Migne Reading Room

PG 53 · cols. 283–288 · Read from the page

In Genesin Homilia XXXI (ΟΜΙΛΙΑ ΛΑʹ; Gen. 11:27–12:6)

In Genesin Homilia XXXI (ΟΜΙΛΙΑ ΛΑʹ; Gen. 11:27–12:6)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:283Read from the page
ξασθε χθὲς τοὺς περὶ τῆς εὐχῆς λόγους, καὶ ὅτι μετὰ τοσαύτης σπουδῆς συντρέχετε περὶ τὴν ἀκρόασιν. Τοῦτο γὰρ καὶ ἡμᾶς προθυμοτέρους ἀπεργάζεται, καὶ παρασκευάζει δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν ἑστίασιν ταύτην τὴν πνευματικήν. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ τὴν ἄρουραν καὶ τὰ καταβαλλόμενα σπέρματα πολλαπλάσια δεικνύουσαν, καὶ κομῶντα τὰ λήϊα, οὐ παύεται τὰ παρ' ἑαυτοῦ καθ' ἑκάστην εἰσφέρων, καὶ τὴν προσήκουσαν ἐπιμέλειαν ποιούμενος, καὶ περισκοπῶν καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, μή πού τι λυμήνηται τοῖς πόνοις αὐτοῦ· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ ὁρῶν ὑμῶν τὴν ἄρουραν ταύτην τὴν πνευματικὴν οὕτω θάλλουσαν, καὶ τὸν πνευματικὸν τοῦτον σπόρον τοῖς τῆς διανοίας κόλποις παρακατατιθέμενον, ὁμοῦ καὶ χαίρω καὶ εὐφραίνομαι, καὶ πολὺν ἔχω τὸν ἀγῶνα, εἰδὼς τοῦ ἐχθροῦ καὶ ἐπιβούλου τῆς σωτηρίας τῆς ἡμετέρας τὴν πονηρίαν. Καθάπερ γὰρ οἱ κατὰ θάλατταν πειραταὶ, ἐπειδὰν ἴδωσι ναῦν πολλῶν φορτίων πεπληρωμένην, καὶ πλοῦτον ἄφατον ἐπαγομένην, τότε μάλιστα πολλὴν τὴν ἐπιβουλὴν ἐπιδείκνυνται, ὥστε πάντα καταδῦσαι τὸν φόρτον, καὶ γυμνοὺς καὶ ἐρήμους τοὺς ἐμπλέοντας καταστῆσαι· οὕτω δὴ καὶ ὁ διάβολος, ὅταν ἴδῃ πολὺν πλοῦτον συνηγμένον πνευματικὸν, καὶ προθυμίαν ζέουσαν, καὶ διάνοιαν διεγηγερμένην, καὶ καθ' ἑκάστην ἡμέραν τὸν πλοῦτον αὐξανόμενον, δάκνεται καὶ τρίζει τοὺς ὀδόντας, καὶ καθάπερ πειρατὴς οὕτω περιέρχεται μυρίας ἐπινοῶν μηχανὰς, ὥστε βραχεῖάν τινα εὑρεῖν εἴσοδον, καὶ γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἀποφῆναι, καὶ συλῆσαι πάντα τὸν πλοῦτον ἡμῶν τὸν πνευματικόν. Διά τοι τοῦτο νήφωμεν, παρακαλῶ, καὶ ὅσῳ ἂν τὰ τῆς περιουσίας ἡμῖν αὔξηται τῆς πνευματικῆς, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας ἐπιτεινέσθω, καὶ πανταχόθεν ἀποτειχίζωμεν αὐτῷ τὰς ἐφόδους, καὶ διὰ τῆς ἀρίστης πολιτείας τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενοι, ἀνωτέρους ἑαυτοὺς καταστήσωμεν τῶν τοῦ διαβόλου βελῶν. Πονηρὸν γάρ ἐστι τὸ θηρίον, καὶ πολυπλόκους ἔχει τὰς μηχανάς· καὶ ἐπειδὰν μὴ δυνηθῇ ἐξ εὐθείας πρὸς τὴν κακίαν ἡμᾶς ὑποσῦραι, καὶ διὰ τῆς ἀπάτης δελεάσαι· οὐδὲ γὰρ βιάζεται, οὐδὲ ἀναγκάζει, μὴ γένοιτο, ἀλλ' ἀπατᾷ μόνον, καὶ ἐπειδὰν ἴδῃ ῥᾳθυμοῦντας, ὑποσκελίζει· ὅταν οὖν μὴ δι' αὐτῆς τῆς κακίας προφανῶς δυνηθῇ τῇ ἡμετέρᾳ σωτηρίᾳ λυμήνασθαι, πολλάκις δι' αὐτῶν τῶν τῆς ἀρετῆς ἔργων, ὧν μετίωμεν, τὸ δέλεαρ ἐμβαλὼν λανθανόντως ἅπαντα τὸν πλοῦτον κατέδυσε.
yesterday the discourses concerning prayer, and because you flock together with such great zeal for the hearing. For this renders us also more eager, and causes us to set before you more lavishly this spiritual feast. Since even a husbandman, whenever he sees his field showing the seeds cast into it manifold, and the standing corn waving luxuriantly, does not cease contributing what lies on his own part each day, and exercising fitting care, and watching round both by night and by day lest anything anywhere mar his toils; in the very same manner I too, seeing this spiritual field of yours thus blooming, and this spiritual seed laid up in the bosom of your mind, at once rejoice and am glad, and am in great anxiety, knowing the wickedness of the enemy and plotter against our salvation. For just as pirates at sea, whenever they see a ship filled with many cargoes and bringing in ineffable wealth, display great plotting above all then, so as to sink the entire freight and render those sailing on board naked and bereft; so indeed the devil as well, whenever he sees great spiritual wealth gathered together, and fervent eagerness, and an awakened mind, and our wealth increasing each day, is stung and gnashes his teeth, and just like a pirate goes round devising ten thousand cunning plans so as to find some small entrance, and render us naked and bereft, and plunder all our spiritual wealth. On this very account let us be sober, I beseech you, and the more our spiritual abundance increases, the more let our vigilance also be intensified, and let us wall off his onsets on every side, and, having drawn down the goodwill that comes from God through the best way of life, let us set ourselves above the darts of the devil. For the beast is wicked and has many-winding devices; and whenever he is unable directly to drag us down secretly towards wickedness and entice us through deceit—for he neither uses force nor compels, far be it! but only deceives, and whenever he sees men indolent, trips them up—whenever, therefore, he is unable openly through wickedness itself to mar our salvation, often through the very works of virtue which we pursue, casting in his bait unnoticed, he sinks all our wealth.
