Migne Reading Room

PG 53 · cols. 341–346 · Read from the page

In Genesin Homilia XXXVII (ΟΜΙΛΙΑ ΛΖʹ; Gen. 15:7–21)

In Genesin Homilia XXXVII (ΟΜΙΛΙΑ ΛΖʹ; Gen. 15:7–21)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:341Read from the page
τῶν πόνων ὑποτεμνώμεθα. Ἱκανὴ γὰρ ἡ τῶν χρηστῶν ἐλπὶς καὶ κινδύνων παρασκευάσαι κατατολμᾷν, μήτι γε δὴ τῆς ἀρετῆς τοὺς πόνους γενναίως ἐνεγκεῖν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι πρὸς βραχὺν ἀγωνισάμενος χρόνον, καὶ τῆς παρθενίας τὴν λαμπάδα φαιδρὰν διατηρήσας, ἐκείνης ἀξιωθήσῃ τῆς μακαρίας διαγωγῆς, καὶ τῷ νυμφίῳ συνεισελθεῖν δυνήσῃ, ει τὰς λαμπάδας ἔχοις ἀνημμένας, καὶ ἀρκοῦν ἐχούσας ἔλαιον, τοῦτ' ἔστι, τὴν ἀπὸ τῶν ἀγαθῶν πράξεων ἐργασίαν, πῶς οὐχὶ μετὰ πάσης εὐκολίας ἅπαντα τὰ δυσχερῆ διαδραμεῖν δυνήσῃ, ἐννοῶν ἐκεῖνο τὸ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένον· Ειρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον; Εἶδες πῶς τῇ ἁγιωσύνῃ τὴν εἰρήνην συνέζευξεν; Ἵνα γὰρ μάθωμεν ὅτι οὐ μόνον ἁγνείαν σώματος ἐπιζητεῖ, ἀλλὰ καὶ εἰρήνην, εὐκαίρως ἐμνημόνευσεν, ἑκατέρωθεν ἀσφαλίζεσθαι βουλόμενος ἕκαστον, καὶ ἐν καταστάσει εἶναι τῶν λογισμῶν, ὥστε μηδεμίαν εἶναι ταραχὴν ἢ θόρυβον ἐν ἡμῖν, ἀλλ' ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διάγειν, καὶ μετὰ πάντων εἰρηνικῶς διακεῖσθαι, καὶ ἡμέρους εἶναι καὶ πράους καὶ ἐπιεικεῖς, ὥστε πάντα τῆς ἀρετῆς τὰ χρώματα ἐπανθεῖν ἡμῶν τῷ προσώπῳ. Οὕτω γὰρ λοιπὸν καὶ τῆς δόξης τοῦ παρόντος βίου ὑπερορᾷν δυνησόμεθα τὴν ἀληθῆ δόξαν προτιμῶντες, καὶ τῆς ταπεινοφροσύνης πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελᾷν, ἵνα τῆς ἀληθοῦς καὶ βεβαίας εὐημερίας ἀπολαύσωμεν, καὶ τὸν Χριστὸν ιδεῖν καταξιωθῶμεν. Μακάριοι γὰρ, φησὶν, οι καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαρίσωμεν τοίνυν ἡμῶν τὴ συνειδὸς, καὶ μετὰ ἀκριβείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἵνα τὴν παροῦσαν ζωὴν μετὰ πάσης ἀρετῆς ὁδεύσαντες, τῶν ἐνταῦθα πόνων τὰς ἀμοιβὰς λαβεῖν καταξιωθῶμεν ἐν τῷ μέλλοντι αἰῶνι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἄει, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν:
of our toils. For the hope of good things is sufficient even to prepare us to brave perils boldly, much more to bear the toils of virtue nobly. For when you consider that after contending for a brief time and keeping bright the lamp of virginity you will be deemed worthy of that blessed way of life, and will be able to enter in with the Bridegroom if you have your lamps kindled and holding sufficient oil—that is to say, the working of good deeds—how shall you not be able with all ease to run past every hardship, keeping in mind that saying spoken by the blessed Paul: Pursue peace with all men, and sanctification, without which no one shall see the Lord? Have you seen how he yoked peace to holiness? For that we might learn that He seeks not only purity of body, but also peace, he seasonably made mention of it, wishing each man to be secured on either side and to be in a settled state of thought, so that there be no turmoil or tumult in us, but that we live in calm and quiet, be peaceably disposed towards all, and be gentle, meek, and forbearing, so that all the hues of virtue may bloom upon our countenance. For thus hereafter we shall also be able to look down upon the glory of the present life, preferring true glory, to take great care for humility, and to laugh to scorn all the prosperity of the present life, so that we may enjoy true and steadfast prosperity and be deemed worthy to behold Christ. For blessed, says He, are the pure in heart, for they shall see God. Let us therefore cleanse our conscience and order our own life with precision, so that having journeyed through the present life with all virtue, we may be deemed worthy to receive the rewards of our toils here in the age to come, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, dominion, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΛΖʹ.
Homily XXXVII.
Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ ειμι ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν· Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν
And the Lord said unto Abram: I am the God Who brought you forth out of the land of the Chaldeans, so as to give you this land, to inherit it. And he said: Master, O Lord, whereby shall I know that I shall inherit it?
αʹ. Μεγάλη τῆς θείας Γραφῆς ἡ δύναμις, καὶ πολὺς ὁ τοῖς ῥήμασιν ἐγκεκρυμμένος πλοῦτος τῶν νοημάτων. Δι' ὃ προσήκει μετὰ ἀκριβείας ἡμᾶς προσέχοντας πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, ἵνα δαψιλῆ τὴν ὠφέλειαν ἐντεῦθεν καρπωσώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παρήγγειλε λέγων, Ἐρευνᾶτε τὰς Γραφάς· ἵνα μὴ ἁπλῶς ψιλῇ προσέχωμεν τῇ ἀναγνώσει, ἀλλὰ τὸ βάθος ἀνιχνεύοντες τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν καταλαβεῖν δυνηθῶμεν. Τοιοῦτον γὰρ τῆς Γραφῆς τὸ ἔθος· ἐν βραχέσι ῥήμασίν ἐστι πολλάκις εὑρεῖν πολὺ πλῆθος νοημάτων. Θεῖα γάρ ἐστι τὰ διδάγματα, καὶ οὐκ ἀνθρώπινα, καὶ διὰ τοῦτο ἀπεναντίας τῇ σοφίᾳ τῇ ἀνθρωπίνῃ πᾶσαν αὐτήν ἐστιν ἰδεῖν συγκειμένην. Καὶ πῶς, ἐγὼ λέγω. Ἐκεῖ μὲν γὰρ, ἐπὶ τῆς ἀνθρωπίνης σοφίας λέγω, πᾶσα αὐτοῖς ἡ σπουδὴ περὶ τὴν τῶν λέξεων συνθήκην ἐπινενόηται· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν. Οὐδεὶς τῇ Γραφῇ λόγος περὶ κάλλους ῥημάτων ἢ συνθήκης· ἔχει γὰρ οἴκοθεν τὴν θείαν χάριν ἐπανθοῦσαν καὶ τὸ κάλλος τὰ λεγόμενα. Κἀκεῖ μὲν μετὰ πολλὴν καὶ ἄφατον φλυαρίαν τότε τῶν νοημάτων
1. Great is the power of divine Scripture, and vast the wealth of thoughts hidden within its words. Wherefore we ought, attending with precision, to make diligent search, so that we may reap abundant benefit from hence. For on this account Christ also gave charge, saying, Search the Scriptures, so that we might not attend merely to the bare reading, but by tracking out the depth might be able to grasp the true sense of Scripture. For such is the custom of Scripture: within brief words one may often find a vast multitude of thoughts. For its teachings are divine, not human, and on this account one may see the whole of it composed in a way contrary to human wisdom. And how this is so, I will tell. For there—in human wisdom, I mean—all their zeal has been devised around the arrangement of words; whereas here it is the exact opposite. Scripture takes no account of beauty or arrangement of words; for the things spoken possess from within divine grace blooming upon them, and their own beauty. And whereas there it is only after long and unspeakable babbling that one can lay hold of their thoughts,
Notes, col. 341

