Migne Reading Room

PG 53 · cols. 347–350 · Read from the page

In Genesin Homilia XXXVII (ΟΜΙΛΙΑ ΛΖʹ; Gen. 15:7–21)

In Genesin Homilia XXXVII (ΟΜΙΛΙΑ ΛΖʹ; Gen. 15:7–21)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:347Read from the page
ἐκ τῶν προειρημένων πάλιν βεβαίαν κτήσηται τὴν πίστιν, ὥστε καὶ τὰ κατ' αὐτὸν ἤδη εἰς ἔργον ἐλθεῖν ἀνάγκη. Εἶτα, ἐ⟨π⟩ειδὴ ἐπλήρωσε τὴν πρόρρησιν, καὶ ἐδέξατο σημεῖον ἱκανὸν τῶν πρὸς αὐτὸν γεγενημένων. Ἐπειδὴ ἐγένετο ὁ ἥλιος πρὸς δυσμὰς, φησὶ, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος, καὶ λαμπάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων. Καὶ ἡ φλὸξ καὶ ὁ κλίβανος καὶ αἱ λαμπάδες ἐγίνοντο πρὸς τὸ γνωρίσαι τῷ δικαίῳ τῶν συνθηκῶν τὸ βέβαιον, καὶ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐπληρώθη ἅπαντα καὶ ἀπηρτίσθη, τοῦ πυρὸς ἀναλώσαντος τὰ προκείμενα, Διέθετο, φησὶ, Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Ἄβραμ διαθήκην λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου, τοὺς Κιναίους, καὶ τοὺς Κενεζαίους, καὶ τοὺς Κεδμωναίους, καὶ τοὺς Χετταίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς Ῥαφαεὶμ, καὶ τοὺς Ἀμορραίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γεργεσαίους, καὶ τοὺς Ἰεβουσαίους. Ὅρα πῶς πάλιν τῇ συνεχείᾳ βεβαιοῖ τὴν εἰς αὐτὸν ἐπαγγελίαν. Διέθετο γὰρ, φησὶ, διαθήκην, λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Εἶτα, ἵνα ἐκ τοῦ πλάτους τῆς γῆς, καὶ ἐκ τοῦ μεγέθους τῶν ὁρίων εἰδέναι ἔχῃ ὁ δίκαιος, ὅσον ἐκταθήσεται αὐτοῦ τὸ σπέρμα, φησίν· Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου τοσοῦτον ἔσται, φησὶ, τὸ σπέρμα σου. Σκόπει πῶς διὰ πάντων τοῦ πλήθους αὐτῷ τὴν ὑπερβολὴν ἐμφῆναι βούλεται. Ἀνωτέρω γὰρ εἰπὼν, κατὰ τὸ τῶν ἄστρων πλῆθος οὕτως ἀναρίθμητον αὐτὸ ποιήσειν, ἐνταῦθα καὶ τὸ μῆκος τῶν ὁρίων δῆλον ἐποίησεν, ἵνα καὶ ἐντεῦθεν μάθῃ τοῦ μέλλοντος ἔσεσθαι πλήθους τὴν ἔκτασιν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατ' εἶδος τῶν ἐθνῶν μνημονεύει, ὧν ἔμελλε τὴν κατάσχεσιν παρέξειν αὐτοῦ τῷ σπέρματι, ἵνα πολλὴν διὰ πάντων πληροφορίαν παράσχῃ τῷ δικαίῳ. Καὶ τοσούτων ἐπαγγελιῶν γεγενημένων, ἔτι ἔμενεν ἄγονος ἡ Σάρα, καὶ τὸ γῆρας αὐτοῖς ἐπετείνετο, ἵνα τῆς πίστεως αὐτῶν μέγιστον τεκμήριον ἐξενέγκαντες, τότε καὶ τῆς ἀνθρωπίνης φύσεως ἴδωσι τὴν ἀσθένειαν, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὸ μέγεθος.