Τί οὖν ἐστιν, ὅ φημι; ἀναγκαῖον γὰρ αὐτὸ σαφέστερον εἰπεῖν, ἵνα διδαχθέντες αὐτοῦ τὰς ἐπιβουλὰς, διαφύγωμεν τὴν ἐντεῦθεν βλάβην. Ὅταν ἴδῃ μὴ εὐκόλως ἡμᾶς καταδεχομένους γυμνὴν τὴν κακίαν, ἀλλὰ φεύγοντας μὲν τὴν ἀσέλγειαν, τὴν δὲ σωφροσύνην ἀσπαζομένους, καὶ πάλιν τὴν πλεονεξίαν ἀποστρεφομένους, καὶ μισοῦντας τὴν ἀδικίαν, καὶ τῆς τρυφῆς καταγελῶντας, καὶ νηστείαις καὶ προσευχαῖς ἑαυτοὺς ἐκδεδωκότας, καὶ περὶ τὴν ἐλεημοσύνην ἐσπουδακότας· τότε λοιπὸν μεθοδεύει ἑτέραν μηχανὴν, δι' ἧς ἡμῶν τὴν εὐπορίαν ἅπασαν λυμήνασθαι δυνήσεται, καὶ τοσαῦτα κατορθώματα ἀνόνητα ἡμῖν ἀποδεῖξαι. Τοὺς γὰρ μετὰ πολλοῦ τοῦ τόνου περιγεγονότας αὐτοῦ τῶν μηχανῶν παρασκευάζει μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων ἀποβλέπειν δόξαν, ἵνα τῆς ἀληθοῦς δόξης ἐκπεσεῖν ποιήσῃ. Ὁ γὰρ μετιών τι τῶν πνευματικῶν, καὶ πρὸς ἀνθρωπίνην ἀφορῶν δόξαν, ἀπέχει τὸν μισθὸν αὐτοῦ ἐντεῦθεν ἤδη, καὶ οὐκ ἔτι λοιπὸν ὀφειλέτην ἔχει τὸν Θεόν. Παρ' ὧν γὰρ ἐπεζήτησε δοξασθῆναι, ἀπήλαυσε τῶν ἐπαίνων, κἀκείνων τῶν ἐπηγγελμένων παρὰ τοῦ Δεσπότου ἀπεστέρησεν ἑαυτὸν, προτιμήσας τὴν πρόσκαιρον
What, then, is it that I mean? For it is necessary to state it more clearly, so that, having been taught his plots, we may escape the harm that comes from them. Whenever he sees us not readily accepting naked wickedness, but fleeing wantonness while embracing chastity, and again turning away from covetousness, and hating iniquity, and laughing luxury to scorn, and having given ourselves up to fastings and prayers, and eager concerning almsgiving—then henceforth he practises another device, through which he will be able to mar all our wealth and render so many righteous deeds fruitless for us. For those who with great vigour have gotten the mastery over his devices he causes to think highly of themselves over their righteous deeds and to look away towards the glory of men, so as to make them fall away from true glory. For he who pursues any spiritual thing while looking away towards human glory has received his reward in full already herefrom, and no longer henceforth has God as his debtor. For he enjoyed praises from those by whom he sought to be glorified, and deprived himself of those things promised by the Master, having preferred the fleeting
PG 53:284Read from the page
εὐφημίαν καὶ τὴν παρὰ τῶν ὁμογενῶν τῆς παρὰ τοῦ πάντων δημιουργοῦ. Καὶ τοῦτο προλαβὼν αὐτὸς, καὶ ἐπὶ προσευχῆς, καὶ ἐπὶ ἐλεημοσύνης, καὶ ἐπὶ νηστείας ἐδίδαξεν, οὕτω λέγων· Ὅταν νηστεύῃς, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι. Καὶ πάλιν· Ὅταν δὲ ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς, φησὶν, ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Εἶδες πῶς ὁ ταύτην τὴν δόξαν ἐπιζητῶν ἐκείνης ἀπεστέρηται, ὁ δὲ διὰ τοῦτο τὴν ἀρετὴν μετερχόμενος, καὶ λανθάνειν βουλόμενος τοὺς ἀνθρώπους, κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν ἐν τῷ φανερῷ λήψεται παρὰ τοῦ Δεσπότου τὰς ἀμοιβάς. Ὁ γὰρ Πατήρ σου, φησὶν, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ τοῦτο ἐννόει, φησὶν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων ἐπῄνεσέ σε, καὶ ὅτι λανθάνων μετέρχῃ τὴν ἀρετήν· ἀλλ' ἐκεῖνο λογίζου, ὅτι τοσαύτη τοῦ Δεσπότου ἔσται ἡ φιλοτιμία μετ' οὐ πολὺ, ὡς μὴ λανθανόντως, μηδ' ἐν ἀποκρύφῳ, ἀλλὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους τοῦ ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας παρόντος ἀνακηρύξει σε καὶ στεφανώσει, καὶ τῶν πόνων τῆς ἀρετῆς τὰς ἀμοιβὰς ἀποδώσει. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τὸν πόνον τῆς ἀρετῆς ὑπομένοντες, καὶ διὰ τὴν πρόσκαιρον, καὶ εὐτελῆ, καὶ ματαίαν δόξαν τὴν παρὰ τῶν ὁμογενῶν τῆς ἄνωθεν τιμῆς ἑαυτοὺς ἀποστεροῦντες;
acclaim that comes from those of his own race to that which comes from the Creator of all. And He Himself taught this beforehand in the case of prayer, and of almsgiving, and of fasting, saying thus: Whenever you fast, anoint your head and wash your face, so that you may not appear to men to be fasting, but to your Father Who is in secret; and your Father, Who sees in secret, will reward you. And again: Whenever you do almsgiving, do not sound a trumpet, He says, before you, just as the hypocrites do in the synagogues and in the streets, so that they may be glorified by men. Amen I say to you, they have received their reward in full. Did you see how he who seeks after this glory has been deprived of that one, whereas he who pursues virtue on this account and wishes to escape the notice of men will on that fearsome day receive his recompenses openly from the Master? For your Father, He says, Who sees in secret, will reward you openly. Do not consider this, He says, that no one among men praised you, and that you pursue virtue unnoticed; rather, reckon this: that before long the munificence of the Master will be so great that not unnoticed, nor in secret, but with the entire race of men from Adam until the consummation present, He will proclaim you aloud and crown you, and render back the recompenses of the labours of virtue. Of what defence, therefore, would those be worthy who both undergo the labour of virtue and yet, on account of the fleeting, paltry, and vain glory that comes from those of their own race, deprive themselves of honour from above?
