Migne Reading Room

PG 53 · cols. 313–318 · Read from the page

In Genesin Homilia XXXIV (ΟΜΙΛΙΑ ΛΔʹ; Gen. 13:14–18)

In Genesin Homilia XXXIV (ΟΜΙΛΙΑ ΛΔʹ; Gen. 13:14–18)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:313Read from the page
βολήν. Οὐδὲ γὰρ ἦν τὸ τυχὸν τὸ τὸν πρεσβύτην, τὸν τοσαῦτα εὐεργετηκότα, τὸν τοσαύτης ἀπολαύοντα τῆς εὐνοίας παρὰ τοῦ πάντων Δεσπότου, τοσαύτην ἐπιδείξασθαι περὶ τὸν νέον, τὸν ἀδελφιδοῦν, τὴν ἰσοτιμίαν, ὥστε καὶ τῶν πρωτείων αὐτῷ παραχωρῆσαι, καὶ τὰ ἐλάττονα ἑλέσθαι, καὶ πάντα καταδέξασθαι ὑπὲρ τοῦ τὸν πόλεμον ἀναστεῖλαι, καὶ τὴν τῆς φιλονεικίας ὑπόθεσιν ἐκποδὼν ποιῆσαι. Τοῦτον ἅπαντες ζηλοῦν σπουδάζωμεν, καὶ μηδέποτε κατὰ τῶν πλησίον ἐπαιρώμεθα, μηδὲ μέγα φρονῶμεν· ἀλλὰ πολλὴν τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενοι παραχωρῶμεν, καὶ ἐλαττοῦσθαι μᾶλλον σπεύδωμεν ἐν πράγμασι καὶ ἐν ῥήμασι, καὶ μήτε πρὸς τοὺς ἀδικοῦντας ἀπεχθανώμεθα, κἂν εὐηργετημένοι τύχωσι παρ' ἡμῶν ὄντες (τοῦτο γὰρ ἀρίστη φιλοσοφία), μήτε πρὸς τὰς ὕβρεις ἀγριαίνωμεν, κἂν ὑποδεέστεροι εἶεν οἱ πρὸς ἡμᾶς διαπληκτιζόμενοι, ἀλλὰ τῇ ἐπιεικείᾳ καὶ τῇ πραΰτητι τὸν θυμὸν καταστέλλωμεν. Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, οὐδὲν ταύτης δυνατώτερον. Αὕτη τὴν ἡμετέραν ψυχὴν ἐν διηνεκεῖ καθίστησι τῇ γαλήνῃ, καθάπερ ἐν λιμένι αὐτὴν ὁρμίζεσθαι παρασκευάζουσα, καὶ ⟨π⟩άσης ἀναπαύσεως ὑπόθεσις ἡμῖν γινομένη. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν θείαν ἐκείνην διδασκαλίαν ποιούμενος ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Οὐδὲν γὰρ οὕτω τὴν ψυχὴν ἐν ἀναπαύσει καθίστησι καὶ πολλῇ τῇ ἡσυχίᾳ, ὡς πραότης καὶ ταπεινοφροσύνη. Τοῦτο παντὸς διαδήματος τιμιώτερον ἂν γένοιτο τῷ ταύτην κεκτημένῳ, τοῦτο πάσης περιφανείας καὶ δόξης λυσιτελέστερον. Τί γὰρ ἂν γένοιτο μακαριώτερον τοῦ ἀπηλλαγμένου τοῦ ἔνδοθεν τικτομένου πολέμου; Κἂν γὰρ μυριάκις εἰρήνης ἔξωθεν ἀπολαύωμεν καὶ θεραπείας, ἔνδοθεν δὲ τίκτηται ἡμῖν ἐκ τῆς τῶν λογισμῶν ταραχῆς θόρυβος καὶ ζάλη, οὐδὲν ὄφελος τῆς ἔξωθεν εἰρήνης· ὥσπερ οὐδὲ πόλεώς τι ἐλεεινότερον, κἂν μυρία τις τείχη καὶ χαρακώματα αὐτὴν περιβάλλῃ, ἐκ δὲ τῶν ἔνδοθεν ἐνοικούντων τὴν προδοσίαν ὑπομένῃ. Τοῦτο τοίνυν, παρακαλῶ, πρὸ πάντων σπουδάζωμεν, ἀτάραχον ἔχειν τὴν ψυχὴν, ἐν ἡσυχίᾳ αὐτὴν καθιστάναι, πάσης ἀηδίας ἀπηλλάχθαι, ἵνα καὶ αὐτοὶ πολλῆς τῆς ἀναπαύσεως ἀπολαύωμεν, καὶ τοῖς συγγινομένοις ἡμῖν προσηνεῖς γινώμεθα. Τοῦτο γὰρ μάλιστα γνώρισμα ἀνθρώπου τοῦ λόγῳ τετιμημένου, τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ πρᾷον, τὸ ταπεινὸν, τὸ ἥσυχον, τὸ μὴ καθάπερ ἀνδράποδον οὕτως ἕλκεσθαι καὶ σύρεσθαι, ἢ ὑπὸ ὀργῆς, ἢ ὑπὸ τῶν ἄλλων παθῶν, ἀλλὰ τῷ λογισμῷ περιγίνεσθαι τῶν ἔνδοθεν σκιρτημάτων, καὶ τὴν οἰκείαν διασώζειν εὐγένειαν, καὶ μὴ διὰ ῥᾳθυμίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν θηριωδίαν. Καὶ ἵνα μάθῃς ὅση τῆς πραΰτητος καὶ τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὡς ἤρκεσεν αὕτη μόνη ἡ ἀρετὴ τὸν αὐτὴν μετὰ ἀκριβείας κατωρθωκότα τῶν ἀποῤῥήτων ἐκείνων ἐπαίνων ἀξιῶσαι, ἄκουε τοῦ μακαρίου Μωϋσέως τὴν ἀνακήρυξιν ἐντεῦθεν γινομένην, καὶ στέφανον αὐτῷ ἐκ ταύτης οὕτω πλεκόμενον. Καὶ Μωϋσῆς ἦν, φησὶ, πραότατος πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς. Εἶδες ἐγκωμίου μέγεθος, ὃ πάσης αὐτὸν τῆς ἀνθρωπίνης φύσεως ἰσοστάσιον ἀπέφηνε, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους προέκρινε; Καὶ πάλιν περὶ τοῦ Δαυῖδ φησιν ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ Δαυῖδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ἐντεῦθεν καὶ ὁ πατριάρχης πολλῷ πλείονα τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσατο, καὶ τὰ παρ' ἑαυτοῦ εἰσενεγκὼν, τῶν μειζόνων ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν εἰς μέσον προθῶμεν ὑμῖν τὰ ἀκόλουθα
ance. For it was no ordinary thing that the elder, who had conferred so many benefits, and who enjoyed such great favour from the Master of all, should display such equality of honour towards the youth, his nephew, as to yield the first place to him, and choose the lesser part, and submit to everything for the sake of holding back war and putting out of the way the matter of contention. Let us all strive to emulate this man, and never lift ourselves up against our neighbours, nor think proudly; but displaying great humility, let us give way, and hasten rather to take the lower place in deeds and in words, and neither bear ill will towards those who wrong us, even if they happen to have received benefits from us (for this is the best philosophy), nor grow savage at insults, even if those who quarrel with us be inferior, but by forbearance and meekness let us calm our wrath. For nothing is stronger than this, nothing more powerful than this. This sets our soul in perpetual calm, causing it to ride at anchor as in a haven, and becoming for us the foundation of all rest. For this reason Christ also, delivering that divine teaching, said: Learn of Me, for I am meek and humble in heart, and you will find rest for your souls. For nothing so sets the soul in rest and great quietude as meekness and humility. This would prove more precious than any diadem to him who possesses it, this more profitable than all splendour and glory. For what could be more blessed than one freed from the war engendered within? For even if ten thousand times we enjoy peace and attendance without, while