Migne Reading Room

PG 53 · cols. 323–328 · Read from the page

In Genesin Homilia XXXV (ΟΜΙΛΙΑ ΛΕʹ; Gen. 14:1–24)

In Genesin Homilia XXXV (ΟΜΙΛΙΑ ΛΕʹ; Gen. 14:1–24)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:323Read from the page
λατρεία ἡ Ἰουδαϊκὴ, ἵνα τὴν προσκύνησιν ἀποδῷ τῷ Δεσπότῃ. Καὶ ἐπειδὴ ἐπλήρωσε τὸ ποθούμενον, Ὑποστρέφων, φησὶ, καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ ἀνεγίνωσκεν.
worship of the Jews, that he might render homage to the Master. And when he had fulfilled what he longed for, Returning, it says, and sitting upon his chariot, he was reading.
βʹ. Εἶτα ἐπιστὰς ὁ Φίλιππός φησι πρὸς αὐτόν. Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Εἶδες ψυχὴν μεμεριμνημένην, οὐκ εἰδυῖαν μὲν τὰ ἐγκείμενα, ἐχομένην δὲ τῆς ἀναγνώσεως, καὶ ποθοῦσαν ἐπιτυχεῖν τοῦ ὁδηγοῦντος διδασκάλου; Καὶ γὰρ εὐθέως ὁ ἀπόστολος διὰ τῆς ἐρωτήσεως διεγείρει αὐτοῦ τὸν πόθον· ὅτι γὰρ ἄξιος ἦν τυχεῖν τοῦ ὁδηγοῦντος πρὸς τὴν τῶν ἐγκειμένων κατανόησιν, αὐτὴ ἡ ἀπόκρισις τοῦ ἀνδρὸς δηλοῖ. Τοῦ γὰρ ἀποστόλου εἰπόντος, Ἆρά γε γινώσκεις; καὶ μετὰ εὐτελοῦς σχήματος προσιόντος, οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ ἐνόμισεν ὑβρίσθαι, ὃ πολλοὶ τῶν ἀνοήτων πάσχουσι, καὶ πολλάκις αἱροῦνται ἐν διηνεκεῖ ἀγνοίᾳ τυγχάνειν, αἰσχυνόμενοι τὴν ἄγνοιαν ὁμολογῆσαι, καὶ παρὰ τῶν διδάξαι δυναμένων μαθεῖν. Ἀλλ' οὗτος οὐδὲν τούτων πέπονθεν· ἀλλὰ μετὰ πάσης ἐπιεικείας καὶ εὐλαβείας τὴν ἀπόκρισιν ποιεῖται, δεικνὺς αὐτοῦ τῆς ψυχῆς τὴν κατάστασιν, καί φησι· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Καὶ οὐ μόνον ἀπεκρίνατο μὲν μετ' ἐπιεικείας, παρέδραμε δὲ, ἀλλὰ μᾶλλον τῶν οἰκείων τρόπων ἐνδεικνύμενος ἡμῖν τὴν ἀρετὴν, ταῦτα εἰπὼν παρεκάλεσεν ὁ δυνάστης, ὁ βάρβαρος, ὁ ἐπ' ὀχήματος φερόμενος τὸν εὐτελῆ φαινόμενον, τὸν ἀπὸ τῆς ἐσθῆτος εὐκαταφρόνητον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες ψυχῆς προθυμίαν; εἶδες εὐλαβείας ἐπίτασιν; εἶδες βαρβάρου γνώμην φιλόθεον, πῶς ἐπλήρου ἐκεῖνο τὸ παρὰ σοφοῦ τινος εἰρημένον· Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου; Εἶδες πῶς δικαίως οὐ περιώφθη; εἶδες πῶς δικαίως ἀπήλαυσε τῆς ἄνωθεν προνοίας; εἶδες πῶς οὐδὲν ἐνέλιπε τῶν ὀφειλόντων παρ' αὐτοῦ εἰσενεχθῆναι; Διὰ τοῦτο λοιπὸν ἐπιτυχὼν τοῦ διδασκάλου, ἐμάνθανε μετὰ ἀκριβείας καὶ τῶν ἐγκειμένων τὴν δύναμιν, καὶ ἐφωτίζετο τὴν διάνοιαν.
2. Then coming up, Philip says to him: Do you indeed understand what you are reading? Did you see an anxious soul, not knowing what lay therein, yet holding fast to its reading, and longing to meet with a teacher to guide it? For straightway the apostle through his question rouses his longing; for that he was worthy to obtain one to guide him towards the understanding of what lay therein, the man's very answer shows. For when the apostle said, Do you indeed understand? and approached in humble guise, he was not vexed, he was not indignant, he did not count himself insulted—which many foolish men suffer, and often choose to remain in perpetual ignorance, being ashamed to confess their ignorance and to learn from those able to teach. Yet this man suffered none of these things; rather, with all gentleness and reverence he makes his answer, showing the state of his soul, and says: How indeed could I, unless someone should guide me? And not only did he answer with gentleness and then pass by, but rather, showing us the virtue of his own manners, after saying these things the courtier, the barbarian, he who was borne upon a chariot, besought the man who appeared humble and contemptible from his garment to come up and sit with him. Did you see zeal of soul? Did you see intensity of reverence? Did you see the God-loving mind of a barbarian, how he fulfilled that saying spoken by a certain wise man: If you see a man of understanding, rise early to go to him, and let your foot wear out the steps of his doors? Did you see how justly he was not overlooked? Did you see how justly he enjoyed providence from above? Did you see how he left out nothing of the things that ought to have been contributed on his part? On this account thenceforth, having met with his teacher, he learned with exactness the force of what lay therein, and was enlightened in mind.
