Migne Reading Room

PG 53 · cols. 359–364 · Read from the page

In Genesin Homilia XXXIX (ΟΜΙΛΙΑ ΛΘʹ; Gen. 17:1–8)

In Genesin Homilia XXXIX (ΟΜΙΛΙΑ ΛΘʹ; Gen. 17:1–8)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:359Read from the page
⟨τ⟩ὸ σπέρμα σου ἀριθμοῦ κρεῖττον ἔσται, Ὅτι ἐπήκουσε ⟨Κ⟩ύριος τῇ ταπεινώσει σου. Μὴ τοίνυν μηδὲ ἡμεῖς ⟨ἀ⟩σχάλλωμεν, ἐπειδὰν ἀπό τινος περιστάσεως τῶν πρα⟨γ⟩μάτων ταπεινωθῶμεν. Οὐδὲν γὰρ ἡμῶν τῇ φύσει οὕτω ⟨σ⟩υμβάλλεται, ὡς τὸ συστέλλεσθαι καὶ ταπεινοῦσθαι ⟨ἡ⟩μῶν τὸ φρόνημα, καὶ τὸ φύσημα τῆς ψυχῆς καταστέλ⟨λ⟩εσθαι. Τότε γὰρ ἡμῶν μᾶλλον ὁ Δεσπότης ἐπακούει, ⟨ὅ⟩ταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ συντετριμμένης τῆς ⟨κ⟩αρδίας αὐτὸν καλῶμεν, πολλὴν τὴν προσεδρίαν περὶ τὰς ⟨ἱ⟩κετείας ποιούμενοι. Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ⟨τ⟩απεινώσει σου. Εἶτα προλέγει τοῦ μέλλοντος τίκτε⟨σ⟩θαι παιδὸς τὸ ἐπιτήδευμα. Οὗτος ἔσται, φησὶν, ἄγροι⟨κ⟩ος ἄνθρωπος· αι χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αι ⟨χ⟩εῖρες πάντων ἐπ' αὐτόν· καὶ κατὰ πρόσωπον πάν⟨τ⟩ων τῶν αδελφῶν αὐτοῦ κατοικήσει. Προμηνύει αὐτῇ ⟨ὅ⟩τι ἀνδρεῖος ἔσται, ὅτι πολέμιος, ὅτι πρὸς τὴν τῆς γῆς ⟨ἐ⟩πιμέλειαν πολὺν τὸν πόνον ἐπιδείξεται. Εἶδες διὰ τῶν ⟨ε⟩ἰς τὴν παιδίσκην γεγενημένων τὴν εἰς τὸν πατριάρχην ⟨τ⟩ιμήν; Ἡ γὰρ περὶ ταύτην πρόνοια δείκνυσι τὴν εὔ⟨ν⟩οιαν τοῦ Δεσπότου, ἣν πρὸς τὸν δίκαιον ἐπιδείκνυται. Ταῦτα συμβουλεύσας ὁ ἄγγελος, καὶ εὐαγγελισάμενος τῇ ⟨Ἅ⟩γαρ, ἀνεχώρησεν. Ἀλλ' ὅρα πάλιν τῆς παιδίσκης ⟨τ⟩ὴν εὐγνωμοσύνην. Καὶ ἐκάλεσε, φησὶ, τὸ ὄνομα Κυ⟨ρ⟩ίου τοῦ λαλοῦντος πρὸς αὐτήν· Σὺ ὁ Θεὸς, ὁ ἐπ⟨ι⟩δών με· ὅτι εἶπε· Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα ⟨μ⟩οι. Ἔνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ, Φρέαρ οὗ ἐν⟨ώ⟩πιον εἶδον, ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βα⟨ρ⟩άχ. Σκόπει πῶς καὶ αὐτὴ βούλεται διηνεκῆ τὴν μνήμην ⟨ἐ⟩ναποθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας. Ἐκάλεσε γὰρ, φησὶ, τὸν τόπον, Φρέαρ οὗ ἐνώπιον εἶδον. Εἶδες τὴν παιδίσκην κατὰ μικρὸν ἐκ τῆς περιεχούσης αὐτὴν θλίψεως φιλοσοφωτέραν γινομένην, καὶ πολλὴν εὐγνωμο⟨σ⟩ύνην περὶ τὴν γεγενημένην εἰς αὐτὴν εὐεργεσίαν ἐπιδεικνυμένην, καὶ οἷς ἐνόμισεν ἀμειβομένην τὴν τοσαύτης ⟨α⟩ὐτὴν ἀξιώσασαν κηδεμονίας; Καὶ ἔτεκε, φησὶν, Ἄγαρ τῷ Ἄβραμ υιὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἄγαρ, Ἰσμαήλ.
thy seed shall be beyond number, Because the Lord hath hearkened unto thy humiliation. Let not us either, therefore, chafe whenever we are humbled by some circumstance of affairs. For nothing so profits our nature as that our pride be chastened and humbled, and the puffing up of the soul be checked. For then the Master hearkens to us all the more, whenever with an anguished soul and a contrite heart we call upon Him, devoting great perseverance to supplications. Because the Lord, he says, hath hearkened unto thy humiliation. Then he foretells the way of life of the child about to be born. This one shall be, he says, a wild man; his hands shall be upon all, and the hands of all upon him; and over against the face of all his brethren shall he dwell. He foretokens to her that he shall be valiant, that he shall be warlike, that he shall display great toil towards the care of the land. Have you seen through the things done towards the maidservant the honour shown towards the patriarch? For the providence shown towards her displays the goodwill of the Master which He displays towards the righteous man. Having given this counsel and brought these good tidings to Hagar, the angel withdrew. Yet see again the maidservant's gratitude. And she called, he says, the name of the Lord Who spoke unto her: Thou art God Who hast looked upon me; for she said: For indeed before my face