Migne Reading Room

PG 53 · cols. 53–54 · Read from the page

In Genesin Homilia V (ΟΜΙΛΙΑ Εʹ; Gen. 1:9–13)

In Genesin Homilia V (ΟΜΙΛΙΑ Εʹ; Gen. 1:9–13)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:53Read from the page
Ἀλλ' ἐκεῖνοι μὲν τῆς οἰκείας ἀνοίας ἀναμενέτωσαν τὰ ἐπίχειρα· ἡμεῖς δὲ οἱ καταξιωθέντες τὰς μαρμαρυγὰς δέξασθαι τοῦ ἡλίου τῆς δικαιοσύνης, πειθώμεθα τῇ τῆς θείας Γραφῆς διδασκαλίᾳ, καὶ τῷ κανόνι ταύτης ἐξακολουθοῦντες, οὕτω τὰ ὑγιῆ δόγματα ἐναποθώμεθα τοῖς ταμείοις τῆς διανοίας τῆς ἡμετέρας, καὶ μετὰ τῆς τούτων φυλακῆς πολλὴν πρόνοιαν τῆς ἑαυτῶν σωτηρίας ποιώμεθα, καὶ τὰ λυμαινόμενα ἡμῶν τὴν κατὰ ψυχὴν ὑγίειαν φεύγωμεν, καθάπερ δηλητηρίων φαρμάκων, πάντων τῶν τοιούτων ἀπεχόμενοι. Πολὺ γὰρ μείζων αὕτη ἡ βλάβη, καὶ τοσούτῳ μείζων, ὅσῳ ψυχὴ σώματος βελτίων. Ἐκεῖνα μὲν γὰρ τὰ φάρμακα τὸν σωματικὸν τοῦτον θάνατον ἐπάγει· τὰ δὲ τὴν ὑγίειαν τῆς ψυχῆς λυμαινόμενα, τὸν αἰώνιον ἡμῖν θάνατον προξενεῖ. Τίνα δέ ἐστι τὰ λυμαινόμενα ἡμᾶς; Πολλὰ μὲν καὶ διάφορα, μάλιστα δὲ τὸ πρὸς τὴν δόξαν ἐπτοῆσθαι τὴν ἀνθρωπίνην, καὶ μὴ εἰδέναι ταύτης ὑπερορᾷν. Τοῦτο γὰρ ἡμῖν αἴτιον πολλῶν γίνεται κακῶν, καὶ εἴ τινα ἔχομεν πλοῦτον πνευματικὸν, τοῦτον κενοῖ, καὶ ἐρήμους ἡμᾶς καθίστησι τῆς ἐντεῦθεν ὠφελείας. Τί οὖν ἂν γένοιτο ταύτης τῆς λύμης ὀλεθριώτερον, ὅταν καὶ ἃ δοκοῦμεν ἔχειν, ἀφίπτασθαι ἡμῶν παρασκευάζει; Οὕτως ὁ Φαρισαῖος ἐκεῖνος τοῦ τελώνου γέγονεν ἐλάττων, οὐ δυνηθεὶς κρατῆσαι τῆς οἰκείας γλώττης, ἀλλὰ δι' ἐκείνης, καθάπερ διὰ θυρίδος τινὸς ἐκχέας πάντα αὐτοῦ τὸν πλοῦτον. Τοσοῦτόν ἐστι κενοδοξία κακόν.
Yet let those men await the wages of their own folly; whereas let us, who have been counted worthy to receive the gleams of the Sun of righteousness, obey the teaching of divine Scripture, and, following closely upon its rule, let us thus lay away sound doctrines in the storehouses of our understanding, and along with guarding them let us make great forethought for our own salvation, and let us flee the things that mar the health of our soul, abstaining from all such things just as from deadly drugs. For far greater is this harm, and all the greater inasmuch as soul is better than body. For those drugs bring on this bodily death; whereas the things that mar the health of the soul procure for us eternal death. And what are the things that mar us? Many indeed and various, yet above all being all aflutter over human glory, and not knowing how to look down upon it. For this becomes for us the cause of many evils, and if we have any spiritual wealth, it empties this out, and renders us bereft of the benefit that comes from there. What, then, could be more ruinous than this plague, when even what we seem to have it causes to fly away from us? Thus that Pharisee became inferior to the tax-collector, since he was unable to master his own tongue, but through it, just as through some window, poured out all his wealth. So great an evil is vainglory.
