μετιόντων τοῦτο γίνεται, ὅπου γε καὶ ἐπὶ τῶν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπτοημένων, τούτων μάλιστα οἱ πλείους καταφρονοῦσι, καὶ ὑπερορῶσι τῶν ἐπιζητεῖν βουλομένων τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν, καὶ εὑρήσεις παρὰ πάντων αὐτοὺς σκωπτομένους ἐπὶ τῷ τῆς κενοδοξίας ἐφίεσθαι; Τί οὖν ἀθλιώτερον γένοιτο ἡμῶν τῶν τὰ πνευματικὰ μετιόντων, εἰ μέλλοιμεν ὁμοίως ἐκείνοις περὶ τὰς τῶν ἀνθρώπων κεχηνέναι εὐφημίας, καὶ μὴ ἀρκεῖσθαι τῷ ἐπαίνῳ τῷ παρὰ τοῦ Θεοῦ; καθάπερ καὶ ὁ Παῦλός φησιν, Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Οὐχ ὁρᾷς, ἀγαπητὲ, καὶ ἐν ταῖς ἱπποδρομίαις, ὅπως οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου καθημένου, καὶ μυρίας εὐφημίας καταχέοντος οὐκ ἐπιστρέφονται, οὐδὲ ἡδονὴν τὴν ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ἀπερορῶσι τοῦ πλήθους, καὶ τότε μόνον μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσῃ; Τούτους δὴ καὶ σὺ μιμούμενος, μὴ πολὺν λόγον ποιοῦ τῆς τῶν ἀνθρώπων εὐφημίας, μηδὲ διὰ τοῦτο τὴν ἀρετὴν μετέρχου, ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ ψῆφον ἀνάμενε, καὶ τῷ ἐκείνου νεύματι προσέχων, οὕτως σου τὸν βίον ἅπαντα οἰκονόμει, ἵνα καὶ ἐνταῦθα διηνεκῶς ᾖς ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος, κἀκεῖ τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
pursue spiritual philosophy this happens, seeing that even in the case of those all aflutter over the affairs of the world, the greater part above all despise and look down upon those who wish to seek after acclaim from men, and you will find them mocked by everyone for coveting vainglory? What, then, could be more wretched than we who pursue spiritual things, if we were like them to gape after the acclaims of men, and not be content with the praise that comes from God—just as Paul also says: Whose praise is not from men, but from God? Do you not see, beloved, even in the chariot-races, how those who drive the horses, while the whole populace sits there and pours down myriad acclaims, pay no heed, nor reap pleasure from their acclaim, but look to one man alone, the emperor sitting in the midst, and, giving heed to his nod, look down upon the whole multitude, and only then think highly of themselves when he crowns them? Imitating these men, then, do you too make not much account of acclaim from men, nor pursue virtue on this account, but await the verdict from the just Judge, and, giving heed to His nod, thus order your whole life, so that both here below you may continually be nourished by good hopes, and there may enjoy the eternal blessings, which may it be granted to us all to attain, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
And God said: Let there be luminaries in the firmament of the heaven to give light upon the earth, to divide between the day and between the night, and let them be for signs, and for seasons and for days, and for years.
