Migne Reading Room

PG 53 · cols. 61–62 · Read from the page

In Genesin Homilia VI (ΟΜΙΛΙΑ Ϛʹ; Gen. 1:14–19)

In Genesin Homilia VI (ΟΜΙΛΙΑ Ϛʹ; Gen. 1:14–19)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:61Read from the page
ρακαθῆσθαι, καὶ μὴ ἀνατείνειν τὸ ὄμμα τῆς διανοίας πρὸς τὸν παραγαγόντα, καὶ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται; Τί λέγεις, ἄνθρωπε; Ἰδὼν τὸν οὐρανὸν θαυμάζεις αὐτοῦ τὸ κάλλος, τῶν ἀστέρων τὴν ποικιλίαν, τῆς φαιδρότητος τὴν ὑπερβολήν; Μὴ στῇς μέχρι τούτου, ἀλλ' ἔκτεινόν σου τὴν διάνοιαν εἰς τὸν τούτων δημιουργόν· ἐκπλήττει σε πάλιν τοῦ ἡλίου τὸ φῶς, καὶ ὁρῶν αὐτοῦ πολλὴν οὖσαν τὴν χρείαν εἰς θαῦμα διεγείρῃ, καὶ ἐπειδὰν ἴδῃς τὰς ἀκτῖνας αὐτοῦ καταυγαζούσας σου τὰς ὄψεις, θαυμάζεις τοῦ στοιχείου τὸ κάλλος; Ἀλλὰ μηδὲ ἐνταῦθα μέχρι τούτου στῇς· ἀλλ' ἐννόησον, ὅτι εἰ τὸ δημιούργημα οὕτω θαυμαστὸν καὶ παράδοξον, καὶ πάντα ἀνθρώπινον νοῦν ὑπερβαῖνον, ποταπὸς ἂν εἴη ὁ τοῦτο λόγῳ μόνῳ καὶ ἐπιτάγματι παραγαγών; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γῆς λογίζου· ἐπειδὰν ἴδῃς αὐτὴν τοῖς ἄνθεσι καλλωπιζομένην, καθάπερ ἱμάτιον ποικίλον, ἐφηπλωμένην αὐτῇ πανταχόθεν τὴν βλάστην τὴν ἀπὸ τῶν βοτανῶν, μὴ τῇ δυνάμει τῆς γῆς λογίσῃ τὰ ἐξ αὐτῆς τικτόμενα, μηδὲ τῇ τοῦ ἡλίου συνεργείᾳ, ἢ τῆς σελήνης· ἀλλ' ἐννόησον εὐγνωμόνως, ὅτι καὶ πρὸ τῆς τούτων δημιουργίας εἶπε μόνον, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, καὶ παραχρῆμα ἅπαν τῆς γῆς τὸ πρόσωπον ἐφαιδρύνετο. Ἐὰν ταῦτα καθ' ἑκάστην ἡμέραν στρέφωμεν ἐν τοῖς ἡμετέροις λογισμοῖς, αὐτοί τε εὐγνώμονες ἐσόμεθα, καὶ τῷ Δεσπότῃ τὴν προσήκουσαν, μᾶλλον δὲ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν δοξολογίαν ἀναπέμψομεν. Δοξάσομεν δὲ αὐτὸν οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τῆς ἀρίστης πολιτείας, ἐὰν μὴ πάλιν τοῖς αὐτοῖς περιπέσωμεν, ἀλλὰ ἐὰν πολλὰ χαίρειν εἰπόντες ταῖς διαβολικαῖς ἀπάταις, τῇ μετὰ ταῦτα προσοχῇ καὶ τῇ πολλῇ σπουδῇ, καὶ τῇ συντόνῳ ἐξομολογήσει τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ἀρκεῖ γὰρ αὐτῷ διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν τὸ ἀποστῆναι μόνον ἡμᾶς τῆς κακίας. Ἂν γὰρ τοῦτο ἑλώμεθα, εὐκόλως καὶ πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ὁρμήσομεν. Μή μοι λοιπὸν ἐν ἱπποδρομίαις τις φαινέσθω, παρακαλῶ, ἀλλὰ μηδὲ ἐν τοῖς συλλόγοις τοῖς ἀκαίροις καταδαπανάτω τὸν καιρὸν τῆς ἡμέρας· μή μοι κύβοις, καὶ τῇ ἐντεῦθεν τικτομένῃ κραυγῇ, καὶ τῇ λοιπῇ λύμῃ ἑαυτόν τις ἐκδιδότω. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς νηστείας, ὅταν ἄσιτος μὲν διημερεύῃς, κύβοις δὲ ἑαυτὸν ἐκδιδῷς, καὶ φλυαρίαις ἀνονήτοις, πολλάκις δὲ καὶ ἐπιορκίαις καὶ βλασφημίαις πᾶσαν ἀναλώσῃς τὴν ἡμέραν; Μὴ, παρακαλῶ, μὴ οὕτω ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διατεθῶμεν, ἀλλὰ μᾶλλον περὶ τῶν πνευματικῶν ἡμῖν ἔστω διηνεκῶς ἡ διάλεξις, καὶ βιβλίον τις θεῖον λαβὼν μετὰ χεῖρας, καὶ συγκαλέσας τοὺς πλησίον, διὰ τῶν θείων λόγων ἀρδέτω καὶ τὴν ἑαυτοῦ διάνοιαν καὶ τῶν συγγινομένων, ἵν' οὕτω καὶ τὰς μηχανὰς τοῦ πονηροῦ διαφυγεῖν δυνηθῶμεν, καὶ μεγάλα ἀπὸ τῆς νηστείας καρπώσασθαι ἀγαθὰ, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