Ἴδετε ὅσον ἐστὶν ἀγαθὸν τὸ μετὰ προσοχῆς καὶ σπουδῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι τῶν θείων Γραφῶν; Διὰ γὰρ τοῦτο καὶ τὴν κατὰ τὸν βάρβαρον τοῦτον ἱστορίαν εἰς μέσον ὑμῖν παρήγαγον, ἵνα μὴ ἐπαισχυνθῶμεν ἅπαντες ζηλωταὶ γενέσθαι τοῦ Αἰθίοπος, τοῦ εὐνούχου, τοῦ μηδὲ ἐν ὁδοιπορίᾳ τῆς ἀναγνώσεως ἀμελοῦντος. Ἱκανὸς γὰρ οὗτος ὁ βάρβαρος ἅπασιν ἡμῖν διδάσκαλος γενέσθαι, καὶ τοῖς τὸν ἰδιωτικὸν βίον ἐπανηρημένοις, καὶ τοῖς ἐν στρατιᾷ κατειλεγμένοις, καὶ ἐν περιφανείᾳ τυγχάνουσι, καὶ πᾶσιν ἁπαξαπλῶς οὐκ ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν, ὅσῳ καὶ διηνεκῶς οἴκοι διατρίβουσιν, ἀλλὰ καὶ τοῖς τὸν μοναχικὸν βίον ἐπανηρημένοις, ἵνα μανθάνωσι πάντες, ὡς οὐδεὶς καιρὸς κώλυμα γίνεται πρὸς τὴν τῶν θείων λογίων ἀνάγνωσιν, ἀλλὰ δυνατὸν μὴ μόνον ἐπὶ οἰκίας, ἀλλὰ καὶ ἐπ' ἀγορᾶς βαδίζοντας, καὶ ὁδοιπορίαν ποιουμένους, καὶ ἐν συνουσίᾳ πλειόνων τυγχάνοντας, καὶ πράγμασι συμπλεκομένους τῆς τούτων ἔχεσθαι σπουδῆς, ἵνα τὰ παρ' ἑαυτῶν εἰσφέροντες, ταχέως καὶ τοῦ ὁδηγοῦντος ἐπιτύχωμεν. Ὁρῶν γὰρ ἡμῶν ὁ Δεσπότης τὴν περὶ τὰ πνευματικὰ ἐπιθυμίαν, οὐ περιόψεται, ἀλλὰ παρέξει τὴν ἄνωθεν ἔλλαμψιν, καὶ φωτιεῖ ἡμῶν τὴν διάνοιαν. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τῆς ἀναγνώσεως, ἀλλὰ κἄν τε εἰδῶμεν τῶν ἐγκειμένων τὴν δύναμιν,
Do you see how great a good it is to practise the reading of the divine Scriptures with attentiveness and earnestness? For on this account I brought forward into your midst the history concerning this barbarian, that none of us all may be ashamed to become an emulator of the Ethiopian, the eunuch, who did not neglect reading even on a journey. For this barbarian is sufficient to become a teacher for us all—both for those who have chosen private life, and for those enrolled in military service, and for those who are in splendour, and in a word for all, not men only, but women as well, inasmuch as they continually remain at home, nay more, even for those who have chosen the monastic life—so that all may learn that no season becomes a hindrance to the reading of the divine oracles, but it is possible not only at home, but also when walking in the market-place, and making a journey, and being in the company of many, and entangled in affairs, to hold fast to earnestness in these things, so that contributing what lies with us we may swiftly obtain one to guide us as well. For the Master, seeing our desire concerning spiritual things, will not overlook us, but will grant illumination from above and enlighten our mind. Let us not therefore neglect reading, I beseech you, but whether we know the force of what lies therein,
PG 53:324Read from the page
κἄν τε ἀγνοῶμεν, συνεχῶς αὐτὰ ἐπίωμεν. Ἡ γὰρ διηνεκὴς μελέτη ἀνεξάλειπτον ἐργάζεται τὴν μνήμην· καὶ πολλάκις ὅπερ σήμερον εὑρεῖν οὐκ ἰσχύσαμεν ἀναγνόντες, τοῦτο πάλιν αὔριον ἐπελθόντες ἀθρόον εὕρομεν, τοῦ φιλανθρώπου Θεοῦ ἀοράτως ἡμῶν τὴν διάνοιαν φωτίζοντος. Ἀλλὰ ταῦτα μὲν νῦν πρὸς τὸ συνεχῆ ποιεῖσθαι τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν εἰρήκαμεν· ἵνα δὲ μάθητε, ὅτι καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τοῦτο τῷ Δεσπότῃ ἔθος, ἐπειδὰν τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, μετὰ δαψιλείας τὰ παρ' ἑαυτοῦ χορηγεῖ καὶ αὐτὸς, καὶ ὅπερ ἐπὶ τῆς ἀναγνώσεως πεποίηκε μετὰ πολλῆς τῆς ταχύτητος πέμψας τὸν διδάσκαλον τῷ βαρβάρῳ, τοῦτο καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιέναι βουλομένων ἐργάζεται, ἄκουσον τῶν νῦν λεγομένων. Ἀλλ' ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γίνηται οὗτος, ἀκόλουθον ἂν εἴη πάλιν τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγεῖν, καὶ τῆς ἀκολουθίας τῶν χθὲς ἡμῖν εἰρημένων νῦν ἐπιλαβέσθαι. Καὶ γὰρ ἔγνωτε ἐκ τῶν ἤδη ῥηθέντων, πῶς τῆς πολλῆς ἐκείνης ταπεινοφροσύνης, ἣν περὶ τὸν Λὼτ ἐπεδείξατο παραχωρήσας αὐτῷ τῶν πρωτείων, πολλῆς ἀπήλαυσε τῆς ἄνωθεν ἀμοιβῆς, ὑπόσχεσιν δεξάμενος πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ' αὐτοῦ γεγενημένα. Ἴδωμεν δὲ λοιπὸν καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμένων πάλιν τοῦ δικαίου τὴν ἀρετὴν, ἵν' οὕτω προϊόντες καταμάθωμεν τὴν ἄφατον τοῦ Θεοῦ περὶ αὐτὸν γεγενημένην κηδεμονίαν. Παιδεύων γὰρ ἅπαντας ἡμᾶς διὰ τῆς τοῦ πατριάρχου φιλοσοφίας, ἀφίησιν αὐτὸν καθ' ἕκαστον καιρὸν πρότερον ἐπιδείκνυσθαι τῆς οἰκείας γνώμης τὸ φιλόθεον, καὶ τότε τὴν παρ' ἑαυτοῦ ἀμοιβὴν εἰσφέρει, ἵνα σπουδάσωμεν καὶ αὐτοὶ μιμούμενοι τὸν πατριάρχην πρότερον ἐγχειρεῖν τοῖς τῆς ἀρετῆς πόνοις, καὶ οὕτως ἀναμένειν τῶν παρ' αὐτοῦ ἀμοιβῶν τὴν ἀντίδοσιν.
or whether we do not know it, let us continually go over them. For continual meditation renders memory indelible; and often what we were unable to find today when reading, this when we go over it again tomorrow we find all at once, as God Who loves mankind invisibly enlightens our mind. Now we have spoken these things with a view to practising continual reading of the divine Scriptures; and that you may learn that in all other matters too this is the Master's custom—whenever we bring in what lies with us, He too supplies in abundance what comes from Him, and what He has done in the matter of reading by sending the teacher with great swiftness to the barbarian, this He works also in the case of those who wish to pursue virtue—hear what is now said. Yet that this discourse may become clearer to us, it would follow to bring forward again the events concerning the patriarch, and now take hold of the sequence of the things spoken by us yesterday. For you knew from what has already been said how for that great lowliness of mind which he displayed towards Lot in yielding to him the first place, he enjoyed a great recompense from above, receiving a promise surpassing in great measure the things done on his part. Let us see then from what was read today also the virtue of the righteous man once more, so that advancing thus we may learn the ineffable care of God shown towards him. For instructing us all through the patriarch's true wisdom, at each season He lets him first display the God-loving character of his own mind, and then brings in the recompense from Himself, that we ourselves too, imitating the patriarch, may be zealous first to set our hand to the toils of virtue, and thus await the return of the recompenses from Him.
