τῆς προσοχῆς, ἵνα δυνηθῶμεν ὑπὸ τοῦ ἁγίου Πνεύματος ὁδηγηθῆναι ἐπὶ τὴν κατανόησιν τῶν γεγραμμένων, καὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπώσασθαι. Καὶ γὰρ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος, ὁ τῆς βασιλίσσης Αἰθιόπων, ἐν τοσαύτῃ τυγχάνων περιφανείᾳ, καὶ ἐπὶ τοῦ ὀχήματος φερόμενος, οὐδὲ ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ἀναγνώσεως ἠμέλει, ἀλλὰ τὸν προφήτην ἔχων μετὰ χεῖρας, πολλὴν ἐποιεῖτο τὴν σπουδὴν πρὸς τὴν ἀνάγνωσιν, καὶ ταῦτα οὐκ εἰδὼς τὰ ἐγκείμενα· ἀλλ' ὅμως ἐπειδὴ τὰ παρ' ἑαυτοῦ πάντα εἰσήνεγκε, τὴν σπουδὴν, τὴν προθυμίαν, τὴν προσοχὴν, ἐπέτυχε τοῦ καθοδηγήσαντος. Ἐννόησον γάρ μοι ὅσον ἦν, μήτε ὁδοιποροῦντα ἀμελῆσαι τῆς ἀναγνώσεως, καὶ ταῦτα ἐπ' ὀχήματος καθήμενον. Ἀκουέτωσαν οἱ μηδὲ ἐπὶ τῆς οἰκίας τοῦτο ποιῆσαι καταδεχόμενοι, ἀλλὰ νομίζοντες πάρεργον εἶναι τὴν τούτων ἀνάγνωσιν, καὶ διὰ τὸ γυναικὶ συνοικεῖν, καὶ στρατείᾳ κατειλῆφθαι, καὶ παιδίων φροντίζειν, καὶ οἰκετῶν ἐπιμελεῖσθαι, καὶ ἑτέρων πραγμάτων ἔχειν φροντίδα, μὴ προσήκειν αὐτοῖς περὶ τὴν τῶν θείων Γραφῶν ἀνάγνωσιν ἔχειν σπουδήν. Ἰδοὺ γὰρ εὐνοῦχος, ἄνθρωπος βάρβαρος, ἀμφότερα ἱκανὰ εἰς πολλὴν ῥᾳθυμίαν ἐμβαλεῖν, καὶ μετὰ τούτων ἡ πολλὴ περιφάνεια, τοῦ πλούτου ἡ περιουσία, αὐτὸ τὸ ἐν ὁδοιπορίᾳ εἶναι καὶ ἐπ' ὀχήματος φέρεσθαι· οὐδὲ γὰρ ῥᾴδιον ἀναγνώσει προσέχειν τῷ οὕτως ὁδοιποροῦντι, ἀλλὰ καὶ σφόδρα δυσχερές· ἀλλ' ὅμως ὁ πόθος καὶ ἡ πολλὴ σπουδὴ πάντα τὰ κωλύματα ἐκποδὼν ἐποιεῖτο, καὶ εἴχετο τῆς ἀναγνώσεως, καὶ οὐκ ἔλεγε ταῦτα, ἃ νῦν πολλοὶ λέγουσιν· οὐ νοῶ τὰ ἐγκείμενα, οὐ δύναμαι συνιέναι τὸ βάθος τῶν γεγραμμένων· τίνος ἕνεκεν ἁπλῶς καὶ εἰκῆ τὸν κάματον ὑπομενῶ, ἀναγινώσκων καὶ οὐκ ἔχων τὸν ὁδηγῆσαι δυνάμενον; Οὐδὲν τούτων ἐλογίσατο ὁ βάρβαρος μὲν τὴν γλῶσσαν, φιλόσοφος δὲ τὴν διάνοιαν· ἀλλ' ἐννοήσας ὡς οὐ περιοφθήσεται, ἀλλὰ ταχέως ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, εἰ τὰ παρ' ἑαυτοῦ καὶ τὰ εἰς δύναμιν ἐπιδείξαιτο, εἴχετο τῆς ἀναγνώσεως. Διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτοῦ τὸν πόθον, οὐ περιεῖδεν, οὐ κατέλιπεν ἀπρονόητον, ἀλλ' εὐθέως αὐτῷ τὸν διδάσκαλον ἔπεμψε. Σὺ δέ μοι σκόπει τὴν τοῦ Θεοῦ σοφίαν, πῶς ἔμενεν ἐκεῖνον πρότερον τὰ παρ' ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τότε τὴν οἰκείαν ἀντίληψιν ἐπιδείκνυται. Ἐπεὶ οὖν τὰ παρ' ἑαυτοῦ πάντα ἀπήρτιστο, λοιπὸν ὤφθη ὁ ἄγγελος Κυρίου λέγων τῷ Φιλίππῳ· Ἀναστὰς πορεύου ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν, αὕτη ἐστὶν ἔρημος. Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ, δυνάστης εὐνοῦχος Κανδάκης, τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἐλήλυθε προσκυνήσων εἰς Ἰερουσαλὴμ, καὶ οὗτος ὑπέστρεψε καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγήσατο ὁ τὴν βίβλον γράψας, εἰπὼν, ὅτι Αἰθίοψ, ἵνα γνῶμεν ὅτι βάρβαρος ἦν· εἶτά φησιν, ὅτι Δυνάστης, ὅτι ἐν ἀξιώματι μεγίστῳ καὶ περιφανείᾳ ἐτύγχανεν, Ὃς ἐληλύθει, φησὶ, προσκυνήσων εἰς Ἰερουσαλήμ. Ὅρα καὶ τὴν πρόφασιν αὐτοῦ τῆς ἀποδημίας, ἱκανὴν οὖσαν δεῖξαι τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης· ἰδοὺ γὰρ πόσην ὁδὸν στέλλεται, ὥστε τὴν προσκύνησιν ἀποδοῦναι τῷ Δεσπότῃ. Ἔτι γὰρ ἐνόμιζον ἐν ἑνὶ τόπῳ συγκεκλεῖσθαι τὴν λατρείαν, καὶ διὰ τοῦτο πολλὴν ὁδὸν στελλόμενοι ἐκεῖ τὰς εὐχὰς ἀνέφερον· διά τοι τοῦτο καὶ οὗτος παρεγένετο, ἔνθα ὁ ναὸς ἦν καὶ ἡ