beside them, and not lift up the eye of the mind towards Him Who brought them forth, and be persuaded by the blessed Paul when he says: For the invisible things of Him from the creation of the world are clearly seen, being understood by the things that are made? What do you say, O man? Beholding the heaven, do you marvel at its beauty, the variety of the stars, the surpassingness of its brightness? Do not halt at this point, but stretch forth your mind unto their Creator; does the light of the sun again astound you, and seeing its usefulness to be great are you roused to wonder, and when you behold its rays illumining your sight, do you marvel at the beauty of the element? Yet neither here halt at this point; but consider that if the created work is so wondrous and marvellous, and surpassing every human mind, of what sort must He be Who brought this forth by word and command alone? Reckon the same thing in the case of the earth also: when you behold it adorned with flowers like an embroidered garment, the sprouting from the herbs spread out over it on every side, do not reckon the things born from it to the power of the earth, nor to the co-operation of the sun, or of the moon; but consider gratefully that even before their creation He said only, Let the earth bring forth herb of grass, and straightway the whole face of the earth was made bright. If we revolve these things each day in our reasonings, both we ourselves shall be grateful, and we shall send up to the Master the fitting doxology, or rather that which is according to our strength. And we shall glorify Him not through this alone, but also through the best way of life, if we do not fall again into the same things, nay, if, bidding a long farewell to diabolical deceits, by our heedfulness hereafter and great zeal, and by earnest confession, we draw to ourselves goodwill from above. For on account of His great loving-kindness towards mankind it suffices Him that we merely depart from wickedness. For if we choose this, we shall easily press on towards the practice of good works also. Let no one, therefore, appear henceforth at horse-races, I beseech you, nay, neither let him squander the time of day in unseasonable gatherings; let no one surrender himself to dice, and to the shouting born from them, and to the rest of that defilement. For what is the benefit, tell me, of the fast, when you pass the day without food, yet surrender yourself to dice, and unprofitable babblings, and often spend the whole day in perjuries and blasphemies? Let us not, I beseech you, let us not be so carelessly disposed concerning our own salvation, but rather let our converse be continually concerning spiritual things, and let a man, taking a divine book into his hands and calling his neighbours together, water through the divine words both his own mind and that of those who meet with him, so that thus we may be able both to escape the devices of the evil one, and to reap great good things from the fast, and may enjoy the loving-kindness towards mankind that comes from God, by the grace and compassions of His only-begotten Son, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and always, and unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ Ζʹ.
Homily VII.
Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
And God said: Let the waters bring forth creeping things of living souls, and winged creatures flying above the earth according to the firmament of heaven; and it was so. And God made the great sea-monsters, and every soul of living creeping things, which the waters brought forth according to their kinds.
