Migne Reading Room

PG 53 · cols. 365–366 · Read from the page

In Genesin Homilia XXXIX (ΟΜΙΛΙΑ ΛΘʹ; Gen. 17:1–8)

In Genesin Homilia XXXIX (ΟΜΙΛΙΑ ΛΘʹ; Gen. 17:1–8)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:365Read from the page
άρχῃ τὸ ὄνομα οἱ γονεῖς ἐτίθεσαν, ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων δηλοῦντες, ὅτι μετανάστης ἔσται, καὶ περάσας τὸν ποταμὸν ἐπὶ τὴν ἀλλοτρίαν ἥξει. Ἐπεὶ τοίνυν, φησὶ, τὸ μὲν παρὰ τῶν γονέων ἐπιτεθὲν ὄνομα ἐκεῖνό σοι προεμήνυε τὸ ἐκ τῶν ἐκεῖσε ἐνταῦθα διαπεράσαι, δέχου καὶ τὴν τοῦ στοιχείου προσθήκην, ἵνα μάθῃς ὅτι τοῦτό σοι μηνύει, ὅτι πολλῶν ἐθνῶν ἔσῃ πατήρ. Καὶ ὅρα τὴν ἀκρίβειαν τῶν ῥημάτων. Οὐκ εἶπε, Πάντων τῶν ἐθνῶν, ἀλλὰ, Πολλῶν ἐθνῶν. Ἐπειδὴ γὰρ ἦν ἔθνη καὶ ἕτερα, ἅπερ ἔμελλεν ἐκεῖθεν ἐξεῶσθαι, ἵνα τοῦ δικαίου τὸ σπέρμα δέξηται τὴν κληρονομίαν, διὰ τοῦτό φησι· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Ειδώς σου τῆς ἀρετῆς τὸ μέγεθος, πολλῶν ἐθνῶν διδάσκαλόν σε ἀπεργάσομαι, καὶ αὐξανῶ σε καὶ πληθυνῶ σε σφόδρα, σφόδρα· καὶ θήσω σε εις ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ ειρημένα. Ἂν γὰρ ἐννοήσωμεν τοῦ πατριάρχου τὴν ἡλικίαν, καὶ ὅτι ἐν ἐσχάτῳ γήρᾳ ταῦτα ἤκουσεν, ἐκπλαγησόμεθα τήν τε τοῦ δικαίου πίστιν, καὶ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν, ὅτι ἐξ ἀνθρώπου λοιπὸν νεκρωθέντος, ὡς εἰπεῖν, καὶ τὰ μέλη διαλελυμένου, καὶ καθ' ἑκάστην ἡμέραν τὴν τελευτὴν φανταζομένου, ἐπὶ τοσοῦτον αὐξάνεσθαι τὸ σπέρμα ἐσήμανεν, ὡς καὶ εις ἔθνη πολλὰ γενήσεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ βασιλεῖς, φησὶν, ἐκ σοῦ ἐξελεύσονται. Εἶδες ἐπίτασιν ἐπαγγελίας; Αὐξανῶ σε, φησὶ, σφόδρα, σφόδρα. Οὐχ ἁπλῶς τὴν διπλασιασμὸν ἐπέθηκεν, ἀλλ' ἵνα σημάνῃ τῷ δικαίῳ τοῦ πλήθους τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ στοιχείου προσθήκης, καθάπερ ἐν στήλῃ τινὶ, ἀνεξάλειπτον αὐτῷ τῆς ὑποσχέσεως τὴν ἐπαγγελίαν ἐπέγραψε, πάλιν φησί· Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εις τὰς γενεὰς αὐτῶν, εις διαθήκην αἰώνιον, εἶναί σου Θεός. Οὐ μόνον περὶ σὲ, φησὶ, πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, ἀλλὰ καὶ εἰς τὸ σπέρμα τὸ σὸν, καὶ μετὰ τὴν σὴν ἔξοδον. Ὅρα πῶς ἀνακτᾶται τοῦ δικαίου τὴν ψυχὴν ὑπισχνούμενος αὐτῷ, ὅτι καὶ τῷ σπέρματι αὐτοῦ πολλὴν παρέξει τὴν πρόνοιαν. Καὶ τίς ἡ δύναμις τῆς διαθήκης; Ὥστε εἶναί σου Θεὸς, φησὶ, καὶ τοῦ σπέρματός σου μετὰ σέ. Τοῦτο γάρ σοι ἔσται τὸ κεφάλαιον τῶν ἀγαθῶν, σοί τε καὶ τῷ σπέρματί σου. Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εις κατάσχεσιν αἰώνιον· καὶ Θεὸς ἔσομαι αὐτῶν. Διὰ τὴν σὴν ἀρετὴν καὶ οἱ ἔκγονοι οἱ σοὶ ἀπολαύσουσι τῆς ἐμῆς προνοίας, καὶ δώσω αὐτοῖς εις κατάσχεσιν αιώνιον τὴν γῆν Χαναὰν, Καὶ ἔσομαι αὐτῶν Θεός. Τί ἐστι, Καὶ ἔσομαι αὐτῶν Θεός; Ἀντὶ τοῦ, Πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, πολλὴν τὴν πρόνοιαν, ἐν ἅπασιν αὐτοῖς τὴν παρ' ἐμοῦ συμμαχίαν παρέξομαι· μόνον Σὺ τὴν διαθήκην μου διατήρησον, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Οὐδὲν ἕτερον παρ' ὑμῶν ἐπιζητῶ, ἢ τὴν ὑπακοὴν καὶ τὴν εὐγνωμοσύνην, κἀγὼ πάντα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω.