ϛʹ. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν καὶ διὰ τί ἐπτόησαι περὶ τὸν τῶν ἀνθρώπων ἔπαινον; Οὐκ οἶσθα, ὅτι καθάπερ σκιὰ, καὶ εἴ τι ταύτης εὐτελέστερον, οὕτως ὁ παρὰ τούτων ἔπαινος εἰς τὸν ἀέρα διαχυθεὶς ἀφανίζεται; Ἄλλως τε καὶ εὐπερίτρεπτος καὶ εὐμετάβλητός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, καὶ οἱ αὐτοὶ νῦν μὲν ἐπαινοῦσι, νῦν δὲ κακίζουσι τὸν αὐτόν· ἐπὶ δὲ τῆς τοῦ Θεοῦ ψήφου οὐκ ἄν ποτε τοῦτο γένοιτο. Μὴ τοίνυν ἀνόητοι ὦμεν, μηδὲ εἰκῆ καὶ μάτην ἑαυτοὺς ἀπατῶμεν. Κἂν γὰρ ποιῶμέν τι ἀγαθὸν, μὴ διὰ τοῦτο δὲ μόνον αὐτὸ μετερχώμεθα, ἵνα τὴν ἐντολὴν πληρώσωμεν τοῦ ἡμετέρου Δεσπότου, κἀκείνῳ μόνῳ γνώριμοι γενώμεθα, εἰκῆ τὸν πόνον ὑπομένομεν, τοῦ ἐντεῦθεν καρποῦ ἑαυτοὺς ἀποστεροῦντες. Ὁ γὰρ διὰ τὸ θηρᾶσθαι τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τι τῶν ἀγαθῶν ἐργαζόμενος, κἄν τε ταύτης ἀπολαῦσαι δυνηθῇ, κἄν τε μή· πολλάκις γὰρ καὶ διὰ τοῦτο πάντα πράττων οὐδὲ ἐπιτυχεῖν ταύτης δυνήσεται· κἄν τε οὖν ἐπιτύχῃ, κἄν τε ἀποτύχῃ, ἀρκοῦσαν εἴληφεν ἐνταῦθα τὴν ἀμοιβὴν, καὶ οὐδεμίαν λήψεται ἐκεῖ ὑπὲρ τούτου ἀνταπόδοσιν. Διὰ τί; Ἐπειδὴ προλαβὼν ἑαυτὸν ἀπεστέρησε τῆς παρὰ τοῦ κριτοῦ φιλοτιμίας, προτιμήσας τὰ παρόντα τῶν μελλόντων, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ψήφου τοῦ δικαίου κριτοῦ. Πάλιν ἂν δι' αὐτὸ τοῦτο μόνον ἐργαζώμεθά τι τῶν πνευματικῶν, ὥστε ἐκείνῳ μόνον ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, ᾧ πάντα γυμνά ἐστι καὶ τετραχηλισμένα, καὶ ὁ θησαυρὸς ἡμῖν ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀμοιβῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἡμῖν ἤδη πολλὴν παρέχει τὴν παραμυθίαν, καὶ μετὰ τοῦ ἐν ἀσύλῳ ταμιείῳ ἐκείνην ἡμῖν διαφυλάττεσθαι τὴν ἀμοιβὴν, καὶ ἡ παρὰ τῶν ἀνθρώπων ἀκολουθήσεις δόξα. Τότε γὰρ αὐτῆς μᾶλλον μετὰ δαψιλείας ἀπολαύομεν, ὅταν αὐτῆς ὑπερορῶμεν, ὅταν αὐτὴν μὴ ζητῶμεν, ὅταν αὐτὴν μὴ διώκωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν τὴν πνευματικὴν φιλοσοφίαν
6. For tell me, for what sake and wherefore are you all aflutter over praise from men? Do you not know that just as a shadow, and whatever is worth even less than that, so praise from them, diffused into the air, vanishes? Besides, human nature is easily turned about and easily changed, and the very same men now praise and now censure the very same man; whereas in the case of God's verdict this could never happen. Let us not, therefore, be senseless, nor at random and in vain deceive ourselves. For even if we do some good thing, yet do not pursue it for this sole reason, that we may fulfil the commandment of our Lord and become known to Him alone, we undergo the toil at random, depriving ourselves of the fruit that comes from there. For he who works some good thing for the sake of hunting after glory from men, whether he is able to enjoy it or not—for often even though doing everything on this account he will not even be able to attain it—whether, then, he attains it or fails of it, he has received a sufficient reward here below, and shall receive no recompense there on its account. Why? Because beforehand he deprived himself of the munificence from the Judge, preferring present things to those to come, and glory from men to the verdict of the just Judge. Again, if on this very account alone we work some spiritual deed, so as to please alone that unslumbering eye to which all things are naked and laid bare, both our treasure remains impregnable for us, and the matters of our reward unimpaired, and good expectation here below already affords us abundant comfort, and along with that reward's being preserved for us in an inviolable storehouse, glory from men shall follow as well. For then rather do we enjoy it lavishly, when we look down upon it, when we do not seek it, when we do not chase after it. And why do you marvel if in the case of those who
Notes, col. 53