from the things spoken beforehand he might again acquire a firm faith that the things concerning himself also must now of necessity pass into fact. Next, after He had fulfilled the prediction, he also received a sufficient sign of the things spoken to him. When the sun came towards setting, it says, there came a flame, and behold a smoking furnace, and torches of fire, which passed between those halved carcasses. And the flame and the furnace and the torches came to pass in order to make known to the righteous man the sureness of the covenants and the presence of God's operation. Next, when all things were fulfilled and completed, the fire having consumed what lay before him, In that day, it says, the Lord made a covenant with Abram, saying: To your seed I will give this land, from the river of Egypt as far as the great river Euphrates: the Kenites, and the Kenizzites, and the Kadmonites, and the Hittites, and the Perizzites, and the Rephaim, and the Amorites, and the Canaanites, and the Hivites, and the Girgashites, and the Jebusites. See how again by continual repetition He confirms the promise to him. For He made a covenant, it says, saying: To your seed I will give this land. Next, so that from the breadth of the land and from the greatness of its boundaries the righteous man may know how far his seed will spread abroad, He says: From the river of Egypt as far as the river Euphrates—so great, He says, shall your seed be. Observe how through all things He wishes to set forth to him the surpassingness of their multitude. For having said above that He would make it as innumerable as the multitude of the stars, here He also made manifest the length of the boundaries, so that hence also he might learn the extent of the multitude that was about to be. And not this only, but He also makes mention specifically of the nations whose possession He was about to furnish to his seed, so as to furnish great full assurance through all things to the righteous man. And although so many promises had come to pass, Sarah still remained childless, and old age was advancing upon them, so that once they had brought forth the greatest proof of their faith, then they might see both the weakness of human nature and the greatness of God's power.
Ἀλλ' ἵνα μὴ πάλιν εἰς πολὺ μῆκος τὴν διδασκαλίαν ἐκτείνωμεν, μέχρι τούτου τὰ τῆς ὑποθέσεως στήσαντες καταπαύσωμεν τὸν λόγον, παρακαλέσαντες ὑμᾶς ζηλωτὰς γενέσθαι τοῦ πατριάρχου. Ἐννόησον γὰρ, ἀγαπητὲ, διὰ τὰ ῥήματα ἐκεῖνα, ἃ πρὸς τὸν βασιλέα Σοδόμων ἐποιήσατο, μᾶλλον δὲ καὶ διὰ τὴν ἄλλην ἅπασαν ἀρετὴν, ἣν διὰ πάσης ἐπεδείκνυτο τῆς ζωῆς, πόσης ⟨ἠ⟩ξιώθη τῆς ἀμοιβῆς, καὶ πόσην περὶ αὐτὸν τὴν συγκατάβασιν ὁ Δεσπότης ἐπεδείξατο, δεικνὺς διὰ τῶν εἰς τὸν πατριάρχην γεγενημένων ἅπασιν ἡμῖν τῆς φιλοτιμίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι, κἂν βραχύ τι προλαβόντες ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲ τὸ τυχὸν ὑπερθέμενος, μεγάλαις ἡμᾶς ἀμείβεται ταῖς δωρεαῖς, μόνον ἐὰν εἰλικρινῆ τὴν πίστιν ἐπιδειξώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ μηδέποτε σαλευώμεθα τὸν λογισμὸν, ἀλλ' ἐρηρεισμένην ἔχωμεν τὴν γνώμην Ἐντεῦθεν γὰρ καὶ οὗτος εὐδοκίμησεν. Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου ἀνακηρύττοντος αὐτοῦ τὴν πίστιν, ἣν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπεδείξατο· φησὶ γὰρ, Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται· ἐκεῖνο ἡμῖν αἰνιττόμενος τὸ παρὰ τοῦ Θεοῦ εἰρημένον· Ἔξελ-
Yet so that we may not again draw out our teaching to great length, stopping the matter of our subject at this point let us bring our discourse to rest, exhorting you to become emulators of the patriarch. For consider, beloved, on account of those words which he spoke to the king of Sodom—or rather on account of all his other virtue also, which he displayed throughout his whole life—of how great a reward he was deemed worthy, and how great a condescension the Master displayed towards him, showing to us all through the things wrought towards the patriarch the surpassingness of His munificence, and that even if we are able beforehand to display some slight measure on our part, without delaying in the least He requites us with great gifts, if only we display sincere faith, just like this righteous man, and never waver in our reasoning, but hold our mind firmly fixed. For hence this man also won approval. For hear the blessed Paul proclaiming aloud his faith, which he displayed from the beginning and from the outset; for he says, By faith Abraham, being called, obeyed to go forth to the place which he was about to receive, and he went forth not knowing whither he goes—hinting for us at that word spoken by God: Go