αʹ. Βούλομαι τῆς συνήθους ἅψασθαι διδασκαλίας, καὶ ὀκνῶ, καὶ ἀναδύομαι· νέφος γὰρ ἀθυμίας ἐπελθὸν συνέχει καὶ συνετάραξέ μου τὸν λογισμόν· μᾶλλον δὲ οὐκ ἀθυμίας μόνον, ἀλλὰ καὶ θυμοῦ, καὶ οὐκ οἶδ' ὅ τι πράξω· ἀπορία γὰρ κατέχει τὴν διάνοιαν. Ὅταν γὰρ ἐννοήσω, ὅτι μικρὸν πνεύσαντος τοῦ διαβόλου, πᾶσαν ἡμῶν ἐκείνην τὴν συνεχῆ διδασκαλίαν, καὶ τὴν καθημερινὴν παραίνεσιν λήθῃ παραδόντες, εἰς τὴν σατανικὴν πομπὴν ἐκείνην ἅπαντες δεδραμήκατε, τὴν ἱπποδρομίαν καταλαβόντες, ποίᾳ προθυμίᾳ δυνήσομαι πάλιν τὴν πρὸς ὑμᾶς ποιήσασθαι διδασκαλίαν, τῶν προτέρων οὕτως ἀθρόον διαῤῥυέντων; Τὸ γὰρ μάλιστα ἐπιτεῖνόν μοι τὴν ἀθυμίαν, καὶ σφοδρότερόν μοι τὸν θυμὸν ἐργαζόμενον τοῦτό ἐστιν, ὅτι μετὰ τῆς παραινέσεως τῆς ἡμετέρας, καὶ τὴν αἰδῶ τῆς ἁγίας τεσσαρακοστῆς ἐξεβάλετε τῆς ἑαυτῶν ψυχῆς, καὶ οὕτω τοῖς τοῦ διαβόλου δικτύοις ἑαυτοὺς ἐκδεδώκατε. Πῶς ἄν τις δυνηθείη, κἂν λιθίνην ἔχῃ ψυχὴν, πράως ἐνεγκεῖν τὴν τοσαύτην ὑμῶν ὀλιγωρίαν; Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, ὅταν ἴδω μάτην ἡμᾶς πονουμένους, καὶ εἰς πέτρας τὸν σπόρον καταβάλλοντας. Ἀλλ' ἐμοὶ μὲν κἄν τε ἀκούητε τῶν λεγομένων, κἄν τε παρακούητε, τὰ τῶν μισθῶν ἀπηρτισμένα τυγχάνει. Τὸ γὰρ ἐμαυτοῦ πᾶν ποιῶν διετέλεσα, καὶ τὸ ἀργύριον κατέβαλον, καὶ τὴν νουθεσίαν ἐποιησάμην· δέδοικα δὲ καὶ ἀγωνιῶ μὴ τούτῳ αὐτῷ πλείονος ἡμῖν κατηγορήσεως αἴτιος γένωμαι. Ὁ γὰρ δοῦλος, φησὶν, ἐκεῖνος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Οὐδὲ γὰρ εἰς ἄγνοιαν ὑμῶν τις ἔχει καταφυγεῖν, οὕτως ἡμῶν καθ' ἑκάστην ἡμέραν τὰ αὐτὰ ἐνηχούντων καὶ ὑποδεικνύντων καὶ τὰς διαβολικὰς πάγας,
1. I wish to take up my customary teaching, and yet I hesitate and shrink back; for a cloud of despondency has come over me, hemming me in and thoroughly troubling my reasoning—nay rather, not of despondency alone, but also of wrath—and I know not what I shall do; for perplexity possesses my mind. For whenever I consider that when the devil blew even a little, consigning to oblivion all that continual teaching of ours and our daily exhortation, you all ran off to that satanic pomp, taking your places at the chariot-race, with what eagerness shall I be able again to make my teaching to you, when what went before has slipped away thus all at once? For what above all intensifies my despondency and renders my wrath more vehement is this: that along with our exhortation you also cast out of your own soul reverence for the holy Forty Days, and thus gave yourselves over to the nets of the devil. How could anyone, even if he had a soul of stone, bear gently so great a slight on your part? I am ashamed, believe me, and I blush, whenever I see us labouring in vain, and casting the seed upon rocks. Yet for me, whether you hearken to what is said or disregard it, the matters of my rewards stand fully complete. For I have continued doing my whole part, and I have paid down the silver, and I have made the admonition; yet I fear and am in anguish lest by this very thing I become the cause of greater accusation for us. For that servant, He says, who knew the will of his lord, and did not do it, shall be beaten with many stripes. For neither can any one of you take refuge in ignorance, when each day we thus din the same things into your ears and point out even the devil's snares,