γʹ. Ἀλλ' ὥρα λοιπὸν αὐτὰ ὑμῖν προτιθέναι τὰ σήμερον ἀνεγνωσμένα· οὐδὲ γὰρ ἑρμηνείας δεῖται σχεδὸν, ἀλλὰ καὶ αὐτὴ ἡ ἀνάγνωσις ἱκανὴ δεῖξαι τῆς τοῦ δικαίου ἀρετῆς τὴν ὑπερβολήν. Ἐγένετο δὲ, φησὶν, ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἐλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς ἐθνῶν, ἐποιήσαντο πόλεμον μετὰ Βαλὰκ βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰκ βασιλέως Γομόῤῥας, καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ, καὶ Συμοβὸρ βασιλέως Σεβοεὶμ, καὶ βασιλέως Βαλάκ· αὕτη ἐστὶ Σηγώρ. Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως καὶ τῶν ὀνομάτων τῶν βασιλέων ἐμνημόνευσε, καὶ τῶν ἐθνῶν· οὐχ ἁπλῶς, ἀλλ' ἵνα μάθῃς ἐκ τῆς τούτων προσηγορίας τὴν βάρβαρον αὐτῶν γνώμην. Οὗτοι γὰρ, φησὶ, πρὸς τὸν Σοδόμων βασιλέα καὶ τοὺς λοιποὺς ἐποίησαν πόλεμον. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει τοῦ πολέμου, ὅθεν τὴν ἀρχὴν ἔσχε. Δώδεκα γὰρ ἔτη, φησὶν, ἐδούλευον τῷ Χοδολογομὸρ βασιλεῖ Ἐλάμ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἦλθε Χοδολογομὸρ, καὶ οἱ βασιλεῖς οἱ μετ' αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀστορὼθ καὶ Καρναεὶμ, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν Σαυῆ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. Καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως αὕτη ἐστὶ
3. Yet it is time now to set before you the very passage read today; for it scarcely needs interpretation at all, nay, the mere reading itself is sufficient to show the exceeding measure of the righteous man's virtue. And it came to pass, it says, in the reign of Amarphath king of Sennaar, that Arioch king of Elasar, and Chodologomor king of Elam, and Tharthac king of nations, made war with Balac king of Sodom, and with Barsac king of Gomorrha, and with Sennaar king of Adama, and Symobor king of Seboeim, and the king of Balac—this is Segor. All these leagued together at the salt ravine—this is the Sea of Salt. Observe the exactness of Scripture, how it made mention both of the names of the kings and of the nations—not without purpose, but that from their appellation you may learn their barbarous mind. For these, it says, made war against the king of Sodom and the rest. Then it also teaches the cause of the war, whence it took its beginning: For twelve years, it says, they served Chodologomor king of Elam, and in the thirteenth year they revolted. And in the fourteenth year came Chodologomor and the kings who were with him, and cut down the giants who were in Astoroth and Carnaeim, and strong nations together with them, and the Ommaeans in Save the city, and the Chorraeans who were in the mountains of Seir, as far as the terebinth of Pharan, which is in the wilderness. And turning back they came to the fountain of judgement—this is
PG 53:325Read from the page
Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ, καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἀσασυνθαμάρ. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ νομίσωμεν ἀνωφελῆ εἶναι τὴν διήγησιν. Ἐπίτηδες γὰρ ἡ θεία Γραφὴ μετὰ ἀκριβείας ἅπαντα ἡμῖν διηγήσατο, ἵνα μάθωμεν τῶν βαρβάρων τούτων τὴν ἰσχὺν, καὶ ὅσην τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ μετὰ πόσης σφοδρότητος πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς καὶ τοὺς γίγαντας, τοῦτ' ἔστι τοὺς ἰσχυροὺς κατὰ τὴν τοῦ σώματος ἕξιν, καταγωνίσασθαι, καὶ πάντα τὰ ἐκεῖσε οἰκοῦντα ἔθνη τροπώσασθαι. Καθάπερ γὰρ χειμάῤῥους σφοδρῶς ἐπελθὼν ἅπαντα παρασύρει καὶ ἀπόλλυσι, τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οἱ βάρβαροι πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπελθόντες, πάντας ἄρδην ἀπώλεσαν, ὡς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν, καὶ τοὺς ἄλλους ἅπαντας τροπώσασθαι. Ἀλλ' ἴσως εἴποι τις ἄν· καὶ τί μοι ὄφελος ἀπὸ τοῦ γνῶναι τῶν βαρβάρων τὴν ἰσχύν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ἡ Γραφὴ ταῦτα τῇ διηγήσει ἐγκατέμιξεν, οὐδὲ μάτην ἡμεῖς νῦν προλαβόντες παρεγγυῶμεν ὑμῖν μεμνῆσθαι τῆς τούτων ἀνδρείας· ἀλλ' ἵνα προϊούσης τῆς διδασκαλίας μάθητε καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρχου τὴν ἀρετήν. Πρὸς τούτους οὖν, φησὶ, τοὺς τοσαύτην δύναμιν κεκτημένους, καὶ τοσαῦτα ἔθνη τροπωσαμένους Ἐξῆλθε παρατάξασθαι ὁ βασιλεὺς Σοδόμων, καὶ Γομόῤῥας, καὶ Ἀδαμὰ, καὶ Σεβοεὶμ, καὶ Βαλάκ· αὕτη ἐστὶ Σηγώρ· καὶ παρετάξαντο αὐτοῖς ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ εἰς πόλεμον, πρὸς Χοδολογομὸρ, καὶ Θαρθὰκ, καὶ Ἀμαρφὰθ, καὶ Ἀρίωχ. Οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. Κοιλὰς δὲ ἡ ἁλυκὴ, φρέατα ἀσφάλτου. Εἶτα ἵνα μάθωμεν, πῶς καταπλαγέντες αὐτῶν τὴν ἀνδρείαν, καὶ τῆς δυνάμεως τὴν ἰσχὺν, εἰς φυγὴν ἐτράπησαν, φησὶν ἡ Γραφή· Καὶ ἔφυγεν ὁ βασιλεὺς Σοδόμων, καὶ Γομόῤῥας, καὶ ἐνέπεσον ἐκεῖ, ἔνθα τὰ φρέατα· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον. Εἶδες πόση τῶν ἀνδρῶν ἡ ἰσχύς; πῶς καὶ ἐξ αὐτῆς τῆς προσόψεως καταπλαγῆναι αὐτοὺς παρεσκεύασαν, καὶ εἰς φυγὴν τραπῆναι πεποιήκασιν; Ὅρα λοιπὸν πῶς μετὰ πάσης εὐκολίας, φυγάδων ἁπάντων γεγενημένων, τὰ αὐτῶν ἅπαντα λαβόντες ἐκεῖνοι ἐπανήεσαν. Ἔλαβον δὲ, φησὶ, καὶ τὴν ὀρεικὴν, καὶ πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Γομόῤῥας, καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. Ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἄβραμ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο. Ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις. Ἰδοὺ ὅπερ χθὲς ἔλεγον, εἰς ἔργον ἐξέβη νῦν· ὅτι οὐδὲν ἀπώνατο ὁ Λὼτ ἀπὸ τῆς τῶν πρωτείων ἐκλογῆς, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων ἐπαιδεύετο τῶν πρωτείων μὴ ἐρᾷν. Οὐ μόνον γὰρ αὐτῷ ἐκ τούτου οὐδὲν ὄφελος γέγονεν, ἀλλ' ἰδοὺ καὶ αἰχμάλωτος ἀπήχθη, καὶ ἐμάνθανε διὰ τῶν ἔργων, ὅτι πολλῷ βέλτιον ἦν αὐτῷ τῆς τοῦ δικαίου συνουσίας ἀπολαύειν, ἢ χωρισθέντι, καὶ ἐν ἐλευθερίᾳ γεγονότι τοσούτων πειραθῆναι τῶν συμφορῶν. Ἰδοὺ γὰρ ἐχωρίσθη τοῦ πατριάρχου, καὶ ἐνόμισεν ἐν πλείονι εἶναι ἀδείᾳ, καὶ τῶν πρωτείων ἐπιτετυχηκέναι, καὶ ἐν πολλῇ τυγχάνειν τῇ εὐπορίᾳ, καὶ ἀθρόον αἰχμάλωτος, ἄοικος, ἀνέστιος γίνεται· ἵνα μάθῃς ὅσον ἐστὶ κακὸν ἡ διαίρεσις, καὶ ὅσον ἐστὶν ὀγαθὸν ἡ ὁμόνοια· καὶ ὅτι προσήκει μὴ ἐπιπηδᾷν τοῖς μείζοσιν, ἀλλ' ἀγαπᾷν ἐλαττοῦσθαι μᾶλλον. Ἔλαβον γὰρ, φησὶ, τὸν Λὼτ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ. Πόσῳ μᾶλλον βέλτιον ἦν συνεῖναι τῷ πατριάρχῃ, καὶ πάντα κατα-
Kadesh; and they cut down all the rulers of Amalek, and the Amorites who dwelt in Asasynthamar. Let us not simply pass over what has been said, beloved, nor suppose that the narrative is unprofitable. For purposely divine Scripture recounted all things to us with exactness, that we might learn the strength of these barbarians, and how great valour they displayed, and with how great vehemence they rushed into the war, so as both to overcome the giants—that is, those strong in bodily frame—and to rout all the nations dwelling there. For just as a winter torrent coming on vehemently sweeps away and destroys all things, in the very same manner these barbarians too, coming upon all these nations, utterly destroyed them all, so as to rout both the rulers of the Amalekites and all the rest. Yet perhaps someone might say: And what profit is there to me from knowing the strength of the barbarians? Not simply nor in vain did Scripture mingle these things into the narrative, nor idly do we now beforehand exhort you to remember their valour; but so that as our teaching advances you may learn both the exceeding measure of God's power and the virtue of the patriarch. Against these men, therefore, it says, who possessed such great power and had routed so many nations, the king of Sodom went out to set himself in battle array, and of Gomorrha, and of Adama, and of Seboeim, and of Balac—this is Segor; and they set themselves in array against them for war in the salt valley, against Chodologomor, and Tharthac, and Amarphath, and Arioch—the four kings against the five. Now the salt valley was pits of asphalt. Then, that we may learn how, struck with dismay at their valour and the strength of their force, they turned to flight, Scripture says: And the king of Sodom and of Gomorrha fled, and they fell in there where the pits were; and those who were left fled to the hill country. Did you see how great was the strength of those men—how by their very appearance they caused them to be struck with dismay, and made them turn to flight? See next how with all ease, when all had become fugitives, those men took all their goods and went back: And they took, it says, both the mule-train and all the cavalry of Sodom and Gomorrha, and all their victuals, and departed. And they took also Lot the son of Abram's brother, and his baggage, and went away; for he was dwelling in Sodom. Behold, what yesterday I was saying has now come out into fact: that Lot gained no benefit from his choice of the first place, but through the events themselves was taught not to lust after the first place. For not only did no profit accrue to him from this, nay, behold, he was even led away captive, and learned through deeds that it was much better for him to enjoy the company of the righteous man than, having been separated and come to be in freedom, to experience so many calamities. For behold, he was separated from the patriarch, and supposed that he was in greater security, and had attained the first place, and was in great prosperity—and all at once he becomes a captive, homeless, hearthless; so that you may learn how great an evil is division, and how great a good is concord, and that it is fitting not to leap greedily upon the greater shares, but rather to be content to have the less. For they took Lot, it says, and his baggage. By how much more had it been better to be with the patriarch, and to ac-
Notes, col. 325

On the reading

Printed ὀγαθὸν, for ἀγαθὸν.

