γῆς νόμον τοιοῦτον ἔθηκεν, ὥστε τοὺς ἐχθροὺς θεραπεύειν, ἢ θάνατον εἶναι τὴν τιμωρίαν, οὐκ ἂν διὰ τὸν φόβον τοῦ σωματικοῦ τούτου θανάτου πάντες ἐπέδραμον εἰς τὴν τοῦ νόμου ἐκπλήρωσιν; Πόσης οὖν οὐκ ἂν εἴη κατηγορίας ἄξιον, διὰ μὲν τὸν σωματικὸν θάνατον, ὃν καὶ ἄνευ τούτου τὸ τῆς φύσεως ἡμῖν χρέος πάντως ἐπάγει, πάντα καταδέχεσθαι ποιεῖν, διὰ δὲ τὸν θάνατον, ἔνθα παραμυθίαν οὐκ ἔστιν εὑρεῖν, ἔλαττον φροντίζειν τοῦ ὑπὸ τοῦ τῶν ἁπάντων Δεσπότου κειμένου νόμου;
of the earth had laid down such a law, so that we must tend to our enemies, or else the punishment would be death, would not everyone out of fear of this bodily death have rushed to fulfil the law? Of how great an accusation, then, would it not be worthy, on account of bodily death—which even apart from this the debt of nature brings upon us in any case—to consent to do everything, whereas on account of that death where no comfort can be found, to take less thought for the law laid down by the Lord of all?
ηʹ. Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν ταῦτα διαλεγόμενος τοῖς οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνυμένοις. Τίς οὖν ἡμᾶς λοιπὸν ἐξαιρήσεται τῆς κολάσεως ἐκείνης, ὅταν μὴ μόνον ἐκείνης τῆς ἐντολῆς ὦμεν μακρὰν ἀπῳκισμένοι, ἀλλὰ μηδὲ τὰ αὐτὰ τοῖς τελώναις πράττωμεν; Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, φησὶ, τί μέγα ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅταν οὖν μηδὲ τοῦτο παρ' ἡμῶν γίνηται, ποία σωτηρίας ἡμῖν ἐλπίς; Διὸ παρακαλῶ, μὴ γενώμεθα ἄσπλαγχνοι, ἀλλὰ δαμάσωμεν ἡμῶν τὸν λογισμὸν, καὶ πρῶτον μὲν παιδεύσωμεν νικᾷν τὸν πλησίον ἐν τῇ ἀγάπῃ, καὶ, κατὰ τὸν μακάριον Παῦλον, τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, ἀλλὰ νικᾷν, καὶ μὴ ὑπερβάλλεσθαι, ἀλλὰ καὶ πλείονα ἐπιδείκνυσθαι καὶ θερμοτέραν τὴν περὶ τοὺς ἀγαπῶντας διάθεσιν. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συνέχει καὶ συγκροτεῖ τὴν ζωὴν τὴν ἡμετέραν, καὶ τούτῳ τῶν ἀλόγων καὶ τῶν θηρίων διεστήκαμεν, τῷ δύνασθαι, εἰ βουληθείημεν, τὴν προσήκουσαν ἡμῖν τάξιν διατηρεῖν, καὶ πολλὴν τὴν περὶ τοὺς πλησίον ὁμόνοιαν ἐπιδείκνυσθαι· ἔπειτα δὲ ἄγχειν τὸν λογισμὸν, καὶ τὸ ἀτίθασσον τοῦτο θηρίον, τὸν θυμὸν λέγω, καταξαίνειν, καὶ τὸν ἀγῶνα αὐτῷ τοῦ φοβεροῦ κριτηρίου ἐφιστᾷν, καὶ παιδεύειν, ὅτι ὑπόσχοιτο πρὸς τοὺς ἐχθροὺς σπείσασθαι, μεγάλων τεύξεται τῶν ἀγαθῶν· εἰ δὲ ἔτι φιλονεικοίη, πολλὴν ὑποστήσεται δίκην. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ δαπανᾷν ἡμᾶς τὸν χρόνον προσήκει, ἀλλὰ καθ' ἑκάστην ἡμέραν καὶ ὥραν πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Κυρίου κριτήριον· καὶ τίνα μέν ἐστι τὰ πολλὴν ἡμῖν τὴν παῤῥησίαν προξενεῖν δυνάμενα, τίνα δὲ τὰ τὴν κόλασιν ἐπιτείνοντα. Καὶ οὕτω ταῦτα στρέφοντες ἐν τοῖς ἡμετέροις λογισμοῖς, περιγινώμεθα τῶν παθῶν, καταστέλλωμεν ἡμῶν τὰ τῆς σαρκὸς σκιρτήματα, καὶ νεκρώσωμεν ἡμῶν, κατὰ τὸν μακάριον Παῦλον, Τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, θυμὸν, πλεονεξίαν, κενοδοξίαν, βασκανίαν. Ἐὰν τούτοις τοῖς πάθεσι νεκροὺς ἑαυτοὺς καταστήσωμεν, ὡς μὴ δύνασθαι ἐν ἡμῖν ἐνεργεῖν, δυνησόμεθα τὸν καρπὸν τοῦ Πνεύματος δέξασθαι, ὅς ἐστιν Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Αὕτη τοῦ Χριστιανοῦ πρὸς τὸν ἄπιστον ἔστω ἡ διαφορά· ταῦτα ἡμῶν ἔστω τὰ γνωρίσματα, μὴ τῇ προσηγορίᾳ μόνον ἐγκαλλωπιζώμεθα, μηδὲ τῷ σχήματι μέγα φρονῶμεν, μᾶλλον δὲ μηδὲ, εἰ ταῦτα κτησαίμεθα ἅπερ ἀπ-
8. Yet indeed I unwittingly spoke these things to those who do not even display equal love towards those who love them. Who then shall rescue us henceforth from that punishment, when not only do we dwell far removed from that commandment, but we do not even practise the same things as the tax-collectors? For if you love those who love you, He says, what great thing do you do? do not even the tax-collectors do the same? When, therefore, not even this comes about on our part, what hope of salvation is there for us? Wherefore I exhort you, let us not become pitiless, but let us tame our reasoning, and first of all let us train it to surpass our neighbour in love, and, according to the blessed Paul, in honour preferring one another as surpassing ourselves, and not endure to be outdone, but conquer, and not be surpassed, nay, show an even greater and warmer disposition towards those who love us. For this is what above all holds together and sustains our life, and in this we stand apart from irrational creatures and wild beasts: in being able, should we so wish, to preserve the order that befits us, and to display abundant concord towards our neighbours; and next, to curb our reasoning, and to card down this untamed beast—I mean wrath—and to set before it the trial of the dread tribunal, and to instruct it that if it should promise to be reconciled with its enemies, it shall obtain great blessings; whereas if it should still strive contentiously, it shall undergo severe judgement. For neither ought we simply and at random to spend our time, but each day and hour to place before our eyes the Lord's tribunal, and what the things are that can gain great boldness for us, and what those are that intensify punishment. And thus turning these things over in our thoughts, let us master the passions, let us restrain the leapings of our flesh, and let us put to death, according to the blessed Paul, Our members which are upon the earth: fornication, uncleanness, passion, evil desire, wrath, covetousness, vainglory, envy. If we render ourselves dead to these passions, so that they cannot work in us, we shall be able to receive the fruit of the Spirit, which is Love, joy, peace, long-suffering, kindness, goodness, faith, meekness, self-control. Let this be the Christian's difference from the unbeliever; let these be our marks of recognition; let us not pride ourselves merely on the appellation, nor think highly of ourselves for the outward form, nay rather, not even if we should acquire these things which I enumer-