On the reading

Printed ἀκολουθήσεις, for ἀκολουθήσει.

PG 53:54Read from the page
μετιόντων τοῦτο γίνεται, ὅπου γε καὶ ἐπὶ τῶν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπτοημένων, τούτων μάλιστα οἱ πλείους καταφρονοῦσι, καὶ ὑπερορῶσι τῶν ἐπιζητεῖν βουλομένων τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν, καὶ εὑρήσεις παρὰ πάντων αὐτοὺς σκωπτομένους ἐπὶ τῷ τῆς κενοδοξίας ἐφίεσθαι; Τί οὖν ἀθλιώτερον γένοιτο ἡμῶν τῶν τὰ πνευματικὰ μετιόντων, εἰ μέλλοιμεν ὁμοίως ἐκείνοις περὶ τὰς τῶν ἀνθρώπων κεχηνέναι εὐφημίας, καὶ μὴ ἀρκεῖσθαι τῷ ἐπαίνῳ τῷ παρὰ τοῦ Θεοῦ; καθάπερ καὶ ὁ Παῦλός φησιν, Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Οὐχ ὁρᾷς, ἀγαπητὲ, καὶ ἐν ταῖς ἱπποδρομίαις, ὅπως οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου καθημένου, καὶ μυρίας εὐφημίας καταχέοντος οὐκ ἐπιστρέφονται, οὐδὲ ἡδονὴν τὴν ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ἀπερορῶσι τοῦ πλήθους, καὶ τότε μόνον μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσῃ; Τούτους δὴ καὶ σὺ μιμούμενος, μὴ πολὺν λόγον ποιοῦ τῆς τῶν ἀνθρώπων εὐφημίας, μηδὲ διὰ τοῦτο τὴν ἀρετὴν μετέρχου, ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ ψῆφον ἀνάμενε, καὶ τῷ ἐκείνου νεύματι προσέχων, οὕτως σου τὸν βίον ἅπαντα οἰκονόμει, ἵνα καὶ ἐνταῦθα διηνεκῶς ᾖς ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος, κἀκεῖ τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
pursue spiritual philosophy this happens, seeing that even in the case of those all aflutter over the affairs of the world, the greater part above all despise and look down upon those who wish to seek after acclaim from men, and you will find them mocked by everyone for coveting vainglory? What, then, could be more wretched than we who pursue spiritual things, if we were like them to gape after the acclaims of men, and not be content with the praise that comes from God—just as Paul also says: Whose praise is not from men, but from God? Do you not see, beloved, even in the chariot-races, how those who drive the horses, while the whole populace sits there and pours down myriad acclaims, pay no heed, nor reap pleasure from their acclaim, but look to one man alone, the emperor sitting in the midst, and, giving heed to his nod, look down upon the whole multitude, and only then think highly of themselves when he crowns them? Imitating these men, then, do you too make not much account of acclaim from men, nor pursue virtue on this account, but await the verdict from the just Judge, and, giving heed to His nod, thus order your whole life, so that both here below you may continually be nourished by good hopes, and there may enjoy the eternal blessings, which may it be granted to us all to attain, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ Ϛʹ.
HOMILY VI.
Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
And God said: Let there be luminaries in the firmament of the heaven to give light upon the earth, to divide between the day and between the night, and let them be for signs, and for seasons and for days, and for years.
