τούς. Τοσαύτη τοῦ πράγματός ἐστιν ἡ μανία, καὶ οὕτως ἀκάθεκτός ἐστιν ὁ ζῆλος, ὡς παρασκευάζειν καὶ τῆς οἰκείας σωτηρίας ὑπεριδεῖν τὸν ἅπαξ ἁλόντα τῷ πάθει. Καὶ τὴν μὲν ἀνδρείαν ἐκεῖθεν ἔστι καταμαθεῖν τοῦ δικαίου· τὴν δὲ σύνεσιν αὐτοῦ τὴν πολλήν, ὅτι ἐν ἀμηχανίᾳ τοσαύτῃ, καὶ ὥσπερ ἐν δικτύοις ἀποληφθεὶς ἴσχυσε ταύτην εὑρεῖν τὴν ὁδὸν, δι' ἧς ἔλαττον ἂν γένοιτο τὸ κακόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μὴ ὑπεκρίνατο τὸ δρᾶμα, καὶ τῷ τῆς ἀδελφῆς ὀνόματι ἐχρήσατο, καὶ αὐτὴ ἂν ἀφῃρέθη τοῦ δικαίου, τοῦ κάλλους τῆς εὐμορφίας ἐπισπωμένου τῶν Αἰγυπτίων τὴν ἀκόλαστον γνώμην, καὶ ὁ δίκαιος ἂν ἐσφάγη, ὥστε μὴ εἶναι τὸν ἔλεγχον τῆς παρανομίας. Ἵνα οὖν, τῶν δύο τούτων χαλεπῶν μελλόντων πάντως ἐκβαίνειν διὰ τὴν ἀκρασίαν τῶν ἀνδρῶν, καὶ τοῦ βασιλέως τὴν τυραννίδα, δυνηθῶσιν ἐν ἀπορίᾳ πολλῇ μικράν τινα παραμυθίαν εὑρεῖν, φησίν· Ειπέ, ὅτι Ἀδελφὴ αὐτοῦ ειμι· τοῦτο γὰρ ἐμὲ ἴσως ἐλευθερώσει τῶν κινδύνων. Τὸ γὰρ σὸν, κἄν τε ἀδελφὴν εἴπῃς σαυτήν, κἄν τε γυναῖκα, οὐδεὶς ἀντερεῖ ὅτι πάντως ἐκβήσεται, καὶ ἐπιδραμοῦσι τῇ ἀφαιρέσει διὰ τὴν τῆς σαρκὸς εὐμορφίαν· ἐμὲ δὲ εἰκὸς διαφυγεῖν τὴν ἐπιβουλήν, εἰ τῷ τῆς ἀδελφῆς ὀνόματι χρήσαιο. Εἶδες σύνεσιν τοῦ δικαίου, πῶς ἀποληφθεὶς ὁδόν τινα ἴσχυσεν εὑρεῖν, δι' ἧς ἐβουλεύετο, πῶς ἂν δυνηθείη τῆς τῶν Αἰγυπτίων ἐπιβουλῆς ἀνώτερος γενέσθαι; Πάλιν ἀναλογίζου μοι κἀνταῦθα καὶ τοῦ δικαίου τὴν ὑπομονὴν, καὶ τῆς γυναικὸς τὸ φιλάγαθον· τοῦ μὲν δικαίου, ὅτι οὐκ ἀπεδυσπέτησε καὶ εἶπε· Τίνος δὲ ἕνεκεν ταύτην ἐπάγομαι, αἰτίαν μοι γινομένην τοσούτου κλυδωνίου; τί γάρ μοι τὸ ὄφελος ἀπὸ τῆς συνουσίας, ὅταν μέλλω δι' αὐτὴν περὶ τῶν ἐσχάτων κινδυνεύειν; τί τὸ κέρδος, ὅταν μὴ μόνον μηδεμίαν μοι εἰσάγῃ παραμυθίαν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατόν μοι τίκτῃ διὰ τῆς οἰκείας εὐμορφίας; Οὐδὲν τούτων οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, καὶ οὔτε πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ διστάσας, ἑνὸς μόνου δὴ ἐγίνετο, τοῦ πῶς δυνηθῇ διαφυγεῖν τὸν προορώμενον κίνδυνον. Ἐννόει μοι γὰρ ἐνταῦθα, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, πῶς οὐδαμοῦ ἐφίσταται οὐδὲ παραμυθεῖται τὸν δίκαιον, ἀλλὰ ἀναμένει κορυφωθῆναι τὰ δεινὰ καὶ αὐξηθῆναι, καὶ εἰς ἀπόγνωσιν ἐλθεῖν, καὶ τότε τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται. Ειπὲ οὖν, φησὶν, ὅτι Ἀδελφὴ αὐτοῦ ειμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Οὐχ ὡς μελλούσης τῆς αὐτοῦ ψυχῆς ἀποθνήσκειν, ταῦτα εἴρηκεν ὁ δίκαιος (Μὴ φοβηθῆτε γὰρ, φησὶν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι), ἀλλ' ἁπλῶς κατὰ τὴν συνήθειαν ἐφθέγξατο τοῦτο πρὸς τὴν γυναῖκα. Ὅπως ἂν εὖ μοι, φησὶ, γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ· μονονουχὶ λέγων πρὸς αὐτήν· Ειπὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ἵνα μὴ διὰ τὸν λιμὸν φυγόντα τὴν Χαναναίαν ἔργον με ποιήσῃς γενέσθαι τῶν Αἰγυπτιακῶν χειρῶν. Γενοῦ μοι οὖν τῆς σωτηρίας αἰτία, Ὅπως ἂν εὖ μοι γένηται διὰ σέ. Ἐλεεινὰ τὰ ῥήματα· πολὺς ἦν ὁ φόβος διά τε τὴν μανίαν τὴν Αιγυπτιακὴν, καὶ ὅτι οὔπω ἦν καταλυθεῖσα τοῦ θανάτου ἡ τυραννίς· διὰ τοῦτο καὶ τῇ μοιχείᾳ τῆς γυναικὸς αἱρεῖται κοινωνῆσαι ὁ δίκαιος, καὶ μονονουχὶ ὑπηρετήσασθαι τῷ μοιχῷ εἰς τὴν τῆς γυναικὸς ὕβριν, ἵνα τὸν θάνατον διαφύγῃ. Ἔτι γὰρ φοβερὸν ἦν αὐτοῦ τὸ πρόσωπον· οὐδέπω ἦσαν αἱ χαλκαῖ πύλαι κλασθεῖσαι· οὐδέπω ἦν τὸ κέντρον αὐτοῦ ἀμβλυνθέν. Εἶδες σύνδεσμον ἀγάπης ἀνδρὸς καὶ γυναικός; εἶδες