PG 53:348Read from the page
θε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Εἶδες πίστιν βεβαίαν; εἶδες γνώμην εἰλικρινῆ; Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα καὶ ἐξέλθωμεν τῇ γνώμῃ καὶ τῇ προθυμίᾳ ἐκ τῶν τοῦ παρόντος βίου πραγμάτων, καὶ ὁδεύσωμεν εἰς τὸν οὐρανόν. Δυνατὸν γὰρ, ἐὰν ἐθέλωμεν, καὶ ἐνταῦθα διάγοντες τῆς ἐκεῖ ὁδοῦ ἔχεσθαι, ὅταν ἄξια τῶν οὐρανῶν διαπραττώμεθα, ὅταν μὴ περὶ τὰ τοῦ κόσμου ὦμεν ἐπτοημένοι, ὅταν μὴ τὴν δόξαν τὴν κενὴν τοῦ βίου τούτου ἐπιζητῶμεν, ἀλλὰ ταύτης ὑπερορῶντες, ἐκείνης ἐφίεσθαι σπουδάζωμεν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης· ὅταν μὴ περὶ τὴν τῆς ἐσθῆτος πολυτέλειαν ἀπασχολώμεθα, μηδὲ τὸ σῶμα καλλωπίζειν σπουδάζωμεν, ἀλλὰ πάντα τοῦτον τὸν ἔξωθεν κόσμον μετάγωμεν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καὶ μὴ ἀνεχώμεθα γυμνὴν αὐτὴν καὶ ἔρημον ταύτης τῆς ἀρετῆς τῶν ἐνδυμάτων περιορᾷν· ὅταν καταγελῶμεν τρυφῆς, ὅταν γαστριμαργίαν φεύγωμεν, ὅταν μὴ τὰ συμπόσια καὶ τὰ δεῖπνα μεταδιώκωμεν, ἀλλὰ τῆς αὐταρκείας ἐχώμεθα, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν περιττῶν, καὶ τοῦ τὴν γαστέρα διαρρήγνυσθαι ὑπὸ τῆς πολλῆς ἀεδηφαγίας, ἢ τοῦ λογισμοῦ τὸ κριτήριον ἡμῖν διαφθείρεσθαι ἀπὸ τῆς ἀμέτρου οἰνοποσίας; ἢ οὐχὶ ἐντεῦθεν καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πάντα τίκτεται τὰ κακά; Πόθεν γὰρ αἱ νόσοι αἱ παντοδαπαὶ, καὶ τῶν μελῶν αι διαστροφαί; Οὐχὶ ἐντεῦθεν ἀπὸ τοῦ τὴν χρείαν ὑμᾶς ὑπερβαίνοντας βαρὺ φορτίον ἐπιτιθέναι τῇ γαστρί; Πόθεν δὲ αἱ μοιχεῖαι, αἱ πορνεῖαι, αἱ ἁρπαγαὶ, αἱ πλεονεξίαι, οἱ φόνοι, αἱ λῃστεῖαι, καὶ πᾶσα τῆς ψυχῆς ἡ διαφθορά; Οὐ διὰ τὸ τοῦ πλείονος ἐφίεσθαι τῆς συμμετρίας; Ὥσπερ γὰρ ῥίζαν τῶν κακῶν ἁπάντων τὴν φιλαργυρίαν ὁ Παῦλος ἐκάλεσεν, οὕτως οὐκ ἄν τις ἁμάρτοι πηγὴν τῶν κακῶν ἁπάντων προσκαλῶν τὴν ἀμετρίαν, καὶ τὸ τὴν χρείαν ἐφ' ἑκάστου βούλεσθαι ἡμᾶς ὑπερβαίνειν. Εἰ γὰρ ἐβουλόμεθα καὶ ἐν τῇ τροφῇ, καὶ ἐν τοῖς ἐνδύμασι, καὶ ἐν τοῖς οἰκήμασι, καὶ ἐν ταῖς χρείαις ταῖς ἄλλαις ταῖς σωματικαῖς μὴ αὐτῶν ἐφίεσθαι, ἀλλὰ τὰ ἀναγκαῖα μόνον ἐπιζητεῖν, πολλῆς ἂν λύμης ἀπήλλακτο τὸ τῶν ἀνθρώπων γένος.
forth out of your land, and come into the land which I shall show you. Did you see firm faith? Did you see a sincere mind? Let us also imitate him, and go forth in mind and eagerness out of the affairs of this present life, and travel to heaven. For it is possible, if we are willing, even while passing our days here, to hold fast to the road thither: whenever we accomplish deeds worthy of heaven; whenever we are not aflutter over the things of the world; whenever we do not seek after the empty glory of this life, but, despising this, strive to desire that true and ever-abiding glory; whenever we are not engrossed in costliness of raiment, nor strive to beautify the body, but transfer all this outward adornment to the care of the soul, and do not endure to overlook her naked and destitute of the garments of this virtue; whenever we laugh luxury to scorn, whenever we flee gluttony, whenever we do not pursue banquets and feasts, but cleave to self-sufficiency, according to the apostolic exhortation which says: Having nourishment and coverings, with these we shall be content. For what profit is there, tell me, in superfluities, and in bursting the belly through much gluttony, or in having the faculty of reasoning corrupted in us through immoderate wine-drinking? Or are not all evils for both body and soul born from this source? For whence come diseases of every kind, and distortions of the limbs? Is it not from this, from your overstepping need and laying a heavy burden upon the belly? And whence come adulteries, fornications, plunderings, acts of covetousness, murders, robberies, and all corruption of the soul? Is it not because of desiring more than due measure? For just as Paul called love of money the root of all evils, so one would not err in calling immoderation and our wishing in each matter to overstep need the fountainhead of all evils. For had we wished in food, and in garments, and in dwellings, and in other bodily needs not to crave excesses, but to seek after necessaries alone, the race of men would have been freed from much ruin.