within tumult and tempest are engendered in us from the turmoil of our thoughts, there is no profit in outward peace: just as nothing is more pitiable than a city, even if one surround it with ten thousand walls and palisades, when it suffers betrayal from those dwelling within. Let us therefore, I beseech you, strive above all for this: to keep our soul untroubled, to set it in quietude, to be rid of all bitterness, so that we ourselves may enjoy great rest, and may prove gentle to those who associate with us. For this above all is the mark of a man honoured with reason: mildness, forbearance, meekness, humility, quietude, not being dragged and haled along like a slave either by wrath or by the other passions, but by reason mastering the leapings within, and preserving one's own nobility, and not through sloth falling away into the savagery of irrational beasts. And that you may learn how great is the strength of meekness and forbearance, and how this virtue alone sufficed to count him who practised it with exactness worthy of those ineffable praises, hear the proclamation of the blessed Moses arising from hence, and the crown thus woven for him out of it. And Moses was, it says, the meekest of all men upon the earth. Did you see the magnitude of the encomium, which declared him equal in weight to the whole of human nature, or rather preferred him above the whole race of men? And again concerning David Scripture says: Remember, O Lord, David, and all his meekness. From hence the patriarch also drew down far greater favour from above, and having contributed what lay with himself, was counted worthy of greater things from the God Who loves humanity. And this you shall know, once we set before you what follows
PG 53:314Read from the page
τῶν χθὲς εἰρημένων, καὶ τὰ πρῶτον ἀναγνωσθέντα ἀναπτύξωμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἐπειδὴ γὰρ πολλὴν ἐπιδειξάμενος τὴν ἐπιείκειαν παρεχώρησε τῷ Λὼτ τῶν πρωτείων, καὶ τῆς ἐκλογῆς αὐτῷ τὴν ἐξουσίαν δεδωκὼς, εἵλετο προθύμως τὴν ἐλάττονα μερίδα ὑπὲρ τοῦ πᾶσαν ἐκποδὼν γενέσθαι φιλονεικίαν· ὅρα ὅσης ἀπολαύει παραχρῆμα παρὰ τοῦ Θεοῦ τῆς ἀμοιβῆς, καὶ ὅπως ἐκ πολλῆς τῆς περιουσίας μείζονος ἀξιοῖ τῆς ἀντιδόσεως τὸν πατριάρχην. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ μικρόν τι εἰσενεγκόντας ἡμᾶς, δαψιλεῖς ἡμῖν παρέχει τὰς παρ' ἑαυτοῦ ἀμοιβὰς, καὶ τοσαύτην ἐπιδείκνυται τὴν φιλοτιμίαν, ὡς πολλῷ τῷ μέτρῳ ὑπερακοντίσαι τὰ παρ' ἡμῶν γεγονότα.
upon the things spoken yesterday, and unfold before your charity what has just been read. For since, displaying great forbearance, he yielded to Lot the first place, and after giving him the authority to choose readily took for himself the lesser portion for the sake of putting all contentiousness out of the way, see how great a reward he straightway enjoys from God, and how out of great superabundance He counts the patriarch worthy of a greater recompense. For such is our Master: whenever He sees us contributing some small thing, He grants us bountiful rewards from Himself, and displays such munificence as far to outstrip in measure the things done by us.
βʹ. Καὶ τοῦτο ἐφ' ἑκάστῳ τῶν παρ' ἡμῶν ἐπιτελουμένων εὑρήσει τις παρ' αὐτοῦ γινόμενον. Τί γὰρ, εἰπέ μοι, δύο ὀβολῶν ἂν γένοιτο εὐτελέστερον; Ἀλλ' ὅμως τὴν χήραν ἐκείνην, τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, ἐξ ἐκείνου μέχρι τοῦ παρόντος εἰς πᾶσαν τὴν οἰκουμένην ἀνακηρύττεσθαι πεποίηκε. Καὶ τί λέγω δύο ὀβολούς; Κἂν ποτήριον ψυχροῦ τις δῷ, καὶ ὑπὲρ τούτου μεγάλας ὁρίζει τὰς ἀμοιβὰς, ἀπὸ τῆς γνώμης ἀεὶ στεφανῶν τοὺς τὴν ἀρετὴν κατορθοῦντας. Καὶ ἐπὶ τῆς προσεδρίας δὲ τῶν εὐχῶν τοῦτο ἴδοι τις ἂν παρ' αὐτοῦ γινόμενον. Ἐὰν γὰρ ἴδῃ μετὰ θερμότητός τινα προσιόντα, εὐθέως ἐρεῖ πρὸς αὐτόν· Ἔτι λαλοῦντός σου ἰδοὺ πάρειμι. Εἰ δὲ πλείονα τὴν προσεδρίαν ἐπιδείξηται, καὶ μετὰ πολλοῦ τοῦ πόθου καὶ ζεούσης τῆς προθυμίας τὰ τῆς αἰτήσεως φιλοτιμεῖται, καὶ πρὸ τῆς αἰτήσεως ἀνακηρύττει καὶ στεφανοῖ· ὅπερ καὶ ἐπὶ τῆς Χαναναίας πεποίηκεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτῆς τὸν τόνον καὶ τὴν πολλὴν ἔνστασιν, πρότερον ἀνακηρύξας καὶ στεφανώσας, ὡς εἰπεῖν διὰ τῶν ἐγκωμίων, καὶ πάσῃ τῇ οἰκουμένῃ κατάδηλον αὐτὴν ποιήσας, τότε καὶ τὰ τῆς αἰτήσεως ἐφιλοτιμήσατο μετὰ πολλῆς τῆς δαψιλείας. Εἰπὼν γὰρ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις, τότε ἐπήγαγε, Γ⟨ε⟩νηθήτω σοι ὡς θέλεις. Καὶ εἰ βουλοίμεθα ἕκαστον τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐκλέγειν, πανταχοῦ πολλὴν ὀψόμεθα τὴν φιλοτιμίαν τοῦ Δεσπότου. Ὅπερ ἀκριβῶς ὁ πατριάρχης ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ὁ τῶν ἐλαττόνων παραχωρήσας μειζόνων ἐπιτεύξεται, καθάπερ χθὲς ἠκούσατε, παρεχώρησε τῷ Λὼτ, καὶ εἵλετο τὴν εὐτελεστέραν χώραν, ἵνα καὶ τῆς φιλονεικίας τὰς ἀφορμὰς περιέλῃ, καὶ τὴν οἰκείαν ἀρετὴν ἐπιδείξηται, καὶ ἐν εἰρήνῃ καταστήσῃ τὴν οἰκίαν ἅπασαν. Ἀλλ' ἴδωμεν ἐκ τῶν προσφάτως ἀνεγνωσμένων, τίνας λαμβάνει τὰς ἀμοιβὰς παρὰ τοῦ Δεσπότου ὑπὲρ τῆς τοσαύτης ἐπιεικείας. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, Ιδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ὅρα τὸ τάχος τῆς τοῦ Θεοῦ προνοίας καὶ τῆς ἀμοιβῆς, ἧς περὶ τὸν δίκαιον ἐπιδείκνυται. Βουλομένη γὰρ ἡμᾶς διδάξαι ἡ θεία Γραφὴ, ὅσης ἀποδοχῆς ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ ὁ πατριάρχης ἐπὶ τῇ τοσαύτῃ ταπεινοφροσύνῃ, εἰποῦσα ὅτι διεχωρίσθη ὁ Λὼτ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν, ἣν εἵλετο ὡς καλλιστεύουσαν, εὐθέως ἐπήγαγε· Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Εἶτα ἵνα μάθωμεν μετὰ ἀκριβείας ὅτι ὑπὲρ τῶν εἰς τὸν Λὼτ γεγενημένων ἀμειβόμενος αὐτὸν ταῦτά φησι, προσέθηκε· Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ· μονονουχὶ
