πλημμελημάτων τὴν συγχώρησιν εὑρέσθαι. Ἐπειδὴ γὰρ εἶδεν ὁ φιλάνθρωπος Θεὸς τῆς ἀσθενείας ἡμῶν τὴν ὑπερβολὴν, καὶ ὅτι ἀνίατα νοσοῦντες μεγάλης δεόμεθα τῆς ἰατρείας, καὶ ἀφάτου τῆς φιλανθρωπίας, οἰκονομῶν τὴν ἡμετέραν σωτηρίαν, ἐχαρίσατο ἡμῖν τὴν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀνακαίνισιν, ἵνα ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, τοῦτ' ἔστι τὰς πράξεις τὰς πονηρὰς, καὶ ἐνδυσάμενοι τὸν νέον, ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν βαδίζωμεν. Ἀλλὰ, παρακαλῶ, μὴ τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων χείρους γενώμεθα Ἰουδαίων. Ἐκεῖνοι μὲν γὰρ δεχόμενοι τὸ σημεῖον τοῦτο τῆς περιτομῆς, εἶχον ἱκανὴν ἀσφάλειαν πρὸς τὸ μηκέτι συναναμίγνυσθαι τοῖς ἔθνεσι κατὰ τὸν τῆς κοινωνίας λόγον· κατὰ γὰρ τὴν ἀσέβειαν πολλάκις αὐτοὺς καὶ ὑπερηκόντισαν ἀγνώμονες γεγονότες. Ἀλλ' ἡμεῖς ἅπαξ δεχόμενοι τὴν διὰ τοῦ βαπτίσματος περιτομὴν, μετὰ ἀσφαλείας τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν. Θὐ λέγω ἵνα μὴ συναναμιγνυώμεθα τοῖς ἔθνεσιν, ἀλλ' ἵνα ἐπὶ τῆς οἰκείας ἀρετῆς μένοντες, καὶ ἐκείνοις συναναμιγνύμενοι ἕλκωμεν αὐτοὺς εἰς τὴν εὐσέβειαν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πολιτείας διδασκαλίας αὐτοῖς ὑπόθεσις γινώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἁπάντων Δεσπότης συνεχώρησεν ἀναμεμίχθαι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς, καὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἀσεβεῖς, ἵνα οἱ πονηροὶ κερδαίνωσιν ἀπὸ τῶν ἀγαθῶν, καὶ οἱ ἐν ἀσεβείᾳ ἔτι κατεχόμενοι χειραγωγῶνται πρὸς τὴν εὐσέβειαν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς σωτηρία ψυχῆς. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, μήτε ἑαυτῶν, μήτε τῶν πλησίον· ἑαυτῶν μὲν, διὰ τοῦ τὰ καθ' ἑαυτοὺς οὕτως οἰκονομεῖν, ὡς δοκεῖ τῷ Θεῷ· τῶν δὲ πλησίον, ἵν' οὕτω λάμπωμεν ἐν ἀρετῇ, ὥστε καὶ σιγώντων ἡμῶν ἱκανὴν ἔχειν διδασκαλίαν τοὺς εἰς ἡμᾶς ὁρῶντας. Ὥσπερ οὖν ἐνάρετοι ὄντες τὰ μέγιστα καὶ αὐτοὶ κερδανοῦμεν, καὶ τοὺς ἀπίστους ὠφελήσομεν, οὕτως, εἰ ῥᾳθυμήσαιμεν, καὶ αὐτοὶ πολλὴν ὑποστησόμεθα τὴν κόλασιν, καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γενησόμεθα. Καθάπερ γὰρ τὴν ἀρετὴν μετιόντες διπλῇ τὸν μισθὸν παρὰ τοῦ Θεοῦ καρπούμεθα, καὶ ὑπὲρ ὧν ἂν ταύτην μετίωμεν, καὶ ὑπὲρ ὧν τοὺς πλησίον ἐφελκώμεθα εἰς τὴν τῆς ἀρετῆς κοινωνίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς κακίας, οὐχ ὑπὲρ ὧν ἡμαρτήκαμεν κολαζόμεθα μόνον, ἀλλ' ὑπὲρ ὧν καὶ ἑτέρους ὑποσκελίζομεν. Ἀλλὰ μὴ γένοιτο τῶν ἐνταῦθά τινα συνιόντων τοιοῦτον γενέσθαι, ἀλλὰ πάντας ἡμᾶς πρὸς οἰκοδομὴν τῶν ὁρώντων τὸν ἑαυτῶν βίον ἰθύνειν, ἵνα δυνηθῶμεν μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
find forgiveness for our offences. For since the God Who loves humanity saw the excess of our weakness, and that, being incurably sick, we stand in need of great healing and ineffable lovingkindness, dispensing our salvation, He freely granted us renewal through the bath of regeneration, so that having put off the old man—that is, wicked deeds—and having put on the new, we may walk upon the way of virtue. Yet, I beseech you, let us not prove worse than the ungrateful and senseless Jews. For those men, on receiving this sign of circumcision, had a sufficient safeguard against mingling any longer with the Gentiles as regards communion—though as regards impiety they often even outstripped them in their ingratitude. Whereas let us, once we have received the circumcision through baptism, order our own affairs with security. I do not say that we should not mingle with the Gentiles, but that, abiding in our own virtue and mingling with them, we should draw them to piety, and through a way of life of good works become for them a ground of teaching. For on this account the common Master of all also permitted both the wicked and the good, both the pious and the impious, to be mingled together, so that the wicked may profit from the good, and those still held fast in impiety may be led by the hand towards piety. For nothing is of such concern to God as the salvation of a soul. Let us not neglect, therefore, I beseech you, either ourselves or our neighbours: ourselves, by so ordering our own affairs as seems good to God; and our neighbours, so that we may shine in virtue in such wise that, even while we keep silent, those who look upon us may have sufficient teaching. Just as, then, by being virtuous we shall both win the greatest gain ourselves and benefit unbelievers, so also, if we grow slothful, we shall both undergo great punishment ourselves and become an occasion of stumbling to others. For just as in pursuing virtue we reap a double reward from God, both for our own pursuit of it and for drawing our neighbours into the fellowship of virtue; in the very same way in vice also, we are punished not only for our own sins, but also for tripping up others. Yet far be it that any of those who assemble here should prove such; rather, may we all direct our own life towards the edification of those who behold us, so that we may be able to stand with boldness before the judgment-seat of Christ and be counted worthy of those ineffable good things—which may we all attain, by the grace and lovingkindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
αʹ. Ὀκνῶ καὶ ἀναδύομαι σήμερον πρὸς τὴν τῆς διδασκαλίας ἐξήγησιν. Ὅταν γὰρ ἐννοήσω, ὅτι καθ' ἑκάστην ἡμέραν ἡμῶν ἐνηχούντων, παραινούντων, παρατιθέντων ὑμῖν τὴν πνευματικὴν ταύτην ἑστίασιν, πολλοὶ τῶν ἐνταῦθα παραγενομένων, καὶ μετεχόντων τῆς πνευματικῆς ταύτης διδασκαλίας καὶ τῆς φρι
1. I shrink and hold back today from setting forth our teaching. For when I consider that while every day we sound our instruction, exhort you, and set before you this spiritual banquet, many of those who come here and partake of this spiritual teaching and of this awe-