Migne Reading Room

PG 18 · cols. 112–120 · Read from the page

The Banquet of the Ten Virgins

The Banquet of the Ten Virgins

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:112Read from the page
ἀλλ' οὐ δι' αἰνιγμάτων καὶ ἐκ μέρους ἐποπτεύσομεν.
but we shall behold not through riddles and in part.
Ἰουδαῖοι μὲν γὰρ τὰ ἡμέτερα προανεφώνησαν· ἡμεῖς δὲ τὰ οὐράνια προαγγέλλομεν· ἐπειδήπερ ἡ μὲν σκηνὴ σύμβολον ἦν τῆς Ἐκκλησίας, ἡ δὲ Ἐκκλησία τῶν οὐρανῶν. Διὸ, τούτων οὕτως ἐχόντων, καὶ τῆς σκηνῆς ἐν τύπῳ τῆς Ἐκκλησίας, ὡς ἔφην, λαμβανομένης, χρὴ καὶ τὰ θυσιαστήρια σύνθημά τι τῶν κατὰ τὴν Ἐκκλησίαν πραγμάτων φέρειν. Καὶ τὸ μὲν περικεχαλκωμένον ἀπεικάζεσθαι τῇ γερουσίᾳ καὶ τῷ περιβόλῳ τῶν χηρῶν· Θεοῦ γάρ εἰσιν ἔμψυχος βωμὸς, εἰς ὃν ἀνακομίζονται τοὺς μόσχους καὶ τὰς δεκάτας, καὶ τὰ ἑκούσια θυσίαν τελούμενα Κυρίῳ· τὸ δὲ περίχρυσον θυσιαστήριον, ἔνδον ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνακείμενον κατὰ πρόσωπον τοῦ μαρτυρίου, εἰς ὃ ἀπείρηται θυσίαν καὶ σπονδὴν ἀναφέρεσθαι, ταῖς ἐν παρθενίᾳ παραβλητέον, τῷ ἀκηράτῳ χρυσῷ τὰ ἄσηπτα συνουσίας σώματα κατησφαλισμέναις. Δύο γὰρ τὰ εἰς ἔπαινον θρυλλοῦνται χρυσοῦ, ὅτι τε ἰὸν οὐ παραδέχεται, καὶ τὴν χροιὰν ταῖς ἡλίου μετρίως παραπλησιάζειν φαντάζεται βολαῖς· σύμβολον δὲ εἰκότως ἄρα τοῦτο τῆς ἁγνείας τῆς μὴ προσιεμένης ἐστὶ κηλίδα καὶ σπίλον, ἀλλὰ καὶ φωτὶ καταστραπτομένης ἀεὶ τοῦ Λόγου. Διὸ καὶ ἔνδον εἰς τὰ Ἅγια τῶν ἁγίων ἕστηκε πλησιαίτερον, καὶ ἔμπροσθεν τοῦ παραπετάσματος ἀχράντοις χερσὶ, θυμιαμάτων δίκην, τὰς προσευχὰς ἀναπεμπάζουσα Κυρίῳ, δεκτὰς εἰς ὀσμὴν εὐωδίας· καθὼς καὶ Ἰωάννης ἐμήνυσε, τὰ θυμιάματα τὰ ἐν ταῖς φιάλαις τῶν εἰκοσιτεσσάρων πρεσβυτέρων, προσευχὰς ἁγίων εἶναι φράσας. Ταῦτά σοι ὡς ἐκ τοῦ παραχρῆμα κἀγὼ κατὰ δύναμιν ὑπὲρ ἁγνείας, ὦ Ἀρετὴ, συμβάλλομαι.
