σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Εἶδες ἐκ τῶν ῥημάτων εἰς ὅσον ἀγῶνα καὶ δειλίαν ὁ δίκαιος κατέστη· καὶ οὐδαμοῦ τὸν λογισμὸν ἐταράττετο, οὐδὲ ἐθορυβεῖτο τὴν γνώμην, οὐδὲ ἐνενόει καὶ ἔλεγε· Τί τοῦτο; ἆρα ἐγκατελείφθημεν; ἆρα ἠπατήθημεν; ἆρα μὴ ἐρήμους ἡμᾶς κατέλιπε τῆς αὐτοῦ προνοίας ὁ Δεσπότης; ὁ εἰπὼν, Μεγαλυνῶ σε, καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, οὕτως ἡμᾶς ἀφίησι νῦν περὶ τῶν ἐσχάτων αὐτῶν δεδοικέναι, καὶ εἰς προφανῆ κίνδυνον ἐμπεσεῖν; Οὐδὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν ὁ δίκαιος κατεδέξατο, ἀλλ' ἑνὸς νῦν ἐγίνετο μόνου, ὅπως δυνηθῇ σοφισάμενός τινα μηχανήν, καὶ τοῦ λιμοῦ παραμυθίαν εὑρεῖν, καὶ τῶν Αἰγυπτίων τὰς χεῖρας διαφυγεῖν. Γινώσκω, φησὶν, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ὅρα πόση τῆς γυναικὸς ἦν ἡ εὐμορφία, ὅτι καὶ εἰς γῆρας αὐτῶν ἐλασάντων λοιπὸν, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ἔτι ἔμενεν ἀκμάζουσα, τοῦ κάλλους τὴν ὥραν ἐπὶ τῆς ὄψεως φέρουσα, καὶ ταῦτα μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ κακουχίαν, ἣν κατὰ τὰς ὁδοὺς ὑπέμενεν ἀπὸ τόπων εἰς τόπους μετανισταμένη, καὶ ἀπὸ μὲν τῆς Χαλδαίων χώρας εἰς τὴν Χαῤῥὰν μετανισταμένη, κἀκεῖθεν εἰς τὴν Χαναὰν, καὶ πάλιν ἐντεῦθεν ἐκεῖ ἐν τῇ Χαναναίᾳ, κἀκεῖθεν ὧδε, καὶ νῦν πάλιν εἰς τὴν Αἴγυπτον. Τίνα οὖν οὐκ ἂν καὶ τῶν σφριγώντων ἀνδρῶν αἱ οὕτω συνεχεῖς ἀποδημίαι κατειργάσαντο; Ἀλλ' ἡ θαυμασία αὕτη, καὶ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν ἔτι λάμπουσα τῷ τῆς ὄψεως κάλλει, πολὺ καὶ σφοδρὸν τὸ δέος ἐνεποίει τῷ δικαίῳ· διὸ καὶ ἔλεγε· Γινώσκω ἐγὼ, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οι Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Σκόπει πῶς ἐθάῤῥει τῷ τρόπῳ τῆς γυναικὸς, καὶ οὐκ ἔδεισε μή ποτε τοῖς ἐπαίνοις χαυνωθῇ, ἀλλὰ καὶ τοιαύτην εισάγει τὴν συμβουλὴν λέγων· Ἵνα μὴ ἐμὲ μὲν ἀποκτείνωσι, σὲ δὲ περιποιήσωνται, Ειπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Ἐπειδὴ οὐ τὸ τυχὸν ἦν ὅπερ ἐπέταττε, διὰ τοῦτο διὰ τῶν ἐπαγομένων ῥημάτων ἐφελκύσασθαι αὐτὴν ἠβουλήθη, ὥστε καὶ εἰς οἶκτον αὐτὴν ἐπικάμψαι, καὶ πεῖσαι μετὰ προθυμίας ὑποκρίνασθαι τὸ δρᾶμα. Ἔσται οὖν, φησὶν, ὡς ἂν ἴδωσί σε οι Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Οὐκ εἶπι, Σὲ καθυβρίσουσι· τέως οὐ βούλεται αὐτὴν καταπλῆξαι διὰ τῶν ῥημάτων, ἄλλως τε καὶ δέδοικεν ὑπὲρ τῆς ἐπαγγελίας τοῦ Θεοῦ. Διὰ τοῦτό φησι, Σὲ δὲ περιποιήσονται. Ειπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ ειμι. Ἐννόει μοι ἐν οἵᾳ καταστάσει τυγχάνειν εἰκὸς ἦν τοῦ δικαίου τὴν διάνοιαν, ἡνίκα ταῦτα συνεβούλευε τῇ γυναικί. Ἴστε γὰρ, ἴστε πῶς οὐδὲν τούτου βαρύτερόν ἐστι τοῖς ἀνδράσιν, εἰς τὸ κἂν εἰς ὑποψίαν τοιαύτην τὴν γαμετὴν ἐλθεῖν. Ὁ μέντοι δίκαιος καὶ σπουδάζει καὶ πάντα ποιεῖ, ὥστε εἰς ἔργον τὴν μοιχείαν ἐκβῆναι. Ἀλλὰ μὴ ἁπλῶς, ἀγαπητὲ, καταψηφίσῃ τοῦ δικαίου, ἀλλὰ καὶ ἐκ τούτου μάλιστα κατάμαθε αὐτοῦ καὶ τὴν σύνεσιν τὴν πολλὴν καὶ τὴν ἀνδρείαν· τὴν ἀνδρείαν μὲν, ὅτι οὕτω γενναίως ἀντεῖχε καὶ περιεγένετο τῆς τῶν λογισμῶν ταραχῆς, ὥς καὶ τοιαῦτα συμβουλεῦσαι. Ὅτι γὰρ οὐδέν ἐστι τούτου ἀφορητότερον, ἄκουε τοῦ Σολομῶντος λέγοντος· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται πολλῶν δώρων τὴν ἔχθραν· καὶ πάλιν· Σκληρὸς ὡς ᾅδης ζῆλος.