arch also his parents set the name, declaring from the beginning and from the outset that he shall be a migrant, and having crossed over the river shall come unto a foreign land. Since, therefore, He says, that name set upon thee by thy parents foretokened to thee thy crossing over hither from the parts yonder, receive also the addition of the letter, so that thou mayest learn that this declares to thee that thou shalt be father of many nations. And see the exactness of the words. He did not say, Of all the nations, but, Of many nations. For since there were other nations also which were about to be thrust out from thence so that the righteous man's seed might receive the inheritance, on this account He says: A father of many nations have I set thee. Knowing the magnitude of thy virtue, I will render thee a teacher of many nations, and I will make thee grow and will multiply thee exceedingly, exceedingly; and I will set thee into nations, and kings shall come forth out of thee. Let us not simply pass by what has been said, beloved. For if we reflect upon the patriarch's age, and that he heard these things in extreme old age, we shall be amazed both at the righteous man's faith and at the surpassing power of the loving-kind God: that out of a man henceforth deadened, so to speak, and dissolved in his members, and daily picturing his end, He signified that his seed should grow to such a degree as even to become many nations; and not this alone, nay, And kings, He says, shall come forth out of thee. Have you seen the intensity of the promise? I will make thee grow, He says, exceedingly, exceedingly. Not at random did He add the reduplication, but so as to signify to the righteous man the surpassing greatness of the multitude. For since through the addition of the letter, as though upon some pillar, He inscribed for him the promise of His undertaking indelibly, He says again: And I will establish My covenant between Me and thee, and between thy seed after thee unto their generations, for an everlasting covenant, to be thy God. Not concerning thee alone, He says, will I display great care, but also towards thy seed, even after thy departure. See how He revives the righteous man's soul by promising him that to his seed also He will afford great providence. And what is the force of the covenant? So as to be thy God, He says, and thy seed's after thee. For this shall be for thee the crowning sum of good things, both for thee and for thy seed. And I will give unto thee and unto thy seed after thee the land wherein thou sojournest, all the land of Canaan, for an everlasting possession; and I will be their God. On account of thy virtue thy descendants also shall enjoy My providence, and I will give unto them for an everlasting possession the land of Canaan, And I will be their God. What is, And I will be their God? Meaning: I will display great care, great providence, in all things I will afford them alliance from Me; only Do thou keep My covenant, thou and thy seed after thee unto their generations. Nothing else do I seek from you save obedience and gratitude, and I too shall bring all things whatsoever I have promised to effect.
δʹ. Εἶτα λοιπὸν βουλόμενος ἰδιοποιήσασθαι τοὺς ἐξ αὐτοῦ τικτομένους, καὶ οἰκεῖον ἑαυτοῦ τὸν λαὸν ἀπεργάσασθαι, καὶ ἵνα λοιπὸν τὸ πλῆθος ἐκτεινόμενον μὴ συναναμιγνύηται τοῖς ἔθνεσιν ἐκείνοις, ὧν τὴν γῆν ἔμελλον κληρονομεῖν, ἄλλως δὲ καὶ ἐπειδὴ μετὰ ταῦτα ἔμελλον κατὰ τὴν αὐτοῦ πρόῤῥησιν ὑπομένειν τὴν ἐν Αἰγύπτῳ δουλείαν, ἵνα μὴ καὶ ἐν αὐτῇ γενόμενοι συναναφυρῶσι τοῖς
4. Then, wishing henceforth to make those born of him His own, and to render the people peculiarly His, and so that the multitude as it spread out henceforth might not mingle with those nations whose land they were about to inherit—and besides, since hereafter according to His foretelling they were about to endure bondage in Egypt, lest when they came to be in it too they should be mixed up with the
Notes, col. 365

On the reading

Printed Ειδώς, for Εἰδώς.

Printed εις, for εἰς.

Printed ειρημένα, for εἰρημένα.