αʹ. Βούλομαι τῆς συνήθους ἅψασθαι διδασκαλίας, καὶ ὀκνῶ, καὶ ἀναδύομαι· νέφος γὰρ ἀθυμίας ἐπελθὸν συνέχει καὶ συνετάραξέ μου τὸν λογισμόν· μᾶλλον δὲ οὐκ ἀθυμίας μόνον, ἀλλὰ καὶ θυμοῦ, καὶ οὐκ οἶδ' ὅ τι πράξω· ἀπορία γὰρ κατέχει τὴν διάνοιαν. Ὅταν γὰρ ἐννοήσω, ὅτι μικρὸν πνεύσαντος τοῦ διαβόλου, πᾶσαν ἡμῶν ἐκείνην τὴν συνεχῆ διδασκαλίαν, καὶ τὴν καθημερινὴν παραίνεσιν λήθῃ παραδόντες, εἰς τὴν σατανικὴν πομπὴν ἐκείνην ἅπαντες δεδραμήκατε, τὴν ἱπποδρομίαν καταλαβόντες, ποίᾳ προθυμίᾳ δυνήσομαι πάλιν τὴν πρὸς ὑμᾶς ποιήσασθαι διδασκαλίαν, τῶν προτέρων οὕτως ἀθρόον διαῤῥυέντων; Τὸ γὰρ μάλιστα ἐπιτεῖνόν μοι τὴν ἀθυμίαν, καὶ σφοδρότερόν μοι τὸν θυμὸν ἐργαζόμενον τοῦτό ἐστιν, ὅτι μετὰ τῆς παραινέσεως τῆς ἡμετέρας, καὶ τὴν αἰδῶ τῆς ἁγίας τεσσαρακοστῆς ἐξεβάλετε τῆς ἑαυτῶν ψυχῆς, καὶ οὕτω τοῖς τοῦ διαβόλου δικτύοις ἑαυτοὺς ἐκδεδώκατε. Πῶς ἄν τις δυνηθείη, κἂν λιθίνην ἔχῃ ψυχὴν, πράως ἐνεγκεῖν τὴν τοσαύτην ὑμῶν ὀλιγωρίαν; Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, ὅταν ἴδω μάτην ἡμᾶς πονουμένους, καὶ εἰς πέτρας τὸν σπόρον καταβάλλοντας. Ἀλλ' ἐμοὶ μὲν κἄν τε ἀκούητε τῶν λεγομένων, κἄν τε παρακούητε, τὰ τῶν μισθῶν ἀπηρτισμένα τυγχάνει. Τὸ γὰρ ἐμαυτοῦ πᾶν ποιῶν διετέλεσα, καὶ τὸ ἀργύριον κατέβαλον, καὶ τὴν νουθεσίαν ἐποιησάμην· δέδοικα δὲ καὶ ἀγωνιῶ μὴ τούτῳ αὐτῷ πλείονος ἡμῖν κατηγορήσεως αἴτιος γένωμαι. Ὁ γὰρ δοῦλος, φησὶν, ἐκεῖνος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Οὐδὲ γὰρ εἰς ἄγνοιαν ὑμῶν τις ἔχει καταφυγεῖν, οὕτως ἡμῶν καθ' ἑκάστην ἡμέραν τὰ αὐτὰ ἐνηχούντων καὶ ὑποδεικνύντων καὶ τὰς διαβολικὰς πάγας,
1. I wish to take up my customary teaching, and yet I hesitate and shrink back; for a cloud of despondency has come over me, hemming me in and thoroughly troubling my reasoning—nay rather, not of despondency alone, but also of wrath—and I know not what I shall do; for perplexity possesses my mind. For whenever I consider that when the devil blew even a little, consigning to oblivion all that continual teaching of ours and our daily exhortation, you all ran off to that satanic pomp, taking your places at the chariot-race, with what eagerness shall I be able again to make my teaching to you, when what went before has slipped away thus all at once? For what above all intensifies my despondency and renders my wrath more vehement is this: that along with our exhortation you also cast out of your own soul reverence for the holy Forty Days, and thus gave yourselves over to the nets of the devil. How could anyone, even if he had a soul of stone, bear gently so great a slight on your part? I am ashamed, believe me, and I blush, whenever I see us labouring in vain, and casting the seed upon rocks. Yet for me, whether you hearken to what is said or disregard it, the matters of my rewards stand fully complete. For I have continued doing my whole part, and I have paid down the silver, and I have made the admonition; yet I fear and am in anguish lest by this very thing I become the cause of greater accusation for us. For that servant, He says, who knew the will of his lord, and did not do it, shall be beaten with many stripes. For neither can any one of you take refuge in ignorance, when each day we thus din the same things into your ears and point out even the devil's snares,
Notes, col. 54

On the reading

Printed ἀπερορῶσι, for ὑπερορῶσι.