the Egyptians see thee, they will say, This is his wife; and they will kill me, whereas thee they will preserve alive. Say, therefore, I am his sister, that it may go well with me because of thee, and my soul shall live for thy sake. You have seen from the words into how great an agony and fearfulness the righteous man came; and nowhere was he troubled in his reasoning, nor dismayed in his mind, nor did he ponder and say: What is this? Have we been forsaken? Have we been deceived? Has the Master perchance left us bereft of His providence? Does He Who said, I will magnify thee, and unto thy seed will I give this land, thus leave us now to fear for our very extremities, and to fall into manifest danger? None of these things did the righteous man deign even to admit into his mind, but he was intent now on one thing alone: how, by devising some stratagem, he might be able both to find relief from the famine and to escape the hands of the Egyptians. I know, he says, that thou art a fair-faced woman. See how great was the woman's comeliness, that even when they had now advanced into old age, and after the number of so many years, she still remained in her prime, bearing the bloom of beauty upon her countenance—and this after such great hardship and ill-treatment as she endured along the ways while removing from places to places: removing from the country of the Chaldeans to Harran, and thence to Canaan, and again in Canaan from here to there, and thence hither, and now again into Egypt. Whom, then, even of men in their vigour, would such continual journeyings abroad not have worn down? Yet this wondrous woman, still shining in the beauty of her countenance even after such great hardship, put great and vehement fear into the righteous man; wherefore also he said: I know that thou art a fair-faced woman. It shall come to pass, therefore, as soon as the Egyptians see thee, that they will say, This is his wife; and they will kill me, whereas thee they will preserve alive. Consider how he trusted in his wife's character, and did not fear lest she should ever grow vain through his praises, but even brings in such counsel, saying: Lest they kill me, whereas thee they preserve alive, Say, therefore, I am his sister, that it may go well with me, and my soul shall live for thy sake. Since what he was enjoining was no ordinary thing, on this account he wished to draw her on through the words subjoined, so as both to bend her to pity and to persuade her to act out the drama readily. It shall come to pass, therefore, he says, as soon as the Egyptians see thee, that they will say, This is his wife; and they will kill me, whereas thee they will preserve alive. He did not say, They will outrage thee; for the present he does not wish to terrify her by his words, and besides, he fears for the promise of God. On this account he says, Whereas thee they will preserve alive. Say, therefore, I am his sister. Consider, I pray, in what state the righteous man's mind must likely have been when he gave this counsel to his wife. For you know, you know how nothing is heavier than this to husbands, so much as for a wedded wife even to come under such suspicion. Yet the righteous man is both earnest and does all things so that the adultery may issue in fact. Do not rashly condemn the righteous man, however, beloved, but from this very thing above all learn thoroughly both his great prudence and his courage: his courage, in that he so nobly withstood and mastered the tumult of his thoughts as even to give such counsel. For that nothing is more unbearable than this, hear Solomon saying: For full of jealousy is the wrath of her husband; he will not spare in the day of judgement, nor will he exchange his enmity for many gifts; and again: Stern as Hades is jealousy.