2. And one will find this done by Him upon each of the things accomplished by us. For what, tell me, could be cheaper than two obols? Yet nonetheless He has caused that widow who cast in the two obols to be proclaimed from that time until the present throughout the whole inhabited world. And why do I say two obols? Even if someone gives a cup of cold water, for this also He appoints great rewards, ever crowning those who practise virtue according to their intention. And in perseverance in prayers also one may see this done by Him. For if He sees someone approaching with fervour, straightway He will say to him: While you are still speaking, behold, here I am. And if one displays greater perseverance, and with great longing and fervent eagerness lavishes effort upon his petition, even before the petition He proclaims and crowns him—which very thing He also did in the case of the Canaanite woman. For since He saw her earnestness and great persistence, after first proclaiming and crowning her, so to speak, through His praises, and making her manifest to the whole inhabited world, then He also lavished what she asked with great bounty. For after saying, O woman, great is your faith, He then added, Let it be done for you as you wish. And if we wished to pick out each example in the divine Scriptures, everywhere we shall see the great munificence of the Master. Knowing this exactly, the patriarch, and being aware that he who yields lesser things will obtain greater ones, even as you heard yesterday, yielded to Lot and chose the poorer region, so that he might both remove the occasions of contentiousness, and display his own virtue, and set his whole household in peace. Yet let us see from what has just been read what rewards he receives from the Master for such great forbearance. And God said, it says, to Abram after Lot was separated from him: Lifting up your eyes, look from the place where you now are, towards the north and southwest, and east and sea; for all the land which you see, to you I will give it, and to your seed for ever. See the swiftness of God's providence and of the reward which He displays towards the righteous man. For divine Scripture, wishing to teach us of what great acceptance the patriarch was counted worthy from the God Who loves humanity on account of such great humility, after saying that Lot was separated and departed into the land which he chose as fairest, straightway added: And the Lord God said to Abram. Then, that we may learn with exactness that in requiting him for what had been done towards Lot He speaks these words, it added: And God said to Abram after Lot was separated from him—all but
Notes, col. 314

On the reading

Printed Ιδε, for Ἴδε.

PG 53:315Read from the page
ταυτὶ πρὸς αὐτὸν φανερῶς λέγων τὰ ῥήματα· παρεχώρησας διὰ πολλὴν ἐπιείκειαν τῆς καλλιστευομένης χώρας τῷ ἀδελφιδῷ, καὶ τὴν ἄκραν ἐπεδείξω ταπεινοφροσύνην, καὶ τοσαύτην ἐποιήσω τῆς εἰρήνης τὴν πρόνοιαν, ὡς πάντα καταδέξασθαι ὑπὲρ τοῦ μηδεμίαν εἶναι ὑμῶν μεταξὺ φιλονεικίαν· διὰ τοῦτο λάμβανε παρ' ἐμοῦ δαψιλεῖς τὰς ἀμοιβάς. Ἀναβλέψας, φησὶ, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀντίδοσιν πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ' αὐτοῦ γινόμενα; Δι' αὐτῶν τῶν ῥημάτων ἔρχεται ὁ φιλάνθρωπος Δεσπότης, δι' ὧν καὶ ὁ πατριάρχης τὴν παραχώρησιν ἐποιήσατο. Καθάπερ γὰρ ἐκεῖνος ἔλεγεν, Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; διαχωρίσθητι ἀπ' ἐμοῦ· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· οὕτω καὶ ὁ Δεσπότης φησίν· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· ὅτι πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ἐνταῦθά μοι σκόπει τῆς φιλοτεμίας τὴν ὑπερβολήν. Σὺ μὲν γὰρ, φησὶν, αἵρεσιν δοὺς τὴν τῆς ἐκλογῆς, τὴν μὲν παρεχώρησας, ἥνπερ ἑλέσθαι ἐβουλήθη, τὴν δὲ ὑπολειφθεῖσαν αὐτὸς κατεδέξω· ἐγὼ δὲ τοσαύτην ποιοῦμαι τὴν φιλοτιμίαν, ὡς πᾶσαν τὴν γῆν τὴν ὑποπίπτουσαν τῇ τῶν σῶν ὀφθαλμῶν θέᾳ ἐξ ἑκατέρων τῶν μερῶν, ἀπὸ ἄρκτου καὶ ἀπὸ μεσημβρίας, καὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ παραχωρήσειν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀξίαν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν φιλοτιμίαν; εἶδες ὅσων παραχωρήσας, ὅσων ἠξιώθη; Ἐντεῦθεν παιδευώμεθα πολλὴν ἐπιδείκνυσθαι δαψίλειαν περὶ τὴν ἐλεημοσύνην, ἵνα μικρὰ δόντες μεγάλων ἀξιωθῶμεν. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, ἀργύριον βραχὺ δοῦναι, καὶ συγχώρησιν ἁμαρτημάτων κομίσασθαι; θρέψαι πεινῶντα, καὶ παῤῥησίας ἀξιωθῆναι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ ἀκοῦσαι τὰ τῆς βασιλείας ἀντάξια ῥήματα, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; Μὴ γὰρ ὁ σοὶ παρασχὼν τὴν τοσαύτην δαψίλειαν οὐκ ἠδύνατο κἀκείνου τὴν ἔνδειαν παραμυθήσασθαι; Ἀλλὰ διὰ τοῦτο ἀφίησιν αὐτὸν τῇ πενίᾳ τρύχεσθαι, ἵνα κἀκεῖνος τῆς ὑπομονῆς πολὺν κομίζηται τὸν μισθὸν, καὶ σὺ τὴν ἀπὸ τῆς ἐλεημοσύνης σαυτῷ προαποθῇ τὴν παῤῥησίαν.