βʹ. Ἀσφαλιζώμεθα τοίνυν, παρακαλῶ, καὶ ὅπερ ἂν καταξιωθῶμεν ἔργον πνευματικὸν μετιέναι, τοῦτο παντὶ τρόπῳ πανταχόθεν ἐν τοῖς ταμιείοις τῆς διανοίας τῆς ἡμετέρας κρύπτειν σπουδάζωμεν, ἵνα ἐκεῖνον τὸν ἀκοίμητον ὀφθαλμὸν ἔχωμεν ἐπαινέτην, καὶ μὴ διὰ τὴν τῶν ἀνθρώπων εὐφημίαν, καὶ τοὺς πρὸς χάριν πολλάκις γινομένους ἐπαίνους, τῆς παρὰ τοῦ Δεσπότου εὐφημίας ἑαυτοὺς ἀναξίους καταστήσωμεν. Καὶ γὰρ ἀμφότερα ὀλέθρια, καὶ λύμη τῆς ἡμετέρας σωτηρίας, καὶ τὸ πρὸς δόξαν ἀνθρωπίνην ἀφορῶντά τι διαπράττεσθαι τῶν πνευματικῶν, καὶ τὸ μέγα φρονεῖν ἐφ' οἷς ἂν κατορθῶσαι δυνηθῇ. Δι' ὃ νήφειν χρὴ καὶ ἐγρηγορέναι, καὶ τὰ ἀπὸ τῆς θείας Γραφῆς φάρμακα ἐπιτιθέναι συνεχῶς ἑαυτοῖς, ὥστε μὴ ἁλῶναι τοῖς ὀλεθρίοις τούτοις πάθεσι. Κἂν γὰρ μυρία τις κατωρθωκὼς ᾖ, καὶ ἅπασαν τὴν ἀρετὴν διανύσας, μέγα δὲ φρονῇ, πάντων ἐλεεινότερος ἂν γένοιτο καὶ ἀθλιώτερος. Καὶ τοῦτο δῆλον ἡμῖν γεγένηται, ἐξ ὧν ὁ Φαρισαῖος ἐκεῖνος ὑπέμεινε, μεγάλα φρονήσας κατὰ τοῦ τελώνου, καὶ ἐλάττων τοῦ τελώνου ἀθρόον γεγονὼς, καὶ διὰ τῆς οἰκείας γλώττης πάντα αὐτοῦ τὸν πλοῦτον τῆς ἀρετῆς ἐκχέας, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν καταστήσας, καὶ ξένον καὶ καινὸν ναυάγιον ὑπομείνας. Εἰς αὐτὸν γὰρ ἐλθὼν τὸν λιμένα ἅπαντα τὸν φόρτον αὐτοῦ κατέδυσε. Τὸ γὰρ ἀπ' εὐχῆς τῆς οὐ δεόντως γεγενημένης τοῦτο παθεῖν, ὅμοιόν ἐστι τῷ ἐν αὐτῷ μέσῳ τῷ λιμένι ναυάγιον ὑπομεῖναι. Διά τοι τοῦτο καὶ ὁ Χριστὸς παραγγέλλων τοῖς μαθηταῖς ἔλεγεν, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἀσφαλιζόμενος αὐτοὺς, καὶ ἐκ πολλοῦ τοῦ διαστήματος βουλόμενος τοῦ ὀλεθρίου τούτου πάθους ἐκτὸς αὐτοὺς γενέσθαι. Εἴδετε, ἀγαπητοὶ, πῶς οὔτε ὁ πρὸς δόξαν ἀνθρωπίνην κεχηνὼς, καὶ διὰ ταύτην τὰ τῆς ἀρετῆς ἔργα μετιὼν, ἔχει τινὰ ὄνησιν, καὶ ὅτι καὶ μετὰ τὸ κατορθῶσαι πάντα τὰ τῆς ἀρετῆς, εἰ δόξει μέγα φρονεῖν ἐπὶ τούτοις, πάντων ἔρημος γίνεται καὶ γυμνός; Φεύγωμεν τοίνυν, παρακαλῶ, ταῦτα τὰ ὀλέθρια πάθη, καὶ πρὸς ἐκεῖνον μόνον ὁρῶμεν τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ μηδὲν κοινὸν ἔχωμεν πρὸς τοὺς ὁμογενεῖς, μηδὲ ἐπιζητῶμεν τὸν παρὰ τούτων
2. Let us safeguard ourselves, therefore, I beseech you, and whatever spiritual work we may be deemed worthy to pursue, let us be eager in every way on every side to hide this in the storechambers of our mind, so that we may have that sleepless eye as our praiser, and may not on account of the acclaim of men and the praises often given out of favour render ourselves unworthy of the acclaim that comes from the Master. For both are destructive and the ruin of our salvation: both accomplishing any spiritual thing while looking away towards human glory, and thinking highly of oneself over whatever one may be able to accomplish rightly. Wherefore we must be sober and keep watch, and continually apply to ourselves the remedies from divine Scripture, so as not to be caught by these destructive passions. For even if someone has rightly accomplished ten thousand good deeds and completed all virtue, yet thinks highly of himself, he would become more pitiable and more wretched than all. And this has become manifest to us from what that Pharisee underwent, who thought highly of himself against the tax-collector, and all at once became less than the tax-collector, pouring out through his own tongue all his wealth of virtue, and rendering himself naked and bereft, and suffering a strange and novel shipwreck. For after coming into the very haven itself he sank his entire freight. For to suffer this from a prayer not made as it ought is like suffering shipwreck in the very middle of the haven itself. On this very account Christ also in charging His disciples said, Whenever you have done all things, say, We are unprofitable servants—safeguarding them and wishing them from a great distance to stand outside this destructive passion. Did you see, beloved, both how he who gapes after human glory and pursues the works of virtue on its account has no benefit at all, and that even after rightly accomplishing all the works of virtue, if he should think fit to think highly of himself over them, he becomes bereft and naked of all? Let us flee, therefore, I beseech you, these destructive passions, and let us look to that sleepless eye alone, and have nothing in common with those of our own race, nor seek the
PG 53:285Read from the page
ἔπαινον, ἀλλ' ἀρκώμεθα τῷ παρὰ τοῦ Δεσπότου. Οὗ ὁ ἔπαινος γὰρ, φησὶν, οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ Θεοῦ. Καὶ ὅσῳ ἂν πρὸς μείζονα ἐπιδιδῶμεν ἀρετὴν, τοσούτῳ μᾶλλον ἑαυτοὺς μετριάζειν παρασκευάζωμεν, καὶ συνεστάλθαι. Κἂν γὰρ πρὸς αὐτὴν φθάσωμεν τῆς ἀρετῆς τὴν κορυφὴν, ἐὰν ἀντιθῶμεν τὰς παρὰ τοῦ Δεσπότου εὐεργεσίας μετὰ πολλῆς εὐγνωμοσύνης, τότε καλῶς ὀψόμεθα, ὅτι οὐδὲ τὸ πολλοστὸν μέρος τῶν παρὰ τοῦ Θεοῦ εις ἡμᾶς ὑπηργμένων εισηνέγκαμεν. Καὶ γὰρ ἕκαστος τῶν ἁγίων ἐντεῦθεν ηὐδοκίμησε. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ τῆς οικουμένης διδασκάλου, τῆς οὐρανομήκους ἐκείνης ψυχῆς, πῶς μετὰ τοσαῦτα κατορθώματα, μετὰ τὴν τοσαύτην ἄνωθεν μαρτυρίαν (Σκεῦος γὰρ, φησὶν, ἐκλογῆς ἐστί μοι οὗτος), οὐκ ἐπιλανθάνεται τῶν οἰκείων πλημμελημάτων, ἀλλ' ἀμφοῖν ταῦτα περιστρέφει, καὶ ὑπὲρ ὧν μάλιστα πεπληροφόρητο, ὅτι τὴν συγχώρησιν ἐδέξατο διὰ τοῦ βαπτίσματος, οὐδὲ τούτων ἐπιλανθάνεσθαι ἀνέχεται, ἀλλὰ βοᾷ καὶ λέγει, ὅτι Ἐλάχιστός εἰμι τῶν ἀποστόλων, καὶ οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Εἶτα ἵνα τὴν ὑπερβολὴν αὐτοῦ παιδευθῶμεν τῆς ταπεινοφροσύνης, προσέθηκε, Διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Τί ποιεῖς, ὦ Παῦλε; Ὁ Δεσπότης διὰ τὴν οἰκείαν φιλοτιμίαν συνεχώρησε, καὶ ἀπήλειψεν ἅπαντα τὰ ἡμαρτημένα σοι, καὶ σὺ ταῦτα στρέφεις; Ναὶ, οἶδα, φησὶ, καὶ οὐκ ἀγνοῶ τοῦ Δεσπότου τοῦ ἐμοῦ τὴν λύσιν· ἀλλ' ὅταν ἐννοήσω τὰ ἐμοὶ εἰργασμένα, καὶ ἴδω τὸ πέλαγος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τότε μανθάνω καλῶς, ὅτι χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ εἰμὶ ὅ εἰμι. Εἰπὼν