On the reading

Printed ει, for εἰ.

Printed Ειρήνην, for Εἰρήνην.

Printed ιδεῖν, for ἰδεῖν.

Printed οι, for οἱ.

Printed τὴ, for τὸ.

Printed ἄει, for ἀεὶ.

Printed Ἀμήν:, for Ἀμήν..

Printed ειμι, for εἰμι.

Printed αὐτήν, for αὐτήν;.

PG 53:342Read from the page
ἐστὶ περιδράξασθαι· ἐνταῦθα δὲ, ὡς ἴστε, καὶ βραχεῖα λέξις πολλάκις ἤρκεσεν ἡμῖν πᾶσαν ὑφᾶναι τὴν διδασκαλίαν. Διά τοι τοῦτο καὶ χθὲς προθέντες ὑμῖν τὰ ἀνεγνωσμένα, καὶ τῶν προοιμίων ἁψάμενοι, ἐπειδὴ πολὺν εὕρομεν τῶν νοημάτων τὸν πλοῦτον, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν· ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, καὶ λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσι. Διὸ τῆς αὐτῆς ἀκολουθίας ἅψασθαι βούλομαι, καὶ συνάψαι τοῖς χθὲς εἰρημένοις καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, ἵν' οὕτω πᾶσαν τοῦ ἀναγνώσματος ποιησάμενοι τὴν ἐξήγησιν, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψωμεν. Ἀλλὰ προσέχετε, παρακαλῶ, ἀκριβῶς τοῖς λεγομένοις. Εἰ γὰρ καὶ ὁ πόνος ἡμέτερος, ἀλλὰ τὸ κέρδος ὑμέτερον, μᾶλλον δὲ κοινόν. Τί δὲ λέγω ὁ πόνος ἡμέτερος; Οὐχί· ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστιν ἡ δωρεά. Μετὰ προσοχῆς τοίνυν ὑποδεχώμεθα καὶ ἡμεῖς τὰ παρὰ τοῦ Θεοῦ δωρούμενα, ἵνα κερδάναντές τι εἰς την κατὰ ψυχὴν σωτηρίαν, οὕτως ἐντεῦθεν ἀπίωμεν. Διὰ γὰρ τοῦτο καθ' ἑκάστην τὴν πνευματικὴν ταύτην παρατίθεμεν ὑμῖν τράπεζαν, ἵνα τῇ συνεχείᾳ τῆς παραινέσεως καὶ τῇ πολλῇ τῶν θείων Γραφῶν μελέτῃ πᾶσαν ἀποτειχίσωμεν τῷ πονηρῷ δαίμονι τὴν ἐπιβουλήν. Ὅταν γὰρ ἴδῃ πολλὴν ἡμᾶς περὶ τὰ πνευματικὰ τὴν σπουδὴν τιθεμένους, οὐ μόνον οὐκ ἐπιθήσεται, ἀλλ' οὐδὲ ἀντιβλέψαι τολμήσει, ειδὼς ὅτι ἀνόνητα ἐπιχειρήσει, καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὴν τόλμαν ἐπιδείξεται. Φέρε οὖν τῶν χθὲς εἰρημένων τὴν ἀκολουθίαν ἀναλαβόντες, τῶν λειπομένων τὴν ἐξήγησιν ποιησώμεθα. Τί δὲ ἦν ἡμῖν χθὲς τὸ λεγόμενον; Τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἄβραμ περιεγράφομεν, ἔνθα προσέταττεν αὐτῷ ἀναβλέψαι εἰς τὸν οὐρανὸν, καὶ τὸ πλῆθος τῶν ἀστέρων ἰδεῖν. Ἀρίθμησον γὰρ, φησὶ, τοὺς ἀστέρας, ει δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Εἶτα δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον, καὶ ὅτι πρὸς τὸν ἐπαγγειλάμενον ὁρῶν, καὶ τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοῶν, ἐπίστευε τοῖς εἰρημένοις, φησί· Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Μέχρι τούτου χθὲς εἰπόντες, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, δι' ὃ ἀναγκαῖον τὰ ἑξῆς ἐπαγαγεῖν. Τί γάρ φησιν; Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ ειμι ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ τῆς χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Ὅρα Θεοῦ συγκατάβασιν, πῶς αὐτοῦ βούλεται τὴν πίστιν βεβαιῶσαι, καὶ πεῖσαι, πολλὴν ἔχειν τὴν πληροφορίαν περὶ τῶν ἐπηγγελμένων, μονονουχὶ λέγων· μνήσθητι ὅτι ἐγώ σε οἴκοθεν ἀνέστησα. Ἰδοὺ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα κατὰ τὸν πατριάρχην σύμφωνα δείκνυται τοῖς παρὰ τοῦ μακαρίου Στεφάνου εἰρημένοις, ὅτι καὶ οἴκοθεν, καὶ ἐξ αὐτῆς τῆς Χαλδαίας τοῦ Δεσπότου τὸ πρόσταγμα αὐτὸν ἀναστῆναι παρεσκεύασε. Καὶ τῇ τούτου γνώμῃ ἑπόμενος ὁ πατὴρ, καθάπερ καὶ φθάσαντες εἴπομεν, εἰ καὶ ἄπιστος ἦν, ἀλλ' οὖν μεγάλην ὑπόθεσιν δεσμοῦ τὸ φίλτρον ἔχων τὸ περὶ αὐτὸν, ἠκολούθει καὶ ἐξήει. Ὑπομιμνήσκει τοίνυν αὐτὸν ἐπὶ τοῦ παρόντος, ὅσην ἐκ προοιμίων ἐποιήσατο περὶ αὐτὸν τὴν πρόνοιαν, δηλῶν αὐτῷ, ὅτι μεγάλα τινὰ περὶ αὐτοῦ βουλευόμενος, καὶ ταύτας θέλων τὰς ὑποσχέσεις πρὸς αὐτὸν ποιήσασθαι καὶ εἰς ἔργον ἀγαγεῖν, τοσαύτην ὁδὸν διανύσαι ἐποίησεν. Ἐγώ ειμι ὁ ἐξαγαγών σε ἐκ τῆς χώρας τῶν Χαλδαίων, δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Μὴ γὰρ ἁπλῶς σε ἐκεῖθεν ἀνέστησα; μὴ γὰρ εικῆ καὶ μάτην ἐνθεῦθέν σε ἤγαγον; Διὰ τοῦτό σε καταλαβεῖν
