Migne Reading Room

PG 53 · cols. 367–372 · Read from the page

In Genesin Homilia XL (ΟΜΙΛΙΑ Μʹ; Gen. 17:9–27)

In Genesin Homilia XL (ΟΜΙΛΙΑ Μʹ; Gen. 17:9–27)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:367Read from the page
λαμβάνειν, ἐπειδὰν τοῦ πράγματος ἡ ὑπόθεσις τέλος λάβῃ, καὶ τὸ σημεῖον λοιπὸν αἴρεται· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ διὰ τὸ καταφανῆ γίνεσθαι τὸν λαὸν τοῦ πατριάρχου τὸ σημεῖον τοῦτο παρ' ὑμῶν εἰσηνέχθη, ἐχρῆν, τῶν ἐθνῶν ἐκείνων δι' οὓς τὸ σημεῖον ἐδέξασθε, τῶν μὲν ἄρδην ἀφανισθέντων, τῶν δὲ μετ' ἐκείνους τῷ τῆς ἀληθείας φωτὶ προσδραμόντων, μηκέτι τὸν ἔλεγχον τῆς οἰκείας ἀγνωμοσύνης περιφέρειν, ἀλλ' ἀπαλλάττεσθαι, καὶ εἰς τὴν προτέραν εὐγένειαν ἀνατρέχειν. Ἐννόησον γάρ μοι, ὅτι ὁ θαυμάσιος ἐκεῖνος, ὁ πατριάρχης λέγω, πρὶν ἢ τῆς περιτομῆς δέξασθαι τὴν ἐντολὴν (ἐννενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, ἡνίκα τοῦτο ἐπετάττετο), καὶ εὐάρεστος τῷ Θεῷ γέγονε, καὶ μυριάκις ἀνεκηρύχθη παρὰ τοῦ Δεσπότου. Καὶ ἐπειδὴ λοιπὸν εἰς ἔργον ἔμελλεν ἐκβαίνειν τὰ τῆς ἐπαγγελίας, καὶ τίκτεσθαι ἔμελλεν ὁ Ἰσαὰκ, καὶ αὐξάνεσθαι τὸ γένος, καὶ ὁ πατριάρχης δὲ μεθίστασθαι τῆς ζωῆς, τότε δέχεται τὴν ἐντολὴν τῆς περιτομῆς, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ περιτέμνεται, ἵνα τοῖς ἑξῆς ἅπασι νόμος τις καὶ κανὼν γίνηται τὰ παρὰ τοῦ πατριάρχου γεγενημένα.
receive it, once the matter in question has reached its end, the sign is henceforth taken away; so indeed here also, since this sign was introduced among you so that the people of the patriarch might be manifest, it was fitting, once those nations on whose account you received the sign had some of them been utterly destroyed and others after them had run to the light of truth, no longer to carry about the proof of your own ingratitude, but to be rid of it and to return to the former nobility. For consider, I pray, that that marvellous man—I mean the patriarch—before receiving the commandment of circumcision (for he was ninety-nine years old when this was enjoined), both proved well-pleasing to God and ten thousand times was proclaimed by the Master. And when at last the matters of the promise were about to come forth into effect, and Isaac was about to be born, and his race to increase, and the patriarch himself to depart from life, then he receives the commandment of circumcision, and at such an age is circumcised, so that what was done by the patriarch might become a law and rule for all who came after.
ϛʹ. Καὶ ἵνα μάθητε ἀκριβῶς, ἀγαπητοὶ, ὅτι οὐδὲν τοῦτο πρὸς τὴν τῆς ψυχῆς ἀρετὴν λυσιτελεῖ, ἐξ αὐτῶν τῶν γινομένων συνιδεῖν δυνατόν. Τί γάρ φησιν, Ὀκτὼ ἡμερῶν παιδίον περιτμηθήσεται; Τὸν δὲ χρόνον οἶμαι τοῦτον ὡρίσθαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ δύο τούτων ἕνεκεν· ἑνὸς μὲν, ἵνα ἐν τῇ ἀώρῳ ἡλικίᾳ κουφότερον ἐνεγκεῖν τὸν πόνον δυνηθῇ τῆς περιτομῆς τῆς σαρκός· δευτέρου δὲ, ἵνα δι' αὐτῶν τῶν ἔργων παιδευθῶσιν ὡς οὐκ εἰς ψυχήν τι συντελεῖ τὸ γινόμενον, ἀλλὰ σημείου χάριν τοῦτο γίνεται. Τὸ γὰρ ἄωρον παιδίον, τὸ μὴ γινῶσκον τὰ γινόμενα, μηδὲ αἴσθησίν τινα ἔχον, ποίαν ὠφέλειαν εἰς τὴν ψυχὴν ἐκ τούτου δέξασθαι δυνήσεται; Ἐκεῖνα γάρ ἐστι τῆς ψυχῆς ἰδικῶς κατορθώματα, τὰ ἐκ προαιρέσεως γινόμενα. Ψυχῆς γάρ ἐστι κατόρθωμα τὸ ἀρετὴν ἑλέσθαι, καὶ κακίαν φυγεῖν· ψυχῆς κατόρθωμα, τὸ μὴ τῶν πλειόνων μόνον μὴ ἐφίεσθαι, ἀλλὰ καὶ τὰ ὄντα προέσθαι τοῖς δεομένοις· ψυχῆς κατόρθωμα, τὸ μὴ τοῖς παροῦσι προστετηκέναι, ἀλλὰ τούτων μὲν ὑπερορᾷν τὰ μέλλοντα δὲ καθ' ἑκάστην ἡμέραν φαντάζεσθαι. Τὸ δὲ σημεῖον ἐπὶ τῆς σαρκὸς δέξασθαι, ποῖον ἂν εἴη κατόρθωμα; Ἀλλ' οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι, τῆς ἀληθείας φανείσης, ἔτι τῇ σκιᾷ παρακαθήμενοι, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς πανταχοῦ ἀφιέντος, ἔτι τῷ λυχνιαίῳ φωτὶ προσηλωμένοι, καὶ μετὰ τὸν καιρὸν τῆς στερεᾶς τροφῆς ἔτι τῷ γάλακτι τρεφόμενοι, οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούειν ἀνέχονται βοῶντος καὶ λέγοντος περὶ τοῦ πατριάρχου· Καὶ σημεῖον ἔλαβε περιτομὴν, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ. Ὅρα πῶς ἀμφότερα ἡμᾶς ἐνταῦθα ἐδίδαξε, καὶ ὅτι σημείου χάριν τὴν περιτομὴν ἐδέξατο, καὶ ὅτι ἡνίκα ἀκρόβυστος ἦν, τὴν δικαιοσύνην τὴν ἐκ τῆς πίστεως ἐπεδείξατο. Ἵνα γὰρ μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος καὶ λέγῃ, ὅτι Οὐχὶ ἡ περιτομὴ τὴν δικαιοσύνην αὐτῷ προεξένησε; διὰ τοῦτο ὁ μακάριος οὗτος ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ μαθητευθεὶς, ὁ κατὰ ἀκρίβειαν τὸν νόμον παιδευθείς φησι· Μὴ νομίσητε, ὦ ἀναίσχυντοι Ἰουδαῖοι, ὅτι ἡ περιτομή τι εἰς δικαιοσύνην αὐτῷ συνετέλεσε· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἀκροβυστίας τὴν πίστιν
