Migne Reading Room

PG 53 · cols. 329–330 · Read from the page

In Genesin Homilia XXXV (ΟΜΙΛΙΑ ΛΕʹ; Gen. 14:1–24)

In Genesin Homilia XXXV (ΟΜΙΛΙΑ ΛΕʹ; Gen. 14:1–24)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:329Read from the page
άγειν τῶν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντων. Εἶτα ἐκπλαγεὶς τοῦ πατριάρχου τὴν μεγαλοψυχίαν ὁ βασιλεὺς Σοδόμων φησὶ πρὸς αὐτόν· Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. Καλὴ τοῦ βασιλέως ἡ εὐγνωμοσύνη· ἀλλ' ὅρα τοῦ δικαίου τὴν φιλοσοφίαν. Εἶπε δὲ Ἄβραμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ. Πολλὴ τοῦ πατριάρχου ἡ περὶ τὰ χρήματα ὑπεροψία. Καὶ τίνος ἕνεκεν μεθ' ὅρκου τὴν ἀπαγόρευσιν ποιεῖται, καί φησιν, Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν;
from the things bestowed upon us by God. Then, struck with amazement at the patriarch's magnanimity, the king of Sodom says to him: Give me the men, and take the cavalry for yourself. Noble was the king's gratitude; yet see the righteous man's wisdom. And Abram said to the king of Sodom: I will stretch out my hand to God the Most High, Who made heaven and earth, if from a thread to a sandal-latchet I shall take from all that is yours, lest you say, I have made Abram rich. Great was the patriarch's disdain for wealth. And for what reason does he make his refusal with an oath, and say, I will stretch out my hand to God the Most High, Who created heaven and earth?
ςʹ. Ἀμφότερα βούλεται παιδεῦσαι τὸν τῶν Σοδόμων βασιλέα, καὶ ὅτι κρείττων ἐστὶ τῶν παρ' αὐτοῦ δεδομένων, καὶ πολλὴν ἐπιδείκνυται τὴν φιλοσοφίαν, καὶ θεοσεβείας αὐτῷ διδάσκαλος γενέσθαι σπουδάζει μονονουχὶ διδάσκων αὐτὸν, ὅτι ἐκεῖνόν σοι παρέχω μάρτυρα, ὅτι οὐδὲν τῶν παρὰ σοῦ λήψομαι, τὸν ἁπάντων δημιουργὸν, ἵνα εἰδέναι ἔχοις τὸν ἐπὶ πάντων Θεὸν, καὶ μὴ νομίσῃς εἶναι θεοὺς τὰ ὑπὸ χειρῶν ἀνθρώπων κατασκευαζόμενα. Οὗτος γὰρ ὁ οὐρανοῦ καὶ γῆς ποιητὴς, αὐτὸς καὶ τὸν πόλεμον τοῦτον ἐτροπώσατο, καὶ τῆς νίκης αἴτιος κατέστη. Μὴ τοίνυν προσδοκήσῃς ἐμὲ ἀνέξεσθαί τι λαβεῖν τῶν παρὰ σοῦ διδομένων. Οὐδὲ γὰρ ἐπὶ μισθῷ τὴν ἐκδικίαν ἐποιησάμην, ἀλλὰ πρότερον μὲν διὰ τὴν περὶ τὸν ἀδελφιδοῦν φιλοστοργίαν, ἔπειτα δὲ καὶ δι' αὐτὴν τοῦ δικαίου τὴν φύσιν, ὥστε τοὺς ἀδίκως ἀπηγμένους ἐξαρπάσαι τῶν βαρβαρικῶν χειρῶν. Εἰ ἀπὸ σπαρτίου, φησὶν, ἕως σφαιρωτῆρος λήψομαι ἀπὸ πάντων τῶν σῶν· τοῦτ' ἔστιν, οὐδὲ τὸ τυχὸν, οὐδὲ τὸ εὐτελὲς, οὐδὲ τὸ εὐκαταφρόνητον νομιζόμενον. Καὶ γὰρ σφαιρωτῆρα εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ ἔθος ἔχουσι κεχρῆσθαι οἱ βάρβαροι. Εἶτα καὶ τὴν αἰτίαν τῆς παραιτήσεώς φησιν, Ἵνα μὴ εἴπῃς, Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ. Ἔχω τὸν χορηγὸν τῶν μυρίων ἀγαθῶν, πολλῆς ἀπολαύω τῆς ἄνωθεν ῥοπῆς, οὐ δέομαι τοῦ παρὰ σοῦ πλούτου, οὐ χρήζω ἀνθρωπίνης εὐπορίας, ἀρκοῦμαι τῇ παρὰ τοῦ Θεοῦ εἰς ἐμὲ φιλοτιμίᾳ, οἶδα αὐτοῦ τὸ δαψιλὲς τῶν δωρεῶν. Τῶν μικρῶν καὶ εὐτελῶν παραχωρήσας τῷ Λὼτ, μεγάλων καὶ ἀπορρήτων ἠξιώθην ὑποσχέσεων· καὶ νῦν μείζονα πλοῦτον ἑαυτῷ πραγματευόμενος, καὶ πλείονα παρ' αὐτοῦ εὔνοιαν ἐπισπώμενος, τὸν παρὰ σοῦ πλοῦτον οὐ προσίεμαι. Διὰ τοῦτο δὲ, ὡς οἶμαι, καὶ τὸν ὅρκον προσέθηκε, καὶ εἶπεν, Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ἵνα μὴ νομίσῃ ἁπλῶς αὐτὸν σχηματίζεσθαι, οἷα συμβαίνειν εἰκός· ἀλλ' ἵνα μάθῃ ὅτι τοῦτο αὐτῷ δέδοκται, τὸ μηδὲ τὸ τυχὸν ἐκεῖθεν νοσφίσασθαι. Καὶ ἐπλήρου τὸ παράγγελμα ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μὴ γὰρ ἐγώ τι πλεῖον, φησὶν, εἰσήνεγκα εἰς τὴν τοῦ πολέμου ὑπόθεσιν, ἢ μόνον τὴν γνώμην καὶ τὴν προθυμίαν; Τὴν δὲ νίκην καὶ τὸ τρόπαιον, καὶ τὰ ἄλλα πάντα αὐτὸς εἰργάσατο τῇ ἀοράτῳ δυνάμει. Εἶτα ἵνα μὴ νομίσῃ ὁ βασιλεὺς, ὅτι δι' ὑπεροψίαν καὶ καταφρόνησιν οὐ προσίεται τὰ παρ' αὐτοῦ διδόμενα, δεικνὺς αὐτοῦ καὶ ἐν τούτῳ τὸ ἥμερον, καὶ τῆς γνώμης τὸ φιλόσοφον, φησίν· οὐ λήψομαι, Πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ' ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα. Τούτοις, φησὶ, συγχωρήσω λαβεῖν τινα μερίδα, ἐπειδὴ πολλῆς φιλίας τεκμήρια
6. He wishes to instruct the king of Sodom in both things: both that he is superior to the gifts offered by him and displays great wisdom, and that he is zealous to become a teacher of godliness to him, all but teaching him: I present to you as witness that I shall take nothing of yours Him Who is the Creator of all, so that you may come to know the God Who is over all, and not suppose the things fashioned by human hands to be gods. For this Maker of heaven and earth, He Himself also routed this war and became the author of the victory. Do not expect, therefore, that I shall consent to take anything of what is given by you. For neither did I execute vengeance for hire, but first out of tender affection for my nephew, and next also on account of the very nature of justice, so as to snatch those unjustly carried off out of barbarian hands. If from a thread, he says, to a latchet I shall take from all that is yours; that is, not even the slightest thing, nor what is paltry, nor what is reckoned contemptible. For people are accustomed to call the tip of the sandal that tapers to a point a latchet, for the barbarians are accustomed to use such sandals. Then he also states the reason for his refusal: Lest you say, I have made Abram rich. I have the Bestower of countless good things, I enjoy abundant favour from above, I have no need of wealth from you, I do not lack human abundance, I am content with God's munificence towards me, I know the lavishness of His gifts. Having yielded what was small and paltry to Lot, I was deemed worthy of great and ineffable promises; and now, trafficking in greater wealth for myself and drawing to myself greater goodwill from Him, I do not accept wealth from you. And on this account, as I suppose, he also added the oath, and said, I will stretch out my hand to God the Most High, lest the king suppose that he was merely putting on a show, as is likely to happen, but rather learn that he had resolved upon this, not to appropriate even the slightest thing from thence. And he was fulfilling that precept spoken by Christ to the disciples: Freely you received, freely give. For did I bring anything more, he says, to the matter of the war than my resolve and readiness alone? Whereas the victory, and the trophy, and all the rest He Himself wrought by His invisible power. Then, lest the king suppose that out of disdain and contempt he refused what was given by him, showing in this too his gentleness and the wisdom of his mind, he says: I shall not take, Save what the young men have eaten, and the portion of the men who went with me, Eschol, Aunan, Mambre; these shall take a portion. To these, he says, I shall permit to take some portion, since tokens of great friendship
