περιγέγονα, βούλομαι καὶ εἰς ἐλπίδας χρηστὰς ἀγαγεῖν τὴν ὑμετέραν ἀγάπην, ὥστε μὴ ἀπογνῶναι, μηδὲ ἀπαγορεῦσαι. Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν αἰσθητῶν γίνεται πραγμάτων, οὕτω καὶ ἐνταῦθα συμβαίνει· ἐκεῖ μὲν γὰρ οὐκ ἔνι τὸν ἀπὸ τοῦ πλούτου ἐκείνου εἰς τὴν ἐσχάτην πενίαν κατενεχθέντα εὐθέως ἀνενεγκεῖν· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐὰν βουλώμεθα μόνον καταγνῶναι τῶν ἤδη εἰργασμένων ἡμῖν, καὶ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, δυνάμεθα ταχέως ἐπὶ τὴν προτέραν εὐπορίαν ἐπανελθεῖν. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, οὕτω φιλότιμος καὶ μεγαλόδωρος· καὶ βοᾷ διὰ τοῦ προφήτου, λέγων· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Οἶδα ὅτι εὐγνώμονες ὄντες αἰσθάνεσθε τῶν ἐπταισμένων ὑμῖν. Οὐ μικρὰ δὲ ὁδὸς πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς τὸ εἰδέναι τῶν ἡμαρτημένων τὸ μέγεθος. Ἀλλὰ μή μοι πάλιν τῆς διαβολικῆς ἐκείνης ἀπάτης ῥήματά τις παραγέτω, λέγων· ποῖον γὰρ ἁμάρτημα, ἰδεῖν ἵππους τρέχοντας; Ἐὰν γὰρ βουληθῇς εὐγνωμόνως καταμαθεῖν ἅπαντα τὰ ἐκεῖ γινόμενα, εὑρήσεις πάντα μεστὰ σατανικῆς ἐνεργείας. Οὐ μόνον γὰρ ἵππους τρέχοντας ἔστιν ἰδεῖν, ἀλλὰ καὶ κραυγῶν, καὶ βλασφημιῶν, καὶ μυρίων ἀκαίρων ἔστιν ἀκοῦσαι λόγων, καὶ γυναῖκας ἡταιρηκυίας εἰς τὸ μέσον παριούσας ἰδεῖν, καὶ νέους πρὸς τὴν τῶν γυναικῶν ἁπαλότητα ἑαυτοὺς ἐκδιδόντας. Ἢ μικρά σοι ταῦτα δοκεῖ εἶναι πρὸς τὸ τὴν ψυχὴν αἰχμάλωτον ἐργάσασθαι; Εἰ γὰρ καὶ αἱ ἀπὸ ταὐτομάτου συντυχίαι πολλάκις ὑπεσκέλισαν καὶ κατέβαλον, καὶ εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον κατήνεγκαν τὸν μὴ προσέχοντα, τί εἰκὸς παθεῖν τοὺς ἐπ' αὐτὸ τοῦτο ἐκεῖ παραγινομένους, καὶ τοὺς ὀφθαλμοὺς ἑστιῶντας ταῖς παρανόμοις ἐκείναις θέαις, καὶ ἀπηρτισμένους μοιχοὺς ἐκεῖθεν κατιόντας; Εἰδὼς γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τῆς φύσεως τῆς ἡμετέρας τὸ εὐεπηρέαστον, καὶ τῆς τοῦ διαβόλου κακουργίας τὸ πανοῦργον καὶ πολύπλοκον, ἐκ πολλοῦ τοῦ περιόντος τειχίζων ἡμᾶς, καὶ βουλόμενος ἀναλώτους ἐργάσασθαι ταῖς τούτου παγίσι, τὸν νόμον τοῦτον τέθεικεν, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ, μοιχείαν ἀπηρτισμένην καλῶν τὴν μετὰ περιεργίας θεωρίαν γεγενημένην. Μὴ τοίνυν μοι λέγε λοιπόν· τὶ γὰρ βλάβος ἀπὸ τῆς ἐκεῖσε διατριβῆς; Καὶ αὐτὸ γὰρ μόνον τὸ τῆς τῶν ἵππων ἁμίλλης ἱκανὸν πολὺν τῇ ψυχῇ τὸν ὄλεθρον ἐπαγαγεῖν. Ὅταν γὰρ ὑπὲρ ἀνονήτων, καὶ μὴ μόνον μηδὲν τῇ ψυχῇ συμβαλλομένων, ἀλλὰ καὶ λυμαινομένων αὐτῇ τὸν καιρὸν καταναλίσκωμεν, καὶ διαπληκτιζώμεθα, καὶ μυρία ῥητὰ καὶ ἄρρητα φθεγγώμεθα, τίς ἡμῖν ἔσται συγγνώμη; ποία δὲ ἀπολογία; Καὶ ἐνταῦθα μὲν ἐὰν μικρὸν παρατείνωμεν τὴν διδασκαλίαν, πολλοὶ δυσχεραίνουσι καὶ ἀλύουσι, καὶ πόνον τοῦ σώματος καὶ κάματον προβάλλονται, καὶ ταῦτα τοῦ θαυμαστοῦ τούτου ὀρόφου ἱκανοῦ ὄντος παραμυθήσασθαι· οὔτε γὰρ ὑπὸ κρυμοῦ ἔστιν ἐνοχληθῆναι, οὔτε ὑπὸ ὑετοῦ, ἢ τῆς τῶν ἀνέμων σφοδρότητος· ἐκεῖ δὲ καὶ ὑετοῦ λάβρου καταρρηγνυμένου, καὶ ἀνέμων σφοδρῶν πνεόντων, καὶ ἄλλοτε τοῦ ἡλίου θερμὴν τὴν ἀκτῖνα ἀφιέντος, οὐ μίαν οὐδὲ δύο ὥρας, ἀλλὰ τὸ πλέον τῆς ἡμέρας διημερεύουσι, καὶ οὔτε ὁ γέρων αἰδεῖται τὴν πολιὰν, οὔτε ὁ νέος αἰσχύνεται πρὸς τὰ τῆς πολιᾶς ὑπεκκαύματα βαδίζων· ἀλλὰ τοσαύτη ἡ ἀπάτη, ὡς καὶ μεθ' ἡδονῆς τὸ δέλεαρ ἐκεῖνο τῶν ψυχῶν προσίεσθαι, καὶ μὴ ἐννοεῖν τῆς ἡδονῆς μὲν τῆς ἐπιβλαβοῦς τὸ βραχὺ καὶ πρόσκαιρον, τῆς δὲ ὀδύνης τὸ διηνεκὲς, καὶ τοῦ συνειδότος τὴν κατηγορίαν. Ὁρῶ γὰρ ἐνίων καὶ νῦν τὰ πρόσωπα, καὶ στοχάζομαι τῆς ψυχῆς τὴν κατάστασιν, καὶ ὅση νῦν αὐτοῖς ἡ μετάνοια εἰσέρχεται. Ἀλλ' ὅπως μὴ πάλιν τοῖς αὐτοῖς περιπέσητε,