here, as you know, even a brief expression has often sufficed for us to weave our whole teaching. Wherefore yesterday also, after setting before you the passages read and touching upon the prelude, since we found the wealth of thoughts so vast, we were unable to advance any further, lest by the multitude of points we should bury your memory and mar what had already been spoken. Hence I wish to take up the same thread, and to join to the things spoken yesterday those also that are about to be spoken, so that having thus completed the whole exposition of the reading, we may so send you away from hence. Pay heed, I beseech you, with precision to what is said. For even if the toil is ours, yet the gain is yours—or rather, common to both. Yet why do I say the toil is ours? Not so; rather, the gift belongs to the grace of God. With attention, therefore, let us also welcome the things freely bestowed by God, so that having gained some profit towards the salvation of our soul we may thus depart from hence. For on this account every day we set before you this spiritual table, so that by continual exhortation and abundant meditation upon the divine Scriptures we may wall out every plot of the evil demon. For when he sees us bestowing great zeal upon spiritual things, not only will he not attack us, he will not even dare to look us in the face, knowing that he will attempt things in vain and will display his audacity against his own head. Come then, resuming the thread of what was said yesterday, let us make our exposition of what remains. Now what was spoken by us yesterday? We were describing the promise made to Abram, where God commanded him to look up into heaven and behold the multitude of the stars: For number the stars, says He, if you shall be able to number them out. And He said: So shall your seed be. Then divine Scripture, showing us the God-loving disposition of the patriarch's mind, and how, looking to Him Who promised and considering the power of Him Who gave His pledge, he believed what had been said, says: And Abram believed God, and it was reckoned to him for righteousness. Having spoken thus far yesterday, we were unable to advance any further; wherefore it is necessary to add what follows. Now what does he say? And the Lord said unto Abram: I am the God Who brought you forth out of the land of the Chaldeans, so as to give you this land, to inherit it. Behold God's condescension, how He wishes to confirm his faith and persuade him to hold full assurance regarding the things promised, all but saying: Remember that it was I Who roused you up from your home. Behold, the words spoken by God concerning the patriarch are shown to agree with the things spoken by the blessed Stephen: that right from his home, and out of Chaldea itself, the Master's command prepared him to rise up. And following his resolve, his father, just as we also said previously, although he was an unbeliever, nevertheless, having his affection for him as a great bond, accompanied him and went forth. He reminds him, therefore, at present how great was the providence which He exercised towards him from the very prelude, making clear to him that because He was planning certain great things concerning him, and wished to make these promises to him and bring them into effect, He caused him to accomplish so long a journey. I am He Who brought you forth out of the land of the Chaldeans, to give you this land, to inherit it. Did I rouse you up from thence without purpose? Did I lead you thence idly and in vain? On this account did I bid you reach
Notes, col. 342

On the reading

Printed την, for τὴν.

Printed ειδὼς, for εἰδὼς.

Printed ει, for εἰ.

Printed ειμι, for εἰμι.

Printed εικῆ, for εἰκῇ.

Printed ἐνθεῦθέν, for ἐντεῦθέν.