PG 53:326Read from the page
δέχεσθαι ὑπὲρ τοῦ μὴ διασπασθῆναι τὴν μεταξὺ ὁμόνοιαν, ἢ χωρισθέντα, καὶ τὰ πρωτεῖα ἐκλεξάμενον, εὐθέως τοσούτοις κινδύνοις περιβληθῆναι, καὶ ὑπὸ βαρβάροις γενέσθαι; Παραγενόμενος δέ τις, φησὶ, τῶν ἀνασωθέντων, ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ. Αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ Ὀμοροῦ, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ ἀδελφοῦ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ. Πῶς τοσούτου πολέμου συγκροτηθέντος οὐκ ἔγνω ὁ πατριάρχης; ἴσως πολὺ τὸ ἐν μέσῳ διάστημα ἐτύγχανε, δι' ὃ καὶ ἠγνόησεν. Ἐλθὼν δέ τις ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ· ἵνα ἡμᾶς ἀναμνήσῃ, ὅτι τῷ ἀπὸ τῆς Χαλδαίας ἐπανελθόντι. Ἐπειδὴ γὰρ πέραν τοῦ Εὐφράτου τὴν κατοίκησιν εἶχε, διὰ τοῦτο καὶ περάτης ἐλέγετο. Καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς οἱ γονεῖς τὸ ὄνομα αὐτῷ ἐπέθεσαν, προμηνύοντες αὐτῷ τὴν ἐκεῖθεν αὐτοῦ μετανάστασιν. Ἐπειδὴ γὰρ περᾷν ἔμελλε τὸν Εὐφράτην, καὶ ἐπὶ τὴν Παλαιστίνην ἔρχεσθαι, διὰ τοῦτο καὶ Ἄβραμ ἐκαλεῖτο.
cept all things for the sake of not tearing apart the concord between them, than having been separated and having chosen the first place, straightway to be encompassed with so many dangers and fall under barbarians? And one of those who had escaped came, it says, and reported to Abram the crosser-over. Now he was dwelling by the oak of Mambre the Amorite, the brother of Eschol and brother of Aunan, who were confederates of Abram. How, when so great a war had been joined, did the patriarch not know? Perhaps the distance between was great, wherefore he was unaware. And someone came and reported to Abram the crosser-over—that it might remind us that it meant him who had come back from Chaldaea. For since he had had his dwelling beyond the Euphrates, on this account he was also called the crosser-over. And from of old and from the beginning his parents gave him the name, foretokening for him his removal thence. For since he was about to cross the Euphrates and come unto Palestine, on this account he was also called Abram.
δʹ. Σκόπει πῶς καὶ ἄπιστοι ὄντες οἱ γονεῖς οὐκ εἰδότες, ἀλλ' ὑπὸ τῆς τοῦ εὐμηχάνου Θεοῦ σοφίας ὁδηγούμενοι, τὸ ὄνομα ἐπέθεσαν τῷ παιδὶ, καθάπερ καὶ ὁ Λάμεχ τῷ Νῶε. Καὶ τοῦτο γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ καὶ διὰ ἀπίστων πολλάκις προμηνύειν τὰ μετὰ πολὺν ἐσόμενα χρόνον. Ἀπήγγειλεν οὖν ἐλθὼν, φησὶ, τις τῷ περάτῃ τὰ γεγονότα, τοῦ ἀδελφιδοῦ τὴν αἰχμαλωσίαν, καὶ τῶν βασιλέων ἐκείνων τὴν πολλὴν δυναστείαν, καὶ τὴν ἐν Σοδόμοις πόρθησιν, καὶ τὴν μετ' αἰσχύνης φυγήν. Αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυῒ τῇ Μαμβρῆ Ὀμοροῦ, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ. Ἀλλ' ἴσως ἐνταῦθα ἄν τις ζητήσειε· τίνος ἕνεκεν μόνος τῶν ἐν Σοδόμοις πεφευγότων ὁ δίκαιος Λὼτ εἰς τὴν αἰχμαλωσίαν ἀπάγεται; Θὐχ ἁπλῶς οὐδὲ τοῦτο, οὐδὲ εἰκῆ, ἀλλ' ἵνα μάθῃ δι' αὐτῶν τῶν πραγμάτων ὁ Λὼτ καὶ τοῦ πατριάρχου τὴν ἀρετὴν, καὶ δι' αὐτοῦ καὶ ἕτεροι διασωθῶσι, καὶ ἵνα παιδευθῇ μὴ τῶν πρωτείων ἐφίεσθαι, ἀλλὰ παραχωρεῖν τῶν μειζόνων. Ἀκούσωμεν δὲ λοιπὸν τῶν ἑξῆς, ἵνα μάθωμεν καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν ἄφατον συμμαχίαν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις, καὶ συντείνατε ὑμῶν τὴν διάνοιαν. Πολλὰ γάρ ἐστι κατὰ ταὐτὸν ἐντεῦθεν κερδᾶναι, καὶ ἐκ τῶν τῷ Λὼτ συμβάντων ἐκεῖθεν παιδευθῆναι μηδέποτε διαπορεῖν, εἴποτε δίκαιοι μὲν πειρασμοῖς περιπέσοιεν, φαῦλοι δὲ καὶ πονηροὶ διαφύγοιεν, μήτε ἐκ παντὸς τρόπου τὰ πρωτεῖα ἐπιζητεῖν, μήτε τῆς μετὰ τῶν δικαίων συνουσίας ἕτερόν τι προτιμότερον ἡγεῖσθαι, ἀλλὰ κἂν δουλεύειν δέοι, συνεῖναι δὲ ἐναρέτοις ἀνδράσι, τοῦ ἐν ἐλευθερίᾳ εἶναι τοῦτο λυσιτελέστερον εἶναι νομίζειν. Καὶ μετὰ τούτων δὲ καὶ τοῦ πατριάρχου μαθεῖν ἐντεῦθέν ἐστι τὴν πολλὴν ἀνεξικακίαν, τῆς φιλοστοργίας τὴν ὑπερβολὴν, τῆς ἀνδρείας τὸ μέγεθος, τῶν χρημάτων τὴν ὑπεροψίαν, τῆς περὶ αὐτὸν τοῦ Θεοῦ βοηθείας τὴν ἄφατον δύναμιν. Ἀκούσας δὲ, φησὶν, Ἄβραμ ὅτι ἠχμαλώτευται Λὼτ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς τριακοσίους δέκα καὶ ὀκτὼ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δὰν, καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἕως Χωβὰλ, ἥ ἐστιν ἀριστερὰ Δαμασκοῦ. Καὶ ἐπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὸν λαὸν, καὶ τὰς γυναῖκας. Ἐννόει μοι ἐνταῦθα, ἀγαπητὲ,
4. Observe how his parents too, though unbelievers and not knowing, yet guided by the wisdom of the resourceful God, gave the name to the child, just as Lamech also did to Noah. For this too belongs to God's loving-kindness towards mankind, often even through unbelievers to foretoken things that will come to pass after a long time. Someone came therefore, it says, and reported to the crosser-over what had come to pass: the captivity of his nephew, and the great domination of those kings, and the sack in Sodom, and the shameful flight. Now he was dwelling by the oak of Mambre the Amorite, the brother of Eschol and Aunan, who were confederates of Abram. Yet perhaps here someone might inquire: on what account alone among those who had fled in Sodom is the righteous Lot led away into captivity? Not simply was this either, nor in vain, but so that through the events themselves Lot might learn the virtue of the patriarch, and through him others also might be saved, and that he might be taught not to crave the first place, but to yield the greater shares. Let us hear next what follows, that we may learn both the virtue of the righteous man and the ineffable alliance of God. Yet attend with exactness to what is said, and strain your mind. For it is possible at the same time to gain many things hence, and from what befell Lot there to be taught never to be at a loss if ever righteous men should fall into trials while base and wicked men escape, nor by every means to seek after the first place, nor to deem anything else more precious than company with the righteous, but even if one had to be a servant while dwelling with virtuous men, to count this more profitable than being in freedom. And along with these things one may also learn hence the patriarch's great forbearance, the exceeding measure of his tender affection, the magnitude of his valour, his disdain for wealth, and the ineffable power of God's help towards him. And when Abram heard, it says, that Lot his nephew had been taken captive, he numbered his own home-born servants, three hundred and eighteen, and pursued after them as far as Dan; and he fell upon them by night, he and his servants, and smote them as far as Chobal, which is on the left hand of Damascus. And he brought back all the cavalry of Sodom, and brought back Lot his nephew, and all his possessions, and the people, and the women. Consider for me here, beloved,
Notes, col. 326

On the reading

Printed Θὐχ, for Οὐχ.