have I seen Him when He appeared unto me. On this account she called the well, The well of Him Whom I saw before my face, between Kadesh and Barach. Consider how she too wishes to lay up an abiding remembrance in the place through its appellation. For she called the place, he says, The well of Him Whom I saw before my face. Have you seen the maidservant little by little becoming wiser out of the affliction surrounding her, and displaying great gratitude concerning the benefit done unto her, and requiting by such means as she thought fit the providence that had counted her worthy of such great care? And Hagar bore, he says, unto Abram a son, and Abram called his name, whom Hagar bore unto him, Ishmael.
ϛʹ. Ἐντεῦθεν μανθάνομεν ὅσον ἐστὶν ἀγαθὸν ἐπιείκεια, ὅσον ἐστὶ κέρδος καὶ ἀπὸ τῶν θλίψεων καρπώσασθαι. Καὶ τὴν μὲν ἐπιείκειαν, ἐξ ὧν ὁ πατριάρχης ἐπεδείξατο καταπραΰνας τῆς Σάρας τὴν ἀγανάκτησιν, καὶ τὴν ἐξουσίαν τῆς παιδίσκης αὐτῇ δεδωκὼς, καὶ διὰ τούτου εἰρήνης ἐμπλήσας τὴν οἰκίαν, τὸ δὲ κέρδος τῶν θλίψεων ἐκ τῶν κατὰ τὴν παιδίσκην ἔστιν ἰδεῖν. Ἐπειδὴ γὰρ κακωθεῖσα ὑπὸ τῆς δεσποίνης ἀπέδρα, καὶ πολλὴν ὑπέμεινε τὴν ταλαιπωρίαν, καὶ μετὰ ὀδυνωμένης ψυχῆς ἐκάλεσε τὸν Δεσπότην, εὐθέως τῆς ἄνωθεν ἐπισκοπῆς ἠξιώθη. Ἵνα γὰρ μάθῃ, ὅτι διὰ τὸ ταπεινωθῆναι καὶ συσταλῆναι τῆς τοσαύτης ἀξιοῦται κηδεμονίας, φησὶν ὁ ἄγγελος πρὸς αὐτήν· Ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υιὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ισμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Εἰδότες τοίνυν, ἀγαπητοὶ, ὅτι ἐὰν νήφωμεν, αἱ θλίψεις μᾶλλον ἡμᾶς οἰκειοῦσι τῷ Δεσπότῃ, καὶ τότε δυνησόμεθα τὴν παρ' αὐτοῦ ῥοπὴν ἐπισπάσασθαι, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ θερμῶν δακρύων αὐτῷ προσίωμεν, μὴ ἀλγῶμεν ἐπὶ ταῖς θλίψεσιν, ἀλλὰ τὸ ἐκ τῶν θλίψεων κέρδος λογιζόμενοι πάντα πράως φέρωμεν τὰ συμπίπτοντα, καὶ παιδευώμεθα ἐπιεικεῖς εἶναι καὶ ἥμεροι πρὸς πάντας μὲν, μάλιστα δὲ περὶ τὰς ἑαυτῶν γυναῖκας, καὶ πολλὴν ποιεῖσθαι σπουδήν, ὥστε, κἂν δικαίως, κἂν ἀδίκως μέμψωνται, μὴ ἀκριβολογεῖσθαι, ἀλλ' ἑνὸς μόνου γίνεσθαι, τοῦ τὰ τῆς λύπης αἴτια ἐκποδὼν ποιεῖν, καὶ βαθεῖαν εἰρήνην κατασκευάζειν τῇ οἰκίᾳ,
6. Hence we learn how great a good gentleness is, and how great a gain may be reaped even from afflictions. And gentleness may be seen from what the patriarch displayed in calming Sarah's indignation, and giving her authority over the maidservant, and thereby filling the house with peace; while the gain of afflictions may be seen from the maidservant's case. For when she had been ill-treated by her mistress and had fled away, and had endured great hardship, and with an anguished soul had called upon the Master, straightway she was counted worthy of visitation from above. For that she may learn that on account of being humbled and chastened she is counted worthy of such great care, the angel says unto her: Thou art with child, and shalt bear a son, and shalt call his name Ishmael, because the Lord hath hearkened unto thy humiliation. Knowing, therefore, beloved, that if we are sober, afflictions all the more bring us close to the Master, and that we shall then be able to draw down the turn of the scale from Him whenever with an anguished soul and warm tears we approach Him, let us not grieve over afflictions, but reckoning up the gain from afflictions let us meekly bear all things that befall, and let us be trained to be gentle and mild towards all indeed, yet above all towards our own wives, and to take great earnestness, whether they find fault justly or unjustly, not to stand upon strictness, but to be intent on one thing alone: putting out of the way the causes of grief, and establishing deep peace for the house,
Notes, col. 359

