Πειράσομαι δὲ καὶ τὰ ἑξῆς ὑμῖν, παρθένοι, φράσαι τῶν διατάξεων· ἐπειδήπερ τῶν σφετέρων ἐξήρτηται καὶ αὐτὰ κατορθωμάτων, θεσμοὶ περὶ παρθενίας ὄντα, καὶ χρησμοὶ διδάσκοντες ὡς ἀπέχεσθαι προσήκει, καὶ ἀναγωγὸν εἶναι τὴν παρθένον. Γέγραπται γὰρ οὕτως· Καὶ ἐλάλησε Κύριος τῷ Μωϋσῇ, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνισθῆναι Κυρίῳ, ἀπὸ σίκερα καὶ οἴνου ἁγνισθήσεται, καὶ ὄξος ἐξ οἴνου, καὶ ὄξος ἐκ σίκερα, καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς, οὐ πίεται· καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται, πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ. Ὅπερ ἐστίν· Ἀπὸ τοῦ φυτοῦ τῆς πονηρίας τῶν γεννωμένων ὁ κατεγγυήσας ἑαυτὸν τῷ Κυρίῳ καὶ ἀναθεὶς οὐ δρέψεται, διὰ τὸ παρεκτικὸν ἀεὶ μέθης αὐτὸ καὶ ἐκστάσεως πεφυκέναι. Δύο γὰρ ἀμπέλων διαφορὰς ἐκ τῶν Γραφῶν ᾐσθήμεθα, αἳ χωρὶς ἀλλήλων ἐγενέσθην, ἀνομοίως τε ἔχεσθον. Ἡ μὲν γὰρ ἀθανασίας τε καὶ δικαιοσύνης ἐστὶ παρεκτική· ἡ δὲ μανίας αὖ καὶ παραφροσύνης. Ἄμπελος μὲν γὰρ νηφάλιος καὶ εὐφραντικὴ, κλημάτων δίκην, ἐκ τῶν μαθημάτων τοὺς βότρυς ἱλαρῶς ἀπαιωροῦσα τῶν χαρισμάτων, καταστάζοντας ἀγάπην, ὁ Κύριος ἡμῶν ἐστιν Ἰησοῦς, ὁ λέγων διαῤῥήδην τοῖς ἀποστόλοις· Ἐγώ εἰμι ἡ ἄμπελος ἀληθινὴ, ὑμεῖς τὰ κλήματα· ὁ δὲ Πατήρ μου ὁ γεωργός. Ἀγρία δὲ καὶ θανατηφόρος ὁ διάβολος, λύσσαν καὶ ἰὸν καὶ ὀργὴν ἀποστάζων· ὥσπερ δὴ καὶ Μωϋσῆς ὑφηγεῖται διαγράφων περὶ αὐτοῦ· Ἐκ γὰρ ἀμπέλου Σοδόμων, φησὶν, ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος. Ἐκ ταύτης τρυγήσαντες οἱ Σοδόμων οἰκήτορες, εις ἄκαρπον ἀῤῥένων ὄρεξιν οἰστρηλατήθησαν τραπῆναι παρὰ φύσιν. Ἐντεῦθεν καὶ ἐπὶ Νῶε κραιπαλήσαντες, εἰς ἀπιστίαν κατώλισθον, καὶ ὑποβρύχιοι κατεποντώθησαν κατακλυσμῷ. Ἐντεῦθεν ἀρυσάμενος ὁ Κάϊν, τὰς μισαδέλφους ἐφοίνιξε χεῖρας, καὶ ἔχρανε τὴν γῆν λύθρῳ συγγενικῷ. Ἐντεῦθεν μεθυσκόμενα τὰ ἔθνη, θήγουσιν ἑαυτῶν εἰς ἀλληλοφόνους μάχας τοὺς θυμούς· οὕτω γὰρ οὐκ ἐξίσταται
And I shall endeavour to declare to you, virgins, the succeeding ordinances also; since they too depend upon your own right actions, being laws concerning virginity, and oracles teaching how the virgin ought to abstain and be lifted up. For it is written thus: And the Lord spoke unto Moses, saying: Speak unto the children of Israel, and thou shalt say unto them: A man or a woman, whosoever shall greatly vow a vow to consecrate himself unto the Lord, shall abstain from strong drink and wine, and vinegar from wine and vinegar from strong drink and whatsoever is made from the grape he shall not drink, and fresh grapes and raisins he shall not eat all the days of his vow. Which means: From thethings produced from the plant of wickedness he who has pledged and dedicated himself to the Lord shall not pluck, because by nature it is ever productive of drunkenness and distraction of mind. For from the Scriptures we have perceived two kinds of vines, which came into being apart from one another and are dissimilarly disposed; for the one is productive of immortality and righteousness, and the other, in turn, of madness and frenzy. For the sober and gladdening vine, cheerfully suspending from its teachings, like branches, the clusters of spiritual gifts dripping love, is our Lord Jesus, Who expressly says to the apostles: I am the true vine, you are the branches, and My Father is the husbandman. But the wild and deadly vine is the devil, dripping madness and venom and wrath; even as Moses also sets forth in describing him: For their vine, says he, is of the vine of Sodom, and their branch of Gomorrha; their grape is a grape of gall, a cluster of bitterness to them; their wine is the fury of dragons, and the incurable fury of asps. Having gathered the vintage from this vine, the inhabitants of Sodom were goaded into turning contrary to nature unto a fruitless lust for males. Thence also those who revelled in the time of Noah slipped down into unbelief and were plunged beneath the waters by the flood. Having drawn from thence, Cain reddened his brother-hating hands and polluted the earth with kindred gore. Made drunken from thence, the nations whet their passions into mutually murderous battles; for not so is