γὰρ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐπήγαγε· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Ἐγὼ μὲν, φησὶ, τοσαύτην ἐπεδειξάμην τὴν μανίαν· ἡ δὲ ἄφατος αὐτοῦ ἀγαθότης καὶ ἡ χάρις τὴν συγχώρησιν ἐχαρίσατο. Εἶδες ψυχὴν συντετριμμένην, καὶ τῶν πρὸ τοῦ βαπτίσματος ἡμαρτημένων διηνεκῶς τὴν μνήμην περιφέρουσαν; Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τὰ μετὰ τὸ βάπτισμα ἡμῖν ἡμαρτημένα, ταῦτα καθ' ἑκάστην ἡμέραν μιμνησκόμενοι, καὶ διηνεκῶς ἐν τῇ διανοίᾳ περιστρέφοντες, μηδέποτε συγχωρῶμεν εἰς λήθην ἡμᾶς αὐτῶν ἐμπεσεῖν. Ἱκανὸς γὰρ ἡμῖν χαλινὸς τοῦτο γενήσεται πρὸς τὸ συνεστάλθαι καὶ μετριάζειν. Καὶ τί λέγω Παῦλον, τὸν τοσοῦτον καὶ τηλικοῦτον; θέλεις ἰδεῖν καὶ τοὺς ἐν τῇ Παλαιᾷ ἐντεῦθεν μάλιστα εὐδοκιμήσαντας, ἀπὸ τοῦ μετριάζειν μετὰ μυρία κατορθώματα, καὶ τὴν ἄφατον παῤῥησίαν; Ἄκουε τοῦ πατριάρχου λέγοντος, μετὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν Θεὸν, μετὰ τὴν ἐπαγγελίαν τὴν εἰς αὐτὸν γεγενημένην· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.
praise, but let us be content with that which comes from the Master. For whose praise, says he, is not from men, but from God. And the more we advance towards greater virtue, so much the more let us prepare ourselves to practise moderation and to remain humble. For even if we attain to the very summit of virtue, if we set over against it the benefits bestowed by the Master with great gratitude, then we shall clearly see that we have contributed not even the smallest fraction of the things already wrought for us by God. For indeed each of the saints won approval from this. And that you may learn this, hear the teacher of the habited world, that heaven-reaching soul, how after so many right deeds, after such great witness from above (For a vessel of choice, says He, is this man unto Me), he does not forget his own transgressions, but turns them over with both hands, and as for the very things concerning which he was most fully assured that he had received pardon through baptism, not even these does he endure to forget, but cries aloud and says: I am the least of the apostles, and am not meet to be called an apostle. Then, that we might be taught the surpassing greatness of his humility, he added: Because I persecuted the Church of God. What are you doing, O Paul? The Master through His own munificence pardoned and wiped away all the sins committed by you, and do you still turn these things over? Yes, I know, says he, and am not ignorant of my Master's absolution; but when I consider the deeds wrought by me, and behold the sea of God's loving-kindness, then I learn well that by His grace and loving-kindness I am what I am. For having said, I am not meet to be called an apostle, because I persecuted the Church of God, he added: But by the grace of God I am what I am. I, for my part, says he, displayed such great madness; whereas His ineffable goodness and grace freely granted pardon. Have you seen a contrite soul, perpetually carrying about the remembrance of the sins committed before baptism? Him indeed let us also imitate, and calling to mind each day the sins committed by us after baptism, and continually turning them over in our mind, let us never suffer ourselves to fall into forgetfulness of them. For this will become a sufficient bridle for us towards remaining humble and practising moderation. And why do I speak of Paul, so great and so eminent a man? Do you wish to see those in the Old Covenant also winning approval above all from this, from practising moderation after myriad right deeds and ineffable boldness of speech? Hear the patriarch saying, after his converse with God, after the promise that had been made unto him: But I am earth and ashes.
γʹ. Ἀλλ' ἐπειδὴ τοῦ πατριάρχου ἐμνήσθην, ει δοκεῖ, τὰ σήμερον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα ταῦτα ἀναπτύξαντες ἴδωμεν τῆς ἀρετῆς τοῦ δικαίου τὴν ὑπερβολήν. Καὶ ἔλαβε, φησὶ, Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εις τὴν γῆν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν καὶ κατώκησεν ἐκεῖ· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάῤῥα ἐν Χαῤῥὰν ἔτη διακόσια πέντε, καὶ ἀπέθανεν ἐν Χαῤῥάν. Μετὰ ἀκριβείας προσέχωμεν, παρακαλῶ, τοῖς ἀναγνωσθεῖσιν, ἵνα δυνηθῶμεν καταλαβεῖν τὸν νοῦν τῶν ἐγγεγραμμένων. Ἰδοὺ γὰρ ἐν προοιμίοις δοκεῖ ζήτημα εἶναι ἐν τοῖς ειρημένοις. Τοῦ γὰρ μακαρίου τούτου προφήτου, τοῦ Μωϋσέως λέγω, εἰπόντος,
3. But since I have made mention of the patriarch, if it seems good, let us set before your charity the passages read today, so that by unfolding them we may behold the surpassing greatness of the righteous man's virtue. And Tharra took, says he, Abram and Nachor his sons, and Lot the son of his son, and Sara his daughter-in-law, the wife of Abram his son; and he led them forth out of the land of the Chaldeans, to go into the land of the Chanaanites, and he came as far as Charran and dwelt there; and all the days of Tharra in Charran were two hundred and five years, and Tharra died in Charran. Let us attend with precision, I beseech you, to the things that have been read, so that we may be able to grasp the sense of what stands written. For behold, at the very outset there seems to be a question in what has been said. For when this blessed prophet, Moses I mean, says
Notes, col. 285