On the reading

Printed αι, for αἱ.

Printed αι, for αἱ.

Printed αδελφῶν, for ἀδελφῶν.

Printed Ἔνεκεν, for Ἕνεκεν.

Printed υιὸν, for υἱὸν.

Printed υιὸν, for υἱὸν.

Printed Ισμαὴλ, for Ἰσμαὴλ.

PG 53:360Read from the page
ἵνα καὶ ἐκείνη ἔχῃ πρὸς τὸν ἄνδρα τὴν ἐπιστροφήν, καὶ ὁ ἀνὴρ ὡς εις λιμένα εἰς αὐτὴν ἔχῃ καταφεύγειν ἐκ τῶν ἔξωθεν ταραχῶν καὶ τῶν θορύβων, καὶ πᾶσαν ἐκεῖθεν εὑρίσκειν τὴν παραμυθίαν. Πρὸς βοήθειαν γὰρ ἡ γυνὴ ἐδόθη, ἵνα ἀρκούμενος τῇ ταύτης παρακλήσει ἀντέχειν ὁ ἀνὴρ δύνηται πρὸς τὰ ἐπιόντα αὐτῷ. Ἐὰν γὰρ ᾖ κοσμία καὶ ἐπιεικής, οὐ μόνον τὴν ἀπὸ τῆς κοινωνίας παραμυθίαν παρέξει τῷ ἀνδρὶ, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλὴν τὴν ἑαυτῆς χρείαν ἐπιδείξεται, πάντα αὐτῷ κοῦφα καὶ ῥᾴδια κατασκευάζουσα, καὶ οὐκ ἀφιεῖσα πεῖραν λαβεῖν οὔτε τῶν ἔξωθεν, οὔτε μὴν τῶν κατὰ τὴν οἰκίαν τικτομένων καθ' ἑκάστην ἡμέραν δυσχερῶν· ἀλλὰ, καθάπερ κυβερνήτης ἄριστος, οὕτως αὐτῷ τὸν χειμῶνα τῆς ψυχῆς διὰ τῆς οἰκείας σοφίας εις γαλήνην καταστήσει, καὶ τῇ παρ' ἑαυτῆς συνέσει πολλὴν αὐτῷ παρέξει τὴν παραμυθίαν. Τοὺς γὰρ οὕτω συνδεδεμένους οὐδὲν λοιπὸν τῶν ἐν τῷ παρόντι βίῳ λυπῆσαι δυνήσεται, οὐδὲ τὴν ἡδονὴν αὐτῶν λυμήνασθαι. Ὅταν γὰρ ὁμόνοια ᾖ καὶ εἰρήνη καὶ σύνδεσμος ἀγάπης μετὰ γυναικὸς καὶ ἀνδρὸς, ἐκεῖ πάντα συῤῥεῖ τὰ ἀγαθὰ, καὶ ἀνάλωτοι πάσης ἐπιβουλῆς γενήσονται, μεγάλῳ καὶ ἀχειρώτῳ τείχει τινὶ πεφραγμένοι, τοῦτ' ἔστι, τῇ κατὰ Θεὸν ὁμονοίᾳ. Τοῦτο ἀδάμαντος αὐτοὺς ἰσχυροτέρους ἀπεργάσεται, τοῦτο σιδήρου στεῤῥοτέρους καταστήσει, τοῦτο παντὸς πλούτου καὶ περιουσίας αὐτοῖς συμβαλεῖται πλέον, τοῦτο εἰς τὴν ἀνωτάτω περιφάνειαν αὐτοὺς ἀνάξει, τοῦτο καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν αὐτοῖς προξενήσει μετὰ πολλῆς τῆς δαψιλείας. Μὴ τοίνυν, παρακαλῶ, τούτου προτιμότερόν τι ἡγώμεθα, ἀλλὰ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, ὥστε γαλήνην καὶ εἰρήνην εἶναι μεταξὺ τῆς συνοικήσεως. Τότε γὰρ οἱ τικτόμενοι παῖδες τῇ τῶν γεγεννηκότων ἀρετῇ κατακολουθήσουσι, καὶ οἱ οἰκέται τούτοις ἕψονται, καὶ πανταχόθεν τὰ τῆς οἰκίας πρὸς ἀρετὴν ἐπιδώσει, καὶ πολλὴ τῶν πραγμάτων ἔσται ἡ εὐημερία. Ὅταν γὰρ τὰ τοῦ Θεοῦ προτιμῶμεν, τὰ ἄλλα πάντα κατὰ ῥοῦν ἥξει ἡμῖν, καὶ οὐδενὸς αἴσθησιν ληψόμεθα λυπηροῦ, τῆς τοῦ Θεοῦ ἀγαθότητος μετὰ δαψιλείας ἡμῖν ἅπαντα χορηγούσης. Ἵνα οὖν καὶ αὐτοὶ ἀλύπως κατὰ τὸν παρόντα βίον διάγωμεν, καὶ τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν ἐπὶ πλέον ἐπισπασώμεθα, ἀντεχώμεθα τῆς ἀρετῆς, τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην εἰς τὴν οἰκίαν εἰσάγειν σπουδάζωμεν τὴν ἑαυτῶν, τῆς τῶν τέκνων εὐκοσμίας ἐπιμελώμεθα, φροντίζωμεν τοῦ τρόπου τῶν οἰκετῶν, ἵνα ὑπὲρ ἁπάντων δαψιλεῖς τὰς ἀμοιβὰς κομισάμενοι, καταξιωθῶμεν καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
so that she too may have her recourse to her husband, and the husband may be able to take refuge in her, as in a haven, out of outward tumults and uproars, and thence find every comfort. For woman was given as a help, so that, content with her consolation, the husband may be able to hold out against the things that come upon him. For if she is orderly and gentle, not only will she afford her husband the comfort that comes from companionship, but in all other things also she will display her great usefulness, rendering all things light and easy for him, and suffering him to experience neither hardships from without nor those bred daily in the house; rather, like a consummate helmsman, she will thus calm the tempest of his soul into tranquillity through her own wisdom, and by her own prudence will afford him great comfort. For those thus bound together nothing else in this present life will be able to grieve, nor mar their joy. For whenever there is concord and peace and a bond of love between wife and husband, thither all good things stream together, and they shall prove impregnable to every plot, fenced round as by some great and unconquerable wall—that is, concord according to God. This will render them stronger than adamant, this will set them firmer than iron, this will contribute more to them than all wealth and abundance, this will raise them to the highest renown, this will also procure for them goodwill from God with great bounty. Let us not, therefore, I beseech you, esteem anything more precious than this, but let us do and pursue all things so that there may be calm and peace within our wedded life. For then the children born will follow closely the virtue of their parents, and the household servants will follow them, and from every side the affairs of the house will advance towards virtue, and great will be the prosperity of its concerns. For whenever we honour the things of God above all else, all other things will flow smoothly for us, and we shall feel no distressing thing, since the goodness of God bountifully supplies all things to us. In order, therefore, that we ourselves may both pass through this present life free from grief and draw down goodwill from the Master yet more, let us cleave to virtue, let us be earnest to bring concord and peace into our own house, let us take care for the good order of our children, let us take thought for the character of our household servants, so that, having received bountiful recompenses for all things, we may also be counted worthy of the good things promised, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ ΛΘʹ.
Homily 39.
Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός.
And when Abram was ninety-nine years old, God appeared unto him.
αʹ. Εἴδετε, ἀγαπητοὶ, πῶς οὐδὲν ἀργὸν τῶν παρὰ τῇ θείᾳ Γραφῇ κειμένων; εἴδετε χθὲς πῶς τὸ κατὰ τὴν Ἅγαρ εἰς μέσον παραγαγόντες, καὶ τὴν ταύτης ἀναχώρησιν, πολλὴν ὠφέλειαν ἐκεῖθεν ἐκαρπωσάμεθα; Ἐμάθομεν γὰρ τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν, τῆς σωφροσύνης τὴν ὑπερβολὴν, τὴν αιδὼ, ἣν ἀπένειμε τῇ Σάρᾳ, τὴν πρὸς αὐτὴν ὁμόνοιαν πάντων ἡγούμενος προτιμοτέραν. Εἴδομεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅπως διὰ τὴν εἰς τὸν δίκαιον τιμὴν οὐ μόνον ἐπανήγαγε
1. Did you see, beloved, how nothing of the things set down in divine Scripture is idle? Did you see yesterday how, having brought forward the account of Hagar and her departure, we reaped great benefit from thence? For we learned the patriarch's great gentleness, the surpassing greatness of his self-restraint, the reverence which he accorded to Sarah, esteeming concord with her more precious than all things. We saw the ineffable loving-kindness of God: how, on account of the honour shown towards the righteous man, He not only brought back
Notes, col. 360

On the reading

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed αιδὼ, for αἰδὼ.