6. And that you may learn exactly, beloved, that this avails nothing towards the virtue of the soul, it is possible to perceive from the very things that take place. For why does it say, A child of eight days shall be circumcised? I suppose that this time was appointed by the God Who loves humanity for these two reasons: first, so that at that tender age he might be able more lightly to bear the pain of the circumcision of the flesh; and second, so that through the deeds themselves they might be taught that what is done contributes nothing to the soul, but takes place for the sake of a sign. For the unripe child, who neither knows what is being done nor has any perception—what benefit to his soul will he be able to receive from this? For those deeds are properly right actions of the soul which arise from free choice. For it is a right action of the soul to choose virtue and flee vice; a right action of the soul not only not to covet more, but also to give away what one has to those in need; a right action of the soul not to be glued to present things, but to disdain these and each day to picture the things to come. Whereas to receive the sign upon the flesh—what sort of right action could that be? Yet the ungrateful and senseless Jews, though the truth has appeared, still sit beside the shadow, and though the Sun of righteousness has shone forth and sent out the rays of light everywhere, are still riveted to the light of the lamp, and after the season of solid food are still fed on milk; nor can they bear to listen even to the blessed Paul crying aloud and saying concerning the patriarch: And he received the sign of circumcision, a seal of the righteousness of the faith which he had in uncircumcision. See how he taught us both things here: both that he received circumcision for the sake of a sign, and that while he was uncircumcised he displayed the righteousness that comes from faith. For lest the Jew behave shamelessly and say, Did not circumcision procure righteousness for him?—for this reason this blessed man, who was discipled at the feet of Gamaliel and educated according to the exactness of the Law, says: Do not suppose, O shameless Jews, that circumcision contributed anything to him for righteousness; for even in the time of uncircumcision, having
PG 53:368Read from the page
ἐπιδειξάμενος, ἤκουσεν· Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γενόμενος οὖν ἐν τῇ δικαιοσύνῃ διὰ τὴν εἰς τὸν Θεὸν πίστιν, τότε δέχεται σημείου χάριν τὴν περιτομήν· καὶ πρῶτον καὶ τῷ ὀνόματι αὐτοῦ τὸ στοιχεῖον ἐπιτίθησι, καὶ μετὰ ταῦτα τὴν περιτομὴν ἐπιτάττει, ἵνα δείξῃ ὅτι διὰ τὴν πολλὴν ἀρετὴν λοιπὸν τὸν δίκαιον ᾠκειώσατο, καὶ δι' ἐκεῖνον καὶ τοὺς ἐξ αὐτοῦ ἐσομένους. Καὶ καθάπερ τις οἰκέτην κτησάμενος, πολλάκις καὶ τὸ ὄνομα αὐτοῦ μετατίθησι καὶ τὸ σχῆμα, καὶ πάντα ποιεῖ ὥστε κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα διὰ πάντων κηρύττῃ τὴν δεσποτείαν· οὕτω δὴ καὶ ὁ τῶν ὅλων Θεὸς, ὥσπερ αὐτὸν χωρίσαι λοιπὸν τῶν ἄλλων ἀνθρώπων βουλόμενος, διὰ μὲν τῆς προσθήκης τοῦ στοιχείου, ὅτι πολλῶν ἐθνῶν πατὴρ ἔσται ἐμήνυσε· διὰ δὲ τῆς περιτομῆς, ὅτι ἐξαίρετος ἔσται αὐτοῦ λαὸς, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρισμένον ἐξ αὐτοῦ μέλλον τίκτεσθαι σπέρμα. Ἀλλ' εἰ καὶ ἐκεῖνοι διὰ τὴν οἰκείαν πώρωσιν ἔτι τὴν περιτομὴν τῆς σαρκὸς φυλάττειν βούλονται, οὐκ ἀκούοντες Παύλου λέγοντος· Ἐὰν γὰρ περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει (διὰ γὰρ τοῦτο παρεγένετο ὁ Δεσπότης, ἵνα ταῦτα πάντα ἀνέλῃ, καὶ διὰ τοῦτο πάντα τὸν νόμον ἐπλήρωσεν, ἵνα στήσῃ λοιπὸν τοῦ νόμου τὴν παρατήρησιν· διὰ τοῦτο ἐβόα ὁ μακάριος Παῦλος· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε)· ἀλλ' ἡμεῖς πειθώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ τὴν ἀχειροποίητον περιτομὴν καταδεχώμεθα. Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Εἶτα διδάσκων ἡμᾶς ἀκριβέστερον τί ἐστιν ἡ τοιαύτη περιτομὴ, ἐπήγαγε· Συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι. Καθάπερ γὰρ ἐκείνους τὸ τῆς περιτομῆς σημεῖον ἐχώριζε τῶν λοιπῶν ἐθνῶν, καὶ ἐδείκνυ τὴν οἰκείωσιν αὐτῶν τὴν πρὸς τὸν Θεόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐφ' ἡμῶν ἡ διὰ τοῦ βαπτίσματος περιτομὴ τὸν χωρισμὸν ἀκριβέστερον καθίστησι, καὶ τὴν διαίρεσιν τῶν πιστῶν καὶ τῶν οὐ τοιούτων. Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκός. Ὅπερ γὰρ ἐκεῖ ἐργάζεται ἡ περιτομὴ εἰς τὴν τῆς σαρκὸς ἀπόθεσιν, τοῦτο ἐνταῦθα τὸ βάπτισμα εἰς τὴν τῶν ἁμαρτημάτων ἀπόθεσιν. Ἀπεκδυσάμενοι γὰρ ἅπαξ τὰς τῆς σαρκὸς ἁμαρτίας, καὶ καθαρὸν τὸ ἔνδυμα δεξάμενοι, μένωμεν, ἀγαπητοὶ, ἐπὶ τῆς καθαρότητος, καὶ τῶν παθῶν τῆς σαρκὸς ἀνώτεροι γενόμενοι, τῆς ἀρετῆς ἐπιλαβώμεθα. Καὶ οἱ ἐν τῇ χάριτι τὸν ἐν τῷ νόμῳ, μᾶλλον δὲ καὶ πρὸ τοῦ νόμου, ζηλώσωμεν, ἵνα κατ' ἴχνος ἐκείνου τὴν ἑαυτῶν ζωὴν οἰκονομήσαντες, καταξιωθῶμεν εἰς τοὺς ἐκείνου κόλπους καταντῆσαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
displayed faith, he heard: And Abraham believed God, and it was reckoned to him for righteousness. Having come to be in righteousness, therefore, through faith in God, he then receives circumcision for the sake of a sign: and first He also adds the letter to his name, and after these things He enjoins circumcision, so as to show that on account of his great virtue He had now made the righteous man His own, and on his account those also who were to spring from him. And just as someone who has acquired a household servant often alters both his name and his abode of dress, and does everything to make him recognizable, so that in all things he may proclaim his master's lordship; so indeed the God of all also, wishing as it were to separate him henceforth from all other men, through the addition of the letter signified that he shall be father of many nations, and through circumcision that he shall have a chosen people, and that the seed about to be born from him shall be separated from the rest of the nations. Yet even if those men, on account of their own hardness of