PG 53:327Read from the page
τῆς τοῦ δικαίου ἀνδρείας τὴν μεγαλοψυχίαν, ὅπως θαρρήσας τῇ τοῦ Θεοῦ δυνάμει οὐ κατεπλάγη τῶν ἀνδρῶν τὴν ἰσχὺν, μαθὼν τὴν τροπὴν ἣν ἐποιήσαντο, πρότερον μὲν κατὰ τῶν ἐθνῶν ἁπάντων ὁρμήσαντες, καὶ τοὺς Ἀμαληκίτας καὶ τοὺς λοιποὺς ἅπαντας καταγωνισάμενοι, ἔπειτα δὲ πρὸς τοὺς ἐν Σοδόμοις συμβαλόντες, καὶ εἰς φυγὴν αὐτοὺς τρέψαντες, καὶ πᾶσαν αὐτῶν ἀφελόμενοι τὴν ὕπαρξιν. Διὰ γὰρ τοῦτο προλαβοῦσα ἡ θεία Γραφὴ πάντα ταῦτα ἡμῖν διηγήσατο, καὶ ὅσα διὰ τῆς αὐτῶν ἀνδρείας κατώρθωσαν, ἵνα μάθῃς ὡς οὐ σωματικῇ ἰσχύϊ ὁ πατριάρχης τούτους κατηγωνίσατο, ἀλλὰ τῇ πίστει τῇ εἰς τὸν Θεὸν, καὶ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος πάντα ταῦτα κατώρθωσεν, οὐχ ὅπλα κινήσας, καὶ βέλη, καὶ δόρατα, καὶ τόξα τείνας, καὶ ἀσπίδας προβαλόμενος, ἀλλὰ μετὰ τῶν οἰκογενῶν.
the magnanimity of the righteous man's courage, how, having placed his confidence in the power of God, he was not dismayed at the strength of the men upon learning of the rout they had wrought, having first rushed against all the nations and subdued the Amalekites and all the rest, and thereafter engaged those in Sodom, turned them to flight, and stripped them of all their substance. For it was on this account that divine Scripture recounted all these things to us beforehand, and all that they accomplished through their own valour, so that you might learn that it was not by bodily strength that the patriarch overcame them, but fortified by faith in God and by aid from above he accomplished all these things, neither brandishing weapons, nor drawing arrows, spears, and bows, nor holding forth shields, but with his household servants.
Καὶ τίνος ἕνεκεν, φησὶν, ἠρίθμησε τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς; Ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς ἅπαντας ἔλαβεν, ἀλλὰ τοὺς οἰκογενεῖς, τοὺς συνανατραφέντας τῷ Λὼτ, ἵνα μετὰ πολλῆς εὐνοίας τὴν ἐκδίκησιν ποιήσωνται, ὡς ὑπὲρ οἰκείου δεσπότου λοιπὸν ἀγωνιζόμενοι. Καὶ θέα μοι τῆς δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν, μεθ' ὅσης ταχύτητος τὰ τῆς νίκης γεγένηται. Ἐπέπεσε γὰρ αὐτοῖς, φησὶ, τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ ἐδίωξεν αὐτούς. Ἡ γὰρ ἄνωθεν χεὶρ ἦν συνεφαπτομένη καὶ συστρατηγοῦσα τοῖς γινομένοις. Δι' ὃ οὐδὲ ὅπλων αὐτοῖς ἐδέησεν, οὐδὲ μηχανημάτων, ἀλλὰ μόνον φανεὶς μετὰ τῶν οἰκετῶν τοὺς μὲν ἐπάταξε, τοὺς δὲ εἰς φυγὴν ὁρμῆσαι παρεσκεύασε, καὶ ἑκάτερον ἐποίησε μετὰ ἀδείας ἁπάσης, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος, τήν τε ἵππον τοῦ βασιλέως Σοδόμων ἀπέστρεψε, καὶ τὸν Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα καὶ τὰς γυναῖκας. Ὁρᾷς διὰ τί συνεχωρήθη τῶν ἄλλων πεφευγότων ὁ Λὼτ μόνος αἰχμάλωτος γενέσθαι; Ἵνα καὶ τοῦ πατριάρχου κατάδηλος γένηται ἡ ἀρετὴ, καὶ δι' αὐτὸν καὶ ἕτεροι πολλοὶ τῆς σωτηρίας ἐπιτύχωσι. Καὶ ἐπανήει λοιπὸν μέγα καὶ λαμπρὸν τρόπαιον ἐπαγόμενος, μετὰ τοῦ Λὼτ καὶ τὴν ἵππον, καὶ τὰς γυναῖκας, καὶ τὰ ὑπάρχοντα ἐπιφερόμενος, καὶ πᾶσι λαμπρᾷ τῇ φωνῇ κηρύττων, καὶ σάλπιγγος μεγαλοφωνότερον βοῶν, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, οὐδὲ ἰσχύϊ σωμάτων τὴν τροπὴν εἰργάσατο. καὶ τὴν νίκην ἤρατο, ἀλλὰ τῆς ἄνωθεν χειρὸς πάντα ἐργαζομένης. Εἶδες διὰ πάντων τὸν δίκαιον περιφανέστερον γινόμενον, καὶ καθ' ἕκαστον καιρὸν πᾶσι δεικνύντα τὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν; Ὅρα αὐτὸν λοιπὸν καὶ διδάσκαλον θεοσεβείας γενέσθαι σπουδάζοντα τοῖς ἐν Σοδόμοις. Ἐξῆλθε γὰρ, φησὶν, ὁ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογομὸρ, καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ. Σκόπει πόσον ἐστὶν ἡ ἀρετὴ, καὶ τὸ τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν. Ὁ βασιλεὺς τῷ ξένῳ, τῷ πρεσβύτῃ εἰς συνάντησιν ἔξεισι, καὶ πᾶσαν ἀπονέμει τιμήν. Ἐμάνθανε γὰρ ὡς οὐδὲν αὐτῷ τῆς βασιλείας ὄφελος τῆς ἄνωθεν συμμαχίας ἠρημωμένῳ, καὶ ὡς οὐδὲν ἂν γένοιτο δυνατώτερον τοῦ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς βοηθουμένου. Καὶ Μελχισεδὲκ, φησὶ, βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