εʹ. Ἀλλ' οὐκ οἶδ' ὅπως ἕκαστος ἡμῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ τῆς πλεονεξίας νόσημα δεξάμενος, φιλονεικεῖ μηδέποτε εἴσω τῶν τῆς χρείας ὅρων γίνεσθαι, ἀλλ' ἀπεναντίας τῇ ἀποστολικῇ παραινέσει τῇ λεγούσῃ, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, οὕτως ἡμεῖς ἅπαντα πράττομεν, οὐκ εἰδότες ὡς πάντων τῶν ὑπὲρ τὴν χρείαν τὴν ἀναγκαίαν εὐθύνας καὶ λόγον ὑφέξομεν, ὡς οὐ δεόντως κεχρημένοι τοῖς παρὰ τοῦ Δεσπότου ἡμῖν παρασχεθεῖσιν. Οὐ γὰρ ἵνα εἰς ἀπόλαυσιν ἡμετέραν μόνον ἀπηχρησώμεθα, ταῦτα ἡμῖν παρέσχετο, ἀλλ' ἵνα καὶ τῶν ὁμογενῶν τὴν ἔνδειαν παραμυθησώμεθα. Ποίας ἂν οὖν εἶεν συγγνώμης ἄξιοι οἱ καὶ ἐν ἐσθήμασι πολλὴν τὴν βλακείαν ἐπιδεικνύμενοι, καὶ τὰ τῶν σκωλήκων νήματα περιβάλλεσθαι σπουδάζοντες, τὸ δὲ χαλεπώτατον, καὶ ἐπὶ τούτοις μέγα φρονοῦντες, δέον ἐγκαλύπτεσθαι καὶ δεδοικέναι καὶ τρέμειν, ὅτι αὐτὸς μὲν εἰς οὐδὲν δέον οὐδὲ χρείας ἕνεκεν, ἀλλὰ βλακείας καὶ κενοδοξίας χάριν, καὶ ὥστε ὑπὸ τῶν ἀγοραίων θαυμασθῆναι, τοιαῦτα περίκεισαι· ὁ δὲ τῆς αὐτῆς σοι φύσεως τυγχάνων γυμνὸς περίεισιν, οὐδὲ ἁδρὸν ἱμάτιον περιβαλέσθαι ἔχων· καὶ οὔτε ἡ φύσις αὐτὴ εἰς συμπάθειάν σε ἕλκει, οὐδὲ τὸ συνειδὸς διεγείρει πρὸς τὴν ἀντίληψιν τοῦ ὁμογενοῦς, οὔτε ἡ ἔννοια τῆς φοβερᾶς ἡμέ-
5. Yet I know not how each one of us, having received according to his own means the disease of covetousness, strives contentiously never to keep within the bounds of need, but clean contrary to the apostolic exhortation which says, Having nourishment and coverings, with these we shall be content, thus we do all things, not knowing that for all things beyond necessary need we shall undergo accounting and reckoning, as having used unduly the things furnished to us by the Master. For not that we might use them up for our own enjoyment alone did He furnish these things to us, but so that we might also relieve the want of those of our own kind. Of what pardon, then, could those be worthy who even in garments display great effeminate folly, and strive to wrap round themselves the threads of worms, and—what is most grievous of all—are even proud over these things, when one ought to veil one's face and fear and tremble, because you yourself, for nothing needful nor for the sake of use, but for the sake of effeminate folly and vainglory, and so as to be admired by idlers in the marketplace, wear such things round you, while he who shares the very same nature with you goes about naked, not having even a coarse cloak to wrap round himself; and neither does nature herself draw you to sympathy, nor does conscience rouse you to the relief of your fellow man, nor the thought of that fearful
Notes, col. 348

On the reading

Printed ἀεδηφαγίας, for ἀδδηφαγίας.

Printed αι, for αἱ.

Printed ἀπηχρησώμεθα, for ἀποχρησώμεθα.