For the Jews proclaimed our things beforehand, whereas we announce the heavenly things beforehand; since the tabernacle was a symbol of the Church, and the Church of the heavens. Wherefore, since these things are so, and the tabernacle is taken as a type of the Church, as I said, the altars also must bear some token of the things in the Church. And the bronze-overlaid one is to be likened to the council of elders and the order of widows; for they are a living altar of God, unto which they bring the calves and the tithes, and the freewill-offerings accomplished as a sacrifice to the Lord; whereas the gold-overlaid altar, laid up within in the Holy of holies before the face of the testimony, upon which it is forbidden to offer sacrifice and libation, is to be compared to those in virginity, who have fortified their bodies uncorrupted of intercourse with unalloyed gold. For two things are noised abroad in praise of gold, both that it does not admit rust, and that in colour it appears moderately to approach the rays of the sun; and naturally, then, this is a symbol of chastity, which admits not stain and spot, but is ever illumined with the light of the Word. Wherefore also it stands nearer within in the Holy of holies, and before the veil with undefiled hands, like incense, sends up prayers to the Lord, acceptable for a savour of sweet smell; even as John also declared, saying that the incense in the bowls of the four and twenty elders is the prayers of the saints. These things on behalf of chastity I too, O Arete, contribute for you offhand according to my power.
Εἰπούσης δὲ ταῦτα τῆς Θαλλούσης, ἡ Θεοπάτρα ἔφη τῷ σκήπτρῳ τὴν Ἀρετὴν ψαῦσαι τῆς Ἀγαθῆς, τὴν δ' αἰσθομένην εὐθέως ἀναστῆναι καὶ ἀποκρίνασθαι.
And when Thallousa had said these things, Theopatra said that Arete touched Agathe with the sceptre, and that she, perceiving it, straightway rose up and answered.
ΛΟΓΟΣ Ϛʹ.
Discourse VI.
ΑΓΑΘΗ.
Agathe.
Ὅτι μετὰ πολλῆς εὐτολμίας καὶ πειθοῦς, καὶ τῆς τοῦ καλῶς εἰπεῖν ὑπολήψεως, ὦ Ἀρετὴ, σοῦ παρο-
That with much courage and persuasion, and the reputation of speaking well, O Arete, when you urge
PG 18:113Read from the page
μαρτούσης, πειράσομαι δὴ κατὰ δύναμιν κἀγὼ εἰς τὸ προκείμενον εἰσενέγκασθαί τι, κατ' ἐμαυτὴν μέντοι, καὶ οὐ πρὸς τὰ εἰρημένα. Οὐ γὰρ ἂν δυναίμην ἐφάμιλλα τούτοις οὕτω ποικίλως καὶ λαμπρῶς ἀπειργασμένοις φιλοσοφεῖν. Δόξω γὰρ ἀποφέρεσθαι ψόγον ἀβελτηρίας, εἰ τοῖς κατὰ σοφίαν ἐξισάζεσθαι κρείττοσι προσπηδῴην. Εἰ οὖν ἀνέξεσθε καὶ τῶν ὅπως ἂν τύχῃ ῥητορευόντων, ἐπιχειρῶ λέγειν, οὐδὲν προθυμίας καθυφειμένη. Ἀρκτέον δὲ ἐντεῦθεν.
and accompany me, I too shall try according to my power to contribute something to the subject before us, according to my own measure, however, and not in comparison with what has been said. For I could not discourse in rivalry with these things so variously and brilliantly wrought out. For I shall seem to carry off a reproach of folly if I should leap forward to match myself with those who are superior in wisdom. If, therefore, you will bear also with those who speak in whatever way it may chance, I undertake to speak, slackening nothing of zeal. And I must begin from here.