PG 53:361Read from the page
τὴν Ἅγαρ κατὰ τὴν ἔρημον πλανωμένην, καὶ διὰ τὸν τῆς δεσποίνης φόβον ἀποδράσασαν, ἀλλὰ καὶ τοῦ Ἰσμαὴλ τὸν τόκον ἐχαρίσατο, πολλὴν ἐντεῦθεν τῷ δικαίῳ τὴν παραμυθίαν ἐπινοῶν, καὶ τῆς τοσαύτης ὑπομονῆς ἀποδιδοὺς αὐτῷ τὰς ἀμοιβάς. Καὶ ἐπειδὴ ἐτέχθη ὁ Ἰσμαὴλ, βουλομένη διδάξαι ἡμᾶς ἡ θεία Γραφὴ τὸν χρόνον τοῦ πατριάρχου, καὶ τῶν ἐτῶν τὴν ἀριθμὸν ἡμῖν ἐπεσημήνατο ειποῦσα, ὅτι Ἡνίκα ἐτέχθη ὁ Ἰσμαὴλ, ἐτῶν ὀγδοηκονταὲξ ἦν ὁ Ἄβραμ. Ἴδωμεν δὲ λοιπὸν τὰ ἐντεῦθεν, ἵνα καὶ ἐκ τῶν ἑξῆς μάθωμεν πάλιν καὶ τοῦ δικαίου τὴν πολλὴν ὑπομονὴν, καὶ τοῦ Δεσπίτου τὴν ἄφατον καὶ ὑπερβάλλουσαν φιλανθρωπίαν. Εἰσόμεθα δὲ μετὰ ἀκριβείας, ἐὰν πάλιν τοὺς χρόνους τῆς ζωῆς τοῦ δικαίου καταμαθεῖν δυνηθῶμεν, καὶ ὅπως ὁ ἀγαθὸς Εεὸς τὰ κατ' αὐτὸν ᾠκονόμει, καθ' ἕκαστον καιρὸν δοκιμὴν τοῦ ἰδίου θεράποντος λαμβάνων, καὶ τὸ θεοφιλὲς αὐτοῦ τῆς γνώμης ἐκκαλύπτων. Αὐτὸς μὲν γὰρ προῄδει σαφῶς τοῦ ἰδίου οἰκέτου τὴν εὐγνωμοσύνην, καὶ τῆς ψυχῆς αὐτοῦ τὸ κάλλος ἠπίστατο, καὶ τὸν μαργαρίτην ἀκριβῶς ἐγίνωσκεν· ἀλλ' ἐπειδὴ ἐβούλετο καὶ πᾶσι τοῖς τότε παροῦσι κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα καὶ εἰς τὰς μετὰ ταῦτα γενεὰς ἡ τοῦ δικαίου ἀρετὴ πρὸς ζῆλον καὶ μίμησιν ἐφέλκηται τοὺς βουλομένους, διὰ τοῦτο κατὰ μικρὸν ἐκκαλύπτει τὸν πλοῦτον τῆς τοῦ δικαίου γνώμης, ἵνα παιδευώμεθα καὶ ἡμεῖς μηδέποτε διαπιστεῖν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις· μηδὲ δυσχεραίνειν πρὸς τὴν ἀναβολήν, ἀλλὰ μᾶλλον τῶν ὁρωμένων καὶ τῶν ἐν χερσὶ τοῖς μὴ βλεπομένοις θαῤῥεῖν, ἐπειδὰν ὁ πάντων Δεσπότης ὑπόσχηται· καὶ εἰδέναι ὡς οὐχ οἷόν τέ ποτε διαπεσεῖν τὰ παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα· ἀλλὰ κἂν χρόνου πολλοῦ παραδραμόντος ἐναντία ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι γένηται, μηδὲ οὕτω σαλεύεσθαι τὸν λογισμὸν, ἀλλ' εἰδέναι τοῦ ἐπαγγειλαμένου τὸ εὐμήχανον καὶ τὴν ἄμαχον δύναμιν, καὶ ὅτι ἐπειδὰν βουληθῇ εἰς ἔργον ἀγαγεῖν τὰ δεδογμένα, πάντα εἴκει καὶ παραχωρεῖ. Ἐπειδὴ γὰρ Κύριός ἐστι τῆς φύσεως καὶ δημιουργὸς, δυνατὸν αὐτῷ καὶ τὰ ὑπὲρ τὴν φύσιν δωρήσασθαι. Μὴ τοίνυν πρὸς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες πολυπραγμονῶμεν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, μηδὲ πρὸς τὴν φυσικὴν ἀκολουθίαν ἀποβλέποντες σχίζωμεν τὸν λογισμὸν, ἀλλὰ καθάπερ εὐγνώμονες οἰκέται, ειδότες τοῦ ἡμετέρου Δεσπότου τὴν ὑπερβάλλουσαν δύναμιν, πιστεύωμεν αὐτοῦ ταῖς ὑποσχέσεσιν, καὶ ἀνώτεροι γινώμεθα τῆς φυσικῆς ἀσθενείας, ἵνα καὶ τῶν ἐπαγγελθέντων ἐπιτευξώμεθα, καὶ τῆς παρ' αὐτοῦ ἀπολαύσωμεν εὐνοίας, καὶ κατὰ δύναμιν ἡμετέραν τιμήσωμεν τὸν Θεόν. Μεγίστη γὰρ αὕτη τιμὴ παρ' ἡμῶν εἰς αὐτὸν, τὸ θαῤῥεῖν αὐτοῦ τῇ δυνάμει, κἂν ἐναντία ᾖ τὰ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς ὁρώμενα. Καὶ τί θαυμάζεις, ει ἐπὶ Θεοῦ μεγίστη ἐστὶ τιμὴ τὸ μὴ ἀμφιβάλλειν; Καὶ ἐπὶ τῶν ὁμογενῶν, ἐπειδὰν ἡμῖν ὑπόσχωνταί τι τῶν ἐπικήρων τούτων καὶ φθαρτῶν πραγμάτων, ἂν μὴ ἀμφιβάλλωμεν, ἀλλὰ θαῤῥήσωμεν τῷ ὑποσχομένῳ, πᾶς τις αὐτῶν μεγίστην ταύτην ἡγεῖται τετιμῆσθαι τιμήν, τὸ μὴ ἐνδοιάσαι δηλονότι ἡμᾶς, ἀλλὰ θαῤῥῆσαι αὐτοῦ ταῖς ὑποσχέσεσιν. Εἰ τοίνυν καὶ ἐπ' ἀνθρώπων τοῦτό ἐστι τῶν καὶ μεταβαλλομένων πολλάκις, ἢ δι' ἀσθένειαν μὴ δυναμένων εις ἔργον ἀγαγεῖν τὰ δόξαντα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ ὀφείλομεν αὐτοῦ θαῤῥεῖν τῇ ἐπαγγελίᾳ, κἂν ἐν τῷ μέσῳ πολὺς γένηται χρόνος. Ταῦτα δέ μοι νῦν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα εἰδέναι ἔχωμεν, ὅταν ἔλθωμεν ἐπὶ τὴν ἀρχὴν τῶν σήμερον ἡμῖν προτεθέντων, ὅπως ὁ φιλάνθρωπος Θεὸς βουλόμενος ἅπασιν ἐπίσημον ποιῆσαι τὸν πατριάρ-
the wandering Hagar in the wilderness and had fled away through fear of her mistress, but also freely granted the birth of Ishmael, devising great comfort thereby for the righteous man, and rendering to him the recompenses of such great endurance. And when Ishmael had been born, divine Scripture, wishing to teach us the patriarch's age, also marked out for us the number of his years, saying that When Ishmael was born, Abram was eighty-six years old. Let us now see what follows from here, so that from the things next in order we may learn again both the righteous man's great endurance and the Master's ineffable and surpassing loving-kindness. And we shall know with exactness if we are able again to learn thoroughly the times of the righteous man's life, and how the good God ordered his affairs, taking proof of His own servant at each season, and unveiling his mind's love of God. For He Himself clearly foreknew His own household servant's gratitude, and knew well the beauty of his soul, and knew the pearl accurately; yet since He willed to make him manifest also to all those then present, so that even unto the generations hereafter the righteous man's virtue might draw on those who wish towards emulation and imitation, on this account He unveils little by little the wealth of the righteous man's mind, so that we too may be trained never to distrust the promises of God, nor to chafe at delay, but rather than things seen and things in hand to have confidence in things unseen, whenever the Master of all has promised; and to know that it is impossible for the things promised by God ever to fail; nay, even if, after a long time has passed by, things turn out contrary to the promises of God, not even so to be shaken in our reasoning, but to know the resourcefulness and invincible power of Him Who promised, and that whenever He wills to bring what has been decreed to effect, all things yield and give way. For since He is Lord and Creator of nature, it is possible for Him to bestow even the things that are above nature. Let us not, therefore, looking away to our own weakness, pry meddlesomely into the things done by God, nor, gazing upon natural consequence, divide our mind; rather, like thankful household servants, knowing the surpassing power of our Master, let us believe His promises, and rise above natural weakness, so that we may both obtain the things promised, and enjoy goodwill from Him, and according to our strength honour God. For this is the greatest honour from us towards Him: to have confidence in His power, even if the things seen with the eyes of the flesh be contrary. And why do you marvel if with God the greatest honour is not to doubt? Even among our fellow men, whenever they promise us some one of these transitory and perishable things, if we do not doubt, but trust him who promised, every one of them counts himself to have been honoured with the greatest honour—namely, that we did not waver, but had confidence in his promises. If, therefore, even in the case of men, who both often change and through weakness are unable to bring what they have resolved to effect, this is so, much more in the case of God ought we to have confidence in His promise, even if a long time intervene. And these things have now been spoken by me not at random, but so that we may be able to know, when we come to the beginning of the passages set before us today, how the loving-kind God, wishing to make the patri-
Notes, col. 361