speaking these very words plainly to him: out of great forbearance you yielded the fairest region to your nephew, and displayed supreme humility, and took such great forethought for peace as to submit to everything so that there might be no contentiousness between you; therefore receive bountiful rewards from Me. Lifting up, He says, your eyes, look from the place where you now are, towards the north and southwest, and east and sea; for all the land which you see, to you I will give it and to your seed for ever. Did you see a recompense far surpassing in measure the things done by him? Through the very words by which the patriarch made his concession, the Master Who loves humanity proceeds. For just as that man said, Is not the whole land before you? Separate yourself from me: if you go to the right, I go to the left; and if you go to the left, I go to the right—so also the Master says: Lifting up your eyes, look from the place where you now are; for all the land which you see, to you I will give it and to your seed for ever. Observe here, I pray, the excess of His munificence. For you, He says, granting the freedom of choice, yielded that part which he wished to take, and accepted for yourself what was left over; whereas I exercise such munificence that I will grant to you all the land that falls beneath the gaze of your eyes on either side, from north and from south, and from east and west—all the land which you see; and not this only, but Also to your seed for ever. Did you see munificence worthy of God's goodness? Did you see how much he yielded, and of how much he was counted worthy? From hence let us be taught to display great bounty in almsgiving, so that by giving little things we may be counted worthy of great ones. For how is it equal, tell me, to give a little silver and to obtain forgiveness of sins; to feed one who hungers and to be counted worthy of boldness on that fearful day, and to hear the words worthy of the kingdom, I hungered, and you gave Me to eat? For could not He Who granted you such abundance have relieved that man's want also? Yet for this reason He leaves him to be worn down by poverty, so that both he may win a great reward for endurance, and you may lay up in advance for yourself the boldness that comes from almsgiving.
γʹ. Εἶδες φιλανθρωπίαν Δεσπότου, πῶς ἅπαντα διὰ τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ; Ὅταν οὖν ἐννοήσῃς, ὅτι διὰ σὲ καὶ τὴν σὴν ὠφέλειαν ἐκεῖνος τῇ πενίᾳ προσπαλαίων λιμῷ διαφθείρεται, μὴ παρέλθῃς ἀνηλεῶς, ἀλλὰ γενοῦ πιστὸς οἰκονόμος τῶν παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντων, ἵνα τὴν ἐκείνου ἔνδειαν παραμυθησάμενος πολλὴν ἐπισπάσῃ τὴν ἄνωθεν εὔνοιαν. Καὶ δόξασόν σου τὸν Δεσπότην, ὅτι διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν συνεχώρησεν ἐκεῖνον ἐν πενίᾳ διάγειν, ἵνα σὺ δυνηθῇς ὁδὸν εὑρεῖν, δι' ἧς δυνήσῃ καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ τὰ παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντα καλῶς οἰκονομήσας, τῶν ἐπαίνων ἐκείνων ἀξιωθῆναι τῶν πάντα λόγον καὶ διάνοιαν ὑπερβαινόντων. Ἀκούσῃ γὰρ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπ' ὀλίγων ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ταῦτα ἐννοοῦντες, καθάπερ εὐεργέτας, καὶ τῆς σωτηρίας ἡμῖν τὰς ἀφορμὰς παρέχειν δυναμένους, οὕτως ὁρῶμεν τοὺς πένητας, καὶ μετὰ δαψιλείας καὶ ἱλαρᾶς τῆς προθυμίας παρέχωμεν, μηδέποτε ἀνανεύοντες περὶ τὴν δόσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας διαλεγόμενοι, καὶ πραότητα πολλὴν δεικνύμενοι. Κλῖνον
3. Did you see the lovingkindness of the Master, how He dispenses all things for our salvation? Whenever, then, you consider that on account of you and your profit that man, wrestling with poverty, is perishing of hunger, do not pass by pitilessly, but become a faithful steward of the things granted to you by the Master, so that by relieving his want you may draw down great favour from above. And glorify your Master, because on account of you and your salvation He permitted that man to live in poverty, so that you might be able to find a way whereby you can both wash away your sins and, having well dispensed the things granted to you by the Master, be counted worthy of those praises which surpass all speech and thought. For you will hear: Well done, good and faithful servant; you were faithful over a few things, over many things I will set you; enter into the joy of your Lord. Bearing these things in mind, let us so look upon the poor as benefactors who are able to afford us the occasions of salvation, and let us give with bounty and cheerful eagerness, never refusing to give, but conversing with great gentleness and showing great meekness. Incline
Notes, col. 315

On the reading

Printed φιλοτεμίας, for φιλοτιμίας.

PG 53:316Read from the page
γὰρ πτωχῷ τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι, ἵνα καὶ πρὸ τῆς δόσεως τῇ προσηνείᾳ τῶν ῥημάτων τὴν καταβεβλημένην αὐτοῦ ψυχὴν ὑπὸ τῆς πολλῆς ἐνδείας ἀναστήσῃς. Κρεῖσσον γὰρ, φησὶ, λόγος ἢ δόσις. Οὕτως οἶδε καὶ ῥῆμα νευρῶσαι ψυχὴν, καὶ πολλὴν εἰσαγαγεῖν τὴν παραμυθίαν.
your ear, it says, to the poor man, and answer him peaceable words in meekness, so that even before the gift, by the gentleness of your words, you may raise up his soul cast down by great want. For a word, it says, is better than a gift. So well can even a word brace a soul and bring in great consolation.