And for what reason, someone says, did he number three hundred and eighteen household servants? So that you might learn that he did not simply take everyone, but the household servants who had been reared together with Lot, so that they might execute vengeance with great goodwill, fighting henceforth as on behalf of their own master. And behold, I pray, the exceeding greatness of the power of God, with what swiftness the victory came to pass. For he fell upon them, it says, by night, he and his servants, and smote them, and pursued them. For the hand from above was lending its aid and sharing the command in what was taking place. Wherefore they had no need of weapons, nor of engines of war, but merely by appearing with his servants he smote some and caused others to rush into flight, and accomplished both with complete impunity, since there was no one to trouble him, and brought back the cavalry of the king of Sodom, and Lot his nephew, and all the goods and the women. Do you see why, when the others had fled, Lot alone was permitted to become a captive? So that both the patriarch's virtue might become manifest, and on his account many others also might obtain deliverance. And so he returned bringing back a great and splendid trophy, carrying back along with Lot the cavalry, the women, and the goods, and proclaiming to all with a clear voice, and crying out more loudly than a trumpet, that not by human power nor by strength of bodies had he wrought the rout and won the victory, but with the hand from above working all things. Have you seen through all things how the righteous man becomes more illustrious, and at every season displays to all the providence of God towards him? See him henceforth also zealous to become a teacher of godliness to those in Sodom. For the king of Sodom, it says, went out to meet him after his return from the slaughter of Chodologomor and the kings who were with him. Consider how great a thing virtue is, and the enjoyment of alliance from God. The king goes out to meet the stranger, the aged man, and renders him every honour. For he was learning that there was no profit to him from his kingship when bereft of alliance from above, and that nothing could prove mightier than the man helped by the hand of God. And Melchisedec, it says, king of Salem brought out loaves and wine; and he was priest of God the Most High.
εʹ. Τί βούλεται ἡμῖν αὕτη ἡ παρατήρησις, Βασιλεὺς Σαλὴμ, καὶ Ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου; Βασιλεὺς μὲν ἦν, φησὶ, τῆς Σαλὴμ Τοῦτον γὰρ καὶ ὁ μακάριος Παῦλος πρὸς τοὺς ἐξ Ἑβραίων πεπιστευκότας ἐπιστέλλων εἰς μέσον παράγων, καὶ τὸ ὄνομα αὐτοῦ περιστρέφων καὶ πόλιν, ὁμοῦ ἑρμηνεύει τοῦ ὀνόματος
5. What does this observation mean for us, King of Salem, and Priest of God the Most High? He was indeed king, someone says, of Salem. For when the blessed Paul also, writing to the believers from among the Hebrews, brings this man forward and turns about his name and city, he at the same time interprets of the name
PG 53:328Read from the page
τὴν σημασίαν, καὶ ἐτυμολογίᾳ τινὶ κέχρηται λέγων, Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης. Καὶ γὰρ κατὰ τὴν Ἑβραϊκὴν γλῶτταν τὸ μὲν Μελχὶ βασιλείαν σημαίνει, τὸ δὲ Σεδὲκ, δικαιοσύνην. Εἶτα καὶ εἰς τὸ ὄνομα τῆς πόλεως ἐλθών φησι, Βασιλεὺς εἰρήνης· τὸ γὰρ Σαλὴμ εἰρήνην ἐμφαίνει. Ἱερεὺς δὲ ἦν ἴσως αὐτοχειροτόνητος· οὕτω γὰρ ἦσαν τότε οἱ ἱερεῖς· ἤτοι οὖν διὰ τὸ τῇ ἡλικίᾳ προβῆναι οἱ προσήκοντες αὐτῷ ἀπονενεμήκασι τὴν τιμήν· ἢ καὶ αὐτὸς ἱερατεύειν ἐπετήδευσε, καθάπερ ὁ Νῶε, καθάπερ ὁ Ἄβελ, καθάπερ ὁ Ἀβραὰμ, ἡνίκα τὰς θυσίας προσῆγον. Ἄλλως δὲ καὶ τύπος ἔμελλεν εἶναι τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκλαμβάνει λέγων· Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἔχων ἡμερῶν, μήτε ζωῆς τέλος, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Καὶ πῶς, φησὶν, οἷόν τε ἄνθρωπον ὄντα ἀπάτορα εἶναι καὶ ἀμήτορα, καὶ μήτε ἀρχὴν ἡμερῶν ἔχειν, μήτε ζωῆς τέλος; Ἤκουσας ὅτι τύπος ἦν· μὴ τοίνυν ξενίζου, μηδὲ πάντα ἀπαίτει ἐν τῷ τύπῳ. Οὐδὲ γὰρ ἂν εἴη τύπος, εἰ μέλλοι πάντα ἔχειν τὰ τῇ ἀληθείᾳ συμβαίνοντα. Τί οὖν ἐστι τὸ εἰρημένον; ὥσπερ οὗτος, φησὶ, διὰ τὸ μὴ μνημονευθῆναι τοὺς γεγεννηκότας αὐτὸν, ἀπάτωρ λέγεται καὶ ἀμήτωρ, καὶ διὰ τὸ μὴ γενεαλογηθῆναι, ἀγενεαλόγητος· οὕτω καὶ ὁ Χριστὸς, διὰ τὸ μὴ ἐσχηκέναι μήτε ἐν οὐρανοῖς μητέρα, μήτε ἐπὶ τῆς γῆς πατέρα, ἀγενεαλόγητος λέγεται καὶ ἔστι. Καὶ ὅρα διὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς, ὅπως μυστήριόν τι ἡμῖν δι' αὐτῆς αἰνίττεται. Ἐξήνεγκε γὰρ ἄρτους καὶ οἶνον. Ὁρῶν τὸν τύπον, νόει μοι τὴν ἀλήθειαν, καὶ θαύμαζε τῆς θείας Γραφῆς τὴν δύναμιν, πῶς ἄνωθεν καὶ ἐκ προοιμίων τὰ μέλλοντα ἔσεσθαι προεμήνυε. Καὶ εὐλόγησε, φησὶ, τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογητὸς Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Οὐ μόνον αὐτὸν εὐλόγησεν, ἀλλὰ καὶ τὸν Θεὸν ἐδόξασεν. Εἰπὼν γὰρ, Εὐλογητὸς Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἀπὸ τῶν δημιουργημάτων τοῦ Θεοῦ τὴν δύναμιν ἡμῖν ἀνέφηνεν. Εἰ γὰρ αὐτός ἐστι Θεὸς, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν παραγαγὼν, οἱ ὑπὸ τῶν ἀνθρώπων θεραπευόμενοι οὐκ ἂν εἶεν θεοί· Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Εὐλογητὸς, φησὶν, ὁ Θεὸς, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Θέα μοι πῶς οὐ μόνον τὸν δίκαιον ἀνακηρύττει, ἀλλὰ καὶ τοῦ Θεοῦ τὴν συμμαχίαν ἐπιγινώσκει. Οὐδὲ γὰρ ἄνευ τῆς ἐκεῖθεν ῥοπῆς ἠδυνήθη τῶν τοσαύτην δυναστείαν περιβεβλημένων περιγενέσθαι. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου· αὐτός ἐστιν ὁ τὸ πᾶν ἐργασάμενος, αὐτός ἐστιν ὁ τοὺς ἰσχυροὺς ἀσθενεῖς καταστήσας, αὐτός ἐστιν ὁ διὰ τῶν ἀόπλων τοὺς ὡπλισμένους κατενεγκών· ἐκεῖθέν ἐστιν ἡ ῥοπὴ ἡ τοσαύτην σοι τὴν δύναμιν παρασχομένη. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Ὁρᾷς πῶς δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν καὶ τὴν φιλοστοργίαν τὴν περὶ τὸν Λὼτ, καὶ πῶς ἐμφαίνει, ὅτι καὶ ὁ Ἀβραὰμ οἰκείους αὐτοὺς ἐχθροὺς ἡγεῖτο διὰ τὰ εἰς τὸν ἀδελφιδοῦν γεγενημένα; Καὶ ἔδωκεν αὐτῷ, φησὶ, δεκάτην ἀπὸ πάντων. Τοῦτο καὶ Παῦλός φησι· Θεωρεῖτε δὲ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων, ὁ πατριάρχης· δηλονότι ἐκ τῶν λαφύρων, ὧν ἐπήγετο, ἠμείψατο τὸν Μελχισεδὲκ, καὶ δεκάτην αὐτῷ ἀφώρισεν ἀπὸ πάντων ὧν ἐπιφέρετο· ἐντεῦθεν ἤδη διδάσκαλος ἅπασι γενόμενος, πολλὴν ἐπιδείκνυσθαι εὐγνωμοσύνην, καὶ τὰς ἀπαρχὰς προσ-
its signification, and makes use of a certain etymology, saying, Melchisedec, king of righteousness. For in the Hebrew tongue Melchi signifies kingship, and Sedec, righteousness. Then, coming also to the name of the city, he says, King of peace; for Salem indicates peace. And he was a priest perhaps self-ordained; for such were the priests at that time; either, then, because of his advanced age those related to him accorded him the honour, or else he himself undertook to serve as priest, just as Noah, just as Abel, just as Abraham did when they offered sacrifices. Moreover, he was also to be a type of Christ. On this account Paul too takes him in this way, saying: Without father, without mother, without genealogy, having neither beginning of days nor end of life, but made like unto the Son of God, he abides a priest continually. And how, someone says, is it possible for one who is a human being to be without father and without mother, and to have neither beginning of days nor end of life? You heard that he was a type; do not marvel, then, nor demand everything in the type. For neither would it be a type if it were to hold everything that belongs to the reality. What, then, is the meaning of what has been said? just as this man, he says, because his parents are not recorded, is called without father and without mother, and because his genealogy is not traced, without genealogy, so also Christ, because He had neither a mother in the heavens nor a father upon earth, is called and is without genealogy. And see, through the honour shown to the patriarch, how a certain mystery is hinted at for us through it. For he brought out loaves and wine. Seeing the type, perceive, I pray, the reality, and marvel at the power of divine Scripture, how from of old and from the very outset it foretold the things that were to be. And he blessed, it says, Abraham, and said: Blessed be Abraham by God the Most High, Who created heaven and earth. And blessed be God the Most High, Who delivered your enemies into your hands. Not only did he bless him, but he also glorified God. For in saying, Blessed be Abram by God the Most High, Who created heaven and earth, from His created works also he declared to us the power of God. For if He is God Who brought forth heaven and earth, those worshipped by men could not be gods; For let the gods, it says, who did not make heaven and earth perish. Blessed, he says, be God, Who delivered your enemies into your hands. Behold, I pray, how he not only proclaims the righteous man, but also recognizes the alliance of God. For without the turn of the scale from above he could not have prevailed over men clothed with such great domination. Who delivered, he says, your enemies: He it is Who wrought the whole, He it is Who rendered the strong weak, He it is Who brought down the armed through the unarmed; from above is the turn of the scale that afforded you such great power. Who delivered, he says, your enemies into your hands. Do you see how he shows his harmony and tender affection towards Lot, and how he indicates that Abraham too accounted them his own enemies on account of what had been done against his nephew? And he gave him, it says, a tithe of all. Paul also says this: Now consider how great this man was, to whom even Abraham the patriarch gave a tithe of the choice spoils; that is to say, from the plunder which he was bringing back he requited Melchisedec, and set apart for him a tithe from all that he was carrying along, becoming already from this point a teacher to all to display great gratitude, and to offer the first-fruits