchable light of virtue blazes up on high, shining forth good works before men, so that the Father Who is in the heavens is glorified.
Τοιοῦτον ἔλαιον ἄρα κἀκεῖνοι προσέφερον ἐν τῷ Λευϊτικῷ, Ἄτρυγον ἔλαιον, καθαρὸν, κεκομμένον καῦσαι λύχνον ἔξω τοῦ καταπετάσματος ἔναντι Κυρίου. Ἀλλ' ἐκείνοις μὲν βραχύτατον φῶς προσετέτακτο θεραπεύειν ἀφ' ἑσπέρας εἰς ἕω. Ὁ γάρ τοι λύχνος αὐτῶν ἔοικεν εἰκάζεσθαι τῷ λόγῳ προφητικῷ, τὴν ἐπὶ σωφροσύνῃ φαίνοντι παῤῥησίαν, τρεφόμενος ἀπὸ τῶν πράξεων καὶ τῆς πίστεως τοῦ λαοῦ· ὁ δὲ ναὸς τῷ σχοινίσματι τῆς κληρονομίας· ἐπειδήπερ λύχνος περὶ οἶκον ἕνα μόνον δύναται φαίνειν. Πρὸ τῆς ἡμέρας οὖν ἐχρῆν τοῦτον καίεσθαι τὸν λύχνον. Καύσουσι γὰρ αὐτὸν, φησὶν, ἕως πρωΐ· τουτέστιν, ἕως παρουσίας τοῦ Χριστοῦ· ὅτι, τοῦ Ἡλίου τῆς ἁγνείας ἀνατείλαντος καὶ τῆς δικαιοσύνης, οὐ χρεία λύχνου.
Such oil, then, those also offered in Leviticus, Clear oil, pure, beaten, to burn a lamp outside the veil before the Lord. But they were commanded to tend a very brief light from evening until morning. For their lamp seems to be likened to the prophetic word, shining forth boldness in temperance, nourished from the deeds and the faith of the people; and the temple to the measured lot of the inheritance; since a lamp is able to shine about one house only. Before the day, therefore, this lamp had to burn. For they shall burn it, he says, until morning; that is, until the coming of Christ; because, when the Sun of chastity and of righteousness has risen, there is no need of a lamp.
Ὅσον μὲν οὖν ὁ λαὸς ἐκεῖνος χρόνον ἀπεθησαύρισε τὰ τρέφοντα τὸν λύχνον, ἐπιχορηγῶν τὸ ἔλαιον διὰ τῶν ἔργων, ὁ λύχνος αὐτοῖς οὐκ ἔσβεστο τῆς σωφροσύνης, ἀλλ' ἦν φαινόμενος ἀεὶ καὶ λάμπων ἐν τῷ σχοινίσματι τῆς κληρονομίας. Ὅτε δὲ ἐπέλιπε τὸ ἔλαιον, ἀπὸ τῆς πίστεως εἰς ἀκολασίαν αὐτῶν ἐκτροπαλιζομένων, ὁ λύχνος ἄρδην ἀπεσβέσθη· ἵνα δὴ πάλιν ἐξαστράψωσι τὰς λαμπάδας ἐπαλλήλοις διαδοχαῖς, ἄνωθεν αἱ παρθένοι τῷ κόσμῳ πυρσεύουσαι
For so long a time, then, as that people treasured up the things that nourished the lamp, supplying the oil through their works, the lamp of temperance was not quenched for them, but was ever shining and gleaming in the measured lot of the inheritance. But when the oil failed, as they turned aside from the faith into licentiousness, the lamp was utterly quenched; so that the virgins might again flash forth their lamps in successive generations, lighting up from above as with torches for the world