selves! So great is the madness of the matter, and so ungovernable is jealousy, as to cause a man once seized by the passion to disregard even his own safety. And the righteous man's courage one may learn thoroughly from that; and his great prudence from the fact that in such great perplexity, and caught as it were in nets, he was strong enough to find this way whereby the evil might prove less. For had he said that she was his wife, and not acted out the drama and used the name of sister, she too would have been torn away from the righteous man, the beauty of her comeliness drawing on the licentious mind of the Egyptians, and the righteous man would have been slain, so that there might be no reproof of their lawlessness. In order, therefore, since these two grievous things were certainly about to come to pass through the incontinence of those men and the tyranny of the king, that they might be able in great helplessness to find some small solace, he says: Say, I am his sister; for this will perhaps deliver me from the dangers. For as to thy part, whether thou callest thyself sister or wife, no one will gainsay that it will certainly come to pass, and they will rush to seize thee on account of the comeliness of thy flesh; whereas I am likely to escape the plot if thou shouldst use the name of sister. Have you seen the prudence of the righteous man: how, when caught, he was strong enough to find a certain way whereby he took counsel how he might be able to rise above the plot of the Egyptians? Reckon up for me again here too both the endurance of the righteous man and the goodness of heart of his wife: of the righteous man, that he did not grow impatient and say: For what reason do I bring her along, when she becomes to me the cause of so great a tempest? For what profit have I from her companionship, when on her account I am about to run hazard of the very extremities? What is the gain, when not only does she bring me no comfort at all, nay, she even begets death itself for me through her own comeliness? None of these things did he either say or ponder; rather, thrusting away every such thought, and in no wise doubting concerning the promise of God, he was intent on one thing alone: how he might be able to escape the foreseen danger. For consider here, I pray, beloved, the ineffable long-suffering of God: how He nowhere stands by or comforts the righteous man, but waits for the terrors to reach their peak and increase, and come to despair, and then displays His own providence. Say, therefore, he says, I am his sister, that it may go well with me because of thee, and my soul shall live for thy sake. Not as though his soul were about to die has the righteous man spoken these things (For fear not, He says, them that kill the body, but are not able to kill the soul), but simply according to custom he uttered this to his wife. That it may go well with me, he says, because of thee, and my soul shall live for thy sake—all but saying to her: Say, I am his sister, lest when on account of the famine I have fled Canaan thou make me become the prey of Egyptian hands. Become to me, therefore, the cause of safety, That it may go well with me because of thee. Pitiable are the words; great was the fear, both on account of the Egyptian madness and because the tyranny of death had not yet been overthrown; on this account the righteous man chooses even to share in his wife's adultery, and all but minister to the adulterer unto his wife's dishonour, that he may escape death. For its countenance was still fearful; not yet had the brazen gates been shattered; not yet had its sting been blunted. Have you seen a bond of love of husband and wife? Have you seen