PG 53:349Read from the page
ρας ἐκείνης, οὔτε τῆς γεέννης ὁ φόβος, οὔτε τῶν ἐπαγγελιῶν τὸ μέγεθος, οὔτε τὸ αὐτὸν τὸν κοινὸν ἡμῶν Δεσπότην ἁπάντων οἰκειοῦσθαι τὰ εἰς τοὺς ὁμογενεῖς γινόμενα· ἀλλὰ καθάπερ λιθίνην καρδίαν ἔχοντες, καὶ ἔξω τῆς φύσεως ὄντες, οὕτω νομίζουσι λοιπὸν διὰ τὴν τῶν ἱματίων περιβολὴν καὶ ἀνώτεροι τῆς ἀνθρωπίνης φύσεως εἶναι, οὐκ ἐννοοῦντες ὅσων ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, κακῶς οἰκονομοῦντες τὰ παρὰ τοῦ Δεσπότου αὐτοῖς ἐμπιστευθέντα, καὶ οὐ βουλόμενοι τοῖς συνδούλοις διδόναι τι μέρος, ἀλλ' ἡδέως ἀφέντες ὑπὸ τῶν σητῶν αὐτὰ καταναλίσκεσθαι, δαψ⟨ι⟩λέστερον αὐτοῖς τὸ τῆς γεέννης πῦρ ἤδη προευτρεπίζουσιν; Εἰ γὰρ καὶ πάντα τὰ ἔνδον ἀποκείμενα διένειμαν τοῖς δεομένοις οἱ πλουτοῦντες, καὶ οὕτως οὐκ ἂν τὴν κόλασιν διέφυγον ὑπὲρ ὧν τρυφῶντες καὶ ἐν τοῖς ἐσθήμασι καὶ ἐν ταῖς ἑστιάσεσι διετέλουν. Πόσης γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι οἱ πάντα τρόπον σπουδάζοντες τὰ μὲν σηρικὰ περιβεβλῆσθαι πολλάκις ἱμάτια, καὶ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς, καὶ τὰ μὲν χρυσίῳ καθυφασμένα περικεῖσθαι, τὰ δὲ καὶ ἄλλως πως πεποικίλθαι, τὸν δὲ Χριστὸν περιορᾷν γυμνὸν, καὶ μηδὲ τῆς ἀναγκαίας εὐπορεῖν τροφῆς; Μάλιστα γάρ μοι πρὸς τὰς γυναῖκας οὗτος ἂν ὁ λόγος ἁρμόσειε. Πλείονα γὰρ παρ' αὐταῖς ἔστιν εὑρεῖν τὴν φιλοκοσμίαν καὶ τὴν ἀσωτίαν, καὶ τὸ μετὰ τῶν διαχρύσων ἱματίων καὶ τὰ χρυσία αὐτὰ περικεῖσθαι ἐπί τε τῆς κεφαλῆς, ἐπί τε τοῦ τραχήλου καὶ τοῦ λοιποῦ σώματος, καὶ μέγα φρονεῖν ἐπὶ τούτοις. Πόσων, εἰπέ μοι, πενήτων γαστέρας ἠδύναντο παραμυθήσασθαι, καὶ πόσα σώματα γυμνητευόντων σκεπάσαι τὰ ἐπὶ τῶν ὤτων μόνον ἐκκρεμάμενα μάτην καὶ εἰκῆ, καὶ ἐπ' οὐδενὶ κέρδει, ἀλλ' ἢ μόνον ἐπὶ βλάβῃ καὶ λύμῃ ψυχῆς; Διὰ τοῦτο καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος εἰπὼν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, μετήγαγε πάλιν ἐπὶ τὰς γυναῖκας τὸν λόγον, καί φησι, Μὴ ἐν πλέγμασιν ἢ χρυσῷ, ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτάς. Ὅρα πῶς οὐ βούλεται τούτοις κοσμεῖσθαι, οὐδὲ χρυσία περικεῖσθαι, οὐδὲ μαργαρίτας καὶ ἱμάτια πολυτελῆ· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐπὶ τὴν ψυχὴν μετάγειν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως τὸ κάλλος τῆς ψυχῆς φαιδρύνειν, καὶ μὴ περὶ ταῦτα ἐπτοημένην περιορᾷν ἐκείνην ῥυπῶσαν, αὐχμῶσαν, ῥάκια περιβεβλημένην, λιμῷ τηκομένην, ὑπὸ τοῦ κρυμοῦ πηγνυμένην. Ἡ γὰρ σπουδὴ αὕτη καὶ ὁ περὶ τὸ σῶμα καλλωπισμὸς, ἐκείνης δείκνυσι τὴν ἀμορφίαν, καὶ ἡ τούτου τρυφὴ ἐκείνης τὸν λιμὸν φανερὸν καθίστησι, καὶ ἡ περὶ τὴν ἐσθῆτα πολυτέλεια ἐκείνης τὴν γυμνότητα ἐκφαίνει. Οὐδὲ γὰρ οἷόν τέ τινα ψυχῆς ἐπιμελούμενον, καὶ τὴν εὐμορφίαν ἐκείνης καὶ τὸ κάλλος περὶ πολλοῦ ποιούμενον, πρὸς τὸν ἔξω κόσμον ἐπτοῆσθαι· ὥσπερ πάλιν ἀδύνατόν τινα πρὸς τὴν φαντασίαν τὴν ἔξωθεν ἐσχολακότα, καὶ τῆς ἐσθῆτος τὸν καλλωπισμὸν, καὶ τὸν ἀπὸ τῶν χρυσίων κόσμον, ἐκείνης ἡντιναοῦν ποιεῖσθαι φροντίδα. Πότε γὰρ ἀνέξεται ἡ τοιαύτη ψυχὴ τῶν δεόντων τι συνιδεῖν, ἢ εἰς ἔννοιαν πνευματικῶν πραγμάτων εἰσελθεῖν, ἅπαξ περὶ τὰ γήϊνα ἑαυτὴν ἐκδεδωκυῖα, καὶ χαμαὶ, ὡς εἰπεῖν, συρομένη, καὶ οὐδέποτε ἀναπνεῦσαι δυναμένη, ἀλλὰ συγκεκυφυῖα, καὶ μυρίοις φορτίοις ἁμαρτημάτων ἑαυτὴν βαρύνουσα; Ὅσαι γὰρ ἐντεῦθεν αἱ ἀηδίαι τίκτονται, οὐ δυνατὸν νῦν παραστῆσαι τῷ λόγῳ· ἀλλ' ἀρκεῖ τῷ συνειδότι καταλιπεῖν τῶν περὶ ταῦτα ἐσχολακότων, ὅσας καθ' ἑκάστην ἡμέραν ἐντεῦθεν δέχονται τὰς ἀθυμίας. Ἢ γὰρ διέπεσέ τι τῶν χρυσίων, καὶ πολὺς ὁ χειμὼν καὶ ὁ θόρυβος κατέλαβεν ἅπασαν τὴν οἰκίαν· ἢ οἰκέτης ὑφείλετο, καὶ πᾶσι μάστι-