heart, still wish to keep the circumcision of the flesh, not listening to Paul when he says: For if you be circumcised, Christ shall profit you nothing (for on this account the Master came, that He might do away with all these things, and on this account He fulfilled the whole Law, that He might henceforth bring to a halt the observance of the Law; wherefore the blessed Paul cried aloud: You who are justified in the Law have fallen from grace)—yet let us obey the blessed Paul, and embrace the circumcision made without hands. For in Him, he says, you were circumcised with a circumcision made without hands, in the putting off of the sins of the flesh, in the circumcision of Christ. Then, teaching us more exactly what such circumcision is, he added: Having been buried with Him in baptism. For just as the sign of circumcision separated those men from the rest of the nations and showed their belonging to God, in the very same way among us also the circumcision through baptism establishes more exactly the separation and division between the faithful and those who are not such. For in Him, he says, you were circumcised with a circumcision made without hands, in the putting off of the sins of the flesh. For what circumcision works there for the putting away of the flesh, this baptism works here for the putting away of sins. Having once put off the sins of the flesh, therefore, and received the pure garment, let us abide, beloved, in purity, and rising superior to the passions of the flesh, let us lay hold of virtue. And let us who live under grace emulate him who lived under the Law—or rather even before the Law—so that having ordered our own life in his footsteps, we may be counted worthy to attain to his bosom and obtain the eternal good things, by the grace and lovingkindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ Μʹ.
HOMILY 40.
Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.
And God said to Abraham: Sara your wife shall not be called Sara, but Sarra shall be her name.
αʹ. Φέρε τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παραθῶμεν, καὶ τέλος ἐπιθῶμεν σήμερον τῷ λόγῳ, μᾶλλον δὲ τῇ εὐλογίᾳ καὶ τῇ ὑποσχέσει, ἣν ὁ τῶν ὅλων Θεὸς ἐποιήσατο πρὸς τὸν πατριάρχην. Ἀλλὰ λείψανα τραπέζης ἀκούων, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς· οὔτε γὰρ οἷα τὰ τῶν ἐδεσμάτων λείψανα, τοιαῦτά εἰσι καὶ τὰ πνευμα
1. Come, let us set before you the remnants of yesterday's table, and put an end today to our discourse, or rather to the blessing and promise which the God of all made to the patriarch. Yet when you hear of the remnants of a table, do not suspect anything sensible: for the spiritual remnants are not such as the remnants of bodily foods
PG 53:369Read from the page
τικά. Ἐκεῖνα μὲν γὰρ ἕωλα γινόμενα οὐ τὴν αὐτὴν παρέχει ἡδονὴν τοῖς ἑστιωμένοις· εἰ δὲ καὶ μίαν καὶ δευτέραν ἡμέραν καταλειφθείη, ἄχρηστα λοιπὸν πάντη γίνεται· ταῦτα δὲ τὰ λείψανα οὐ μίαν καὶ δευτέραν ἡμέραν, ἀλλὰ κἂν διη⟨νε⟩κεῖ τῷ αἰῶνι καταλείπηται, τὴν ἴσην ὠφέλειαν παρέχεται, καὶ τὴν ἡδονὴν οὐκ ἀπόλλυσι· θεῖα γάρ ἐστι καὶ πνευματικὰ, καὶ οὐδεμίαν ὑπὸ τοῦ χρόνου βλάβην ὑφίσταται, ἀλλὰ καθ' ἑκάστην ἡμέραν νεαρὰν δείκνυσι τὴν χάριν, καὶ πολλῆς ἐμπίπλησι τῆς εὐφροσύνης τοὺς ἀπολαύειν τούτων βουλομένους. Ἐπεὶ οὖν τοιαύτη τούτων τῶν λειψάνων ἡ δύναμις, φέρε, μετὰ προθυμίας καὶ ὑμεῖς τῆς ἀπὸ τούτων ἀπολαύσεως ἐμφορήθητε, καὶ ἡμεῖς θαῤῥοῦντες αὐτῶν τῇ δυνάμει παραθῶμεν αὐτὰ τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλ' ἵνα δόξῃ σαφέστερος ὑμῖν γίνεσθαι ὁ λόγος, ἀναγκαῖον τοῦ τέλους τῶν χθὲς εἰρημένων ὑπομνησθῆναι, ἵν' οὕτω τῆς ἀκολουθίας ἐπιλαβόμενοι, τῆς διδασκαλίας ἁψώμεθα. Τὴν περὶ τῆς περιτομῆς ἐντολὴν εἰς μέσον παραγαγόντες, καὶ ὅτι εἶπεν ὁ Θεὸς τῷ πατριάρχῃ, Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικὸν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται· καὶ ὃς οὐ περιτμηθήσεται, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη, ὅτι τὴν διαθήκην μου διεσκέδασεν· ἐνταῦθα εἰς τὸν τῆς περιτομῆς λόγον τὴν διδασκαλίαν κατελύσαμεν· καὶ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, περαιτέρω προελθεῖν οὐκ ἠνεσχόμεθα. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον, τὸ πολλὰ εἰπεῖν καὶ ἀναχωρῆσαι, ἀλλὰ συμμετρεῖν βουλόμεθα τῇ δυνάμει τῇ ὑμετέρᾳ τοῦ λόγου τὴν διδασκαλίαν, ἵνα καρπωσάμενοί τι ἐκ τῆς τῶν λεγομένων ὠφελείας, οὕτως οἴκαδε πάντες ἀναχωρήσητε. Φέρε οὖν τὰ λειπόμενα προσθῶμεν τοῖς εἰρημένοις, καὶ ἴδωμεν μετὰ τὴν τῆς περιτομῆς ἐντολὴν, τί προσθεὶς ὁ φιλάνθρωπος Θεὸς διαλέγεται τῷ πατριάρχῃ. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Ὥσπερ σοὶ, φησὶ, τὸ στοιχεῖον προσθεὶς ἐμήνυσα, ὅτι πατὴρ ἔσῃ πολλῶν ἐθνῶν, οὕτω καὶ τῇ Σάρᾳ ὁμοίως προστίθημι τὸ στοιχεῖον, ἵνα μάθῃς ὅτι νῦν ὁ καιρὸς ἥκει τοῦ εἰς ἔργον ἐλθεῖν τὰ πάλαι παρ' ἐμοῦ ἐπαγγελθέντα. Ἔσται γὰρ, φησὶ, τὸ ὄνομα αὐτῆς Σάῤῥα. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνος, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Διὰ τοῦτο προλαβὼν τοῦ στοιχείου τὴν προσθήκην ἐποιησάμην, ἵνα μάθῃς ὅτι πάντως ἔσται τὰ παρ' ἐμοῦ λεγόμενα. Μηδὲ πρὸς τὴν ἀσθένειαν τῆς φύσεως ἀφορῶν καταπέσῃς· ἀλλὰ πρὸς τὸ μέγεθος τῆς δυνάμεως τῆς ἐμῆς ἀποβλέπων, θάρσησον τοῖς παρ' ἐμοῦ λεγομένοις. Ευλογήσω γὰρ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Ὑπὲρ φύσιν ἀνθρωπίνην τὰ ἐπαγγελθέντα, καὶ ὅμοιον ἦν ὡς ἂν εἰ ὑπέσχετο ἀπὸ λίθων ἀνθρώπους ποιῆσαι. Οὐδὲν γὰρ λίθων ἦσαν διενηνοχότες, ὅσον πρὸς τὸ τεκεῖν, καὶ ὁ πατριάρχης ὑπὸ τοῦ γήρως λοιπὸν ἀνενέργητος ὢν, καὶ πρὸς παιδοποιίαν ἄχρηστος, καὶ ἡ Σάῤῥα μετὰ τῆς στειρώσεως ἔχουσα καὶ τὴν ἀπὸ τῆς ἡλικίας καὶ τοῦ γήρως προσθήκην. Ἀλλ' ὁ δίκαιος ταῦτα ἀκούων καὶ νομίζων τὴν πάλαι γεγενημένην παρὰ τοῦ Θεοῦ ἐπαγγελίαν ἐκβεβηκέναι εἰς τὸν Ἰσμαήλ· ἐπειδὴ γὰρ εἶπε, Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, οὐ διέκρινε δὲ ὅτι περὶ