Ἀμήχανον, ὦ παρθένοι, κάλλος, καὶ συγγενὲς τῇ σοφίᾳ καὶ πρόσφορον, ἅπαντες εἰς τὸν κόσμον κεκτημένοι τοῦτον ἀφικνούμεθα. Ἀπηκρίβωνται γὰρ αἱ ψυχαὶ τῷ γεννήσαντι τότε μάλιστα καὶ πλασαμένῳ, ὁπότε τὴν καθ' ὁμοίωσιν ἰδέαν ἄχραντον ἐκλάμπουσαι, καὶ τοὺς χαρακτῆρας τῆς ὄψεως ἐκείνης, πρὸς ἣν ἀφορῶν ὁ Θεὸς, ἀθάνατον μορφὴν καὶ ἀνώλεθρον ἐχούσας αὐτὰς ἀπειργάζετο, τοιαῦται διαμένουσι. Τὸ γὰρ ἀγέννητον κάλλος καὶ ἀσώματον, καὶ μήτε ἀρχόμενον μήτε φθίνον, ἀλλ' ἄτρεπτον καὶ ἀγήρω καὶ ἀπροσδεὲς, αὐτὸς ἐν ἑαυτῷ καὶ εἰς αὐτὸ φῶς ἐν ἀφράστοις καὶ ἀπροσίτοις ἀναπαυόμενον, ἐξουσίας περιουσίᾳ πάντα περιέχων καὶ κτίζων καὶ μετασκευάζων, ἐτεκτήνατο κατ' εἰκόνα τῆς εἰκόνος ἑαυτοῦ τὴν ψυχήν. Διὸ καὶ λογικὴ καὶ ἀθάνατός ἐστι. Κατ' εἰκόνα γὰρ δημιουργηθεῖσα τοῦ Μονογενοῦς, ὡς ἔφην, ἀνυπέρβλητον ἔχει τὸ κάλλος. Διὸ δὴ καὶ τὰ πνευματικὰ τῆς πονηρίας ἐρῶσιν αὐτῆς, καὶ ἐφεδρεύουσι χρᾶναι βιαζόμενα τὴν θεοείκελον αὐτῆς ἐκείνην καὶ ἐπέραστον ἰδέαν· ὥσπερ δὴ καὶ ὁ προφήτης Ἱερεμίας παρίστησιν, ὀνειδίζων Ἱερουσαλήμ· Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας ἀπέναντι τῶν ἐραστῶν σου· τὴν παρασχοῦσαν ἑαυτὴν ταῖς ἀντικειμέναις δυνάμεσιν εἰς βεβήλωσιν λέγων. Ἐρασταὶ γάρ εἰσιν ὁ διάβολος καὶ οἱ περὶ αὐτὸν ἄγγελοι, οἱ τὸ λογικὸν ἡμῶν καὶ διορατικὸν τῆς φρονήσεως κάλλος μιαίνειν καὶ μολύνειν τῇ ἑαυτῶν ἐπιμιξίᾳ τεχναζόμενοι, καὶ μοιχοὶ γενέσθαι πάσης τῆς τῷ Κυρίῳ νενυμφευμένης ἐπιθυμοῦντες ψυχῆς.
Possessing an inconceivable beauty, O virgins, and akin and suited to wisdom, we all come into this world. For souls are most exactly conformed to Him Who begot and fashioned them when, shining forth undefiled the form that is according to His likeness, and the features of that countenance looking unto which God wrought them having an immortal and indestructible form, they remain such. For the unbegotten and incorporeal beauty, neither beginning nor perishing, but immutable and ageless and in need of nothing, He Himself in Himself and unto Himself light resting in ineffable and unapproachable places, by abundance of power encompassing and creating and transforming all things, framed the soul after the image of His own image. Wherefore also it is rational and immortal. For having been fashioned after the image of the Only-begotten, as I said, it has an unsurpassable beauty. Wherefore indeed the spiritual powers of wickedness love it, and lie in wait, striving Ride-like by force to defile that godlike and lovely form of it; even as the prophet Jeremiah also sets forth, reproaching Jerusalem: Thou hadst a harlot's face; thou wast shameless before all thy lovers; speaking of her who gave herself up to the opposing powers unto profanation. For the lovers are the devil and the angels around him, who contrive to stain and defile the rational and clear-sighted beauty of our prudence by their own admixture, and desire to become adulterers of every soul espoused to the Lord.