On the reading

Printed τὴν, for τὸν.

Printed ειποῦσα, for εἰποῦσα.

Printed Δεσπίτου, for Δεσπότου.

Printed Εεὸς, for Θεὸς.

Printed ειδότες, for εἰδότες.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

PG 53:362Read from the page
χην, ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν τὴν οἰκείαν ἐπιδείκνυται μακροθυμίαν, καὶ ὁ δίκαιος οὐ δυσχεραίνει, ο⟨ὐ⟩ ναρκᾷ πρὸς τὸ μῆκος, οὐκ ἀπαγορεύει, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος τὴν φιλόθεον αὐτοῦ γνώμη⟨ν⟩ διὰ πάντων ἐπιδείκνυται. Εἰσόμεθα δὲ ἀκριβῶς ἅπασα⟨ν⟩ τοῦ πατριάρχου τὴν ἀρετὴν, ἐὰν μάθωμεν πόσος μεταξὺ διαγέγονε χρόνος. Πάντα γὰρ ἡμᾶς ταῦτα σαφῶς διδάξε⟨ι⟩ ὁ μακάριος Μωϋσῆς ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίο⟨υ⟩ ἐνηχούμενος. Τί οὖν οὗτός φησιν; Ἡνίκα ὑπήκουσε τῷ προστάγματι τοῦ Θεοῦ, καὶ ἀναστὰς ἀπὸ τῆς Χαῤῥὰ⟨ν⟩ ἐπὶ τὴν Χαναναίαν ὥρμησεν, ἐτῶν ἦν ἑβδομηκονταπέντ⟨ε.⟩ Καὶ εὐθὺς καταλαβόντι τὴν Χαναναίαν ὑπέσχετο αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν πᾶσαν τὴν γῆν, καὶ εἰς τοσοῦτον πλῆθος ποιῆσαι ἐπιδώσειν, ὡς ἀναρίθμητο⟨ν⟩ εἶναι, καθάπερ τὴν ἄμμον καὶ τοὺς ἀστέρας. Καὶ μετὰ τὴν ἐπαγγελίαν ταύτην πολλὰ ἐν τῷ μέσῳ συνέβη τ⟨ῷ⟩ δικαίῳ, ἡ κάθοδος ἡ ἐν Αἰγύπτῳ διὰ τὸν λιμὸν, ⟨ἡ⟩ ἁρπαγὴ τῆς Σάρας, καὶ εὐθὺς ἡ παρὰ τοῦ Θεοῦ πρόνοι⟨α.⟩ Καὶ πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον ἡ παρὰ τοῦ βασιλέως τῶν Γεράρων περὶ τὴν Σάραν ἐπήρεια, καὶ παραχρῆμα ἡ παρὰ τοῦ Θεοῦ ἀντίληψις. Καὶ ταῦτα ἅπαντ⟨α⟩ ὁρῶν ὁ δίκαιος μετὰ τὴν ὑπόσχεσιν ἐκείνην αὐτῷ συμβαίνοντα, οὐκ ἐσαλεύετο τὸν λογισμὸν, οὐδὲ περιειργάζετο, τίνος ἕνεκεν ὁ τοιαύτην ἐπαγγελίαν δεξάμενος τοσούτοις καὶ τοιούτοις πειρασμοῖς καθ' ἑκάστην περιπίπτει, καὶ ἐν τοσούτῳ χρόνῳ ἐν ἀπαιδίᾳ διαμένει· ἀλλὰ φιλόθεος ὢν καὶ οὐκ ἀνεχόμενος τῇ ἀσθενείᾳ τῶν οἰκείων λογισμῶν ὑποβαλεῖν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ ἔστεργε, καὶ μεθ' ἡδονῆς ἐδέχετο τὰ τῷ Θεῷ δοκοῦντα.
arch conspicuous to all, displays His own long-suffering over the number of so many years, and the righteous man does not chafe, does not grow numb at the length of time, does not lose heart, but nourished by good hopes displays his God-loving mind through all things. And we shall know accurately all the patriarch's virtue if we learn how much time elapsed in between. For all these things the blessed Moses, instructed by the Holy Spirit, will teach us clearly. What, then, does he say? When he obeyed the command of God, and arising from Harran set out for Canaan, he was seventy-five years old. And straightway, when he reached Canaan, He promised to give all the land to him and to his seed, and to make him increase to so great a multitude as to be innumerable, like the sand and the stars. And after this promise many things in the meantime befell the righteous man: the descent into Egypt on account of the famine, the seizure of Sarah, and straightway the providence from God. And again, after his return from thence, the insolence concerning Sarah on the part of the king of Gerar, and forthwith the succour from God. And though the righteous man saw all these things befalling him after that promise, he was not shaken in his reasoning, nor did he pry curiously as to why he who had received such a promise falls daily into so many and such great trials, and remains childless for so long a time; rather, being a lover of God and not enduring to subject the things done by God to the weakness of his own reasonings, he both acquiesced in and gladly welcomed what seemed good to God.