are. For once those grow stale, they do not afford the same pleasure to the guests, and if they are left over for a first and a second day, they henceforth become altogether useless; whereas these remnants, if left over not for a first and a second day, but even for perpetual ages, afford equal benefit and do not lose their pleasure: for they are divine and spiritual, and suffer no harm from time, but each day display their grace fresh, and fill with great gladness those who wish to enjoy them. Since, then, such is the power of these remnants, come, take your fill eagerly of the enjoyment that comes from them, and let us, taking courage in their power, set them before your charity. Yet that our discourse may seem clearer to you, it is necessary to recall the end of what was spoken yesterday, so that laying hold thus of the sequence, we may take up the teaching. Having brought forward the commandment concerning circumcision, and how God said to the patriarch, Every male among you shall be circumcised, and it shall be for a sign of a covenant between Me and you; and a child of eight days shall be circumcised; and he who shall not be circumcised, that soul shall be utterly destroyed, because he has scattered My covenant—at that point we brought our teaching to a close upon the subject of circumcision; and lest we overwhelm your mind with the multitude of things spoken, we refrained from proceeding further. For this is not our sole concern, to say many things and depart, but we wish to proportion the teaching of our discourse to your strength, so that having reaped some fruit from the benefit of what is spoken, you may all thus depart homeward. Come, then, let us add what remains to what has been spoken, and see what the God Who loves humanity adds in conversing with the patriarch after the commandment of circumcision. And God said, it says, to Abraham: Sara your wife—her name shall not be called Sara, but Sarra shall be her name. Just as by adding the letter to you, He says, I signified that you shall be father of many nations, so also to Sara in like manner I add the letter, so that you may learn that now the season has come for the things promised of old by Me to come into effect. For her name, He says, shall be Sarra. And I will bless her, and will give you a child from her, and I will bless him, and he shall become a nation, and kings of nations shall come forth from him. For this reason I made the addition of the letter beforehand, so that you may learn that what is spoken by Me shall altogether come to pass. And do not, looking to the weakness of nature, lose heart; but looking to the magnitude of My power, take courage at the things spoken by Me. For I will bless her, and will give you a child from her, and I will bless him, and he shall become nations, and kings of nations shall come forth from him. Beyond human nature were the things promised, and it was just as if He had promised to make men out of stones. For they differed in no way from stones as regards begetting, both the patriarch being now ineffectual through old age and useless for begetting children, and Sarra having on top of her barrenness the addition of advanced age and eld. Yet the righteous man, hearing these things and supposing that the promise made of old by God had been fulfilled in Ishmael—for since He had said, To you and to your seed I will give this land, and had not distinguished that He spoke concerning
Notes, col. 369

On the reading

Printed Ευλογήσω, for Εὐλογήσω.

PG 53:370Read from the page
⟨τ⟩οῦ ἀπὸ τῆς Σάῤῥας τικτομένου φησὶ, ἐλογίζετο καθ' ἑαυτὸν ὅτι τὰ τῆς ὑποσχέσεως ἐκβέβηκε· νυνὶ δὲ ἀκούων Κυρίου τοῦ Θεοῦ λέγοντος, ὅτι Εὐλογήσω τὴν Σάῤῥαν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη· καὶ πάλιν, Ἐξ ἐκείνου βασιλεῖς ἐθνῶν ἐξελεύσονται· οὐκ ἔχων ὅ τι εἴπῃ (οὔτε γὰρ ἀπιστεῖν ἠδύνατο τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις, φιλόθεος ὤν), καὶ πρὸς τὴν ἡλικίαν ὁρῶν τὴν ἑαυτοῦ, καὶ πρὸς τὴν τῆς Σάῤῥας στείρωσιν τὴν μέχρις ἐκείνης ἡλικίας γεγενημένην, ἐν ἀμηχανίᾳ γεγονὼς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, Ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν.
the one born from Sarra—was reckoning within himself that the matters of the promise had already come to pass; but now, hearing the Lord God saying, I will bless Sarra, and will give you a child from her, and I will bless him, and he shall become nations, and again, From him kings of nations shall come forth, having nothing to say (for he could not disbelieve what was spoken by God, being a lover of God), and looking to his own age and to Sarra's barrenness which had lasted until that age, falling into perplexity and amazed at God's promise, He fell, it says, upon his face, and laughed.