Ἐὰν οὖν ἀμόλυντον τοῦτο τηρήσει τις τὸ κάλλος καὶ ἀσινὲς, καὶ τοιοῦτον, ὁποῖον αὐτὸς ὁ συστησά-
If, therefore, anyone shall keep this beauty unstained and unharmed, and such as He Himself Who constituted
PG 18:116Read from the page
μενος αὐτὸ καὶ ζωγραφήσας ἀπετύπωσε, τὴν αἰώνιον ἀπομιμησάμενος φύσιν καὶ νοητὴν, ἧς καὶ χαρακτήρ ἐστιν ὁ ἄνθρωπος καὶ ἀπεικόνισμα, γεγονὼς οἷον ἄγαλμά τι περικαλλέστατον καὶ ἱερόν· ἐντεῦθεν μετενεχθεὶς εἰς τὴν μακάρων πόλιν τοὺς οὐρανοὺς, ὥσπερ ἐν ναῷ κατοικισθήσεται. Ἄχραντον γὰρ τὸ κάλλος ἡμῶν ἄριστα τότε τηρεῖται καὶ ἀσφαλῶς, ὁπόταν δὴ παρθενίᾳ σκεπόμενον, ὑπὸ τοῦ καύσωνος ἔξωθεν μὴ μελαίνηται τῆς φθορᾶς· ἀλλ' αὐτὸ ἐφ' ἑαυτῷ μένον δικαιοσύνῃ κοσμῆται, νυμφαγωγούμενον τῷ Υἱῷ τοῦ Θεοῦ· ὃν τρόπον δὴ καὶ αὐτὸς εἰσηγεῖται, χρῆναι παραινῶν, ὥσπερ ἐν λαμπάσι, ταῖς σφετέραις σαρξὶ, τὸ φῶς ἀνακαίεσθαι τῆς ἁγνείας. Ἐπειδήπερ ὁ τῶν δέκα παρθένων ἀριθμὸς τὰς εἰς Χριστὸν Ἰησοῦν πεπιστευκυίας ἀριθμεῖσθαι βούλεται ψυχάς· τῷ δέκα τὴν ἀπευθύνουσαν μόνην ὁδὸν εἰς τοὺς οὐρανοὺς ἀποτυπούμενος. Ἀλλ' αἱ μὲν πέντε ἔμφρονες ἐτύγχανον ἄρα καὶ σοφαί· αἱ δὲ πέντε μωραὶ καὶ ἄσοφοί τινες· οὐ γὰρ ἐπρομηθεύσαντο ἐλαίου σφῶν τὰ ἀγγεῖα πλήρη παρασκευάσαι, δικαιοσύνης ἀπομείνασαι κεναί. Αἰνίσσεται γὰρ διὰ τούτων τὰς ἐπὶ πέρατα παρθενίας ἐπισπερχομένας ἐλθεῖν, καὶ πάντα εἰς τὸ πληρωθῆναι συντείνοντα τὸν ἔρωτα τοῦτον κοσμίως δρώσας καὶ σωφρόνως· καὶ τὰς ἐπαγγελλομένας μὲν καὶ σεμνυνομένας τοῦτο σκοπεῖν, ὀλιγωρούσας δὲ καὶ ἡττωμένας τοῦ κόσμου ταῖς ἐξαλλαγαῖς, καὶ ὥσπερ σκιαγραφούσας μᾶλλον εἴδωλον ἀρετῆς ἢ αὐτὴν ἐργαζομένας ἔμπνουν τὴν ἀλήθειαν.
it and painted it stamped it out, imitating the eternal and intelligible nature, of which man also is theimpress and copy, having become as it were a most beautiful and sacred statue; translated hence into the city of the blessed, the heavens, he shall be settled as in a temple. For our undefiled beauty is then kept best and securely, whenever, sheltered by virginity, it is not blackened from without by the scorching heat of corruption; but remaining itself by itself, is adorned with righteousness, led as a bride to the Son of God; in the very way that He Himself also teaches, exhorting that, as in lamps, in their own flesh the light of chastity must be kindled. Since the number of the ten virgins means the souls that have believed in Christ Jesus to be numbered, figuring by the ten the sole path that directs straight to the heavens. But five of them were prudent and wise; and five were foolish and unwise; for they took no forethought to prepare their vessels full of oil, remaining empty of righteousness. For through these He hints at those who hasten to come to the farthest bounds of virginity, and do orderly and soberly all things that tend to the fulfilling of this love; and those who profess indeed and boast that they aim at this, yet are neglectful and overcome by the changes of the world, and as it were sketch in shadow an image of virtue rather than work out the living truth itself.