Μὴ τοίνυν πρὸς τὸν λαμβάνοντα μόνον ὁρῶντες τὴν περὶ τὴν ἐλεημοσύνην φιλοτιμίαν ποιώμεθα, ἀλλὰ λογιζόμενοι τίς ἐστιν ὁ οἰκειούμενος τὰ εἰς τὸν πένητα γινόμενα, καὶ τὴν ὑπὲρ τῶν διδομένων ἔκτισιν ὑποσχόμενος, οὕτω πρὸς ἐκεῖνον τείνοντες τὴν διάνοιαν μετὰ πάσης προθυμίας παρέχειν σπουδάζωμεν, καὶ σπείρωμεν, ὡς ἔτι καιρὸς, μετὰ δαψιλείας, ἵνα καὶ μετὰ δαψιλείας θερίσωμεν. Ὁ σπείρων γὰρ, φησὶ, φειδομένως, φειδομένως καὶ θερίσει. Ἀφειδεῖ τοίνυν τῇ χειρὶ καταβάλλωμεν τὰ καλὰ ταῦτα σπέρματα, ἵνα ἐν καιρῷ μετὰ δαψιλείας θερίσωμεν. Νῦν μὲν γάρ ἐστιν ὁ τοῦ σπόρου καιρὸς, ὃν μὴ παραδράμωμεν, παρακαλῶ, ἵνα ἐν τῇ τῆς ἀνταποδόσεως τῶν ἐνταῦθα σπαρέντων ἡμέρᾳ, τοὺς καρποὺς ἀποδρεψώμεθα, καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν. Οὐδὲν γὰρ, οὐδὲν ἕτερον τῶν κατορθωμάτων οὕτω δυνήσεται σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυρὰν, ὡς ἡ τῆς ἐλεημοσύνης δαψίλεια. Αὕτη καὶ τῶν ἡμαρτημένων ἡμῖν τὸν ἀφανισμὸν ἐργάζεται, καὶ παῤῥησίας ἡμῖν πρόξενος γίνεται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν τὴν ἀπόλαυσιν προευτρεπίζει. Ἀλλὰ ταῦτα μὲν ἱκανῶς εἴρηται πρὸς τὴν ὑμετέραν προτροπὴν, καὶ πρὸς τὸ δεῖξαι, ὅτι μικρὰ διδόντες μεγάλων ἀξιούμεθα παρὰ τοῦ Δεσπότου. Ἐντεῦθεν γὰρ ἡμῖν καὶ ὁ λόγος πρὸς τὴν τῆς ἐλεημοσύνης παραίνεσιν ἐξεκυλίσθη· ἐπειδὴ γὰρ ἐλέγομεν, ὅτι μέρους γῆς παραχωρήσας ὁ πατριάρχης, καὶ τὸ κάλλιστον τῆς χώρας προέμενος τῷ Λὼτ, καὶ τὴν φαυλοτάτην γῆν ἑλόμενος ἑαυτῷ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ φιλοτιμίας, ὡς ὑπερβαίνειν πάντα νοῦν καὶ διάνοιαν τὴν ὑπόσχεσιν τὴν παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένην. Ἀναβλέψας γὰρ, φησὶ, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν, πρὸς βοῤῥᾶν καὶ λίβα· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Μέρος γῆς, φησὶ, παρεχώρησας τῷ ἀδελφιδῷ· ἰδοὺ ἐγὼ ὁλόκληρόν σοι τὴν γῆν ὑπισχνοῦμαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ σπέρματί σου παρέξειν ἐπαγέλλομαι αὐτὴν, καὶ ἕως αἰῶνος, τοῦτ' ἔστι διηνεκῶς. Εἶδες πῶς φιλοτιμεῖται ἐν ταῖς εὐεργεσίαις; Ἐπειδὴ γὰρ ᾔδει ὅτι τούτου μάλιστα ἐπεθύμει ὁ πατριάρχης, καὶ οὐδὲν αὐτοῦ τὴν προθυμίαν οὕτω νευρώσει, φησί· καὶ τοῦτό σοι παρέξω, ὥστε καὶ τοὺς ἀπὸ σοῦ τικτομένους διαδέξασθαι τῆς γῆς τὴν ἀπόλαυσιν, καὶ διηνεκῆ ταύτης ἔχειν τὴν ἐξουσίαν. Εἶτα ἵνα μὴ πρὸς τὴν οἰκείαν μόνον φύσιν, καὶ πρὸς τὸ γῆρας τὸ ἑαυτοῦ, καὶ τὴν τῆς Σάρας στείρωσιν ἀπιδὼν, ναρκήσῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ θαῤῥήσῃ τῇ τοῦ ὑποσχομένου δυνάμει, φησί· Καὶ ποιήσω τὸ σπέρμα σου, ὡς τὴν ἄμμον τῆς γῆς. Εἰ δυνήσεταί τις τὴν ἄμμον τῆς γῆς ἐξαριθμῆσαι, καὶ τὸ σπέρμα σου ἀριθμηθήσεται. Ἀληθῶς ὑπὲρ φύσιν ἀνθρωπίνην ἦν ἡ ὑπόσχεσις· οὐ μόνον γὰρ πατέρα αὐτὸν ποιήσειν ὑπέσχετο, τοσούτων ὄντων τῶν κωλυμάτων, ἀλλὰ καὶ εἰς πλῆθος τοσοῦτον ἐπιδώσειν, ὡς τῇ ἄμμῳ τῆς γῆς παρισωθῆναι, καὶ ἀνώτερον ἀριθμοῦ τὸ πλῆθος γενέσθαι, τὴν ἐπίτασιν τῆς ὑπερβολῆς διὰ τοῦ παραδείγματος ἐμφῆναι βουλόμενος.