βʹ. Καὶ μετὰ δέκατον ἐνιαυτὸν λαμβάνει τὸν Ἰσμαὴλ, τὸν ἀπὸ τῆς παιδίσκης, καὶ εἰς τοῦτον ἐνόμιζεν αὐτῷ λοιπὸν τὰ τῆς ἐπαγγελίας πεπληρῶσθαι. Ἦν γὰρ ⟨ὁ⟩ πατριάρχης, φησὶν, ἡνίκα ἐτέχθη ὁ Ἰσμαὴλ, ἐτῶν ὀγδοήκοντα ἕξ. Ἀλλὰ πάλιν ἑτέρων δεκατριῶν ἐτῶν ἀριθμὸν γυμνάσας ὁ φιλάνθρωπος Θεὸς τοῦ δικαίου τὴν ὑπομονὴν, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἄγει. Ἐπειδὴ γὰρ εἶδε καλῶς καθάπερ ἐν χωνευτηρίῳ διὰ τοῦ μήκους τοῦ χρόνου τὸ χρυσίον ἐκκαθαρθὲν, καὶ λαμπροτέραν καὶ φαιδροτέραν τοῦ δικαίου τὴν ἀρετὴν ἀναφανεῖσαν, Ἡνίκα, φησὶν, ἐγένετο Ἄβραμ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ πάλιν ὁ Θεός. Καὶ τίνος ἕνεκεν τοσοῦτον χρόνον ἐμακροθύμησεν; Οὐχ ἵνα τοῦ δικαίου μόνον τὴν ὑπομονὴν, καὶ τὴν πολλὴν ἀρετὴν καταμάθωμεν, ἀλλ' ἵνα καὶ τῆς αὐτοῦ δυνάμεως τὴν ὑπερβολὴν ἴδωμεν. Ἡνίκα γὰρ ἀπηγόρευσεν ἡ φύσις, καὶ πρὸς τὴν παιδοποιίαν λοιπὸν ἄχρηστος ἦν, καταμαρανθέντων αὐτοῦ τῶν μελῶν, καὶ κατεψυγμένων ὑπὸ τοῦ γήρως, τότε καὶ τοῦ δικαίου τὴν ἀρετὴν ἐκκαλύπτων, καὶ τὴν οἰκείαν δεικνὺς δύναμιν, τὰ τῆς ἐπαγγελίας εἰς ἔργον ἄγει. Ἀλλ' ἀναγκαῖον ἀκοῦσαι καὶ αὐτῶν τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων. Γενομένῳ, φησὶν, αὐτῷ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ ὁ Θεὸς, καὶ εἶπεν αὐτῷ. Ὅταν δὲ ἀκούσῃς, Ὤφθη, μηδὲν ταπεινὸν ὑπόπτευε, μηδὲ νομίσῃς ὀφθαλμοῖς σαρκὸς ὁρᾶσθαι τὴν θείαν ἐκείνην καὶ ἄφθαρτον δύναμιν, ἀλλ' εὐσεβῶς ἅπαντα νόει. Ὤφθη οὖν αὐτῷ ὁ Θε⟨ὸ⟩ς, ἀντὶ τοῦ, τῆς παρ' αὐτοῦ δηλονότι ἐπισκέψεως αὐτὸν ἠξίωσε, καὶ ἄξιον αὐτὸν ἡγησάμενος τῆς παρ' ἑαυτοῦ προνοίας, πολλῇ κεχρημένος τῇ συγκαταβάσει, καὶ διαλέγεται, καί φησιν· Ἐγώ ειμι ὁ Θεός σου· εὐαρέστει ἐναντίον μου, καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον
2. And after the tenth year he receives Ishmael, the son from the maidservant, and supposed that in him the matters of the promise had henceforth been fulfilled for him. For the patriarch, he says, when Ishmael was born, was eighty-six years old. Yet again, having exercised the righteous man's endurance for the number of another thirteen years, the loving-kind God then brings His own promise to effect. For when He saw the gold well purified, as though in a crucible, through the length of time, and the righteous man's virtue shown forth brighter and more radiant, When Abram, he says, was ninety-nine years old, God appeared unto him again. And for what reason did He show long-suffering for so long a time? Not that we might learn thoroughly the righteous man's endurance and great virtue alone, but that we might also see the surpassing greatness of His own power. For when nature had given out and was henceforth useless for the begetting of children, his members having withered away and grown chilled with old age, then, both unveiling the righteous man's virtue and showing His own power, He brings the matters of the promise to effect. Yet it is necessary to hear also the very words spoken unto him by God. When he was, he says, ninety-nine years old, God appeared unto him, and said unto him. Now whenever you hear, He appeared, suspect nothing lowly, nor suppose that divine and incorruptible power to be seen with the eyes of the flesh, but understand all things reverently. God appeared unto him, therefore—meaning that He counted him worthy, clearly, of visitation from Him, and deeming him worthy of providence from Himself, using great condescension, He both converses with him and says: I am thy God; be well-pleasing before Me, and become blameless, and I will set My covenant between Me and between thee, and will multiply thee exceedingly. And Abram fell upon his face
Notes, col. 362