Printed εις, for εἰς.

Printed τὴν, for τὸν.

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed αιώνιον, for αἰώνιον.

PG 53:366Read from the page
ἔθνεσι τοῖς ἐν Αἰγύπτῳ, σημείου χάριν τὴν περιτομὴν τῷ δικαίῳ διατάττεται, καί φησιν· Αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εις τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. Περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν. Εἶτα ἵνα διδάξῃ κἀκείνους καὶ πάντας ἡμᾶς, τίνος ἕνεκεν τοῦτο ἐπέταξε, καὶ ὅτι οὐδενὸς ἑτέρου χάριν τοῦτο βούλεται γίνεσθαι, ἀλλ' ἢ ὥστε ἐπίσημον εἶναι τὸν λαὸν τὸν αὐτῷ ἀνακείμενον, φησὶ, Καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ λοιπὸν καὶ τὸν καιρὸν διατάττεται, καθ' ὃν προσήκει τοῦτο γίνεσθαι. Παιδίον γὰρ, φησὶν, ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, καὶ ὁ οικογενὴς, καὶ ὁ ἀργυρώνητος, καὶ πάντες ἁπαξαπλῶς; ὡς εἰπεῖν, οι συνόντες ὑμῖν τὸ σημεῖον τοῦτο δέξονται. Καὶ ὅστις οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ διατεταγμένῃ, ἐξολοθρευθησεται, ὅτι τὴν διαθήκην μου διεσκέδασεν· ὅτι παρέβη, φησὶ, τὸ προσταχθέν.
nations in Egypt—for a sign's sake He enjoins circumcision upon the righteous man, and says: This is the covenant which thou shalt keep between Me and you, and between thy seed after thee unto their generations. Every male among you shall be circumcised. Ye shall be circumcised in the flesh of your foreskin. Then, that He may teach both them and all of us for what reason He commanded this, and that for the sake of nothing else does He will this to take place save that the people dedicated to Him may be marked out, He says, And it shall be for a sign of a covenant between Me and you. And next He also appoints the season at which it befits this to take place. For a male child, He says, of eight days shall be circumcised among you, and the home-born, and the one bought with silver; and all in short, so to speak, who dwell with you shall receive this sign. And whosoever shall not be circumcised on the appointed day shall be utterly destroyed, because he hath scattered My covenant—because he transgressed, He says, what was enjoined.
Ὅρα σοφίαν Δεσπότου, πῶς εἰδὼς τῶν μελλόντων ἔσεσθαι τὸ ἀτελὲς τῆς γνώμης, καθάπερ χαλινόν τινα ἐπιτιθεὶς, οὕτω τὸ σημεῖον τοῦτο τῆς περιτομῆς ἔδωκε, τὴν ὁρμὴν αὐτῶν τὴν ἀκάθεκτον ἐκκόπτων, ὥστε μὴ τοῖς ἔθνεσι συναναμίγνυσθαι. Ἐπειδὴ γὰρ ᾔδει αὐτῶν τὸ λάγνον, καὶ ὅτι οὐκ ἀνέξονται, κἂν ὦσι μυριάκις ἐνηχούμενοι, ἀποσχέσθαι τῆς ἀλόγου ὁρμῆς, διὰ τοῦτο διηνεκῆ ὑπόμνησιν αὐτοῖς διδοὺς, καθάπερ δεσμῷ τινι περιέβαλε τῷ σημείῳ τῆς περιτομῆς, ὅρους αὐτοῖς καὶ κανόνας διδοὺς μὴ περαιτέρω προβαίνειν, ἀλλὰ μέχρι τοῦ οἰκείου ἔθνους ἵστασθαι, καὶ μηδεμίαν ἐπιμιξίαν ποιεῖσθαι πρὸς τούτους, ἀλλὰ τοῦ πατριάρχου τὸ σπέρμα διασώζειν ἀμιγὲς, ἵν' οὕτω καὶ τὰ τῆς ἐπαγγελίας εἰς αὐτοὺς ἐκβῆναι δυνηθῇ. Καὶ καθάπερ τις ἀνὴρ σώφρων καὶ ἐπιεικὴς παιδίσκην ἔχων ἀκόλαστον, ὅρους αὐτῇ καὶ κανόνας τίθησι, μηδέποτε ἔξω φαίνεσθαι τῶν προθύρων τῆς οἰκίας, μηδὲ τοῖς παριοῦσι φαίνεσθαι, ἀλλὰ πολλάκις καὶ τοῖς ποσὶ δεσμὰ περιτίθησιν, ἵν' οὕτω περιγενέσθαι δυνηθῇ τῆς πολλῆς ἀκολασίας· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος Δεσπότης, καθάπερ δεσμὰ ποσὶν, οὕτω τὸ σημεῖον τῆς περιτομῆς τῇ σαρκὶ ἐναπέθετο, ἵνα οἴκοθεν ἔχοντες ὑπόμνησιν, μηκέτι μηδὲ τῆς παρ' ἑτέρων δέωνται διδασκαλίας. Ἀλλ' οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι καὶ παρὰ καιρὸν νῦν τὴν περιτομὴν φυλάσσειν βούλονται, καὶ παιδικὴν ἐπιδείκνυνται γνώμην. Τίνος γὰρ ἕνεκεν, ειπέ μοι, νῦν περιτέμνεσθαι βούλονται; Τότε μὲν γὰρ, ἵνα μὴ τοῖς παρανόμοις ἐκείνοις ἔθνεσι συναναφυρῶσι, τοῦτο