PG 53:343Read from the page
τὴν Παλαιστίνην ἐβουλόμην, καὶ ἀφεῖναι τὴν πατρῴαν οἰκίαν, καὶ ἐλθεῖν εἰς τὴν γῆν ταύτην, ἵνα κληρονομήσῃς αὐτήν. Λογιζόμενος τοίνυν ὅσης ἀπήλαυσας παρ' ἐμοῦ προνοίας, ἐξ ὅτου τὴν Χαλδαίαν κατέλιπες μέχρι τοῦ παρόντος, καὶ ὅπως περιφανὴς γέγονας καθ' ἑκάστην λαμπρότερος δεικνύμενος ἐκ τῆς ἐμῆς συμμαχίας, καὶ τῆς περὶ σὲ κηδεμονίας, θάρσησον καὶ τοῖς παρ' ἐμοῦ λεγομένοις. Εἶδες φιλανθρωπίας ὑπερβολήν; εἶδες συγκαταβάσεως μέγεθος; πῶς αὐτοῦ στηρίξαι βούλεται τὴν ψυχὴν, καὶ βεβαιοτέραν αὐτοῦ τὴν πίστιν ἐργάσασθαι, ἵνα μὴ ἔχῃ λοιπὸν ὁρᾷν πρὸς τὰ τῆς φύσεως κωλύματα, ἀλλὰ τὴν δύναμιν ἐννοῶν τοῦ ἐπαγγειλαμένου, ὡς ἤδη τῶν ὑποσχέσεων εἰς ἔργον ἐκβεβηκυιῶν, οὕτω θαρρεῖν ἔχῃ;
to Palestine, and to leave your father's house, and to come into this land, so that you might inherit it. Reckoning, therefore, how great a providence you have enjoyed from Me from the time when you left Chaldaea until the present, and how illustrious you have become, showing yourself brighter each day through My alliance and My care towards you, take courage also at the things spoken by Me. Did you see the surpassingness of loving-kindness? Did you see the greatness of condescension—how He wishes to steadfastly establish his soul and render his faith firmer, so that he may no longer look to the hindrances of nature, but, pondering the power of Him Who promised, may thus be able to take courage as though the promises had already passed into fact?
βʹ. Ἀλλ' ὅρα πάλιν τὸν πατριάρχην, ἐπειδὴ παρρησίαν ἔλαβεν ἐκ τῶν εἰρημένων, πῶς πλείονα πληροφορίαν ἐπιζητεῖ. Φησὶ, γὰρ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι τοῖτο, ὅτι κληρονομήσω αὐτήν; Εἰ καὶ προλαβοῦσα ἡ θεία Γραφὴ ἐμαρτύρησεν αὐτῷ, ὅτι ἐπίστευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, δι' ὃ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλ' ὅμως ἐπειδὴ ἤκουσεν, ὅτι διὰ τοῦτο Ἐξήγαγόν σε ἐκ γῆς Χαλδαίας, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν, φησί· τοῖς μὲν παρὰ σοῦ λεγομένοις οὐχ οἷόν τέ με διαπιστῆσαι· ἀλλ' ὅμως ἐβουλόμην καὶ τὸν τρόπον μαθεῖν, πῶς αὐτὴν μέλλω κληρονομεῖν. Ὁρῶ γὰρ καὶ ἐμαυτὸν λοιπὸν πρὸς γῆρας ἐληλακότα, καὶ μέχρι τοῦ παρόντος ὡς ἀλήτην ἐνταῦθα περιιόντα, καὶ οὐ δύναμαι ἀνθρωπίνῳ λογισμῷ καταλαβεῖν τὸ ἐσόμενον· εἰ καὶ ὅτι προλαβὼν, φησὶν, ἐπίστευσα τοῖς εἰρημένοις, ἅτε δὴ ὡς παρὰ σοῦ λεχθεῖσι τοῦ δυναμένου καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, καὶ πάντα ποιοῦντος καὶ μετασκευάζοντος. Οὐ τοίνυν ἀπιστῶν τοῦτο ἐρωτῶ· ἀλλ' ἐπειδὴ πάλιν τῆς κληρονομίας ὑπέμνησας, ἤθελον καὶ παχύτερόν τι σημεῖον καὶ ἐναργὲς δέξασθαι, τὸ δυνάμενόν μου τῶν λογισμῶν τὴν ἀσθένειαν ἐπιρρῶσαι. Τί οὖν ὁ ἀγαθὸς Δεσπότης; Συγκαταβαίνων τῷ οἰκείῳ θεράποντι, καὶ βουλόμενος αὐτοῦ νευρῶσαι τὴν ψυχὴν, ἐπειδὴ εἶδεν ὁμολογοῦντα τὴν οἰκείαν ἀσθένειαν, καὶ πιστεύοντα μὲν τῇ ὑποσχέσει, βουλόμενον δὲ πληροφορίαν τινὰ δέξασθαι, φησὶ πρὸς αὐτόν· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν, καὶ τρυγόνα, καὶ περιστεράν. Ὅρα πῶς ἀνθρωπίνως ποιεῖται πρὸς αὐτὸν τὰς συνθήκας. Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τινὶ ὑποσχώμεθα, βουλόμενοι πεῖσαι τὸν τὴν ὑπόσχεσιν δεχόμενον, ὥστε μὴ ἀμφιβάλλειν περὶ τῶν ἐπαγγελθέντων, σημεῖόν τι παρέχομεν καὶ ἐνέχυρον, ἵνα πρὸς ἐκεῖνο ὁρῶν εἰδέναι ἔχῃ, ὡς πάντως εἰς ἔργον ἐκβήσεται τὰ ἐπηγγελμένα· οὕτω καὶ ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ εἶπε, Κατὰ τί γνώσομαι; φησὶ, Ἰδοὺ καὶ τοῦτό σοι παρέχω· Λάβε μοι δάμαλ⟨ι⟩ν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν, καὶ τρυγόνα, καὶ περιστεράν. Θέα μοι εἰς πόσην παχύτητα κατελθεῖν καταδέχεται ὁ ἀγαθὸς Δεσπότης διὰ τὴν πληροφορίαν τοῦ πατριάρχου. Ἐπειδὴ γὰρ τὸ παλαιὸν οὕτως ἦν αὐτοῖς ἔθος συνθήκας ποιεῖσθαι, καὶ διὰ τούτων αὐτὰς βεβαιοῦν, ταύτην καὶ αὐτὸς ἔρχεται τὴν ὁδόν. Καὶ ἔλαβε, φησὶ, καὶ
2. Yet see again the patriarch, once he received boldness of speech from what had been spoken, how he seeks fuller assurance. For he says, Lord Master, whereby shall I know this, that I shall inherit it?. Even though divine Scripture had previously borne witness to him that he believed the things spoken by God, on account of which it was also reckoned to him for righteousness, nevertheless, since he heard that on this account I brought you out from the land of Chaldaea, so as to give you this land to inherit it, he says: It is not possible for me to disbelieve the things spoken by Thee; yet nevertheless I wished also to learn the manner, how I am about to inherit it. For I see myself already advanced to old age, and until the present going about here like a wanderer, and I am not able by human reasoning to grasp what will be—albeit I previously believed, he says, what was spoken, inasmuch as spoken by Thee Who art able even out of non-being to bring into being, and Who makest and transformest all things. Not out of unbelief, therefore, do I ask this; rather, since Thou didst again remind me of the inheritance, I wished also to receive some more tangible and manifest sign, capable of strengthening the weakness of my thoughts. What then does the good Master do? Condescending to His servant, and wishing to brace his soul, since He saw him confessing his own weakness, and believing indeed the promise yet wishing to receive some full assurance, He says to him: Take for Me a three-year-old heifer, and a three-year-old she-goat, and a ram, and a turtle-dove, and a pigeon. See how in human fashion He makes His covenants with him. For just as among men, whenever we make a promise to someone, wishing to persuade the one receiving the promise not to doubt concerning what was promised, we furnish some sign and pledge, so that looking to it he may know that what was promised will assuredly pass into fact, so too the man-loving Master, once Abram said, Whereby shall I know? says: Behold, I furnish you this also: Take for Me a three-year-old heifer, and a three-year-old she-goat, and a ram, and a turtle-dove, and a pigeon. Behold, I pray, to how great a material grossness the good Master deigns to come down for the full assurance of the patriarch! For since of old such was their custom in making covenants and confirming them by these means, He Himself also takes this road. And he took, it says, and
Notes, col. 343

On the reading

Printed τοῖτο, for τοῦτο.