On the reading

Printed ειμι, for εἰμι.

PG 53:363Read from the page
αὐτοῦ. Πολλὴ τοῦ δικαίου ἡ εὐγνωμοσύνη, ὑπερβάλλουσα τοῦ ἀγαθοῦ Θεοῦ ἡ περὶ αὐτὸν φιλανθρωπία. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ Θεός σου· μονονουχὶ λέγων· Ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ διαφόρως οἰκονομήσας ἐγώ εἰμι, ὁ ἀναστήσας σε οἴκοθεν καὶ ἐνταῦθα ἀγαγὼν ἐγώ εἰμι, ὁ καθ' ἕκαστον καιρὸν ὑπέρμαχός σοι γινόμενος, καὶ τῶν ἐπιβουλευόντων σε ἀνώτερον πεποιηκὼς ἐγώ εἰμι· καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ Θεὸς, ἀλλ', Ἐγώ εἰμι ὁ Θεός σου. Ὅρα τὴν πολλὴν ἀγαθότητα, πῶς καὶ διὰ τῆς προσθήκης ταύτης τὸ φίλτρον τὸ περὶ τὸν δίκαιον ἐπιδείκνυται. Ὁ γὰρ τῆς οἰκουμένης ἁπάσης Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, ὁ οὐρανοῦ καὶ γῆς ποιητής φησιν, Ἐγώ εἰμι ὁ Θεός σου. Μέγας ὁ ὄγκος τῆς τιμῆς τῆς εἰς τὸν δίκαιον. Οὕτω καὶ τοῖς προφήταις ἔθος λαλεῖν. Ὥσπερ γὰρ αὐτὸς νῦν κοινὸς ὢν ἁπάντων Δεσπότης, ἀπὸ τοῦ δούλου καλεῖσθαι καταδέχεται, καὶ εὑρήσομεν αὐτὸν μετὰ ταῦτα λέγοντα, Ἐγώ ειμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οὕτω καὶ οἱ ⟨πρ⟩οφῆται εἰώθασι λέγειν, Ὁ Θεὸς ὁ Θεός μου, οὐ περικλείοντες αὐτοῦ εἰς ἑαυτοὺς τὴν δεσποτείαν, ἀλλὰ καὶ αὐτοὶ τὸν πόθον ἀκάθεκτον ἐνδεικνύμενοι. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν οὐδὲν θαυμαστόν· ὅταν δὲ αὐτὸς ἐπ' ἀνθρώπων τοῦτο ποιῇ, τοῦτό ἐστι τὸ καινὸν καὶ παράδοξον. Ἀλλὰ μὴ θαυμάζωμεν, ἀγαπητοὶ, ἀλλ' ἀκούωμεν τοῦ προφήτου λέγοντος, Κρεῖσσον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι· καὶ πάλιν τοῦ μακαρίου Παύλου λέγοντος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αιγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτως ὁ μὲν προφήτης μυρίων παρανόμων τὸν ἕνα τὸν ποιοῦντα τὸ θέλημα Κυρίου κρείττονα ἀπέφηνεν· ὁ δὲ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, μνημονεύσας τῶν δικαίων ἁπάντων τῶν ἐν θλίψεσι, τῶν ἐν στενοχωρίᾳ διαγόντων, φησὶν, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Πάντα τὸν κόσμον εἰπὼν, τούτους τοὺς ἐλαυνομένους, τοὺς θλιβομένους ἀντέστησεν, ἵνα μάθῃς, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος. Διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δημιουργός φησι πρὸς τὸν πατριάρχην· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος. Οὐδὲ γὰρ περιόψομαι τῆς τοσαύτης σου ἀρετῆς τοὺς ἱδρῶτας, ἀλλὰ Θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Οὐχ ἁπλῶς εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσω, ἀλλὰ καὶ Σφόδρα, τὴν πολλὴν ἐπίτασιν δηλῶν· καὶ ὅπερ ἀνωτέρω ἔλεγεν εἰπὼν, Ὡς τὴν ἄμμον καὶ τοὺς ἀστέρας, τοῦτο ἐνταῦθα διὰ τοῦ Σφόδρα ἐδήλωσεν. Ἀλλ' ὁ εὐγνώμων καὶ φιλόθεος οἰκέτης ὁρῶν τοῦ Θεοῦ τὴν τοσαύτην συγκατάβασιν καὶ τὴν περὶ τὸν αὐτοῦ θεράποντα κηδεμονίαν, καταπλαγεὶς, καὶ εις ἔννοιαν ἐλθὼν τῆς τε οἰκείας φύσεως, τῆς τε τοῦ Θεοῦ ἀγαθότητος, καὶ τῆς ἀπείρου δυνάμεως, Ἔπεσε. φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ, δεικνὺς διὰ τοῦ σχήματος τὴν οἰκείαν εὐγνωμοσύνην. Οὐ μόνον γὰρ οὐκ ἀπενοήθη, οὐδὲ μέγα ἐφρόνησεν ἐπὶ τῇ εὐνοίᾳ τῇ εἰς αὐτὸν γεγενημένῃ, ἀλλὰ καὶ πολλῷ μᾶλλον συνεστάλη. Καὶ ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον. Τοιοῦτον γὰρ ἡ εὐγνώμων ψυχή· ἐπειδὰν πλείονος ἀπολαύσῃ τῆς παῤῥησίας, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν περὶ τὸν Θεὸν εὐλάβειαν·
his. Great is the righteous man's gratitude, surpassing is the loving-kindness of the good God towards him. For I am, He says, thy God—all but saying: I am He Who up to the present has diversely ordered thy affairs; I am He Who raised thee up from home and brought thee hither; I am He Who at each season has proved thy champion and made thee superior to those plotting against thee. And He did not say, I am God, but, I am thy God. See His great goodness: how through this addition also He displays His tender love towards the righteous man. For the God of the whole world, the Creator of all things, the Maker of heaven and earth, says, I am thy God. Great is the weight of the honour shown towards the righteous man! Thus it is customary for the prophets also to speak. For just as He Himself now, though He is the common Master of all, deigns to be named after His servant, and we shall find Him hereafter saying, I am the God of Abraham and of Isaac and of Jacob, even so the prophets also are wont to say, O God, my God—not shutting up His lordship unto themselves, but themselves also showing forth uncontrollable longing. Yet for men to do this is in no way marvellous; when He Himself does this in the case of men, however, this is what is new and paradoxical. Yet let us not marvel, beloved, but hear the prophet saying, Better is one that doeth the will of the Lord than ten thousand transgressors; and again the blessed Paul saying, They went about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated—of whom the world was not worthy. Thus the prophet declared the one man who does the will of the Lord better than ten thousand transgressors; while the blessed Paul, the teacher of the world, making mention of all the righteous who lived in afflictions and in straits, says, Of whom the world was not worthy. Having named the whole world, he set over against it these men driven about and afflicted, so that you might learn how great is the magnitude of virtue. On this account the Creator of all things also says unto the patriarch: I am thy God; be well-pleasing before Me, and become blameless. For I shall not overlook the toils of thy so great virtue, nay, I will set My covenant between Me and thee, and will multiply thee exceedingly. Not simply shall I cause thee to increase to a multitude, but also Exceedingly, declaring the great intensity; and what He spoke above when saying, Like the sand and the stars, this He here declared through the word Exceedingly. Yet the thankful and God-loving household servant, seeing such great condescension of God and His care towards His servant, was struck with awe, and coming to a sense both of his own nature and of the goodness of God and His boundless power, He fell, he says, upon his face, showing through his posture his own gratitude. For not only did he not grow arrogant, nor think highly of himself over the goodwill shown towards him, nay, much more was he chastened. And he fell, he says, upon his face. For such is a thankful soul: whenever it enjoys greater boldness of access, then all the more does it display great reverence towards God;
Notes, col. 363

On the reading

Printed ειμι, for εἰμι.

Printed αιγείοις, for αἰγείοις.

Printed εις, for εἰς.

Printed Ἔπεσε., for Ἔπεσε,.