attentiveness, that we may be able to be guided by the Holy Spirit to the understanding of the things written, and reap great benefit therefrom. For that barbarian eunuch too, the official of the queen of the Ethiopians, though he was in such great splendour and riding upon his chariot, did not neglect reading even at that season, but holding the prophet in his hands, devoted great earnestness to his reading, and that though he did not know what lay therein; yet nevertheless, since he contributed all that lay with him—earnestness, zeal, attentiveness—he met with one to guide him. For consider for me how great a thing it was not to neglect reading even while travelling, and that while sitting upon a chariot! Let those hear who do not deign to do this even at home, but suppose the reading of these books to be a by-work, and think that because of living with a wife, and being engaged in military service, and caring for children, and looking after household servants, and having care for other affairs, it does not belong to them to have earnestness concerning the reading of the divine Scriptures. For behold, a eunuch, a barbarian man—both of them enough to cast one into great sloth—and along with these things great splendour, superabundance of wealth, the very fact of being on a journey and being borne upon a chariot (for neither is it easy for one so travelling to attend to reading, nay, it is exceedingly hard); yet nevertheless his longing and great earnestness put all hindrances out of the way, and he held fast to his reading, and did not say these things which many now say: I do not understand what lies therein, I cannot grasp the depth of what is written; why should I endure the toil simply and in vain, reading and not having anyone able to guide me? None of these things did he reckon, barbarian in tongue yet philosophical in mind; rather, considering that he would not be overlooked, but would swiftly enjoy the inclination from above if he displayed what lay with him and what was within his power, he held fast to his reading. On this account the Master Who loves mankind, seeing his longing, did not overlook him, did not leave him unprovided for, but straightway sent him the teacher. And do you observe for me the wisdom of God, how He waited for that man first to contribute what lay with him, and then displays His own succour. When therefore all that lay with him had been completed, thenceforth the angel of the Lord appeared, saying to Philip: Arise and go towards the road that goes down from Jerusalem to Gaza; this is desert. And behold, a man, an Ethiopian, a courtier, a eunuch of Candace queen of the Ethiopians, who had come to Jerusalem to worship; and he was returning, sitting upon his chariot, and was reading the prophet Isaiah. See how exactly the writer of the book recounted it for us, saying, An Ethiopian, that we might know that he was a barbarian; then he says, A courtier, because he was in the greatest dignity and splendour; Who had come, he says, to Jerusalem to worship. See also the occasion of his journey abroad, sufficient to show the God-loving character of his mind: for behold how great a journey he undertakes so as to render worship to the Master! For they still supposed that worship was shut up in one place, and on this account undertaking a long journey they offered up their prayers there; for this very reason this man too came whither the temple was and the