day, nor the fear of Gehenna, nor the greatness of the promises, nor the fact that the common Master of us all Himself makes His own the things done towards our fellow men; rather, as though having a heart of stone and being outside nature, do they thus suppose henceforth that because of the wrapping of their garments they are even above human nature, not considering to how many charges they render themselves liable when they administer ill the things entrusted to them by the Master, and are unwilling to give some share to their fellow servants, but gladly leaving them to be consumed by moths, prepare beforehand all the more lavishly for themselves the fire of Gehenna? For even if the rich distributed to the needy all the things stored up within, even so they would not have escaped punishment for the things wherein they continued living luxuriously both in garments and in banquets. For of how great a punishment would those not be worthy who strive in every way often to be clad in silken garments, and strut through the marketplace, and wear round themselves some garments interwoven with gold and others embroidered in some other fashion, while overlooking Christ naked and not even supplied with necessary food? Especially indeed towards women might this word of mine fittingly apply. For among them one may find greater love of adornment and prodigality, and along with gold-woven garments wearing ornaments of gold themselves both upon the head and upon the neck and the rest of the body, and priding themselves upon these things. How many poor men's bellies, tell me, could the ornaments hanging from their ears alone—in vain and at random and for no profit, save only to the harm and ruin of the soul—have relieved, and how many bodies of the naked could they have covered? On this account the teacher of the world also, having said, Having nourishment and coverings, transferred his discourse again to women, and says, Not with braided hair, or gold, or pearls, or costly raiment to adorn themselves. See how he does not wish her to be adorned with these things, nor to wear gold ornaments, nor pearls and costly garments; but to transfer true adornment to the soul, and through the practice of good works to brighten the beauty of the soul, and not, aflutter over outward things, to overlook herself filthy, squalid, clad in rags, wasting away with famine, frozen stiff by frost! For this eagerness and beautifying of the body shows the deformity of the soul, and the luxury of the former renders manifest the famine of the latter, and costliness in raiment reveals her nakedness. For neither is it possible for one who cares for the soul and accounts her comeliness and beauty of great worth to be aflutter over outward adornment, just as again it is impossible for one devoted to outward show and the beautifying of raiment and adornment from gold ornaments to take any care whatsoever for her. For when will such a soul endure to perceive anything needful or enter into thought of spiritual things, once she has surrendered herself to earthly things, and is dragged along the ground, so to speak, and is never able to catch her breath, but is bowed down and weighing herself down with ten thousand burdens of sins? For how many vexations are born from this source it is not possible now to set forth in speech; rather, it suffices to leave to the conscience of those devoted to these things how many despondencies they receive each day from this source. For either some piece of gold has slipped off and been lost, and a great storm and tumult has overtaken the whole household; or a household servant has filched it, and for all there are whips
PG 53:350Read from the page