Let us therefore not exercise generosity in almsgiving looking only to the recipient, but reckoning Who it is that makes His own the things done for the poor man and has promised repayment for what is given, let us thus direct our mind towards Him and strive to give with all eagerness, and let us sow, while there is still time, with bounty, so that with bounty we may also reap. For he who sows sparingly, it says, sparingly shall also reap. With an unsparing hand, therefore, let us cast these good seeds, so that in due season we may reap with bounty. For now is the season of sowing, which let us not pass by, I beseech you, so that on the day of recompense for what has been sown here we may pluck the fruits and be counted worthy of the lovingkindness of the Master. For nothing, no other right deed, will so avail to quench the pyre of our sins as the bounty of almsgiving. This works for us the blotting out of our sins, and procures boldness for us, and prepares beforehand the enjoyment of those ineffable good things. Yet enough has been said on these matters for your exhortation, and to show that by giving little things we are counted worthy of great ones from the Master. For from hence our discourse rolled on into the exhortation to almsgiving: since we were saying that the patriarch, having yielded a part of the land, and given up the fairest part of the region to Lot, and chosen the poorest land for himself, was counted worthy of such great munificence from God that the promise made to him by God surpasses every mind and thought. For lifting up your eyes, He says, look from the place where you now are, towards the north and southwest; for all the land which you see, to you I will give it and to your seed for ever. A part of the land, He says, you yielded to your nephew; behold, I promise you the land entire—and not this only, but I also promise to grant it to your seed, and for ever, that is, perpetually. Did you see how munificent He is in His benefits? For since He knew that the patriarch desired this above all, and that nothing would so brace his eagerness, He says: This also I will grant you, so that those born of you shall also inherit the enjoyment of the land and hold perpetual dominion over it. Then, lest looking only to his own nature, and to his own old age, and to Sarah's barrenness, he grow numb towards the promise, and that he might rather take courage in the power of Him Who promised, He says: And I will make your seed as the sand of the earth. If anyone is able to number the sand of the earth, your seed also shall be numbered. Truly beyond human nature was the promise: for He promised not only to make him a father when there were so many hindrances, but also that his offspring should increase to such a multitude as to equal the sand of the earth and grow to a multitude beyond number, wishing through this illustration to set forth the intensity of the hyperbole.
Notes, col. 316

On the reading

Printed ἐπαγέλλομαι, for ἐπαγγέλλομαι.

PG 53:317Read from the page
Σκόπει πῶς ὁ φιλάνθρωπος Δεσπότης κατὰ μικρὸν γυμνάζει τοῦ δικαίου τὴν ἀρετήν. Εἰπὼν γὰρ ἀνωτέρω, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· νῦν πάλιν φησὶν, Καὶ τῷ σπέρματί σου δώσω ἕως αἰῶνος, καὶ ποιήσω αὐτὸ ὡς τὴν ἄμμον τῆς γῆς. Καὶ τέως μέχρι λόγων τὰ τῆς ὑποσχέσεως, καὶ πολὺς ἐν μέσῳ παραγίνεται χρόνος, ἵνα καὶ τῆς γνώμης τοῦ πατριάρχου μάθωμεν τὸ φιλόθεον, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν. Ἐπίτηδες γὰρ μέλλει καὶ ἀναβάλλεται, ἵνα εἰς βαθὺ γῆρας ἐλάσαντες οἱ τὴν ὑπόσχεσιν δεξάμενοι, καὶ ἀπογνόντες, ὡς εἰπεῖν, τέως κατὰ ἀνθρωπίνην ἀκολουθίαν, τότε καὶ τῆς οἰκείας ἀσθενείας τὴν πεῖραν, καὶ τῆς ἀφάτου δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν ἴδωσιν.
Observe how the Master Who loves humanity little by little exercises the virtue of the righteous man. For after saying above that To your seed I will give this land, now again He says, And to your seed I will give it for ever, and I will make it as the sand of the earth. And for a time the promise remains in words alone, and a long time intervenes in the midst, so that we may learn both the devotion to God in the patriarch's mind and the surpassing power of God. For on purpose He delays and puts off, so that when those who received the promise have advanced into deep old age and have despaired, so to speak, in the meantime according to human sequence, they may then behold both the proof of their own weakness and the surpassing magnitude of God's ineffable power.
δʹ. Ἐννόει δέ μοι ἐκ τῆς παρατάσεως τοῦ ἐν μέσῳ χρόνου τὸ στεῤῥὸν τῆς τοῦ πατριάρχου γνώμης, πῶς πάντα τὰ ἀνθρώπινα παρατρέχων, πρὸς τὸ δυνατὸν τοῦ ὑποσχομένου τείνας τὴν διάνοιαν, οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο. Ἴστε γὰρ πολλάκις, ὅτι ἐπειδάν τις ἅπαξ καὶ δεύτερον ὑποσχόμενος μηδέπω εἰς ἔργον ἀγάγῃ τὰ ἐπαγγελθέντα, πῶς ὀκνηρότεροι γινόμεθα πρὸς τὸ πάλιν αὐτῷ πιστεῦσαι ὑπισχνουμένῳ. Ἀλλ' ἐπὶ μὲν ἀνθρώπου εἰκότως ἂν τοῦτο γένοιτο· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦ μετὰ πολλῆς σοφίας τὰ ἡμέτερα οἰκονομοῦντος, ἐπειδὰν ἅπαξ ἐπαγγείληται, κἂν μυρία ἐν τῷ μέσῳ κωλύματα παρεμπίπτοι, πρὸς τὸ μέγεθος τῆς τοῦ Θεοῦ δυνάμεως ὁρῶντας θαῤῥεῖν χρὴ, καὶ ἐστηριγμένον ἔχειν τὸν λογισμὸν, καὶ εἰδέναι ὡς πάντως εἰς ἔργον ἐκβῆναι δεῖ τὰ παρ' αὐτοῦ εἰρημένα· Οὐδὲν γάρ ἐστιν ὃ δυνήσεταί ποτε διακόψαι τὰ παρ' αὐτοῦ ἐπηγγελμένα· Θεὸς γάρ ἐστιν, ᾧ πάντα δυνατά· καὶ διὰ τοῦτο πρὸς ὃ βούλεται, μεθίστησι τὰ πράγματα, καὶ πόρους ἐξ ἀπόρων εὑρεῖν δυνάμενος, καὶ μετὰ τὴν ἀπόγνωσιν τὴν ἡμετέραν εἰς χρηστὰς ἐλπίδας ἄγων, ἵν' οὕτω σαφέστερον αὐτοῦ μανθάνωμεν τῆς εὐμηχάνου σοφίας τὴν ὑπερβολήν. Ἀναστὰς γὰρ, φησὶ, διόδευσον τὴν γῆν, εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτήν. Ὅρα πῶς διὰ πάντων τῶν πραγμάτων πολλὴν βούλεται πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ. Ἀναστὰς, φησὶ, περίελθε, καὶ κατάμαθε καὶ τὸ μῆκος καὶ τὸ πλάτος, ἵνα εἰδέναι ἔχῃς καὶ τὸ μέγεθος τῆς γῆς, ἧς ἀπολαύειν μέλλεις, καὶ πρὸ τῆς ἀπολαύσεως τῇ ἐλπίδι τρεφόμενος, πολλὴν ἔχῃς τὴν εὐθυμίαν. Ὅσην γὰρ ἂν περιέλθῃς γῆν, σοὶ δώσω αὐτὴν, ἵνα μάθῃς ὅτι οὐ τοσαῦτα παρεχώρησας, ὅσα νῦν λαμβάνειν μέλλεις. Μὴ τοίνυν νομίσῃς τὴν ἐλάττονα εἰληφέναι, ἐπειδὴ ἐκεῖνος τοῖς πρωτείοις φαινομένοις ἐπεπήδησεν. Εἴσῃ δὲ μετ' οὐ πολὺ δι' αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ λυσιτελὴς ἦν αὐτῷ τῶν πρωτείων ἡ ἐκλογή· καὶ αὐτὸς δὲ ἐκεῖνος μαθήσεται, ὅσον ἐστὶ κακὸν τὸ τῶν πρωτείων ἐρᾷν. Τέως δὲ αὐτὸς κομίζου τῆς ταπεινοφροσύνης καὶ τῆς ἐπιεικείας, ἣν περὶ τὸν ἀδελφιδοῦν ἐπεδείξω, τὰς ἀμοιβὰς, καὶ δέχου τὴν ὑπόσχεσιν, καὶ ἤδη καταμάνθανε τὴν γῆν ἅπασαν, ἧς κύριος εἶ, καὶ μετ' οὐ πολὺ καὶ αὐτὸς καὶ τὸ σπέρμα τὸ σὸν εἰς τὸ διηνεκὲς καθέξετε. Καὶ τῷ σπέρματί σου γὰρ, φησὶν, ἕως τοῦ αἰῶνος. Πολὺ τῆς ἐπαγγελίας τοῦ Θεοῦ τὸ μέγεθος, πολλὴ τῆς φιλοτιμίας τοῦ πάντων ἡμῶν Δεσπότου ἡ δαψίλεια, πολλὴ τῆς ἀμοιβῆς τοῦ φιλανθρώπου καὶ πανοικτίρμονος ἡ ὑπερβολὴ, ἣν περὶ τὸν μακάριον τοῦτον ἐποιήσατο, καὶ τῷ ἐξ αὐτοῦ μέλλοντι τίκτεσθαι σπέρματι. Ταῦτα ἀκούσας ὁ πατριάρχης, καὶ ἐκπλαγεὶς τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα, Ἀποσκηνώσας, φησὶν, ἐλθὼν κατῴ
4. Consider, I pray, from the protraction of the intervening time the firmness of the patriarch's mind: how, passing over all human considerations and fixing his thought upon the power of Him Who promised, he was neither troubled nor disturbed. For you know that often, once someone has promised a first and a second time and has not yet brought what was promised into effect, how much more hesitant we grow to believe him when he promises again. Now in the case of a man this would reasonably happen; whereas in the case of God, Who dispenses our affairs with great wisdom, once He has promised, even if ten thousand hindrances intervene in the midst, we must look to the magnitude of God's power and take courage, and keep our reasoning steadfast, and know that what has been spoken by Him must altogether come forth into effect: for there is nothing that will ever be able to cut short what has been promised by Him. For He is God, to Whom all things are possible; and therefore He transforms affairs to whatever He wills, being able both to find ways out of waylessness, and after our despair leading us into good hopes, so that thus we may learn more clearly the surpassing magnitude of His resourceful wisdom. For rise up, He says, journey through the land, both in its length and in its breadth, for to you I will give it. See how through all things He wills to instil full assurance in the righteous man. Rise up, He says, go about, and examine well both its length and its breadth, so that you may know the magnitude of the land which you are about to enjoy, and before enjoying it, being nourished by hope, may have great gladness of heart. For whatever land you go about, to you I will give it, so that you may learn that you did not yield so much as you are now about to receive. Do not, therefore, suppose that you have taken the lesser part because that man leaped at the apparent first place. You shall know before long through the events themselves that the choice of the first place was not profitable to him; and that man himself also shall learn how great an evil it is to lust after the first place. In the meantime, however, receive for yourself the rewards of the humility and forbearance which you displayed towards your nephew, and accept the promise, and already survey all the land of which you are lord, and which before long both you yourself and your seed shall possess perpetually. For to your seed also, He says, for ever. Great is the magnitude of God's promise, great the bounty of the munificence of the Master of us all, great the excess of the reward of the loving and all-merciful One which He wrought towards this blessed man and for the seed about to be born from him. Having heard these things and marvelling at the ineffable goodness of God, the patriarch, Striking his tent, it says, came and dwelt
PG 53:318Read from the page
κησε παρὰ τὴν δρῦν τὴν Μαμβρὴ, τὴν ἐν Χεβρών. Μετὰ τὸ δέξασθαι, φησὶ, τὴν ἐπαγγελίαν, καὶ τὸν χωρισμὸν γενέσθαι τοῦ Λὼτ, τὴν σκηνὴν αὐτοῦ μετῴκισε παρὰ τὴν δρῦν τὴν Μαμβρή. Ὅρα φιλόσοφον γνώμην, ὅρα φρονήματος ὕψος, πῶς μετ' εὐκολίας μετανίσταται, καὶ οὐ δυσχεραίνει πρὸς τὸ τόπους ἐκ τόπων ἀμείβειν. Καὶ γὰρ εὑρήσεις αὐτὸν οὐ συνηθείᾳ τινὶ προκατειλημμένον καὶ προστετηκότα, ὃ πολλοὶ πολλάκις ὑπομένουσι καὶ τῶν δοκούντων φιλοσοφεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπηλλάχθαι· καὶ εἴ ποτε καιρὸς καλοίη μεταναστῆναι, καὶ εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, πολλάκις καὶ πνευματικοῦ πράγματος ἕνεκα, δυσχεραίνοντας, ἀλύοντας, βαρέως φέροντας τὴν μετάστασιν εὕροις ἂν αὐτοὺς, διὰ τὸ τῇ συνηθείᾳ προειλῆφθαι. Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως, ἀλλ' ἄνωθεν καὶ ἐκ προοιμίων ἐφιλοσόφει· καὶ καθάπερ ξένος καὶ παρεπίδημος, οὕτως ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανιστάμενος, καὶ πανταχοῦ τὴν φιλόθεον αὐτοῦ γνώμην διὰ τῶν ἔργων ἐσπούδαζεν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ κατεσκήνωσε παρὰ τὴν δρῦν τὴν Μαμβρὴ, εὐθέως ἐκεῖ θυσιαστήριον ᾠκοδόμησε τῷ Κυρίῳ. Εἶδες εὐχάριστον γνώμην; Ἐπειδὴ γὰρ τὴν σκηνὴν ἐπήξατο, εὐθέως ὑπὲρ τῆς γεγενημένης αὐτῷ ἐπαγγελίας τὰς εὐχαριστίας ἀνέφερε τῷ Δεσπότῃ. Καὶ καθ' ἕκαστον τόπον, ἔνθα κατεσκήνου, εὑρήσεις αὐτὸν τούτου πρὸ πάντων ἐπιμελούμενον, καὶ θυσιαστήριον οἰκοδομοῦντα, καὶ τὰς εὐχὰς ἀναφέροντα, καὶ ἀποστολικὸν νόμον πληροῦντα, τὸν κελεύοντα ἐν παντὶ τόπῳ εὔχεσθαι ἐπαίροντας ὁσίους χεῖρας. Εἶδες ψυχὴν ἐπτερωμένην πρὸς τὸν τοῦ Θεοῦ πόθον, καὶ ὑπὲρ ἁπάντων εὐχάριστον γινομένην; Οὐδὲ γὰρ ἀνέμενεν εἰς ἔργον ἐλθεῖν τὰ ἐπαγγελθέντα, ἀλλὰ καὶ ὑπὲρ τῆς ὑποσχέσεως εὐχαριστεῖ, καὶ τὰ παρ' ἑαυτοῦ ἐπιδείκνυται, ἵνα τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ περὶ τὴν ἐκπλήρωσιν τῶν ἐπαγγελιῶν ἐκκαλέσηται τὸν ἑαυτοῦ Δεσπότην.