ἐπετάγησαν· νυνὶ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν πάντων πρὸς τὴν ἀλήθειαν τοῦ φωτὸς χειραγωγηθέντων, ποῖον τῆς περιτομῆς ὄφελος: Μὴ γὰρ πρὸς τὴν τῆς ψυχῆς ἐλευθερίαν τι συμβάλλεται ἡ τῆς σαρκὸς ἀπόθεσις; Οὐκ ἤκουσαν σαφῶς τοῦ Θεοῦ λέγοντος, Καὶ ἔσται ἐν σημείῳ διαθήκης, μονονουχὶ δεικνύντος, ὅτι διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην τοῦ σημείου ἐδεήθησαν; Οὕτω γὰρ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πολλάκις γίνεται πραγμάτων. Ἐπειδὰν μὴ θαῤῥῶμέν τισι, σημεῖον ἐνεχύρου χάριν λαμβάνειν παρ' αὐτῶν σπουδάζομεν· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς ειδὼς αὐτῶν τῆς γνώμης τὴν εὐκολίαν, τὸ σημεῖον τοῦτο παρ' αὐτῶν ἀπαιτῆσαι κατεδέξατο, οὐχ ἵνα διηνεκῶς μένῃ τὸ σημεῖον τοῦτο, ἀλλ' ἵνα τῶν τότε τέλος λαμβανόντων καὶ ἡ τοῦ σημείου χρεία περιαιρεθῇ. Ὥσπερ γὰρ ὅταν σημεῖόν τινες ἀπαιτῶσι, καὶ ἐνέχυρον βούλωνται
See the Master's wisdom: how, knowing the imperfection of mind of those who were to come, as though putting on some bridle, He thus gave this sign of circumcision, cutting off their ungovernable impulse so that they might not mingle with the nations. For since He knew their lustfulness, and that even if they were ten thousand times instructed they would not endure to abstain from their irrational impulse, on this account, giving them an abiding reminder, He encompassed them as by some bond with the sign of circumcision, giving them bounds and rules not to advance further, but to stop at their own nation and enter into no intermingling with those men, and to preserve the patriarch's seed unmixed, so that thus the matters of the promise also might be able to come to pass for them. And just as some discreet and gentle man who has a licentious maidservant sets bounds and rules for her never to appear outside the porch of the house, nor to show herself to passers-by, nay, often even puts fetters about her feet, so that thus he may be able to get the better of her great licentiousness; in the very same way the loving-kind Master also, like fetters for the feet, thus laid up the sign of circumcision in their flesh, so that, having a reminder from within themselves, they might no longer need even teaching from others. Yet the ungrateful and senseless Jews wish even now out of season to keep circumcision, and display a childish mind. For on what account, tell me, do they now wish to be circumcised? For then, so that they might not be mixed up with those lawless nations, they were commanded this; whereas now, when by the grace of God all have been led by the hand towards the truth of the light, what profit is there in circumcision? Does the putting off of the flesh contribute aught at all towards the freedom of the soul? Did they not hear God clearly saying, And it shall be for a sign of a covenant—all but showing that on account of their great ungratefulness they stood in need of the sign? For thus it often happens in human affairs also. Whenever we do not trust certain persons, we are earnest to take a sign from them by way of pledge; even so the God of all, knowing the fickleness of their mind, deigned to demand this sign from them—not that this sign should remain perpetually, but that when the things of that time came to an end, the need of the sign also might be taken away. For just as whenever certain men demand a sign and wish a pledge
Notes, col. 366

On the reading

Printed εις, for εἰς.

Printed οικογενὴς, for οἰκογενὴς.

Printed ἁπαξαπλῶς;, for ἁπαξαπλῶς,.

Printed οι, for οἱ.

Printed ἐξολοθρευθησεται, for ἐξολοθρευθήσεται.

Printed ειπέ, for εἰπέ.

Printed ὄφελος:, for ὄφελος;.

Printed ειδὼς, for εἰδὼς.