PG 53:344Read from the page
διεῖλεν αὐτὰ μέσα. Παρατηρητέον πῶς οὐ μάτην οὐδὲ εἰκῆ καὶ τὸν χρόνον ἐπεσημήνατο. Τριετίζοντα γὰρ λαβεῖν προσέταξε, τοῦτ' ἔστι, τέλεια, ἀπηρτισμένα. Καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὴ ὄρνεα οὐ διεῖλε. Καὶ καθεζόμενος ἐπετήρει, ὥστε μὴ λυμήνασθαι τοῖς διχοτομήμασι τὰ ἐφιπτάμενα ὄρνεα, καὶ διὰ πάσης ἡμέρας τοῦτο ποιῶν διετέλει. Κατέβη δὲ ἕτερα ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομηθέντα, καὶ συνεκάθισεν αὐτοῖς Ἄβραμ. Περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ Ἄβραμ, καὶ ἰδοὺ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ. Τίνος ἕνεκεν περὶ ἡλίου δυσμὰς, ὅτε λοιπὸν πρὸς ἑσπέραν ἡ ἡμέρα; Διὰ πάντων προσεκτικώτερον αὐτὸν βούλεται ἐργάσασθαι· διὰ τοῦτο καὶ ἔκστασις καὶ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ, ἵνα διὰ τῶν γινομένων εἰς αἴσθησιν ἔλθῃ τῆς τοῦ Θεοῦ ὀπτασίας· οὕτω γὰρ ἑκάστοτε τῷ Θεῷ ποιεῖν ἔθος. Καὶ γὰρ ἡνίκα μετὰ ταῦτα τῷ Μωϋσῇ ἐν τῷ Σιναίῳ ὄρει ἔμελλε διδόναι τὸν νόμον καὶ τὰς ἐντολὰς, Σκότος, φησὶ, καὶ θύελλα ἦν, καὶ τὸ ὄρος καπνίζον. Διὰ τοῦτο καὶ ἡ Γραφὴ φησιν, Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ἐπειδὴ γὰρ τῶν ἀσωμάτων τι ἰδεῖν οὐχ οἷόν τε διὰ τῶν αἰσθητῶν τούτων ὀφθαλμῶν, τὴν οἰκείαν ἡμῖν ἐνέργειαν σημᾶναι βούλεται. Ἐπειδὴ τοίνυν κατεπλάγη ὁ δίκαιος ἐκεῖνος, καὶ κατέσεισεν αὐτοῦ τὴν διάνοιαν ὁ φόβος, καὶ ἡ γεγενημένη ἔκστασις, ἐρρέθη, φησὶ, πρὸς αὐτόν· Εἶπες, φησὶ, Κατὰ τί γνώσομαι; καὶ σημεῖον ἐβουλήθης λαβεῖν, πῶς μέλλεις κληρονομεῖν τὴν γῆν. Ἰδοὺ δίδωμί σοι σημεῖον· πολλῆς γὰρ δεῖ σε τῆς πίστεως, ἵνα μάθῃς, ὅτι καὶ ἐξ ἀπεγνωσμένων δύναμαι τὰ πράγματα εἰς χρηστὰς ἐλπίδας ἀγαγεῖν. Καὶ ἐρρέθη πρὸς Ἄβραμ· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Μεγάλα τὰ εἰρημένα, καὶ ψυχῆς νεανικῆς δεόμενα, καὶ ὑπεραναβαινούσης καὶ ἀφιείσης κάτω πάντα τὰ ἀνθρώπινα. Εἰ μὴ γὰρ γενναίαν τινὰ καὶ ἀνδρείαν, καὶ φιλόσοφον εἶχε ψυχὴν ὁ πατριάρχης, ταῦτα καὶ θορυβῆσαι αὐτὸν ἱκανὰ ἦν. Γινώσκων γὰρ, φησὶ, γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσι, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν αὐτοὺς ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.
divided them in half. One must observe how not in vain nor at random did He also note the age; for He ordered him to take three-year-old beasts, that is, full-grown, complete. And he divided them in half, and set them facing one another; but the birds he did not divide. And sitting down he kept watch, so that birds swooping down might not mar the halved carcasses, and all through the day he continued doing this. And other birds came down upon the halved bodies, and Abram sat down by them. And about sunset an ecstasy fell upon Abram, and behold, a great and dark fear falls upon him. On what account about sunset, when the day was now drawing towards evening? Through all things He wishes to render him more attentive; on this account both ecstasy and a great and dark fear fall upon him, so that through what takes place he may come to perception of the vision of God; for thus on each occasion it is God's custom to act. For indeed when after these things He was about to give the law and the commandments to Moses on Mount Sinai, There was darkness, it says, and tempest, and the mountain was smoking. On this account Scripture also says, He Who touches the mountains, and they smoke. For since it is not possible to see any incorporeal reality through these sensible eyes, He wishes to signify His own operation to us. Since, then, that righteous man was struck with awe, and fear and the ecstasy that came to pass shook his mind, it was said, Scripture says, to him: You said, Whereby shall I know? and you wished to receive a sign of how you are about to inherit the land. Behold, I give you a sign; for you have need of great faith, so that you may learn that even out of