Τὸ γὰρ λεγόμενον, Ὁμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες ἔλαβον τὰς λαμπάδας αὐτῶν, καὶ ἐξῆλθον ἀπαντήσουσαι τῷ Νυμφίῳ, σημαίνειν βούλεται, τὴν αὐτὴν ὁδὸν τοῦ ἐπιτηδεύματος ἐπανῃρημένην διὰ τὴν ἔμφασιν τοῦ Ιʹ στοιχείου. Ἐστείλαντο μὲν γὰρ αἱ παραπλησίως ἑαυτὰς εἰς τοῦτο καθομολογήσασαι, καὶ ταύτῃ κικλήσκονται δέκα, ἐπειδὴ τὴν αὐτὴν, ὡς ἔφην, εἵλοντο πρόθεσιν· οὐκέτι δὲ ὁμοίως ἐξῆλθον ὑπαντήσουσαι τῷ Νυμφίῳ. Αἱ μὲν γὰρ τροφὴν ἄφθονον καὶ εἰσαῦθις ἐπορίσαντο ταῖς ἐλαιοθρέπτοις λαμπάσιν· αἱ δὲ κατερῥαθύμησαν, τοῦ παρόντος μόνον ἐπιμεληθεῖσαι. Διὸ δὴ καὶ ἰσάριθμοι πρὸς πέντε διαιροῦνται, ἐπειδήπερ τὰς πέντε αἰσθήσεις, αἱ μὲν αὐτῶν ἐφυλάξαντο καθαρὰς καὶ παρθένους ἁμαρτημάτων, ἃς οἱ πλεῖστοι σοφίας προσηγόρευσαν πύλας· αἱ δὲ τοὐναντίον
For the saying, The kingdom of the heavens is likened to ten virgins, who took their lamps, and went forth to meet the Bridegroom, means the same way of pursuit undertaken through the significance of the letter I. For those who had in like manner betrothed themselves unto this equipped themselves, and on this account are called ten, since they chose, as I said, the same purpose; yet they no longer went forth in like manner to meet the Bridegroom. For some of them provided abundant nourishment for the future also for their oil-fed lamps; whereas the others were slothful, having cared only for the present. Wherefore indeed they are divided into equal numbers of five, since the five senses, which most have called the gates of wisdom, some of them kept pure and virgin of sins; whereas the others on the contrary
PG 18:117Read from the page
πλήθεσιν ἀδικημάτων ἐλωβήσαντο, φυράσασαι κακίᾳ. Ἐγκρατεύσασαι γὰρ καὶ ἁγνεύσασαι δικαιοσύνης, εὐφόρησαν μᾶλλον παραπτώμασιν· ἐξ οὗ δὴ καὶ συνέβη τῶν θείων ἔξω περιβόλων ἀποκλεισθείσας ἀπαγορευθῆναι. Εἴτε γὰρ κατορθοῦμεν, εἴτε πλημμελοῦμεν, διὰ τούτων ἑκάτερα, καὶ τὰ ἀνδραγαθήματα κρατύνεται, καὶ τὰ κακοπραγήματα. Καὶ ὥσπερ ἡ Θάλλουσα, Καὶ ὀφθαλμῶν, ἔφη, καὶ ὤτων ἁγνείαν εἶναι, καὶ γλώσσης, καὶ τῶν λοιπῶν καθεξῆς αἰσθητηρίων· οὕτω δὴ καὶ ἐνταῦθα τὴν πίστιν ἄσυλον ἡ φυλαξαμένη τῶν πέντε διόδων τῆς ἀρετῆς, ὁράσεως, γεύσεως, ὀσφρήσεως, ἁφῆς τε καὶ ἀκοῆς, πέντε προσαγορεύεται παρθένοι, διὰ τὸ τὰς πέντε τῆς αἰσθήσεως ἁγνὰς ἀποκαταστῆσαι τῷ Χριστῷ φαντασίας, ἀφ' ἑκάστης αὐτῶν οἷα λαμπτὴρ τὴν ὁσιότητα λάμπουσα τρανῶς. Ἡ γὰρ πεντάφωτος ἡμῶν ὡς ἀληθῶς λαμπὰς ἡ σάρξ ἐστιν, ἣν ἡ ψυχὴ βαστάζουσα δᾳδὸς δίκην, τῷ Νυμφίῳ παρίσταται Χριστῷ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως, παραφαίνουσα διὰ πασῶν τῶν αἰσθήσεων διεκθρώσκουσαν λαμπρὰν τὴν πίστιν, καθὼς αὐτὸς ἐδίδαξεν, εἰπών· Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; γῆν ἡμῶν τὰ σκηνώματα φράσας, εἰς ἃ ἐβούλετο ταχέως ἀναφθῆναι τὴν ὀξυκίνητον τῆς διδασκαλίας αὐτοῦ καὶ διάπυρον πρᾶξιν. Τὸ γὰρ ἔλαιον τῇ σοφίᾳ καὶ τῇ δικαιοσύνῃ παραβλητέον. Ἀνομβρούσης γὰρ ταῦτα τῆς ψυχῆς ἀφθόνως καὶ ἐπιχεούσης τῷ σώματι, εἰς ὕψος ἀναφλέγεται τῆς ἀρετῆς ἄσβεστον τὸ φῶς, ἔμπροσθεν τῶν ἀνθρώπων ἐκλάμπον τὰς πράξεις τὰς καλὰς, ὡς δοξασθῆναι τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς.
marred them with multitudes of iniquities, having mingled them with wickedness. For having abstained and kept themselves chaste from righteousness, they bore rather a crop of transgressions; whence indeed it came to pass that they were shut out outside the divine precincts and rejected. For whether we act rightly or transgress, through these both the one and the other, both brave deeds and evil deeds, gain strength. And just as Thallousa said that there is a chastity both of eyes and of ears, and of tongue, and of the rest of the organs of sense in order; so indeed here also she who has kept inviolate the faith of the five pathways of virtue, of sight, taste, smell, touch, and hearing, is called five virgins, because of restoring to Christ the five impressions of sense pure, from each of them like a lantern shining forth holiness clearly. For our five-lighted lamp in truth is the flesh, bearing which like a torch the soul stands beside Christ the Bridegroom on the day of the resurrection, showing forth through all the senses the bright faith leaping out, even as He Himself taught, saying: I came to cast fire upon the earth, and what willed I if it was already kindled? calling our tabernacles earth, in which He willed the swift-moving and fiery practice of His teaching to be quickly kindled. For the oil is to be compared to wisdom and righteousness. For when the soul showers these abundantly and pours them upon the body, the unquenchable light of virtue blazes up on high, shining forth good works before men, so that the Father Who is in the heavens is glorified.
Τοιοῦτον ἔλαιον ἄρα κἀκεῖνοι προσέφερον ἐν τῷ Λευϊτικῷ, Ἄτρυγον ἔλαιον, καθαρὸν, κεκομμένον καῦσαι λύχνον ἔξω τοῦ καταπετάσματος ἔναντι Κυρίου. Ἀλλ' ἐκείνοις μὲν βραχύτατον φῶς προσετέτακτο θεραπεύειν ἀφ' ἑσπέρας εἰς ἕω. Ὁ γάρ τοι λύχνος αὐτῶν ἔοικεν εἰκάζεσθαι τῷ λόγῳ προφητικῷ, τὴν ἐπὶ σωφροσύνῃ φαίνοντι παῤῥησίαν, τρεφόμενος ἀπὸ τῶν πράξεων καὶ τῆς πίστεως τοῦ λαοῦ· ὁ δὲ ναὸς τῷ σχοινίσματι τῆς κληρονομίας· ἐπειδήπερ λύχνος περὶ οἶκον ἕνα μόνον δύναται φαίνειν. Πρὸ τῆς ἡμέρας οὖν ἐχρῆν τοῦτον καίεσθαι τὸν λύχνον. Καύσουσι γὰρ αὐτὸν, φησὶν, ἕως πρωΐ· τουτέστιν, ἕως παρουσίας τοῦ Χριστοῦ· ὅτι, τοῦ Ἡλίου τῆς ἁγνείας ἀνατείλαντος καὶ τῆς δικαιοσύνης, οὐ χρεία λύχνου.