On the reading

Printed εις, for εἰς.

Printed εισηνέγκαμεν, for εἰσηνέγκαμεν.

Printed οικουμένης, for οἰκουμένης.

Printed ει, for εἰ.

Printed ειρημένοις, for εἰρημένοις.

PG 53:286Read from the page
ὅτι Ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ, καὶ ἐξήγαγεν ἐκ γῆς Χαλδαίων, πορευθῆναι εις τὴν γῆν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατώκησεν ἐκεῖ· ὁ μακάριος Στέφανος ἐγκωμιάζων τοὺς Ἰουδαίους φησίν· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥὰν, κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετώκισεν αὐτόν. Τί οὖν ἐστιν; ἐναντιοῦται ἑαυτῇ ἡ θεία Γραφή; Μὴ γένοιτο· ἀλλὰ συνιδεῖν ἐκ τούτου προσήκει, ὅτι θεοφιλοῦς ὄντος τοῦ παιδὸς, ὀφθεὶς αὐτῷ ὁ Θεὸς προσέταξε μεταναστῆναι ἐκεῖθεν. Καὶ τοῦτο γνοὺς ὁ Θάῤῥα ὁ τηύτου πατὴρ, εἰ καὶ ἄπιστος ἐτύγχανεν, ἀλλ' ὅμως ὑπὸ τοῦ πρὸς τὸν παῖδα φίλτρου κοινωνῆσαι αὐτῷ κατεδέξατο τῆς ἀποδημίας, καὶ ἐλθὼν εἰς τὴν Χαῤῥὰν, κἀκεῖ κατοικήσας, οὕτω μετήλλαξε τὴν βίον· καὶ τότε κελεύσαντος τοῦ Θεοῦ μετανίσταται εἰς τὴν Χαναναίαν ὁ πατριάρχης. Ἀμέλει οὐ πρότερον αὐτὸν ὁ Θεὸς ἐκεῖθεν ἀνέστησε, μέχρις ὅτε Θάῤῥα ἐτελεύτησε. Τότε γὰρ μετὰ τὴν ἐκείνου τελευτὴν, φησὶ, Καὶ εἶπε Κύριος τῷ Ἄβραμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εις γῆν, ἣν ἄν σοι δείξω. Καὶ ποιήσω σε εις ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομα σου, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ἕκαστον τῶν εἰρημένων μετὰ ἀκριβείας διερευνησώμεθα, ἵνα ἴδωμεν τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον.
that Tharra took Abram and Nachor, and led them forth out of the land of the Chaldeans, to go into the land of the Chanaanites, and came as far as Charran, and dwelt there, the blessed Stephen in addressing the Jews says: The God of glory appeared to our father Abraham when he was in Mesopotamia, before he dwelt in Charran, and from thence, after his father died, He removed him. What then is this? Does divine Scripture contradict itself? Far be it! Rather, from this one ought to perceive that, because the son was God-loving, God appeared to him and commanded him to depart from thence. And when Tharra his father came to know this, although he was an unbeliever, nevertheless out of his affection towards his child he consented to share with him in his departure abroad, and having come to Charran and dwelt there, he thus departed this life; and then at God's bidding the patriarch removes into the land of Chanaan. Certainly God did not rouse him up from thence before Tharra died. For then after that man's death, says he: And the Lord said to Abram: Come forth out of your land, and out of your kindred, and out of the house of your father, and come hither into a land whichsoever I shall show you. And I will make you into a great nation, and I will bless you, and I will magnify your name, and you shall be blessed; and I will bless those who bless you, and those who curse you I will curse; and in you shall all the tribes of the earth be blessed. Let us search out each of the things that have been said with precision, so that we may behold the God-loving disposition of the patriarch's mind.
Μὴ γὰρ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον, ἀλλ' ἐννοήσωμεν ὅσος τοῦ ἐπιτάγματος ὁ ὄγκος. Ἔξελθε, φησὶν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Κατάλιπε, φησὶ, τὰ δῆλα καὶ τὰ ὡμολογημένα, καὶ προτίμησον τὰ ἄδηλα καὶ τὰ μὴ φαινόμενα. Σκόπει πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐγυμνάζετο ὁ δίκαιος τὰ μὴ φαινόμενα τῶν φαινομένων προτιμᾷν, καὶ τὰ μέλλοντα τῶν ἐν χερσὶν ὄντων. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ὅπερ ἐπετάττετο ποιῆσαι, καταλιπεῖν τὴν γῆν, ἔνθα τοσοῦτον ᾤκησε χρόνον, καὶ τὴν συγγένειαν ἅπασαν, καὶ πάντα τοῦ πατρὸς τὸν οἶκον, καὶ ἐλθεῖν ἔνθα μὴ ᾔδει, μηδὲ ἠπίστατο. Οὐ γὰρ εἶπεν εἰς ποίαν αὐτὸν χώραν βούλεται μεταστῆσαι, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ἐπιτάγματος ἐγύμναζε τοῦ πατριάρχου τὸ φιλόθεον. Δεῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Ἐννόησόν μοι, ἀγαπητὲ, ὅπως ὑψηλῆς ἐδεῖτο γνώμης τὸ ἐπίταγμα, καὶ μηδεμιᾷ προσπαθείᾳ ἢ συνηθείᾳ κατεχομένης. Εἰ γὰρ νῦν μετὰ τὸ ἐπιδοῦναι τὴν εὐσέβειαν, οὕτως εἰσὶ πολλοὶ τῇ συνηθείᾳ προσδεδεμένοι, ὡς καὶ μυριάκις ἂν ἕλοιντο, κἂν ἀνάγκη κατεπείγῃ, πάντα ὑπομεῖναι, ἢ τῶν τόπων μεταστῆναι, ἔνθα πρότερον τὴν οἴκησιν ἔσχον, καὶ ταῦτα οὐκ ἐπὶ τῶν τυχόντων μόνον ἀνδρῶν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ φυγόντων τοὺς ἐν μέσῳ θορύβους, καὶ τὸν τῶν μοναχῶν ἑλομένων βίον· πολλῷ δὴ μᾶλλον τότε τὸν δίκαιον τοῦτον εἰκὸς ἦν δυσχερᾶναι πρὸς τὸ ἐπίταγμα, καὶ ὀκνηρότερον καταστῆναι. Ἔξελθε, φησὶ, καὶ κατάλιπε τοὺς συγγενεῖς, καὶ τὸν οἶκον τὸν πατρικὸν, καὶ Δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Τίνα οὖν οὐκ ἂν ἐθορύβησε ταυτὶ τὰ ῥήματα; Οὔτε τὸν τόπον, οὔτε τὴν χώραν δήλην αὐτῷ ποιεῖ, ἀλλὰ τῷ ἀδιορίστῳ βασανίζει τοῦ δικαίου τὴν γνώμην. Εἰ γὰρ ἕτερός τις ἦν ὁ κελευσθεὶς, καὶ εἷς τῶν πολλῶν, εἶπεν ἄν· Ἔστω· κελεύεις με καταλιπεῖν τὴν γῆν ἔνθα νῦν οἰκῶ, τὴν συγγένειαν, τὸν οἶκον τὸν πατρικόν· τίνος ἕνεκεν οὐχὶ καὶ τὸν
For let us not merely pass lightly over what has been said, but let us consider how great was the weight of the injunction. Come forth, says He, out of your land, and out of your kindred, and out of the house of your father, and come hither into the land whichsoever I shall show you. Leave behind, says He, things manifest and acknowledged, and prefer things uncertain and not yet appearing. Observe how from the beginning and from the very prelude the righteous man was trained to prefer things unseen above things seen, and things future above things at hand. For it was no ordinary thing that he was commanded to do: to leave behind the land where he had dwelt for so long a time, and all his kindred, and all his father's house, and to go whither he neither knew nor understood. For He did not say into what sort of country He wished to remove him, but by the indefiniteness of the injunction He exercised the patriarch's devotion to God. For come hither, says He, into the land whichsoever I shall show you. Consider with me, beloved, how lofty a resolve that injunction required, one held fast by no passionate attachment or habit. For if even now, after godliness has advanced, there are so many bound fast to habit that ten thousand times over they would choose, even when necessity presses hard, to endure all things rather than remove from the places where they formerly had their dwelling—and this may be seen not only among ordinary men, but even among those who have fled the tumults in our midst and chosen the life of monks—how much more likely was it then that this righteous man would be vexed at the injunction and grow more hesitant! Come forth, says He, and leave behind your kinsfolk and your ancestral house, and Come hither into a land whichsoever I shall show you. Whom then would these words not have troubled? He makes neither the place nor the country manifest to him, but by this indefiniteness puts the righteous man's resolve to the test. For if he who was commanded had been someone else, and one of the many, he would have said: So be it; Thou biddest me leave behind the land where I now dwell, my kindred, my ancestral house; for what reason dost Thou not also
Notes, col. 286