despair I am able to lead affairs into good hopes. And it was said to Abram: Knowing you shall know that your seed shall be sojourning in a land not their own, and they will enslave them, and ill-treat them, and humble them four hundred years. Yet the nation whomsoever they serve I will judge; and after these things they shall come out hither with much baggage. Great are the things spoken, and requiring a vigorous soul that rises above and leaves below all human things. For had the patriarch not possessed a noble and manful and wisdom-loving soul, these things were even sufficient to trouble him. For knowing, He says, you shall know that your seed shall be sojourning in a land not their own, and they will enslave, and ill-treat, and humble them four hundred years. Yet the nation whomsoever they serve I will judge; and after these things they shall come out hither with much baggage.
γʹ. Μὴ θαυμάσῃς, φησὶ, πρὸς ἑαυτὸν ὁρῶν, καὶ τὸ γῆρας τὸ σὸν, καὶ τὴν τῆς Σάρας στείρωσιν, καὶ τὴν τῆς μήτρας νέκρωσιν, καὶ νομίσῃς με μέγα τι εἰρηκέναι, ὅτι εἶπον· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Οὐ μόνον γὰρ τοῦτό σοι προλέγω, ἀλλ' ὅτι καὶ αὐτὸ τὸ σπέρμα σου εἰς ἀλλοτρίαν γῆν ἀπενεχθήσεται. Καὶ οὐκ εἶπεν, εἰς Αἴγυπτον, οὐδὲ ὠνόμασε τῆς γῆς τὴν προσηγορίαν, ἀλλά φησιν, Ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλείαν ὑπομενοῦσι καὶ ταλαιπωρίαν, καὶ ὀδυνήσονται οὐ πρὸς βραχὺν χρόνον, οὐδὲ πρὸς ὀλί-
3. Do not marvel, He says, looking at yourself, and your old age, and Sarah's barrenness, and the deadness of her womb, and suppose Me to have spoken some great thing because I said: To your seed I will give this land (Gen. 15:18; cf. 12:7). For not only do I foretell this to you, but also that your very seed shall be carried away into a foreign land. And He did not say, into Egypt, nor did He name the appellation of the land, but says, In a land not their own; and they will endure bondage and hardship, and suffer pain not for a brief time, nor for a small
PG 53:345Read from the page
γων ἐτῶν ἀριθμὸν, ἀλλὰ μέχρι τετρακοσίων ἐτῶν. Τὴν μέντοι ἐκδικίαν αὐτῶν ἐγὼ ποιήσομαι, καὶ τὸ ἔθνος ἐκεῖνο τὸ καταδουλωσόμενον ἐγὼ κρινῶ, καὶ οὕτως αὐτοὺς μετὰ πολλῆς ἀποσκευῆς ἐπανελθεῖν ἐνταῦθα ποιήσω· ὁμοῦ καὶ προλέγων αὐτῷ τὰ μετὰ ταῦτα ἐσόμενα μετὰ ἀκριβείας, καὶ τὴν δουλείαν δηλῶν, καὶ τὴν εἰς Αἴγυπτον κάθοδον, καὶ τὴν ἀγανάκτησιν ἣν δι' αὐτοὺς μέλλουσι πειρᾶσθαι οἱ Αἰγύπτιοι, καὶ τὴν μετὰ περιφανείας αὐτῶν ἐπάνοδον. Καὶ δείκνυσιν αὐτῷ, ὅτι οὐκ ἐπ' αὐτῷ μόνον τὰ ὑπὲρ φύσιν ἔσται, καὶ μετὰ τοσαῦτα κωλύματα τὰ ὑπὸ τοῦ Θεοῦ ἐπαγγελθέντα εἰς πέρας ἀχθήσεται, ἀλλὰ καὶ ἐπὶ παντὸς τοῦ σπέρματος αὐτοῦ τοῦτο συμβήσεται. Ταῦτα δὲ, φησὶν, ἤδη σοι εἶπον, ἵνα πρὶν ἢ τὸν βίον καταλύσῃς, εἰδέναι ἔχῃς τὰ καὶ τοὺς σοὺς ἐκγόνους διαδεξόμενα. Σὺ δὲ, φησὶν, ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐν γήρᾳ καλῷ. Οὐκ εἶπεν, ἀποθανῇ, ἀλλ' Ἀπελεύσῃ, ὡς ἀποδημεῖν αὐτοῦ μέλλοντος καὶ μεθίστασθαι ἀπὸ πατρίδος εἰς πατρίδα. Ἀπελεύσῃ, φησὶ, πρὸς τοὺς πατέρας σου, οὐ τοὺς κατὰ σάρκα λέγων. Πῶς γὰρ, ἐπεὶ ἄπιστος ἦν αὐτοῦ ὁ πατὴρ, καὶ οὐχ οἷόν τε ἦν τὸν πιστὸν πατριάρχην εἰς τὸν αὐτὸν ἐκείνῳ χῶρον ἀπελθεῖν; Χάσμα γὰρ μέγα ἐστὶ, φησὶ, μεταξὺ ἡμῶν τε καὶ ὑμῶν. Τίνος οὖν ἕνεκεν εἴρηκε, Πρὸς τοὺς πατέρας σου; Τοὺς δικαίους αἰνιττόμενος, τοὺς περὶ τὸν Ἄβελ, τοὺς περὶ τὸν Νῶε, τοὺς περὶ τὸν Ἐνώχ. Τραφεὶς ἐν γήρει καλῷ. Ἴσως ἂν εἴποι τις· καὶ ποῖον ἂν εἴη τούτου καλὸν γῆρας, τὸ τοσούτων θλίψεων ἅπαντα τὴν βίον παρελθεῖν; Ἀλλὰ μὴ τοῦτο ἴδῃς, ἄνθρωπε· ἀλλὰ ἀναλογίζου καὶ τὴν καθ' ἕκαστον καιρὸν περιφάνειν, καὶ ὅπως ἐπίδοξος γέγονεν ὁ ξένος, ὁ ἄπολις, ὁ ἀνέστιος, καὶ ὅσης διὰ παντὸς τοῦ χρόνου ἀπήλαυσε τῆς τοῦ Θεοῦ ἀντιλήψεως.