γες καὶ πληγαὶ καὶ δεσμωτήρια· ἢ βάσκανοί τινες ἐπεβούλευσαν, καὶ ἐξαίφνης ἐγύμνωσαν τῶν ὄντων, καὶ πολλὴ καὶ ἀφόρητος ἡ ἀθυμία· ἢ πραγμάτων περίστασις ἐμπεσοῦσα εἰς ἐσχάτην πενίαν κατήνεγκε, καὶ βαρυτέραν θανάτου τὴν ζωὴν αὐτοῖς κατέστησεν· ἢ ἕτερόν τι πάλιν παρεμπεσὸν πολλὴν τὴν ἀηδίαν προεξένησε. Καὶ ἁπλῶς οὐκ ἔστι ποτὲ ταραχῆς ἐκτὸς εὑρεῖν τὴν ἐν τούτοις ἐσχολακυῖαν ψυχὴν, ἀλλ' ὥσπερ τὰ τῆς θαλάττης κύματα οὐχ οἷόν τε ἐπιλιπεῖν, οὐδὲ ἀριθμῷ ὑποβληθῆναι διὰ τὴν πολλὴν συνέχειαν· τὸν αὐτὸν δὴ τρόπον καὶ τὰς ἐντεῦθεν τικτομένας ταραχὰς οὐχ οἷόν τε πάσας ἐξαριθμήσασθαι. Διὸ παρακαλῶ, φεύγωμεν ἐν ἅπασι τοῖς πράγμασι τὴν πλεονεξίαν, καὶ τὸ τὴν χρείαν ὑπερβαίνειν. Ὁ γὰρ ἀληθὴς πλοῦτος, ἡ ἀνάλωτος περιουσία αὕτη τυγχάνει, τὸ τῆς χρείας ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν χρείαν δεόντως διατιθέναι. Ὁ γὰρ τοιοῦτος οὔτε πενίαν δεῖσαί ποτε δυνήσεται, οὔτε ἐπήρειαν ὑπομενεῖ, οὔτε ταραχῆς πειραθήσεται· ἀλλὰ καὶ συκοφαντίας ἐκτὸς ἔσται, καὶ τῶν ἐπιβουλευόντων ἐλευθερωθήσεται, καὶ ἁπλῶς εἰπεῖν, ἐν διηνεκεῖ ἔσται γαλήνῃ, ἡσυχίας καὶ ἀπραγμοσύνης ἀπολαύων· καὶ τὸ δὴ μεῖζον ἁπάντων καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, ὁ τοιοῦτος καὶ τὸν Θεὸν ἵλεων ἕξει, καὶ πολλῆς ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, ἅτε δὴ οἰκονόμος πιστὸς τῶν τοῦ Δεσπότου χρημάτων. Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα, οὕτω διανέμοντα τοῖς συνδούλοις, καὶ μὴ θύραις καὶ μοχλοῖς ἐναποκλείοντα, καὶ τοῖς σκώληξι τροφὴν συγχωροῦντα γίνεσθαι, ἀλλὰ τῶν πενήτων τὴν ἔνδειαν παραμυθούμενον, καὶ καλὸν καὶ πιστὸν οἰκονόμον γινόμενον τῶν παρὰ τοῦ Δεσπότου χορηγηθέντων, ἵνα καὶ τῆς καλῆς ταύτης διανομῆς μέγαν τὸν μισθὸν κομίσηται, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν καταξιωθῇ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
and blows and prisons; or envious men have plotted and suddenly stripped them of their possessions, and great and unbearable is the despondency; or a reversal of affairs falling upon them has brought them down to utter poverty, and rendered life heavier than death for them; or some other mischance intervening again has occasioned great vexation. And in short, it is never possible to find outside tumult the soul devoted to these things; rather, just as the waves of the sea cannot fail nor be subjected to number because of their ceaseless succession, in the very same way it is not possible to count out all the tumults born from this source. Wherefore, I beseech you, let us flee in all matters covetousness and overstepping need. For true wealth, the inexhaustible abundance, is this: to desire only what meets need, and to dispose fittingly of the things beyond need. For such a man will neither ever be able to fear poverty, nor endure spiteful abuse, nor experience tumult; nay, he will both be outside sycophantic accusation and be freed from plotters, and, to speak simply, will be in perpetual calm, enjoying quiet and freedom from busy affairs; and—what is greatest of all and the crown of good things—such a man will also have God propitious, and will enjoy abundant help from above, inasmuch as he is a faithful steward of the Master's goods. For blessed, He says, is that servant whom his lord, when he comes, shall find so doing—so distributing to his fellow servants, and not shutting things up with doors and bars and suffering them to become food for worms, but relieving the want of the poor, and becoming a good and faithful steward of the things supplied by the Master, so that he may both receive the great reward of this noble distribution and be deemed worthy to obtain the promised good things, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and always, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΛΗʹ.