αʹ. Ἱκανῶς χθὲς καθηψάμεθα τῶν εἰς τὰς ἱπποδρομίας αὐτομολησάντων, δείξαντες αὐτοῖς τῆς βλάβης τὸ μέγεθος, ἧς ὑπέστησαν, τὸν συλλεγέντα ἀπὸ τῆς νηστείας αὐτοῖς πλοῦτον πνευματικὸ⟨ν⟩ ἁθρόον ἐκχέαντες, καὶ
1. Sufficiently yesterday did we touch upon those who deserted to the horse-races, showing them the magnitude of the harm which they underwent, having poured out all at once the spiritual wealth gathered for them from the fast, and
PG 53:62Read from the page
ἀπὸ τῆς πολλῆς περιουσίας ἐξαίφνης εἰς ἐσχάτην πενίαν ἑαυτοὺς καταστήσαντες. Φέρε δὴ σήμε⟨ρ⟩ον προσηνεστέρῳ χρησώμεθα τῷ φαρμάκῳ, καὶ καθάπερ μέλη ἡμέτερα, οὕτως αὐτῶν τὰ τῆς ψυχῆς τραυματα ἐπιδήσωμεν· ἐπεὶ καὶ χθὲς αὐστηρότερα τὰ φάρμακα ἐπεθήκαμεν, οὐχ ἵνα ἁπλῶς λυπήσωμεν, καὶ τὴν ἀλγηδόνα ἐπιτείνωμεν, ἀλλ' ἵνα τῇ σφοδρότητι καθικέσθαι δυνηθῶμεν τοῦ ἕλκους. Καὶ γὰρ καὶ ἰατροὶ καὶ πατέρες οὕτω ποιεῖν εἰώθασιν· οἱ μὲν δραστικώτερα πρότερον ἐπιτιθέασι, καὶ ἐπειδὰν ῥήξῃ τὸ ἕλκος, τότε τὰ καταγλυκαίνειν δυνάμενα φάρμακα προσάγουσι· καὶ πατέρες δὲ ὅταν ἴδωσι τοὺς παῖδας τοὺς ἑαυτῶν ἀτακτοῦντας, πρότερον ἐπιπλήξεσι σφοδροτέραις κέχρηνται, μετὰ δὲ ταῦτα νουθεσίαις καὶ παρακλήσεσι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, εἰ καὶ χθὲς σφοδρότερον ἐχρησάμεθα τῷ λόγῳ, ἀλλὰ σήμερον προσηνεστέραν ποιησόμεθα τὴν διάλεξιν, καὶ καθάπερ μέλη ἡμέτερα θεραπεύσομεν. Ὥσπερ γὰρ ἡ προκοπὴ ἡ ὑμετέρα ἡμῖν πλείονα τὴν παρρησίαν προξενεῖ, καὶ τοῦτο ἡμῶν ἐστιν ὁ πλοῦτος ὁ πνευματικὸς, τὸ ὁρᾷν ὑμᾶς ἐν τοῖς πνευματικοῖς ἐπιδιδόντας, καὶ ἐν ἀρετῇ διαλάμποντας, καὶ τῶν βλάπτειν δυναμένων ἀπεχομένους· οὕτως ἐπειδὰν ἴδωμεν ὑμᾶς ὑποσκελιζομένους, καὶ ὑπαγομένους ταῖς ἀπάταις ταῖς διαβολικαῖς, κατηφείας πληρούμεθα, καὶ αἰσχύνη τις, ὡς εἰπεῖν, κατασκεδάζεται τῆς ἡμετέρας ψυχῆς. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, Τότε ἡμεῖς ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Ὡς οὖν τέλειοι καὶ πεπληρωμένοι συνέσεως, οὕτω τῶν μὲν ὄπισθεν ἐπιλανθάνεσθε, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνεσθε, καὶ τὰς συνθήκας, ἃς πρὸς τὸν Χριστὸν ἔθεσθε, ἀνακαλεσάμενοι, βεβαίας ταύτας εἰς τὸ ἑξῆς διαφυλάττετε, καὶ λογισμῷ σώφρονι πᾶσαν εἴσοδον ταῖς τοῦ διαβόλου μηχαναῖς ἀποκλείσαντες, τῇ μετὰ ταῦτα σπουδῇ τὴν ἀπὸ τῆς ῥᾳθυμίας προστριβεῖσαν ὑμῖν κηλῖδα ἀπονίψασθε, περιγενόμενοι τῆς ἀκαίρου συνηθείας καὶ ἐπιβλαβοῦς, καὶ λογισάμενοι, ὡς οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι ἑαυτοῖς πολλὴν τὴν βλάβην προστρίβονται οἱ αὐτόθι παραγενόμενοι, ἀλλ' ὅτι καὶ πολλοῖς ἑτέροις σκανδάλου ὑπόθεσις γίνονται. Ὅταν γὰρ ἴδωσιν Ἕλληνες καὶ Ἰουδαῖοι τὸν ἐφ' ἑκάστης ἡμέρας εἰς τὴν ἐκκλησίαν διημερεύοντα, καὶ συνεχοῦς ἀπολαύοντα διδασκαλίας, ἁθρόον ἐκεῖ φαινόμενον, καὶ μετ' αὐτῶν συμφυρόμενον, πῶς οὐ νομίσουσιν ἀπάτην εἶναι τὰ ἡμέτερα, καὶ περὶ πάντων τῶν παρ' ἡμῖν τὴν αὐτὴν ὑπόληψιν ἕξουσιν; Ἢ οὐκ ἀκούεις τοῦ μακαρίου Παύλου παραινοῦντος, λαμπρᾷ τῇ φωνῇ, καὶ συμβουλεύοντος, Ἀπρόσκοποι γίνεσθε; Εἶτα ἵνα μὴ νομίσῃς περὶ τῶν οἰκείων μόνον τὴν παραγγελίαν παρ' αὐτοῦ γίνεσθαι, καὶ τῶν μεθ' ἡμῶν τεταγμένων, προσέθηκεν, Καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τότε ἐπήγαγε, Καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Οὐδὲν γὰρ οὕτω λυμαίνεται καὶ βλάπτει τὴν θρησκείαν τὴν ἡμετέραν, ὡς καὶ τοῖς ἀπίστοις λαβήν τινα παρέχειν. Ὅταν οὖν ἴδωσί τινας ἐν ἀρετῇ διαλάμποντας παρ' ἡμῖν, καὶ πολλὴν τῶν βιωτικῶν ὑπεροψίαν ποιουμένους, οἱ μὲν αὐτῶν καὶ ἀποπνίγονται, οἱ δὲ πολλάκις καὶ εἰς θαῦμα ἔρχονται ἐκπληττόμενοι, ὅτι τῆς αὐτῆς αὐτοῖς φύσεως ὄντες οὐ τὰ αὐτὰ αὐτοῖς μετίασιν. Ἀμέλει ἐπειδὰν θεάσωνταί τινα μικρὰν ῥᾳθυμίαν προσγενομένην, εὐθέως τὴν γλῶτταν ἀκονοῦσι κατὰ πάντων ὁμοῦ, καὶ ἀπὸ τῆς τοῦ ἑνὸς ῥᾳθυμίας κατὰ παντὸς τοῦ τῶν Χριστιανῶν ἔθνους τὰ αὐτὰ ψηφίζονται. Καὶ οὐδὲ μέχρι τούτου ἵστανται, ἀλλ' εὐθέως κατὰ τῆς ἑαυτῶν κεφαλῆς φθεγγόμενοι, διὰ τὴν τῶν δούλων ῥᾳθυμίαν,