Such oil, then, those also offered in Leviticus, Clear oil, pure, beaten, to burn a lamp outside the veil before the Lord. But they were commanded to tend a very brief light from evening until morning. For their lamp seems to be likened to the prophetic word, shining forth boldness in temperance, nourished from the deeds and the faith of the people; and the temple to the measured lot of the inheritance; since a lamp is able to shine about one house only. Before the day, therefore, this lamp had to burn. For they shall burn it, he says, until morning; that is, until the coming of Christ; because, when the Sun of chastity and of righteousness has risen, there is no need of a lamp.
Ὅσον μὲν οὖν ὁ λαὸς ἐκεῖνος χρόνον ἀπεθησαύρισε τὰ τρέφοντα τὸν λύχνον, ἐπιχορηγῶν τὸ ἔλαιον διὰ τῶν ἔργων, ὁ λύχνος αὐτοῖς οὐκ ἔσβεστο τῆς σωφροσύνης, ἀλλ' ἦν φαινόμενος ἀεὶ καὶ λάμπων ἐν τῷ σχοινίσματι τῆς κληρονομίας. Ὅτε δὲ ἐπέλιπε τὸ ἔλαιον, ἀπὸ τῆς πίστεως εἰς ἀκολασίαν αὐτῶν ἐκτροπαλιζομένων, ὁ λύχνος ἄρδην ἀπεσβέσθη· ἵνα δὴ πάλιν ἐξαστράψωσι τὰς λαμπάδας ἐπαλλήλοις διαδοχαῖς, ἄνωθεν αἱ παρθένοι τῷ κόσμῳ πυρσεύουσαι
For so long a time, then, as that people treasured up the things that nourished the lamp, supplying the oil through their works, the lamp of temperance was not quenched for them, but was ever shining and gleaming in the measured lot of the inheritance. But when the oil failed, as they turned aside from the faith into licentiousness, the lamp was utterly quenched; so that the virgins might again flash forth their lamps in successive generations, lighting up from above as with torches for the world
PG 18:119Read from the page
δίκην ἀποστιλβόντων, σέλας αὐγῆς αἰθερίου πεπληρωμένον.
gleaming like [stars], full of the brightness of ethereal light.
PG 18:120Read from the page
τὴν ἀφθαρσίαν. Χορηγητέον οὖν δὴ τὸ ἄτρυγον ἔλαιον καὶ νῦν τῶν καλῶν ἔργων ἀδεῶς καὶ τῆς συνέσεως, πάσης κάτω βριθούσης ἀφυλισμένον φθορᾶς· ἵνα μὴ χρονίσαντος τοῦ Νυμφίου, σβεσθῶσιν ὁμοίως καὶ ἡμῶν αἱ λαμπάδες. Ὁ γάρ τοι χρονισμός ἐστι τὸ πρὸ τῆς παρουσίας διάστημα τοῦ Χριστοῦ. Ὁ δὲ νυσταγμὸς καὶ ἡ κοίμησις τῶν παρθένων, ἡ ἔξοδος ἀπὸ τοῦ βίου. Τὸ δὲ μεσονύκτιον ἡ βασιλεία τοῦ ἀντιχρίστου, καθ' ἣν ὁ ὀλοθρευτὴς ἄγγελος ἐπιπορεύεται τὰς οἰκίας. Ἡ δὲ κραυγὴ ἡ γενομένη καὶ λέγουσα, Ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ, ἔστιν ἡ φωνὴ ἡ ἀπὸ τῶν οὐρανῶν καὶ ἡ σάλπιγξ, ὁπότε πάντων ἐξαναστάντων αὐτοῖς οἱ ἅγιοι τῶν σωμάτων ἐπὶ νεφελῶν οἰχήσονται εἰς τὴν ἀπάντησιν ἁρπασθέντες τοῦ Κυρίου.
incorruption. We must therefore supply fearlessly now also the clear oil of good works and of understanding, strained clear of all downward-weighing corruption; lest, when the Bridegroom tarries, our lamps also be quenched in like manner. For the tarrying is the interval before the coming of Christ. And the slumbering and the sleeping of the virgins is the departure from life. And the midnight is the reign of the Antichrist, during which the destroying angel passes through the houses. And the cry that was made and says, Behold, the Bridegroom cometh, go ye forth to meet Him, is the voice from the heavens and the trumpet, when, all their bodies having risen again for them, the saints shall depart upon the clouds, caught up to meet the Lord.