by the oak of Mamre, which is in Hebron. After receiving the promise, it says, and after Lot's separation had taken place, he removed his tent by the oak of Mamre. See a philosophical mind, see loftiness of spirit: how easily he moves on, and does not chafe at exchanging place for place. For you will find him neither preoccupied nor glued down by any habit—a thing which many often suffer even among those who seem to practise philosophy and to be rid of the tumults in their midst; and if ever an occasion calls them to remove and go off to a foreign land, often even for the sake of a spiritual matter, you would find them chafing, distressed, and bearing the removal hardly, because they are held fast by habit. Yet the righteous man was not thus, but from the outset and from the very beginning practised philosophy; and like a stranger and a sojourner, moving thus from hence thither and from thither hither, everywhere he strove to display his God-loving mind through his deeds. For once he pitched his tent by the oak of Mamre, straightway he built there an altar to the Lord. Did you see a thankful mind? For as soon as he pitched his tent, straightway for the promise made to him he offered up thanksgivings to the Master. And at each place where he pitched his tent, you will find him caring for this above all, building an altar, offering up prayers, and fulfilling the apostolic law which bids men pray in every place, lifting up holy hands. Did you see a soul winged with longing for God, and proving thankful for all things? For he did not wait for what was promised to come into effect, but even for the promise gives thanks and displays what lies with himself, so that by displaying gratitude for what had gone before, he might call forth his Master to the fulfilment of His promises also.
εʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ θαῤῥῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, καὶ μήτε ὁ χρόνος ἀμαυρούτω τὴν προθυμίαν, μήτε τὰ ἐν μέσῳ κωλύματα, ἂν συμβαίη, χαυνούτω ἡμῶν τὸν λογισμόν· ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει θαῤῥοῦντες, ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν ὁρῶντες τὰς ὑποσχέσεις ἐκβεβηκυίας, οὕτω τὴν πίστιν εἰλικρινῆ ἐπιδειξώμεθα. Καὶ γὰρ καὶ ἡμῖν μεγάλα καὶ ὑπέρογκα ἐπηγγείλατο ὁ Δεσπότης, καὶ ὑπερβαίνοντα τὸν ἡμέτερον λογισμὸν, τῆς βασιλείας λέγω τὴν ἀπόλαυσιν, τῶν ἀποῤῥήτων ἀγαθῶν τὴν μετουσίαν, τὴν μετὰ ἀγγέλων διαγωγὴν, τὴν τῆς γεέννης ἀπαλλαγήν. Ἀλλὰ ὅμως μηδὲν ἀπιστῶμεν, ἐπειδὴ μὴ ὁρᾶται τοῖς σωματικοῖς ὀφθαλμοῖς· ἀλλὰ τὸ ἀψευδὲς ἐννοοῦντες τοῦ ἐπαγγειλαμένου, καὶ τῆς δυνάμεως αὐτοῦ τὸ μέγεθος, τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ κατοπτεύωμεν, καὶ ἐκ τῶν ἤδη παρασχεθέντων καὶ περὶ τῶν μελλόντων χρηστὰς ἔχωμεν τὰς ἐλπίδας· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα πολλὰ ἡμῖν ἐδωρήσατο, ἵνα ἐκ τούτων ὁδηγούμενοι καὶ περὶ ἐκείνων θαῤῥεῖν ἔχωμεν. Ὁ γὰρ τὸν ἑαυτοῦ υἱὸν ἐκδοὺς διὰ τὴν περὶ ἡμᾶς ἀγάπην, πῶς οὐχὶ πάντα ἡμῖν τὰ λοιπὰ χαριεῖται; Καθάπερ καὶ Παῦλός φησιν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Εἰ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, εἰ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐχαρίσατο, εἰ τῶν προλαβόντων ἁμαρτημάτων τὴν ἄφεσιν ἐδωρήσατο, εἰ μετανοίας ὁδὸν ἡμῖν ἔτεμεν, εἰ μυρία ἕτερα πρὸς τὴν σω
5. Let us also, then, imitate this man, and take courage in the promises of God; and let neither time dim our eagerness, nor intervening hindrances, should they befall, slacken our reasoning; but taking courage in the power of God, as though already beholding the promises fulfilled before our eyes, let us thus display sincere faith. For to us also the Master has promised great and vast things that surpass our reasoning—I mean the enjoyment of the kingdom, the partaking of ineffable good things, life in the company of angels, deliverance from Gehenna. Yet nonetheless let us in no wise disbelieve because they are not seen with bodily eyes; but considering the unfailing truth of Him Who promised and the magnitude of His power, let us behold them with the eyes of faith, and from the things already granted let us hold good hopes concerning the things to come also: for on this account He has bestowed many gifts upon us here also, so that being guided by these we may take courage concerning those things as well. For He Who gave up His own Son out of His love for us, how shall He not freely grant us all things else? Even as Paul also says: He Who did not spare His own Son, but delivered Him up for us all, how shall He not also with Him freely grant us all things? If He gave up His Son for us sinners, if He freely granted the gift of baptism, if He bestowed forgiveness of our former sins, if He opened up for us a way of repentance, if He wrought ten thousand other things for our sal