On the reading

Printed εις, for εἰς.

Printed τηύτου, for τούτου.

Printed τὴν, for τὸν.

Printed ὄνομα, for ὄνομά.

PG 53:287Read from the page
τόπον, ἔνθα ἀφικέσθαι με προστάττεις, δῆλον ποι⟨εῖ⟩ς, ἵνα εἰδέναι ἔχω κἂν τοῦ διαστήματος τὴ μέγεθος; Πόθεν γάρ μοι ἐκεῖνο γνώριμον ἂν γένοιτο, ὅτι ταύτης, ἧς καταλιμπάνω, βελτίων ὀφθήσεται ἐκείνη μᾶλλον καὶ εὐπορωτέρα; Ἀλλ' ὁ δίκαιος οὐδὲν τούτων οὐδὲ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλὰ πρὸς τὸ τῶν ἐπιτεταγμένων μέγεθος ἀπιδὼν, τὰ ἄδηλα τῶν ἐν χερσὶ προετίθει. Καίτοι εἰ μὴ ὑψηλὸν εἶχε φρόνημα, καὶ φιλόσοφον γνώμην, καὶ ἐπεπαίδευτο πάντα πείθεσθαι τῷ Θεῷ, καὶ ἕτερον οὐ μικρὸν εἶχεν ἂν κώλυμα, αὐτὴν τοῦ πατρὸς τὴν τελευτήν. Ἴστε γὰρ ὅτι πολλοὶ πολλάκις διὰ τοὺς τάφους τῶν προσηκόντων εἵλοντο τοῖς τόποις ἐκείνοις ἐναποθανεῖν, ἔνθα τὸν βίον κατέλυσαν οἱ γονεῖς.
make clear the place whither Thou commandest me to arrive, so that I may at least know the length of the distance? For whence could it become known to me that that land will prove better and more prosperous than this one which I leave behind? Yet the righteous man neither said nor even thought any of these things; but looking to the greatness of what had been enjoined, he preferred things uncertain above things at hand. And yet, had he not possessed a lofty spirit and a philosophic resolve, and been trained to obey God in all things, he would have had another hindrance by no means small: the very death of his father. For you know that many have often chosen, on account of the tombs of their kinsfolk, to die in those very places where their parents ended their life.
δʹ. Εἰκὸς τοίνυν ἦν καὶ τὸν δίκαιον τοῦτον, εἴγε μὴ ἦν σφόδρα φιλόθεος, καὶ τοῦτο λογίσασθαι, ὅτι Ὁ μὲν πατὴρ διὰ τὸ περὶ ἐμὲ φίλτρον οἴκοθεν ἐξανέστη, καὶ συνηθείας παλαιᾶς ὑπερεῖδε, καὶ πάντων ἀνώτερος γεγονὼς μέχρι τούτου παρεγένετο, καὶ σχεδὸν εἰπεῖν, δι' ἐμὲ ἐν ἀλλοτρίᾳ τὸν βίον κατέλυσεν· ἐγὼ δὲ οὐδὲ μετὰ τὸν θάνατον τὴν ἴσην αὐτῷ ἀμοιβὴν ἀποδοῦναι σπουδάζω, ἀλλὰ καταλιπὼν μετὰ τῆς συγγενείας τοῦ πατρὸς τὸν αὐτοῦ τάφον, ἀπελεύσομαι; Ἀλλ' ὅμως οὐδὲν τούτων αὐτοῦ ἀπαμβλῦναι τὴν ὁρμὴν ἴσχυσεν· ἀλλὰ πάντα εὔκολα αὐτῷ, καὶ ῥάδια φαίνεσθαι ἐποίει τὴ περὶ τὸν Θεὸν φίλτρον. Ἐπεὶ κἀκεῖνο ἂν ἐνενόησεν, εἴγε ἀνθρωπίνοις λογισμοῖς τὰ καθ' ἑαυτὸν ἐπιτρέψαι ἐβούλετο, Ἐν ἡλικίᾳ, λέγων, τοιαύτῃ, καὶ λοιπὸν πρὸς γῆρας ἔσχατον ἐλαύνων ποῦ ἀπελεύσομαι; Οὐ τὸν ἀδελφὸν ἐπιφερόμενος, οὐ τοὺς συγγενεῖς ἔχων μεθ' ἑαυτοῦ, ἀλλὰ πάντων τῶν πρὸς γένος διαφερόντων μοι κεχωρισμένος, πῶς ἔρημος καὶ ξένος οὕτω τὴν ἀλλοτρίαν καταλήψομαι, οὐδὲ εἰδὼς ὅπου στήσομαι τῆς πλάνης; Εἰ δὲ καὶ κατὰ μέσην τὴν ὁδὸν συμβῇ με καταλῦσαι τὸν βίον, τί τὸ ὄφελος τῆς τοιαύτης ταλαιπωρίας; τίς με περιστελεῖ τὸν γέροντα, τὸν ξένον, τὸν ἄπολιν, τὸν ἄοικον; Ἴσως ἡ γυνὴ τοὺς γείτονας παρακαλέσει συμπάθειάν τινα ἐπιδείξασθαι, καὶ ἐξ ἐράνου τινὸς καὶ συνεισφορᾶς τὰ καθήκοντα πληρώσει. Καὶ πόσῳ βέλτιον αὐτὸν τὸν βραχὺν χρόνον τὸν ὑπολειπόμενον ἡμῖν εἰς ζωὴν, καθεζόμενον ἐνταῦθα καταλῦσαί με τὸν βίον, ἢ μετὰ γῆρας ὧδε κἀκεῖσε περιέλκεσθαι, καὶ τὰ παρὰ πάντων ὑπομένειν σκώμματα, ὡς οὐδὲ ἐν ἡλικίᾳ τοιαύτῃ δυνηθέντα ἐν ἡσυχίᾳ διάγειν, ἀλλὰ τόπους ἐκ τόπων ἀμείβειν, καὶ μηδαμοῦ ἵστασθαι; Ἀλλὰ τούτων μηδὲν ὑπολογισάμενος ὁ δίκαιος οὗτος ὑπακούειν ἔσπευδε τῷ ἐπιτάγματι. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι ἱκανὸν ἦν αὐτῷ εἰς προτροπὴν τὸ λέγειν· Δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε. Τοῦτο τοίνυν αὐτὸ μάλιστα, εἰ μὴ φιλόθεος ἦν, ἤρκει ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν ἐργάσασθαι. Ἠδύνατο γὰρ εἰπεῖν, εἰ τῶν πολλῶν εἷς ἦν, ὅτι Τίνος ἕνεκεν εἰς τὴν ξένην με ἀπάγεις, καὶ τὴν ἀλλοτρίαν με καταλαβεῖν κελεύεις; Διὰ τί γάρ με ἐνταῦθα, εἴγε βούλει μέγαν ποιῆσαι, οὐ ποιεῖς; διὰ τί ἐπὶ τῆς οἰκίας τῆς πατρῴας διάγοντα οὐκ ἀξιοῖς τῆς σῆς εὐλογίας; Ὡς ει συμβαίη με, πρὶν ἢ φθάσαι εις τὸν τοπον ἔνθα κελεύεις, κατεργασθέντα ὑπὸ τῶν κατὰ τὴν ὁδοιπορίαν καμάτων καὶ διαφθαρῆναι, καὶ τὸν βίον καταλῦσαι, τί μοι τὸ ὄφελος τῶν ἐπηγγελμένων; Ἀλλ' οὐδὲν τούτων οὐδὲ εἰς ἔννοιαν λαβεῖν κατεδέξατο, ἀλλὰ, καθάπερ εὐγνώμων οἰκέτης, τῷ ἐπιτάγματι μόνον ὑπήκουεν, οὐ περιεργαζόμενος, οὐδὲ πολυπραγμονῶν, ἀλλ' ἐπείθετο, καὶ πεπληροφορημέ
4. It would therefore have been natural for this righteous man also, had he not been exceedingly God-loving, to reckon thus as well: My father, out of his affection for me, rose up from his home, overlooked ancient habit, and rising above all things arrived thus far, and, one might almost say, ended his life in a foreign land for my sake; yet do I not even after his death strive to render him an equal return, but leaving behind my father's tomb along with my kindred, shall I depart? Yet nevertheless none of these things had power to blunt his eagerness; rather, his affection for God made all things appear light and easy to him. For he might have pondered this also, had he wished to entrust his affairs to human reasonings, saying: At such an age, and now advancing towards extreme old age, whither shall I depart? Not taking my brother along, not having my kinsfolk with me, but severed from all who are related to me by birth, how, thus desolate and a stranger, shall I reach a foreign land, not even knowing where I shall halt in my wandering? And if in the midst of the journey it should befall me to end my life, what profit will there be from such hardship? Who will lay me out for burial—an old man, a stranger, cityless, homeless? Perhaps my wife will beseech the neighbours to show some sympathy, and out of some collection and joint contribution will fulfil the due rites. And how much better would it be for me to sit here during this brief time remaining to us for life and end my days, than in old age to be dragged about hither and thither, and endure the jeers of all, as one unable even at such an age to live in quiet, but exchanging place for place and standing still nowhere? Yet taking none of these things into account, this righteous man hastened to obey the injunction. Still, someone might perhaps say that it was sufficient inducement for him that God said: Come hither into the land whichsoever I shall show you; and I will make you into a great nation, and I will bless you. Now this very thing most of all, had he not been God-loving, was enough to render him more hesitant regarding obedience. For he might have said, had he been one of the many: For what reason dost Thou lead me away into a strange land, and bid me occupy a foreign country? Why dost Thou not make me great here, if indeed Thou wishest to make me great? Why, while I dwell in my ancestral house, dost Thou not deem me worthy of Thy blessing? Since if it should befall me, before reaching the place whither Thou biddest me go, to be worn out by the toils along the journey and perish, and end my life, what profit is there to me from the things promised? Yet none of these things did he consent even to admit into his thought, but, like a dutiful servant, he obeyed the injunction alone, neither prying curiously nor meddling, but yielded obedience, and was fully
Notes, col. 287

On the reading

Printed τὴ, for τὸ.

Printed ῥάδια, for ῥᾴδια.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

Printed τοπον, for τόπον.