number of years, but up to four hundred years. Yet their vengeance I Myself will exact, and that nation which will enslave them I will judge, and thus I will cause them to return hither with much baggage—at the same time foretelling to him with exactness the things that would come to pass after these things, and declaring the bondage, and the descent into Egypt, and the indignation which on their account the Egyptians are about to experience, and their return with splendour. And He shows him that not in his own case only will things above nature come to pass and after so many hindrances the things promised by God be brought to fulfilment, but also in the case of all his seed will this happen. And these things, He says, I have already told you, so that before you bring your life to a close you may know the things that will succeed for your descendants also. But you, He says, shall depart to your fathers, nourished in a good old age. He did not say, 'you shall die', but You shall depart, as though he were about to journey abroad and remove from fatherland to fatherland. You shall depart, He says, to your fathers—not meaning those according to the flesh. For how could He, since his father was an unbeliever, and it was not possible for the faithful patriarch to depart to the same region with him? For a great chasm, it says, is fixed between us and you. On what account, then, has He said, To your fathers? Hinting at the righteous: those like Abel, those like Noah, those like Enoch. Nourished in a good old age. Perhaps someone might say: And what sort of good old age could be his, that passed all his life amid so many afflictions? Yet do not look at this, O man; rather, reckon up also his splendour at each season, and how glorious became the stranger, the cityless, the hearthless man, and how great a help from God he enjoyed throughout all his time.
Μὴ τοίνυν κατὰ τὴν νῦν ὑπόληψιν κρῖνε τὰ πράγματα, μηδὲ νόμιζε ἐκεῖνο εἶναι γῆρας καλὸν, τὸ ἐν τρυφῇ καὶ ἀδδηφαγίᾳ διάγειν, καὶ πλοῦτον κεκτῆσθαι, καὶ οἰκετῶν πλῆθος, καὶ ἀνδραπόδων ἀγέλας. Ταῦτα γὰρ οὐκ ἂν ποιήσειε γῆρας καλὸν, ἀλλὰ καὶ πολλὴν κατάγνωσιν ἂν ἐνέγκοι τῷ μηδὲ ἐν γήρᾳ σωφρονιζομένῳ, μηδὲ πρὸς αὐτὰς τὰς ἐσχάτας ἀναπνοάς τι τῶν δεόντων βουλευομένῳ, ἀλλὰ καθ' ἑκάστην ἡμέραν γαστριζομένῳ, καὶ συμπόσια καὶ μέθας μεταδιώκοντι, καὶ μετ' οὐ πολὺ τούτων ἁπάντων εὐθύνας ἀπαιτεῖσθαι μέλλοντι. Ὁ μέντοι μετὰ τοσαύτης ἀρετῆς ὁδεύσας τὸν βίον, οὗτος ἀληθῶς τραφεὶς ἐν γήρᾳ καλῷ καταλύει τὴν ζωὴν, καὶ τῶν ἐνταῦθα πόνων εὑρίσκει λοιπὸν τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις. Διὰ τοῦτό φησι· τοὺς μὲν ἐκγόνους ταῦτα διαδέξεται, σὺ δὲ ἀπελεύσῃ τραφεὶς ἐν γήρᾳ καλῷ. Σκόπει πάλιν ἐνταῦθα, εἰ μὴ πολλὴ τοῦ δικαίου ἦν ἡ ἀνδρεία, καὶ τῆς φιλοσοφίας ἡ ὑπερβολὴ, πῶς καὶ αὐτὰ ταῦτα ἱκανὰ ἦν αὐτοῦ διαταράξαι τὸν λογισμόν. Εἶπε γὰρ
Do not judge matters, therefore, according to present opinion, nor suppose that to be a good old age which consists in passing one's days in luxury and gluttony, and possessing wealth, and a multitude of household servants, and droves of slaves. For these things would not make a good old age, nay, they would bring great condemnation upon the man who is not chastened to sobriety even in old age, nor takes counsel for anything needful even toward his very last breaths, but gorges his belly every day, and pursues banquets and drunken bouts, and not long after is about to have accounting demanded of him for all these things. Whereas he who has travelled life with such great virtue—this man, truly nourished in a good old age, brings his life to a close, and finds henceforth the rewards and requitals of his labours here. On this account He says: These things shall succeed for your descendants, while you shall depart nourished in a good old age. Observe again here how, had the courage of the righteous man not been great and his wisdom surpassing, even these very words were sufficient to trouble his reasoning. For he would have said,
Notes, col. 345