PG 53:330Read from the page
ἐπεδείξαντο. Οὗτοι γὰρ, φησὶ, συνωμόται τῲ Ἄβραμ, τοῦτ' ἔστιν, εἰς φιλίαν συνημμένοι· καὶ τοῦτο δείκνυσι τὸ ἑλέσθαι αὐτοὺς κοινωνῆσαι αὐτῷ τῶν κινδύνων. Διὰ τοῦτο καὶ αὐτὸς ἀμειβόμενος αὐτοὺς παρασκευάζει μερίδα τινὰ λαβεῖν, καὶ ἐν τούτῳ πάλιν τὸν ἀποστολικὸν νόμον πληρῶν τὸν λέγοντα, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐδὲ γάρ τι πλέον τῆς χρείας αὐτοὺς λαβεῖν ἀφίησι· Πλὴν γὰρ, φησὶν, ὧν ἔφαγον οἱ νεακίσκοι, καὶ τῆς μερίδος τῶν συμπορευθέντων μετ' ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψοντα μερίδα. Ἴδετε τῆς ἀρετῆς τοῦ πατριάρχου τὴν ἀκρίβειαν, πῶς καὶ τὴν φιλοσοφίαν ἐπεδείξατο τὴν περὶ τὴν ὑπεροψίαν τῶν χρημάτων, καὶ τὴν ταπεινοφροσύνην, καὶ πάντα ποιεῖ, ὥστε μὴ δόξαι ἀλαζονείᾳ τινὶ καὶ καταφρονήσει τοῦτο πεποιηκέναι, καὶ διὰ τοῦτο μέγα φρονεῖν ἐπὶ τῇ νίκῃ τῇ γεγενημένῃ;
they had displayed. For these, it says, were confederates with Abram, that is, joined in friendship; and their choosing to share with him in the dangers shows this. On this account he also, requiting them, arranges for them to take some portion, in this too again fulfilling the apostolic law which says, The labourer is worthy of his food. For neither does he suffer them to take anything more than their need; For save, he says, what the young men have eaten, and the portion of those who went with me, Eschol, Aunan, Mambre; these shall take a portion. Have you seen the exactness of the patriarch's virtue, how he displayed both his wisdom in disdaining wealth and his humility, and does everything so as not to seem to have done this out of some boastfulness and contempt, and on that account to be high-minded over the victory that had taken place?
ζʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, παρακαλῶ, καὶ σπουδάζωμεν ἀλήπτους ἑαυτοὺς φυλάττειν, καὶ μήτε προφάσει τῆς ἀρετῆς ἀπονοίας ἑαυτοῖς περιτιθέναι δόξαν, μηδὲ προφάσει ταπεινοφροσύνης τῆς ἀρετῆς καταμελεῖν· ἀλλὰ πανταχοῦ τὸ μέτρον διασώζειν, καὶ τοῖς κατορθώμασι τοῖς ὑφ' ὑμῶν γινομένοις καθάπερ θεμέλιόν τινα καὶ ὑποβάθραν, τὴν ταπεινοφροσύνην ὑποτιθέναι, ἵνα μετὰ ἀσφαλείας ἡμῖν οἰκοδομῆται τὰ τῆς ἀρετῆς. Τοῦτο γὰρ ἀρετὴ, ὅταν ἔχῃ ταύτην συνεζευγμένην. Ὁ γὰρ τοῦτον μετὰ ἀσφαλείας τὸν θεμέλιον καταβαλὼν δυνήσεται πρὸς ὅσον βούλεται ὕψος ἐγεῖραι τὴν οἰκοδομήν. Αὕτη μεγίστη ἀσφάλεια, αὕτη τεῖχος ἀῤῥαγὲς, αὕτη πύργος ἀκαταμάχητος, αὕτη πᾶσαν συσφίγγει τὴν οἰκοδομὴν, οὐκ ἀφιεῖσα οὔτε ὑπὸ ἀνέμων σφοδρότητος, οὔτε ὑπὸ τῆς τῶν ὄμβρων φορᾶς, οὔτε ὑπὸ τῆς τῶν πνευμάτων βίας αὐτὴν καταπεσεῖν, ἀλλ' ἀνωτέραν καθίστησι πάσης ἐπιβουλῆς, καὶ καθάπερ ἐξ ἀδάμαντός τινος κατεσκευασμένην, οὕτως αὐτὴν ἀχείρωτον ἐργάζεται, καὶ μεγάλας ἡμῖν ἀμοιβὰς παρὰ τῆς τοῦ φιλανθρώπου Θεοῦ δωρεᾶς ἐφέλκεται· δι' ἧς πατριάρχης τοσούτων τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ τὸ μέγεθος ἐδέξατο. Εἴσεσθε γὰρ, τοῦ Θεοῦ ἐπιτρέποντος, καὶ ἐκ τῆς ἀκολουθίας τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι, πῶς καὶ νῦν ὑπεριδὼν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ διδομένων, μεγάλων καὶ ἀφάτων ἠξιώθη τῶν τοῦ Θεοῦ δωρεῶν. Διὰ ταύτης οὐκ αὐτὴς μόνος, ἀλλὰ καὶ τῶν ἄλλων δικαίων ἕκαστος εὐδοκίμησε. Καὶ τοῦτο, ὅσοι φιλόπονοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, δυνήσεσθε καταμαθεῖν πανταχοῦ γινόμενον. Ὁ γὰρ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὅταν ἴδῃ ὑπερορῶντας ἡμᾶς τῶν παρόντων, μετὰ δαψιλείας καὶ ταῦτα παρέχει, καὶ τῶν μελλόντων ἡμῖν ἀγαθῶν τὴν ἀπόλαυσιν ταμιεύεται. Καὶ τοῦτο καὶ ἐπὶ χρημάτων, καὶ ἐπὶ τῆς δόξης τοῦ παρόντος βίου, καὶ ἐπὶ πάντων τῶν ἐπικήρων πραγμάτων ἐστὶν ἰδεῖν γινόμενον. Καταφρονῶμεν τοίνυν τοῦ παρόντος πλούτου, ἵνα τὸν ἀληθῆ πλοῦτον εὑρεῖν δυνηθῶμεν· ὑπερίδωμεν τῆς κενῆς ταύτης δόξης, ἵνα τῆς ἀληθοῦς ἐκείνης καὶ βεβαίας ἀπολαύσωμεν· καταγελάσωμεν τῆς παρούσης εὐημερίας, ἵνα τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν· μηδὲν ἡγώμεθα τὰ παρόντα, ἵνα πρὸς τὸν τῶν μελλόντων πόθον διεγερθῆναι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τε τὸν τοῖς παροῦσι προσηλωμένον ἐκείνων τῶν ἀπορρήτων ἀγαθῶν τὸν πόθον καταδέξασθαί ποτε, καθάπερ λήμης τινὸς τοῖς ὀφθαλμοῖς τοῦ σώμα-
7. Let us too imitate this man, I beseech you, and strive to keep ourselves unassailable, and neither under pretext of virtue invest ourselves with a reputation for arrogance, nor under pretext of humility neglect virtue; but everywhere preserve due measure, and beneath the good deeds wrought by you lay humility as a kind of foundation and base, so that the building of virtue may be raised for us with security. For this is virtue, when it has humility yoked with it. For he who has laid this foundation with security will be able to raise the building to whatever height he wishes. This is the greatest security, this an unbreakable wall, this an invincible tower; this binds together the whole building, suffering it to fall down neither through the violence of winds, nor through the rush of rains, nor through the force of blasts, but sets it above every plot, and, as though fashioned out of some adamant, renders it unconquerable, and draws down for us great rewards from the gift of God Who loves mankind; through which the patriarch received the greatness of such great promises of God. For you will know, God permitting, from the sequence of what is to be spoken next as well, how even now, having disdained the things given to him by the king of Sodom, he was deemed worthy of great and ineffable gifts from God. Through this not he alone, but also every one of the other righteous men won renown. And this, all you who are industrious in the reading of the divine Scriptures will be able to learn as taking place everywhere. For our Master Who loves mankind, when He sees us disdaining present things, both supplies these too abundantly and stores up for us the enjoyment of the good things to come. And one may see this taking place in wealth, and in the glory of the present life, and in all fleeting things. Let us therefore despise present wealth, so that we may be able to find true wealth; let us disdain this empty glory, so that we may enjoy that true and steadfast glory; let us laugh to scorn present prosperity, so that we may obtain those ineffable good things; let us account present things as nothing, so that we may be able to be roused to longing for the things to come. For neither is it possible for one riveted to present things ever to receive the longing for those ineffable good things, just as when some rheum upon the eyes of the body
Notes, col. 330

On the reading

Printed τῲ, for τῷ.

Printed νεακίσκοι, for νεανίσκοι.

Printed λήψοντα, for λήψονται.

Printed αὐτὴς, for αὐτὸς.