βʹ. Εἶδε τὴν ὑπερβολὴν τῆς ὑποσχέσεως, καὶ τῆς δυνάμεως τοῦ ἐπαγγειλαμένου τὸ μέγεθος ἐννοήσας, Ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν, ἀντὶ τοῦ, περιχαρὴς ἐγένετο· καὶ κατὰ τοὺς τῆς διανοίας λογισμοὺς ἐνενόει, πῶς ἂν κατὰ ἀνθρωπίνην ἀκολουθίαν τοῦτο γένοιτό ποτε, καὶ εἰ τῷ ἑκατονταέτει παιδίον γενήσεται, καὶ εἰ ἡ στεῖρα, καὶ μέχρις ἐννενήκοντα ἐτῶν ἄγονος διαμείνασα, ἐξαίφνης δυνήσεται πρὸς τεκνογονίαν διεγερθῆναι. Καὶ ταῦτα κατὰ τὴν διάνοιαν λογισάμενος, οὐκ ἐτόλμησέ τι τοιοῦτον διὰ τῆς γλώττης προενεγκεῖν, ἀλλὰ δεικνὺς ἑαυτοῦ τὴν εὐγνωμοσύνην, παράκλησιν προσάγει περὶ τοῦ Ἰσμαὴλ, μονονουχὶ λέγων· Δέσποτα, ἀρκούντως με παρεμυθήσω, καὶ τὴν ἐκ τῆς ἀπαιδίας ἀθυμίαν τῇ δόσει τοῦ Ἰσμαὴλ εἰς εὐφροσύνην μετέβαλες. Οὐδὲ γὰρ, τούτου τεχθέντος, λοιπὸν κἂν ἐν διανοίᾳ ἔλαβον ἢ ἐνενόησά ποτε, ὅτι ἐκ τῆς Σάῤῥας ἔσται μοι παῖς, ἀλλ' οὐδὲ αὐτὴ τοῦτο προσεδόκησε· διὸ καὶ τὴν Ἄγαρ μοι παρέδωκεν, ἀπαγορεύσασα τὰ καθ' ἑαυτήν. Ἱκανὴν τοίνυν ἀμφότεροι τὴν παραμυθίαν ἐσχήκαμεν τεχθέντος τοῦ Ἰσμαήλ. Οὗτος οὖν ὁ παρὰ σοῦ δοθεὶς ἡμῖν ζήτω ἐναντίον σου, καὶ ἀρκοῦσαν ἕξομεν τὴν παράκλησιν, καὶ τὸ γῆρας τὸ ἡμέτερον ἡ τούτου ζωὴ παραμυθήσεται. Τί οὖν ὁ φιλάνθρωπος Δεσπότης; Ἐπειδὴ ἱκανῶς καὶ τοῦ δικαίου τῆς γνώμης τὸ φιλόθεον διὰ τῆς τοῦ χρόνου παρατάσεως ἐβασάνισε, καὶ τῆς Σάῤῥας τὴν πίστιν, καὶ εἶδεν ἀμφοτέρους ἀπαγορεύσαντας, καὶ τὸν μὲν διὰ τὸ γῆρας, τὴν δὲ μετὰ τῆς ἡλικίας καὶ διὰ τὴν στείρωσιν, φησί· Νῦν ἐπειδὴ πάντη ὑμῖν ἀδύνατον τοῦτο εἶναι φαίνεται· διὰ γὰρ τοῦτο κἀγὼ τὴν τοσαύτην μακροθυμίαν ἐπεδειξάμην, ἵνα δείξω ὅτι ὑπὲρ φύσιν ἀνθρωπίνην ἐστὶν ἡ δωρεὰ ἡ παρ' ἐμοῦ παρεχομένη, καὶ ἵνα καὶ ὑμεῖς καὶ οἱ ἄλλοι πάντες δι' αὐτῶν μάθωσι τῶν πραγμάτων, ὅτι καὶ τῆς φύσεώς εἰμι Δεσπότης, καὶ πρὸς ὃ βούλομαι αὐτὴ ὑπακούει, καὶ εἴκει τοῖς ἐμοῖς ἐπιτάγμασιν. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὴν παρήγαγον, πολλῷ μᾶλλον αὐτὴν γενομένην τὴν φύσιν καὶ χωλεύουσαν διορθῶσαι δυνήσομαι. Ἵνα τοίνυν θαῤῥεῖν ἔχῃς, ἄκουε καὶ διεγέρθητι, καὶ τοὺς ἐν τῇ διανοίᾳ λογισμούς σου κινηθέντας παρωσάμενος, δέχου ἱκανὴν πληροφορίαν ἐκ τῶν παρ' ἐμοῦ λεγομένων. Ἰδοὺ γὰρ Σάῤῥα ἡ γυνή σου, ἣν νομίζεις διά τε τὴν στείρωσιν, διά τε τὸ γῆρας ἀδύνατον λοιπὸν τεκεῖν, αὕτη τέξεταί σοι υἱόν. Καὶ ἵνα μηδὲ ἀμφιβάλλειν ἔχῃς, ἰδού σοι καὶ τὴν προσηγορίαν τοῦ τικτομένου προμηνύω. Τὸν γὰρ τικτόμενον καλέσεις Ἰσαάκ. Πρὸς γὰρ ἐκεῖνον στήσω τὴν διαθήκην μου εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Οὗτος γάρ ἐστιν, ὃν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων σοι ὑπεσχόμην, καὶ εἰς τοῦτον τὰ τῆς ἐπαγγελίας τῆς ἐμῆς πληρωθήσεται. Διὸ καὶ πάντα σοι προλέγω, οὐχ ὅτι τέξεται μόνον, ἀλλὰ καὶ
2. He saw the surpassing magnitude of the promise, and considering the greatness of the power of Him Who promised, He fell upon his face, and laughed—that is to say, he became overjoyed; and in the reasonings of his mind he pondered how according to human sequence this could ever come to pass, whether a child would be born to a hundred-year-old man, and whether she who was barren and had remained childless until ninety years of age would suddenly be able to be stirred up to childbearing. And having reckoned these things in his mind, he did not dare to utter any such thing with his tongue, but showing his own gratitude, he offers a supplication concerning Ishmael, all but saying: Master, Thou hast sufficiently consoled me, and hast turned my despondency over childlessness into gladness by the gift of Ishmael. For once he was born, I never henceforth even conceived in thought or supposed that I should have a child from Sarra, nor did she herself expect this; wherefore she also gave Hagar over to me, having despaired of her own state. Both of us, therefore, have had sufficient consolation through the birth of Ishmael. Let this boy, then, who has been given to us by Thee, live before Thee, and we shall have sufficient comfort, and his life will console our old age. What, then, says the Master Who loves humanity? Since He had sufficiently tried both the devotion to God in the righteous man's mind through the protraction of time and Sarra's faith, and saw that both had despaired—he on account of old age, and she on account of barrenness together with her age—He says: Now, since this seems to you altogether impossible—for on this account I also displayed such long-suffering, that I might show that the gift granted by Me is beyond human nature, and that both you and all others may learn through the deeds themselves that I am Master of nature also, and that she obeys whatever I will and yields to My commands. For if I brought her forth out of non-being, much more shall I be able to set right nature once she has come into being and limps. That you may take courage, therefore, hear and rouse yourself, and thrusting aside the reasonings stirred up in your mind, receive sufficient assurance from the things spoken by Me. For behold, Sarra your wife, whom you suppose both on account of barrenness and on account of old age to be henceforth unable to bear, she shall bear you a son. And that you may not even doubt, behold, I also declare to you in advance the name of him who is to be born: for him who is born you shall call Isaac. For with him I will establish My covenant for an everlasting covenant, and with his seed after him. For this is he whom from the beginning and from the outset I promised you, and in him the matters of My promise shall be fulfilled. Wherefore I also foretell all things to you, not only that she shall bear, but also
PG 53:371Read from the page
ὅπως αὐτὸν καλέσεις, καὶ ὅτι πρὸς αὐτὸν τὴν διαθήκην μου θήσομαι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Εἶτα ὁ φιλότιμος ἀεὶ ταῖς δωρεαῖς, καὶ τὰς αἰτήσεις ἡμῶν ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαλλόμενος, ἐπειδὴ διανέστησε τοῦ δικαίου τὸ φρόνημα, καὶ σχεδὸν εἰπεῖν, δι' ὧν ὑπέσχετο νέον ἐκ γέροντος τὸν πρεσβύτην εἰργάσατο, καὶ τὸν νεκρὸν, ὡς εἰπεῖν, ὄντα διὰ τῶν ῥημάτων ἐζωογόνησεν, ἐπιδαψιλευόμενος ταῖς εὐεργεσίαις φησί· Καὶ ταῦτα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω, καὶ μετὰ τούτου καὶ τὴν περὶ τὸν Ἰσμαὴλ παράκλησιν δεξάμενος· Ἐπήκουσα γάρ σου τῆς δεήσεως, Καὶ εὐλόγηκα αὐτόν. Αὐξήσω αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα, σφόδρα. Δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. Ἐπειδὴ γὰρ, φησὶ, σὸν σπέρμα ἐστὶν, οὕτως αὐτὸν αὐξήσω, καὶ πληθυνῶ σφόδρα, ὡς δώδεκα ἔθνη ἐξ αὐτοῦ διαδοθῆναι. Τὰ μέντοι τῆς διαθήκης τῆς ἐμῆς στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ. Ὅρα μοι ἐνταῦθα, ἀγαπητὲ, ὅπως ἐν μιᾷ καιροῦ ῥοπῇ ὁ δίκαιος παντὸς τοῦ χρόνου τὰς ἀμοιβὰς ἐκομίσατο, καὶ ἐπληροῦτο ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον, ὅτι Ὅστις ἂν καταλίπῃ πατέρα ἢ μητέρα, ἢ οἰκίαν ἢ ἀδελφοὺς διὰ τὸ ὄνομά μου, καὶ ἐνταῦθα ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἐννόησον γάρ μοι τὸν δίκαιον τοῦτον, ἐπειδὴ ἑτοίμως ὑπήκουσε τῷ προστάγματι τοῦ Δεσπότου, καὶ καταλιπὼν τὴν οἰκείαν πατρίδα προετίμησε τὴν ἀλλοτρίαν τῆς ἐνεγκούσης, ὅπως κατὰ μικρὸν πολλὴν τὴν ὑπομονὴν ἐπιδειξάμενος, καὶ εἰς ἄκραν ἀρετῆς κορυφὴν ἀνελθὼν, οὕτω περίβλεπτος γέγονε καὶ περιφανὴς, ὡς τῷ πλήθει τῶν ἄστρων τοὺς ἐξ αὐτοῦ τεχθέντας παρισωθῆναι. Τάχα εἴ τις εὐγνωμόνως βουληθείη συνιδεῖν, οὐ μόνον εἰσὶν ἑκατονταπλασίονα, ἃ ὁ δίκαιος οὗτος ἐκομίσατο ἐνταῦθα, ἀλλὰ καὶ μυριοπλασίονα. Εἰ δὲ ἐνταῦθα τοσούτων ἠξιώθη, τίς ἂν λόγος παραστῆσαι δυνήσεται τῆς ἐκεῖ ἀπολαύσεως τὴν λῆξιν; Μᾶλλον δὲ, ὡς οἷόν τε, καὶ τοῦτο ὁ λόγος δεῖξαι δυνήσεται. Ὅταν γὰρ ἀκούσῃς, ὅτι πάντες οἱ δίκαιοι ἐξ ἐκείνου μέχρι νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς, εὐχῆς ἔργον ποιοῦνται εἰς τοὺς κόλπους τοῦ πατριάρχου καταντῆσαι, ποίαν ἑτέραν μείζονα ταύτης τιμὴν παραστῆσαι δυνήσῃ; Εἶδες οἷόν ἐστιν ὑπομονὴ, ὅσον ἐστὶν ἀρετὴ, ὅσον ἐστὶ τὸ εἶναι φιλόθεον, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι περὶ τὰς τοῦ Δεσπότου εὐεργεσίας; Ἐπειδὴ γὰρ κατὰ καιρὸν τὰ παρ' ἑαυτοῦ εἰσέφερεν, εὐχαρίστως πάντα δεχόμενος, καὶ τὰ χρηστὰ καὶ τὰ ἐναντία, διὰ τοῦτο ὁ φιλάνθρωπος Θεὸς τελευταῖον ἁπάντων τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ ὅπερ μάλιστα ὁ δίκαιος ἐπεθύμει, τοῦτο αὐτῷ ἐχαρίσατο. Σκόπει γὰρ πῶς ἐν εἰκοσιτέσσαρσιν ἔτεσιν ἐβασάνιζε τοῦ δικαίου τὴν ἀρετήν. Ἡνίκα γὰρ ἐξῆλθεν ἀπὸ τῆς Χαῤῥὰν ὑπακούσας τῷ τοῦ Δεσπότου προστάγματι, ἑβδομήκοντα πέντε ἦν ἐτῶν, φησί· νυνὶ δὲ, ὅτε ταῦτα ἤκουσεν, ἑκατοστοῦ λοιπὸν ἦν ἔτους ἐπιβάς.