On the reading

Printed τὴν βίον, for τὸν βίον.

Printed περιφάνειν, for περιφάνειαν.

PG 53:346Read from the page
ἂν, εἰ τῶν πολλῶν τις ἦν· τίνος ἕνεκεν ἐπαγγέλλῃ μοι τοσοῦτον ἐξ ἐμοῦ σπέρμα ποιήσειν ἐκταθῆναι, εἰ μέλλοιεν τοσούτοις περιβάλλεσθαι κακοῖς, καὶ ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν δουλείαν ὑπομένειν; τί μοι τὸ ὄφελος; Ἀλλ' οὐδὲν τούτων ὁ δίκαιος ἐλογίσατο, ἀλλὰ καθάπερ εὐγνώμων οἰκέτης τὰ παρὰ τοῦ Θεοῦ ἅπαντα ἔστεργε, καὶ τὰ αὐτῷ δοκοῦντα τῶν ἑαυτοῦ λογισμῶν προετίμα. Εἶτα καὶ τὸν καιρὸν αὐτῷ μηνύει τῆς ἐπανόδου τῆς ἀπὸ τῆς δουλείας. Εἰπὼν γὰρ των ἐτῶν ἀριθμὸν, φησὶν, ἔτη τετρακόσια· Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. Ἀλλ' ἐνταῦθα ἄν τις διαπορήσειε πῶς τετρακόσια ἔτη ἔφη δουλεύειν αὐτοὺς, καίτοι οὐδὲ τὰ ἡμίση τούτων πεποιηκότων αὐτῶν εἰς τὴν Αἴγυπτον. Διὰ τοῦτο οὐκ εἶπεν, ὅτι εἰς τὴν Αἴγυπτον ποιήσουσιν ἔτη τετρακόσια, ἀλλ', Ἐν γῇ οὐκ ἰδίᾳ, ὥστε δυνηθῆναι τοῖς ἔτεσιν, οἷς κατὰ τὴν Αἴγυπτον ἐποίησαν, συναριθμεῖσθαι καὶ τὸν χρόνον τοῦ πατριάρχου, καθ' ὃν ἐκ τῆς Χαρρὰν ἐξελθεῖν προσετάχθη. Ἐξ ἐκείνου γὰρ ἡμῖν καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν αὐτοῦ κατάδηλον ἐποίησεν ἡ Γραφὴ εἰποῦσα, ὅτι ἑβδομηκονταπέντε ἐτῶν ἦν, ἡνίκα ἐξῆλθεν ἐκ Χαρράν. Ἐξ ἐκείνου τοίνυν μέχρι τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου, εἰ βουληθείη τις ἀριθμῆσαι, εὑρήσει σωζόμενον τὸν ἀριθμόν. Καὶ ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι φιλάνθρωπος ὢν ὁ Δεσπότης καὶ συμμετρῶν ἀεὶ τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ καὶ τὰς τιμωρίας, ἐπειδὴ εἶδεν αὐτοὺς πεπονηκότας, καὶ τοὺς Αἰγυπτίους πολλὴν περὶ αὐτοὺς τὴν ὠμότητα ἐπιδεικνυμένους, πρὸ τοῦ ὡρισμένου καιροῦ τὴν ἐκδικίαν ἐποιήσατο, καὶ πρὸς τὴν ἐλευθερίαν αὐτοὺς ἐπανήγαγεν. Ἔθος γὰρ αὐτῷ τοιοῦτον, ἐπειδὴ διὰ πάντων τὴν ἡμετέραν σωτηρίαν πραγματεύεται, κἂν ἀπειλήσῃ τιμωρεῖσθαι, βουληθῶμεν δὲ ἡμεῖς πολλὴν ἐπιδείξασθαι τὴν ἐπιστροφὴν, ἀνακαλεῖσθαι αὐτοῦ τὰς ἀποφάσεις· καὶ τοὐναντίον πάλιν κἂν ὑπόσχηταί τι χρηστὸν ἡμῖν παρέξειν, ἡμεῖς δὲ μὴ τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, οὐδὲ αὐτὸς εἰς πέρας ἄγει τὰ ἐπαγγελθέντα, ὥστε μὴ χείρους ἡμᾶς καὶ ταύτῃ γενέσθαι. Καὶ ταῦτα ἅπαντα, ὅσοι φιλότεχνοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, εὑρεῖν δυνήσεσθε. Τετάρτῃ δὲ, φησὶ, γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν. Τότε, φησὶ, καιρὸς ἔσται τοῦ καὶ ἐκείνους πρὸς τὴν ἐλευθερίαν ἐπαναχθῆναι, καὶ τούτους δίκην δοῦναι ὑπὲρ τοῦ πλήθους τῶν ἡμαρτημένων, καὶ τῆς γῆς ἐξεωσθῆναι. Ἀμφότερα τοίνυν κατὰ τὸν δέοντα καιρὸν γενήσεται, κἀκείνων ἡ ἀποκατάστασις, καὶ τούτων ἡ ἐκβολή. Οὔπω γὰρ αὐτῶν, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι· ὡς ἂν εἴποι τις· οὐδέπω τοσοῦτον εἰργάσαντο πλῆθος πλημμελημάτων, ὡς τοιαύτην ὑποσχεῖν δίκην. Φιλάνθρωπος γὰρ ὢν οὐ μόνον τῶν ἐπταισμένων μείζους οὐκ ἐπάγει τὰς τιμωρίας, ἀλλὰ καὶ σφόδρα ἐλάττους. Διὰ τοῦτο καὶ περὶ τούτους πολλὴν ἐπιδείκνυται τὴν μακροθυμίαν, ἵνα καθ' ἑαυτῶν ἐπισπασάμενοι τὴν τιμωρίαν, μηδεμίαν ἔχωσι λοιπὸν ἀπολογίαν.
had he been one of the many: On what account dost Thou promise me to cause so great a seed from me to spread abroad, if they were about to be encompassed with so many evils and to endure bondage for the number of so many years? What profit is there for me? Yet the righteous man reckoned none of these things, but like a grateful servant was content with all things coming from God, and preferred what seemed good to Him above his own reasonings. Next He also discloses to him the season of the return from bondage. For having spoken the number of the years—four hundred years—He says: And in the fourth generation they shall return hither. Yet here one might raise a difficulty as to how He said they would serve four hundred years, although they spent not even half of these in Egypt. On this account He did not say that in Egypt they will spend four hundred years, but, In a land not their own, so that with the years which they spent in Egypt there could be reckoned together also the time of the patriarch from which he was ordered to go forth out of Harran. For from that point Scripture also made manifest to us the number of his years, saying that he was seventy-five years old when he went forth out of Harran. From that point, therefore, until the exodus out of Egypt, if someone should wish to count, he will find the number preserved. And there is another thing also to say: that since the Master is man-loving and always proportions even His punishments to our weakness, once He saw them worn down with toil and the Egyptians displaying great cruelty towards them, before the appointed season He exacted vengeance and brought them back to freedom. For such is His custom, since throughout all things He works for our salvation: even if He threatens to punish, if we choose to display great repentance, He revokes His sentences; and conversely again, even if He promises to furnish us some good thing, if we do not contribute what lies on our own part, neither does He bring what was promised to fulfilment, lest we become worse in this way too. And all these things as many of you as are diligent students in the reading of the divine Scriptures will be able to find. And in the fourth generation, He says, they shall return hither; for the sins of the Amorites have not yet been filled up until now. Then, He says, will be the season both for those to be brought back to freedom and for these to pay the penalty for the multitude of their sins and be driven out of the land. Both things, therefore, will come to pass at the due season—both the restoration of the former and the expulsion of the latter. For their sins, He says, have not yet been filled up—as one might say, they have not yet wrought so great a multitude of offences as to undergo such a penalty. For being man-loving, not only does He not bring on punishments greater than our offences, nay, He brings them on far lesser. On this account towards these men too He displays great long-suffering, so that having drawn down the punishment upon themselves, they may henceforth have no defence.
δʹ. Εἴδετε πῶς ἅπαντα μετὰ ἀκριβείας ἐγνώρισε τῷ πατριάρχῃ, ἵνα πανταχόθεν αὐτοῦ νευρώσῃ τὴν πίστιν, καὶ ἐκ τῶν πρὸς αὐτὸν εἰρημένων ἔχῃ θαρρεῖν, ὅτι καὶ τὰ εἰς τοὺς ἐκγόνους πάντως ἐκβήσεται· καὶ
4. Did you see how He made all things known with exactness to the patriarch, so that from every side He might brace his faith, and from the things spoken to him he might be able to take courage that the things concerning his descendants also will assuredly pass into fact, and
Notes, col. 346

On the reading

Printed των, for τῶν.