has been gotten the mastery over by me, I wish also to lead your charity unto good hopes, so that you may neither despair nor give up heart. For not just as happens in perceptible matters does it also come to pass here; for there, indeed, it is not possible for one who has been brought down from that wealth to extreme poverty to recover straightway; but here, through God's loving-kindness towards mankind, if we are willing only to condemn the things already wrought by us, and to halt our carelessness at this point, we are able swiftly to return to our former abundance. For such is our Master, so generous and munificent; and He cries aloud through the prophet, saying: Not with a will do I will the death of the sinner, as that he should turn and live. I know that, being well-disposed, you perceive your stumblings. And it is no small way towards the return of virtue to know the magnitude of one's sins. Yet let no one again bring forward to me the words of that diabolical deceit, saying: why, what sort of sin is it to see horses running? For if you wish candidly to examine all the things that take place there, you will find everything full of satanic working. For not only may one see horses running, but one may also hear shouts, and blasphemies, and myriad unseasonable words, and see women who have played the harlot passing into the midst, and youths surrendering themselves to the softness of women. Or do these things seem small to you for making the soul captive? For if even chance encounters have often tripped up and thrown down, and brought down into the very pit of perdition, the man who does not pay heed, what are those likely to suffer who repair thither for this very purpose, and feast their eyes on those unlawful spectacles, and come down from there consummate adulterers? For our Master Who loves mankind, knowing how easily assailed our nature is, and the cunning and intricacy of the devil's malice, walling us round with abundant care and wishing to render us impregnable to his snares, has laid down this law, saying: He who looks upon a woman so as to lust after her has already committed adultery with her in his heart, calling the gazing wrought with curiosity consummate adultery. Do not therefore say to me henceforth: why, what harm is there from lingering there? For even that contest of the horses alone is sufficient to bring great ruin upon the soul. For when over unprofitable things, which not only contribute nothing to the soul, but even injure it, we squander our time, and wrangle, and utter myriad things fit and unfit to be spoken, what pardon shall there be for us? And what defence? And here, indeed, if we prolong the teaching a little, many are vexed and grow restless, and put forward bodily toil and fatigue, and that although this wondrous roof is sufficient to afford relief; for one cannot be troubled either by frost, or by rain, or by the violence of the winds; whereas there, even when a furious rain breaks forth, and violent winds blow, and at another time the sun sends forth a hot ray, they spend not one nor two hours, but the greater part of the day, and neither does the old man reverence his grey hair, nor is the youth ashamed as he walks towards the incitements of grey hair; nay, so great is the deceit that they even welcome with pleasure that bait of souls, and do not reflect upon the brevity and transience of the harmful pleasure, and the perpetuity of the pain and the accusation of conscience. For I see even now the faces of some, and I conjecture the condition of their soul, and how great a repentance now enters into them. Yet lest you fall again into the same things,