Homily 38.
Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
Now Sarah, Abram's wife, bore him no children; and she had an Egyptian maidservant, whose name was Hagar.
αʹ. Πάλιν τὰ σήμερον ἀναγνωσθέντα ἐπὶ τὴν ὑπόθεσιν τὴν κατὰ τὸν πατριάρχην τὴν ἡμετέραν καλεῖ γλῶτταν· καὶ μὴ θαυμάσητε εἰ ἐπὶ τοσαύταις ἡμέραις τὴν κατ' αὐτὸν ἱστορίαν εἰς μέσον παραγαγόντες, οὐδέπω καὶ τήμερον αὐτὴν ἀπαρτίσαι δεδυνήμεθα. Πολλὴ γὰρ ἡ περιουσία τῆς τοῦ δικαίου ἀρετῆς, καὶ τῶν τούτου κατορθωμάτων τὸ μέγεθος ἅπασαν ἀνθρωπίνην νικᾷ γλῶτταν. Ὃν γὰρ ὁ Θεὸς ἄνωθεν ἐστεφάνωσε καὶ ἀνεκήρυξε, τίς ἀνθρώπων κατ' ἀξίαν ἐπαινέσαι δυνήσεται; Ἀλλ' ὅμως, εἰ καὶ τῆς ἀξίας πολλῷ τῷ μέτρῳ ἀπολειπόμεθα, ἀλλ' οὖν γε εἰς δύναμιν ἡμετέραν τὰ κατ' αὐτὸν εἰς μέσον προθέντες, εἰς ζῆλον ὑμᾶς καὶ μίμησιν τῆς τούτου ἀρετῆς ἐναγαγεῖν βουλόμεθα. Ἱκανὴ γὰρ τοῦ ἀνδρὸς ἡ φιλοσοφία πᾶσαν τῶν ἀνθρώπων παιδεῦσαι τὴν φύσιν, καὶ τοὺς προσέχειν βουλομένους πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν ἐφελκύσασθαι. Ἀλλὰ προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις, ἵνα καὶ ἐκ τῶν προσφάτως ἀνεγνωσμένων καταμάθωμεν τοῦ δικαίου τὴν φιλοσοφίαν. Ἱκανὸν γὰρ τοῦτο τὸ χωρίον παιδεῦσαι καὶ ἄνδρας καὶ γυναῖκας, ὥστε πολλὴν περὶ ἀλλήλους ἐπιδείκνυσθαι τὴν ὁμόνοιαν, καὶ τῆς συζυγίας τὸν σύνδεσμον ἀρραγῆ διαφυλάττειν· καὶ μήτε τὸν ἄνδρα τῆς γυναικὸς κατ⟨ε⟩ξανίστασθαι, ἀλλ' ὡς ἀσθενεστέρῳ σκεύει πολλὴν ἀπονέμειν τὴν συγγνώμην· μήτε τὴν γυναῖκα πρὸς τὸν ἄνδρα διχοστατεῖν, ἀλλ' ἀλλήλων τὰ βάρη βαστάζειν ἑκατέροις διαμιλλᾶσθαι, καὶ τὴν οἰκείαν εἰρήνην πάντων ἡγεῖ⟨σθ⟩αι
1. Again the things read aloud today summon our tongue to the subject concerning the patriarch; and do not marvel if, after bringing forward the history concerning him over so many days, not even today have we been able to complete it. For great is the abundance of the righteous man's virtue, and the greatness of his right deeds surpasses every human tongue. For him whom God from above has crowned and proclaimed aloud, who among men will be able to praise according to his worth? Yet nevertheless, even though we fall short of his worth by a great measure, still at least by setting forth in your midst according to our power the things concerning him, we wish to lead you on to zealous emulation and imitation of his virtue. For the wisdom of the man is sufficient to instruct the whole nature of men, and to draw along towards the road of virtue those who are willing to give heed. Yet give heed, I beseech you, to what is said, so that from the things just now read aloud also we may learn the wisdom of the righteous man. For this passage is sufficient to instruct both husbands and wives to display great concord towards one another and preserve unbroken the bond of marriage: both that the husband should not rise up haughtily against his wife, but accord abundant forbearance to her as to a weaker vessel, and that the wife should not stand at variance against her husband, but that both should vie in bearing one another's burdens, and deem domestic peace above all
Notes, col. 350

On the reading

Printed ἑκατέροις, for ἑκατέρους.