PG 53:364Read from the page
Ἔπεσε γὰρ, φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ. Καὶ ἐπειδὴ μετὰ τὴν τοσαύτην παῤῥησίαν εις ἑαυτὸν ὁρῶν ὁ δίκαιος καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὐδὲ ἀνανεῦσαι ἐτόλμα, ἀλλὰ κάτω κύπτων πολλὴν ἐπεδείκνυτο τὴν εὐλάβειαν· ὅρα πάλιν τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον φιλοτιμίαν. Ἐλάλησε γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς λέγων· Ἰδοὺ ἐγὼ καὶ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, καὶ αὐξανῶ σε· καὶ θήσω σε εις ἔθνος, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.
For he fell, he says, upon his face. And since after such great boldness of access the righteous man, looking upon himself and the weakness of human nature, did not even venture to lift up his head, but bending down low displayed great reverence—see again the ineffable munificence of the good God! For God spoke unto him, he says, saying: Behold, I and My covenant are with thee, and thou shalt be father of a multitude of nations; and thy name shall no more be called Abram, but thy name shall be Abraham, because a father of many nations have I set thee; and I will make thee grow, and I will set thee into a nation, and kings shall come forth out of thee.
γʹ. Σκόπησον, ἀγαπητὲ, πῶς προλέγει τῷ δικαίῳ καὶ νῦν ἅπαντα σαφῶς, καὶ ἵνα πλείονα αὐτῷ τὴν πληροφορίαν ποιήσῃ, καὶ τοῦ στοιχείου τὴν προσθήκην τῇ προσηγορίᾳ αὐτοῦ ἐναποτίθεται, καί φησιν· Ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραὰμ, ἐπειδὴ πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Ὥσπερ γὰρ τὸ πρότερον ὄνομα τὴν ἀπὸ τοῦ πέραν ἐνταῦθα ἐπάνοδον ἐσήμαινεν (Ἄβραμ γὰρ περάτης ἑρμηνεύεται κατὰ τὴν Ἑβραίων γλῶτταν· καὶ τοῦτο ἴσασιν, ὅσοι τῆς γλώττης ἐκείνης εἰσὶν ἔμπειροι), ἐπεὶ οὖν ἔμελλεν ἀπὸ τοῦ πέραν εἰς τὴν Χαναναίαν ἔρχεσθαι, διὰ τοῦτο οἱ γονεῖς αὐτῷ τὸ ὄνομα ἐπιτιθέασιν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ ει ἄπιστοι ἐτύγχανον οἱ τοῦτον γεγεννηκότες, πόθεν αὐτοῖς ἡ πρόγνωσις αὕτη, ὥστε τῇ προσηγορίᾳ ἐναποθέσθαι τὸ μέλλον μετὰ πολὺν ἔσεσθαι χρόνον; Καὶ τοῦτο τῆς τοῦ Θεοῦ εὐμηχάνου σοφίας, τὸ καὶ διὰ τῶν ἀπίστων πολλάκις τοιαῦτα οἰκονομεῖν· καὶ πολλὰ τοιαῦτα εὑρήσομεν καὶ ἐφ' ἑτέρων γεγενημένα. Εὐθέως γὰρ ἐπεισέρχεται ἡμῖν καὶ ἡ τοῦ Νῶε προσηγορία. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε καὶ τούτῳ τὴν προσηγορίαν ἐπέθηκαν οἱ γονεῖς, ἀλλὰ προμηνύοντες τὸν μετὰ πεντακόσια ἔτη μέλλοντα γενήσεσθαι κατακλυσμόν. Ὅτι γὰρ καὶ ὁ τούτου πατὴρ οὐ διὰ τὸ ἐνάρετος εἶναι ταύτην τὴν προσηγορίαν ἐπέθηκε τῷ παιδὶ, ἄκουε τῆς Γραφῆς σαφῶς λεγούσης, ὅτι Νῶε μόνος εὑρέθη δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. Οὐκ ἂν παρεσιώπησεν ἡ Γραφὴ, οὐδὲ εἶπε, Νῶε δίκαιος μόνος ἦν, ει καὶ Λάμεχ ὁ τούτου πατὴρ ζηλωτὴς ἦν τῆς τοῦ δικαίου ἀρετῆς. Μέλλων τοίνυν τὴν προσηγορίαν ἐπιτιθέναι τῷ παιδὶ, φησί· Καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ Νῶε· οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. Πόθεν, ειπέ μοι, ἐκείνῳ ἡ γνῶσις τῶν μελλόντων γίνεσθαι μετὰ τοσαύτας γενεάς; Κληθήσεται γὰρ, φησὶ, Νῶε· οὗτος γὰρ διαναπαύσει ἡμᾶς. Τὸ, Νῶε, τῇ Ἑβραίων διαλέκτῳ ἀνάπαυσις λέγεται. Ἐπεὶ οὖν οὗτος ἔμελλε, τοῦ ναυαγίου ἐκείνου καταλαμβάνοντος τὴν οἰκουμένην, μόνος διασώζεσθαι, καὶ τῇ μετὰ ταῦτα γενεᾷ ἀρχήν τινα παρασχεῖν τῆς συστάσεως, διὰ τοῦτό φησιν, Οὗτος διαναπαύσει ἡμᾶς, ἀνάπαυσιν τὸν κατακλυσμὸν καλῶν. Καθάπερ γὰρ κεκμηκυῖαν τὴν γῆν πᾶσαν ἐκ τῆς τῶν ἐνοικούντων πονηρίας, καὶ πολλὴν τὴν λύμην δεχομένην ἐλθὼν ὁ κατακλυσμὸς διὰ τῆς τῶν ὑδάτων φορᾶς, καὶ στήσας τῶν μοχθηρῶν ἀνδρῶν ἐκείνων τὴν πονηρίαν, τήν τε γῆν ἐξεκάθηρεν ἀκάθαρτον γεγενημένην διὰ τὴν τῶν ἐνοικούντων μοχθηρίαν, κἀκείνους διὰ τῆς τιμωρίας ἀνέπαυσε. Θάνατος γὰρ, φησὶ, ἀνδρὶ ἀνάπαυσις. Εἶδες ὅπως καὶ διὰ ἀπίστων πολλάκις τὰ μέλλοντα προμηνυεσθαι πα⟨ρ⟩ασκευάζει; Τὸν αὐτὸν δὴ τρόπον καὶ τῷ πατρι-
3. Consider, beloved, how He foretells all things clearly to the righteous man now also, and in order that He may give him fuller assurance, He also lays up the addition of a letter in his appellation, and says: Thou shalt be father of a multitude of nations. For thy name shall not be called Abram, but Abraham, because a father of many nations have I set thee. For just as his former name signified his passing over hither from beyond (for Abram is interpreted crosser-over according to the tongue of the Hebrews, and this all those know who are skilled in that tongue), since he was about to come from beyond into Canaan, on this account his parents bestowed that name upon him. Yet perhaps someone might say: And if those who begot him were unbelievers, whence had they this foreknowledge, so as to lay up in his appellation what was about to come to pass after a long time? This too belongs to the resourceful wisdom of God: often to order such things even through unbelievers; and we shall find many such things having taken place in the case of others also. For straightway there comes in upon our thoughts the appellation of Noah also. For neither at random nor by chance did his parents bestow his appellation upon him either, but foretokening the flood that was about to come to pass after five hundred years. For that his father too did not bestow this appellation upon the child on account of being virtuous, hear Scripture saying clearly that Noah alone was found righteous, perfect in his generation. Scripture would not have passed him over in silence, nor said that Noah alone was righteous, if Lamech his father had also been a zealot for the righteous man's virtue. Being about to bestow the appellation upon the child, therefore, he says: And his name shall be called Noah; this one shall give us rest from our works, and from the sorrows of our hands, and from the earth which the Lord God hath cursed. Whence, tell me, had that man the knowledge of the things about to come to pass after so many generations? For he shall be called, he says, Noah; for this one shall give us rest. The name Noah in the dialect of the Hebrews is called rest. Since this man, therefore, when that shipwreck overtook the world, was alone about to be preserved safe, and to afford the generation hereafter a certain beginning of constitution, on this account he says, This one shall give us rest, calling the flood rest. For when the whole earth had grown weary from the wickedness of its inhabitants and was receiving great defilement, the flood came through the rush of the waters, and having stayed the wickedness of those vicious men, both cleansed the earth thoroughly when it had become unclean through the viciousness of its inhabitants, and gave those men rest through punishment. For death, he says, is rest unto a man. Have you seen how He often provides that things to come be foretokened even through unbelievers? In the very same way upon the patri-
Notes, col. 364

On the reading

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed ει, for εἰ.

Printed ειπέ, for εἰπέ.

Printed προμηνυεσθαι, for προμηνύεσθαι.