PG 53:288Read from the page
νος ἐτύγχανεν, ὅτι ἀψευδεῖς ἦσαν αἱ τοῦ Θεοῦ ἐπαγγελίαι· Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος. Μέγας τῆς ὑποσχέσεως ὁ ὄγκος. Ποιήσω σε, φησὶν, εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, κλὶ μεγαλυνῶ τὸ ὄνομά σου. Οὐ μόνον ἔθνει σε μεγάλῳ ἐπιστήσω, καὶ τὸ ὄνομά σου μέγα ἀπεργάσομαι, ἀλλὰ καὶ Εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Μὴ νομίσῃς, ἀγαπητὲ, ταυτολογίαν εἶναι τὸ εἰρημένον τὸ, Καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Τοσαύτης σε, φησὶν, εὐλογίας ἀξιώσω, ὡς παντὶ τῷ αἰῶνι συμπαρεκτείνεσθαι αὐτήν. Ἔσῃ γὰρ εὐλογημένος, ὡς ἕκαστον ἀντὶ μεγίστης τιμῆς σπουδὴν ποιεῖσθαι εἰσωθεῖν ἑαυτὸν εἰς τὴν πρὸς σὲ οἰκειότητα. Ὅρα πῶς ἄνωθεν καὶ ἐκ προοιμίων αὐτῷ προέλεγε τὴν περιφάνειαν, ἐν ᾗ καταστήσειν αὐτὸν ἔμελλε. Ποιήσω σε, φησὶν, εἰς ἔθνος μέγα, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Διὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι μέγα φρονοῦντες ἐπὶ τῷ πατριάρχῃ ἐβούλοντο εἰς τὴν τούτου συγγένειαν ἑαυτοὺς εἰσωθεῖν, καὶ ἔλεγον· Τέκνα τοῦ Ἀβραάμ ἐσμεν. Ἀλλ' ἵνα μάθωσιν, ὅτι ἀπὸ τῆς τῶν τρόπων κακίας ἀνάξιοι τυγχάνουσι τῆς συγγενείας, φησὶ πρὸς αὐτοὺς ὁ Χριστὸς, Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Καὶ Ἰωάννης δὲ ὁ τοῦ Ζαχαρίου, ἡνίκα συνέῤῥεον εἰς τὸν Ἰορδάνην οἱ βαπτισθῆναι σπεύδοντες, ἔλεγε πρὸς αὐτούς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φεύγειν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Εἶδες πῶς μέγα αὐτοῦ τὸ ὄνομα παρὰ πᾶσιν ἦν; Ἀλλὰ τέως πρὸ τῆς ἐκβάσεως τὸ φιλόθεον τοῦ δικαίου δείκνυται, πῶς τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν ἐπίστευσε, καὶ ἅπαντα τὰ δοκοῦντα εἶναι φορτικὰ μετ' εὐκολίας κατεδέχετο. Καὶ εὐλογήσω, φησὶ, τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὅρα Θεοῦ συγκατάβασιν, καὶ πόσης αὐτῷ φιλίας δείκνυσι τεκμήριον. Ἐκείνους, φησὶ, φίλους ποιήσομαι, τοὺς πρὸς σὲ γνησίως διακειμένους, καὶ ἐκείνους ἐχθροὺς, τοὺς ἐναντίως πρὸς σὲ ἔχοντας· ὅπερ σχεδὸν οὐδὲ παῖδες πρὸς πατέρας ἐπιδεῖξαι ἀνέχονται, τὸ τοὺς αὐτοὺς ποιεῖσθαι αὐτοῖς καὶ φίλους καὶ ἐχθρούς. Μεγίστη οὖν, ἀγαπητὲ, ἡ περὶ τὸν πατριάρχην τοῦ Θεοῦ εὔνοια. Ἐκείνους, φησὶν, εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ ἐκείνους καταρῶμαι τοὺς καταρωμένους σε· Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ἰδοὺ προσθήκη καὶ ἑτέρας φιλοτιμίας. Πᾶσαι γὰρ, φησὶν, αἱ φυλαὶ τῆς γῆς ἐπὶ τῷ σῷ ὀνόματι ἐνευλογεῖσθαι σπουδάσουσι, καὶ ἀπὸ τῆς σῆς προσηγορίας σεμνότερα τὰ καθ' ἑαυτοὺς ἐγκαταστήσουσιν.
assured that God's promises were unfailing: And I will make you into a great nation, and I will bless you, and I will magnify your name, and you shall be blessed. Great is the weight of the promise. I will make you, says He, into a great nation, and I will bless you, and I will magnify your name. Not only will I set you over a great nation and render your name great, but also I will bless you, and you shall be blessed. Do not suppose, beloved, that what is said—And I will bless you, and you shall be blessed—is a mere repetition. Of so great a blessing, says He, will I deem you worthy that it shall extend throughout the whole age. For you shall be blessed, so that every man will count it the greatest honour to strive to thrust himself into kinship with you. See how from above and from the very prelude He foretold to him the renown in which He was about to establish him. I will make you, says He, into a great nation, and I will magnify your name, and I will bless you, and you shall be blessed. On this account the Jews also, priding themselves greatly upon the patriarch, wished to thrust themselves into kinship with him, and used to say: We are Abraham's children. Yet that they might learn that through the wickedness of their ways they are unworthy of that kinship, Christ says to them: If you were Abraham's children, you would do the works of Abraham. And John the son of Zacharias also, when those hastening to be baptized were flocking together to the Jordan, said to them: Brood of vipers, who warned you to flee from the coming wrath? Bear fruit therefore worthy of repentance, and do not presume to say, We have Abraham for our father. For I say to you that God is able even from these stones to raise up children unto Abraham. Have you seen how great his name was among all? Yet in the meantime, before the outcome, the righteous man's devotion to God is shown—how he believed the things spoken by God, and received with ease all things that seemed burdensome. And I will bless, says He, those who bless you, and those who curse you I will curse; and in you shall all the tribes of the earth be blessed. Behold God's condescension, and how great a token of friendship He displays towards him! Those men, says He, I will make My friends who are genuinely disposed towards you, and those My enemies who stand in opposition to you—a thing which scarcely even children endure to display towards fathers, namely, to make the very same men both their friends and their enemies as theirs. Very great therefore, beloved, is God's goodwill towards the patriarch. Those, says He, I will bless who bless you, and those I curse who curse you; And in you shall all the tribes of the earth be blessed. Behold the addition of yet another munificence! For all the tribes of the earth, says He, will strive to be blessed in your name, and from your appellation will render their own affairs more venerable.
εʹ. Ἠκούσατε, ἀγαπητοὶ, οἷα ἐπέταξεν ὁ Δεσπότης τῷ Χαλδαίῳ, τῷ γέροντι, τῷ μήτε νόμον ἐγνωκότι, μήτε προφήταις ἐντυχόντι, μήτε ἑτέρας διδασκαλίας τινὸς ἀπολαύσαντι; Εἴδετε ὅσος τῶν ἐπιταγμάτων ὁ ὄγκος; πῶς ὑψηλῆς τινος καὶ νεανικῆς δεόμενος ψυχῆς πρὸς τὴν τούτων ἐκπλήρωσιν; Βλέπετε λοιπὸν καὶ τοῦ πατριάρχου τὴν εὐγνωμοσύνην, ὅπως ἡμῖν ἡ Γραφὴ
5. Have you heard, beloved, what sort of things the Master enjoined upon the Chaldean, an old man who had neither known the Law, nor met with prophets, nor enjoyed any other teaching? Have you seen how great was the weight of the injunctions, how much in need of a lofty and youthful soul for their fulfilment? Behold now also the patriarch's gratitude, how Scripture
Notes, col. 288

On the reading

Printed κλὶ, for καὶ.