Προτεκτέον γὰρ, ὅτι μετὰ τὴν κραυγὴν ἐγηγέρθαι πάσας ἔφη τὰς παρθένους ὁ λόγος· τουτέστι μετὰ τὴν ἐκ τῶν οὐρανῶν ἐνεχθεῖσαν βοὴν ἀναστήσεσθαι τοὺς νεκροὺς, ὥς που καὶ Παῦλος παρεγγυᾷ, ὅτι Αὐτὸς ὁ Κύριος, λέγων, ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· τουτέστι τὰ σκηνώματα· ἐνεκρώθησαν γὰρ ἀπαμφιασθέντα τῶν ψυχῶν. Ἔπειτα ἡμεῖς οἱ ζῶντες ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα, τὰς ψυχὰς λέγων. Ἡμεῖς γὰρ κυρίως οἱ ζῶντες, ἐσμὲν αἱ ψυχαὶ, αἵτινες μετὰ τῶν σωμάτων, ἀπειληφυῖαι ταῦτα, ἐν νεφέλαις ἀπαντησόμεθα, τὰς λαμπάδας φέρουσαι κεκοσμημένας οὐκ ἀλλοτρίῳ καὶ κοσμικῷ τινι, ἀλλὰ τὸ φρονήσεως καὶ σωφροσύνης, ἄστρων
For we must take heed that after the cry the word said that all the virgins arose; that is, after the shout borne down from the heavens the dead shall rise, even as Paul somewhere declares, saying that the Lord Himself, in a command, in the voice of an archangel, and in the trumpet of God, shall descend from heaven, and the dead in Christ shall rise first; that is, the tabernacles; for they were put to death when stripped of the souls. Then we who are alive shall together with them be caught up, meaning the souls. For we who strictly are alive are the souls, who with the bodies, having received them back, shall meet Him in the clouds, bearing our lamps adorned not with anything foreign and worldly, but with that of prudence and temperance, of stars
Ταῦτα τῶν ἡμετέρων, ὦ καλλιπάρθενοι, τὰ ὄργια μυστηρίων· αὗται τῶν ἐν παρθενίᾳ μυσταγωγηθέντων αἱ τελεταί· ταῦτα τὰ ἐπίχειρα τῶν ἀμιάντων ἄθλων τῆς σωφροσύνης. Νυμφεύομαι τῳ Λόγῳ, καὶ τὸν ἀΐδιον τῆς ἀφθαρσίας προῖκα λαμβάνω στέφανον καὶ πλοῦτον παρὰ τοῦ Πατρός· καὶ ἐν τοῖς αἰῶσι στεφανηφοροῦσα πομπεύω τὰ λαμπρὰ καὶ ἀμάραντα τῆς σοφίας ἄνθη· συγχορεύω βραβεύοντι τῷ Χριστῷ κατ' οὐρανὸν, ἀμφὶ τὸν ἄναρχον καὶ ἀνώλεθρον Βασιλέα. Ἀδύτων γέγονα λαμπαδηφόρος φώτων, καὶ
These, O fair virgins, are the sacred rites of our mysteries; these are the initiations of those initiated in virginity; these are the rewards of the undefiled contests of temperance. I am espoused to the Word, and as a dowry I receive the everlasting crown and wealth of incorruption from the Father; and through the ages I walk in triumph wearing a crown of the bright and unfading flowers of wisdom; I dance in chorus with Christ Who awards the prize in heaven, around the beginningless and indestructible King. I have become a torch-bearer of unsetting lights, and
Notes, col. 120

On the reading

Printed Προτεκτέον, for Προσεκτέον.

Printed τῳ, for τῷ.