how you shall call him, and that with him I will establish My covenant, and not this only, but Also with his seed after him. Then He Who is ever munificent in His gifts and outstrips our petitions out of vast superabundance, since He had raised up the spirit of the righteous man and, one might almost say, through what He promised had made the elder a youth out of an old man, and by His words had quickened him who was, so to speak, dead, lavishing His benefits still further, says: Both these things which I promised I will bring into effect, and along with this, accepting also your supplication concerning Ishmael: For I have heard your petition, And I have blessed him. I will increase him and multiply him exceedingly, exceedingly. Twelve nations shall he beget, and I will make him into a great nation. For since, He says, he is your seed, I will so increase him and multiply him exceedingly that twelve nations shall spring forth from him. Nevertheless, My covenant I will establish with Isaac, whom Sarra shall bear to you at this season in the next year. See here, I pray, beloved, how in a single turn of the scale the righteous man received the rewards of all that time, and how that saying spoken by Christ to His disciples was being fulfilled: Whoever leaves father, or mother, or house, or brothers for My name's sake, both here shall receive a hundredfold, and shall inherit eternal life. For consider, I pray, this righteous man: since he readily obeyed the command of the Master, and leaving his own fatherland preferred a foreign land to the one that bore him, how little by little, displaying great endurance and ascending to the highest peak of virtue, he became so conspicuous and illustrious that those born from him equalled the multitude of the stars. Perhaps, if someone wished to reckon fairly, the things which this righteous man received here are not only a hundredfold, but even ten thousandfold. And if here he was counted worthy of so many things, what speech will be able to set forth the portion of his enjoyment yonder? Or rather, so far as is possible, speech will be able to show this also. For when you hear that all the righteous from that time until now, and until the very consummation, make it their prayer to attain to the bosom of the patriarch, what other honour greater than this will you be able to set forth? Did you see what a thing endurance is, how great virtue is, how great it is to be a lover of God and to display great gratitude for the benefits of the Master? For since at each season he contributed what lay with himself, thankfully welcoming all things, both pleasant and adverse, on this account the God Who loves humanity at the last freely granted him the crown of all good things and that which above all the righteous man desired. For observe how for twenty-four years He tested the virtue of the righteous man: for when he went forth from Harran in obedience to the command of the Master, he was seventy-five years old, it says; whereas now, when he heard these things, he had already entered upon his hundredth year.
γʹ. Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, παιδευώμεθα πολλὴν τὴν ὑπομονὴν ἐπιδείκνυσθαι, καὶ μηδέποτε ἀλύειν, μηδὲ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἱδρῶτας, ἀλλ' εἰδέναι ὅτι φιλότιμος ὢν καὶ μεγαλόδωρος ὁ Δεσπότης ὁ ἡμέτερος, ἀντὶ μικρῶν πόνων μεγάλας ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβὰς, καὶ οὐ μόνον ἐν τῷ μέλλοντι τὰ ἀθάνατα ἀγαθὰ ταμιευόμενος, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον παραμυθούμενος ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, πολλὰς φιλοτιμεῖται τὰς δωρεάς. Ἐπεὶ καὶ ὁ πατριάρχης οὗτος οὐκ ὀλίγα ἐν
3. Hearing these things, beloved, let us be taught to display great endurance, and never to grow distressed or numb at the sweats of virtue, but to know that our Master, being munificent and lavish in gifts, renders us great rewards in return for small toils, and not only stores up immortal good things in the life to come, but also in the present life, consoling the weakness of our nature, lavishes many gifts. For this patriarch also in
PG 53:372Read from the page
τῷ μεταξὺ χρόνῳ ὑπέμεινε τὰ λυπηρὰ, εἰ καὶ ὅτι ἑκάστοτε ἀνεμίγνυτο τοῖς λυπηροῖς καὶ τὰ χρηστά. Κηδόμενος γὰρ ἡμῶν τῆς ἀσθενείας ὁ τῶν ὅλων Θεὸς, οὔτε ἀεὶ τοῖς λυπηροῖς ἀφίησιν ἡμᾶς ἐναπομένειν, ἵνα μὴ ἐλέγχηται ἡμῶν ἡ ἀσθένεια, ἀλλὰ ταχεῖαν καὶ αὐτὸς παρέχει τὴν ἀντίληψιν, ῥωννὺς ἡμῶν τὴν προθυμίαν, καὶ τὸν λογισμὸν διεγείρων· οὔτε ἀεὶ ἐν ἀνέσει εἶναι καταλιμπάνει, ἵνα μὴ ῥᾳθυμότεροι γενόμενοι, πρὸς τὴν κακίαν αὐτομολήσωμεν. Ἡ γὰρ φύσις ἡ ἀνθρωπεία, ἐπειδὰν πολλῆς ἀνέσεως ἐπιλάβηται, ἐπιλανθάνεται τῆς εὐγενείας, καὶ οὐχ ἵσταται ἐπὶ τῶν οἰκείων ὅρων· δι' ὃ καθάπερ πατὴρ φιλόστοργος, ποτὲ μὲν ἡμᾶς ἀνίησι, ποτὲ δὲ σωφρονίζει, ἵν' οὕτως ἡμῶν μεθοδεύσῃ τῆς ψυχῆς τὴν ὑγίειαν. Ἐπεὶ καὶ ἰατρὸς, ἐπειδὰν ἄῤῥωστον θεραπεύῃ, οὔτε ἀεὶ κατατείνει τῇ ἀσιτίᾳ, οὔτε ἀεὶ ἀδεῶς ἀπολαύειν ἐπιτρέπει τῆς τραπέζης, ἵνα μὴ ἡ ἀδδηφαγία πυρετὸν τεκοῦσα ἐκτείνῃ τὴν ἀῤῥωστίαν, μηδὲ τῇ ἀσιτίᾳ ἀεὶ κατατείνων ἀσθενέστερον ἐργάσηται· ἀλλὰ καταστοχαζόμενος τῆς δυνάμεως, καὶ ἐπιμελῶς τῇ τέχνῃ κεχρημένος, οὕτω τὰ παρ' ἑαυτοῦ παρατάττεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος Θεὸς εἰδὼς τὸ ἑκάστῳ ἡμῶν συμφέρον, ποτὲ μὲν ἀνέσεως ἡμᾶς ἀπολαύειν συγχωρεῖ, ποτὲ δὲ καὶ γυμνασίας ἕνεκεν περασμοῖς περιβάλλει. Εἴτε γὰρ ἐνάρετοί τινες εἶεν, διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς λαμπρότεροι δεικνύμενοι, πλείονα τὴν ἄνωθεν εὐμένειαν ἐπισπάσονται· εἴτε καθ' ἡμᾶς ἁμαρτωλοὶ τυγχάνοιεν, εὐχαρίστως δεχόμενοι τῶν πειρασμῶν τὴν ἐπαγωγὴν, τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποθήσονται φορτίον, καὶ πολλῆς καὶ αὐτοὶ συγγνώμης ἀπολαύσουσι. Δι' ὃ, παρακαλῶ, εἰδότες τὸ εὐμήχανον καὶ σοφὸν τοῦ ἰατροῦ τῶν ψυχῶν τῶν ἡμετέρων, μηδέποτε περιεργαζώμεθα αὐτοῦ τὰς οἰκονομίας. Κἂν γὰρ ἡ διάνοια ἡ ἡμετέρα ταῦτα καταλαμβάνειν μὴ δύνηται, ταύτῃ μᾶλλον ἐκπληττώμεθα τοῦ Θεοῦ τὰς οἰκονομίας, καὶ δοξάζωμεν αὐτὸν ὑπὲρ ἁπάντων, ὅτι τοιοῦτον ἔχομεν Δεσπότην, οὗ μηδὲ χωρῆσαι δύναται ἡ διάνοια ἡ ἡμετέρα καὶ ὁ τῆς ἀνθρωπίνης φύσεως λογισμὸς τὰς οἰκονομίας. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ συμφέρον ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· οὐχ οὕτως ἡμεῖς κηδόμεθα ἑαυτῶν, ὡς αὐτὸς κήδεται ἡμῶν τῆς σωτηρίας, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρὸς τὴν ἀρετὴν ἡμᾶς χειραγωγῆσαι, καὶ ἐξαρπάσαι τῶν τοῦ διαβόλου χειρῶν. Καὶ ὅταν ἴδῃ μὴ δυναμένους κερδᾶναι ἀπὸ τῆς εὐημερίας, καθάπερ ἰατρὸς ἄριστος, ἐπειδὰν θεάσηται ἀπὸ πολλῆς λαιμαργίας εἰς πολυσαρκίαν ἐξιόντας, διὰ τῆς ἐγκρατείας πρὸς ὑγίειαν ἐπανάγει· οὕτω δὴ καὶ ὁ θαυμάσιος τῶν ἡμετέρων ψυχῶν ἰατρὸς ἀφίησι μικρὸν διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς εἰς αἴσθησιν ἐλθεῖν τῆς βλάβης, ἣν ἐκ τῆς εὐημερίας ὑπεμείναμεν, καὶ ὅταν ἴδῃ καλῶς τὰ τῆς ὑγιείας κατορθωθέντα, τότε λοιπὸν διὰ τῆς οἰκείας ἀντιλήψεως καὶ τῶν πειρασμῶν χαρίζεται τὴν ἀπαλλαγὴν, καὶ τὴν παρ' ἑαυτοῦ πρόνοιαν ἐπιδείκνυται μετὰ πολλῆς τῆς δαψιλείας. Εἴτε οὖν ἐν ἀρετῇ ὄντες τινὲς πειρασμοῖς περιπέσοιεν, μὴ θορυβείσθωσαν, ἀλλὰ ταύτῃ μᾶλλον ταῖς χρησταῖς ἐλπίσι τρεφέσθωσαν, ὅτι ἡ τῶν πειρασμῶν ἐπαγωγὴ στεφάνων ὑπόθεσις αὐτοῖς γίνεται καὶ βραβείων· εἴτε ἐν ἁμαρτήμασι γεγονότες τοῖς λυπηροῖς ἐναφίενται, μηδὲ οὕτω δυσανασχετείτωσαν, εἰδότες ὅτι καθάρσιον τῶν ἁμαρτηθέντων ἐν παντὶ τῷ χρόνῳ γενήσεται ἡ τούτων ἐπαγωγὴ, ἐπειδὰν μετ' εὐχαριστίας πάντα τὰ ἐπιόντα δεχώμεθα. Τοῦτο γὰρ εὐγνώμονος οἰκέτου, τὸ μὴ μόνον, ἡνίκα ἀδείας ἀπολαύῃ, εὐχα
the intervening time endured not a few distresses, although at each turn pleasant things also were mingled with the distresses. For caring for our weakness, the God of all neither leaves us always to remain in distresses, lest our weakness be overcome, but Himself also grants swift help, bracing our eagerness and rousing up our reasoning; nor does He leave us always in ease, lest growing more slothful we desert to vice. For human nature, once it lays hold of great ease, forgets its nobility and does not stand within its own bounds; wherefore like a tenderly loving father, at one time He relaxes us and at another chastens us, so as thus to work out the health of our soul. For a physician also, when he treats a sick man, neither strains him continually with fasting nor suffers him continually to indulge fearlessly in the table, lest gluttony begetting fever prolong the illness, and lest by continually straining him with fasting he render him weaker; but gauging his strength and diligently employing his art, he thus marshals his remedies: in the very same way the God Who loves humanity, knowing what is profitable for each of us, at one time suffers us to enjoy ease, and at another for the sake of training surrounds us with trials. For whether some be virtuous, being shown more radiant through the bringing on of trials, they will draw down greater favour from above; or whether they happen to be sinners like us, welcoming thankfully the bringing on of trials, they will put off the heavy burden of their sins and will themselves also enjoy great pardon. Wherefore, I beseech you, knowing the resourcefulness and wisdom of the Physician of our souls, let us never pry curiously into His dispensations. For even if our mind cannot comprehend these things, for this very reason let us marvel all the more at God's dispensations, and glorify Him for all things, because we have such a Master whose dispensations neither our mind nor the reasoning of human nature can contain. For we do not so know what is profitable for us as He knows; we do not so care for ourselves as He cares for our salvation, and does and devises all things so as to lead us by the hand towards virtue and snatch us out of the devil's hands. And when He sees us unable to profit from prosperity, just as an excellent physician, when he sees men passing from much gluttony into corpulence, brings them back through abstinence to health; so indeed the marvellous Physician of our souls also suffers us for a little while, through the bringing on of trials, to come to a sense of the harm which we suffered from prosperity, and when He sees our health well restored, then at last through His own help He freely grants deliverance from the trials as well, and displays His providence with great bounty. Whether, then, some who live in virtue fall into trials, let them not be troubled, but for this very reason let them rather be nourished with good hopes, because the bringing on of trials becomes for them an occasion of crowns and prizes; or whether some who have fallen into sins are left in distresses, let them not chafe even so, knowing that the bringing on of these will prove a cleansing of the sins committed in all their time, whenever with thanksgiving we welcome all that comes upon us. For this is the mark of a grateful household servant: not only when he enjoys security to give
Notes, col. 372

On the reading

Printed περασμοῖς, for πειρασμοῖς.