having suddenly reduced themselves from great abundance to extreme poverty. Come now, today let us use a gentler medicine, and just as though they were our own members, so let us bind up the wounds of their soul; since yesterday also we applied sterner medicines, not that we might merely grieve them and increase their pain, but so that by severity we might be able to reach the ulcer. For both physicians and fathers are accustomed to act thus: the former apply more potent remedies first, and when the ulcer bursts, then they bring to bear medicines able to soothe; and fathers also, when they see their own children behaving disorderly, first use more severe rebukes, and after these admonitions and exhortations. In the very same way we also, even if yesterday we used more severe discourse, yet today shall make our converse gentler, and shall heal them just as our own members. For just as your progress procures greater boldness of speech for us, and this is our spiritual wealth, to see you advancing in spiritual things, and shining forth in virtue, and abstaining from things able to harm; so when we see you tripped up, and led away by diabolical deceits, we are filled with dejection, and a certain shame, so to speak, is poured down upon our soul. For according to the blessed Paul, Then we live, if you stand fast in the Lord. As perfect, therefore, and filled with understanding, so forget the things that are behind, and stretch forth to the things that are in front, and recalling the covenants which you made with Christ, keep these firm henceforth, and barring with sober reasoning every entrance to the devices of the devil, by your zeal hereafter wash away the stain rubbed upon you from carelessness, having gotten the mastery over that unseasonable and harmful habit, and having reckoned that not this alone is the dreadful thing, that those who repair thither inflict great harm upon themselves, but that they also become an occasion of stumbling to many others. For when Greeks and Jews see him who spends the whole of each day at church and enjoys continual teaching appearing all at once there and mingling together with them, how will they not suppose our affairs to be deceit, and hold the same opinion concerning all who are among us? Or do you not hear the blessed Paul exhorting with a clear voice and counselling, Give no offence? Then, lest you should suppose that the charge comes from him concerning his own people alone and those ranked with us, he added, Both to Jews and to Greeks, and then brought in, And to the Church of God. For nothing so injures and harms our religion as also to afford some handle to unbelievers. When, therefore, they see certain among us shining forth in virtue, and making great contempt of worldly things, some of them even choke, while others often come unto wonder, astounded that, being of the same nature as they, they do not pursue the same things as they. Doubtless, when they behold some slight carelessness accrued, straightway they whet their tongue against all together, and from the carelessness of one man they vote the same judgement against the whole race of Christians. And not even at this point do they halt, but straightway uttering words against their own head, on account of the carelessness of the servants,
Notes, col. 62

On the reading

Printed τραυματα, for τραύματα.