Migne Reading Room

PG 53 · cols. 289–292 · Read from the page

In Genesin Homilia XXXI (ΟΜΙΛΙΑ ΛΑʹ; Gen. 11:27–12:6)

In Genesin Homilia XXXI (ΟΜΙΛΙΑ ΛΑʹ; Gen. 11:27–12:6)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:289Read from the page
φανερὰν αὐτὴν καθίστησι. Καὶ ἐπορεύθη, φησὶν, Ἄβραμ καθὰ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός· καὶ ᾤχετο μετ' αὐτοῦ Λώτ. Οὐχ ἁπλῶς εἶπεν, Ἐπορεύθη Ἄβραμ, ἀλλὰ, Καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός. Ἀκόλουθα, φησὶ, τῷ ἐπιτάγματι ἅπαντα διεπράξατο. Εἶπεν ἀφεῖναι πάντα, καὶ συγγένειαν, καὶ οἶκον· καὶ ἀφῆκεν. Εἶπεν ἐλθεῖν εἰς γῆν, ἣν οὐκ ᾔδει· κατεδέξατο. Ἐπηγγείλατο ποιήσειν εἰς ἔθνος μέγα, καὶ εὐλογήσειν· ἐπίστευσεν ὅτι ἔσται καὶ τοῦτο. Καὶ καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεὸς, οὕτως ἐπορεύθη· ἀντὶ τοῦ, ἐπίστευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν, οὐδὲν ἐνδοιάσας, οὐδὲ ἀμφιβάλλων, ἀλλ' ἐστηριγμένην ἔχων τὴν διάνοιαν καὶ τὸν λογισμὸν, οὕτως ἐπορεύθη· διὸ καὶ πολλῆς εὐνοίας ἀπήλαυσε παρὰ τοῦ Δεσπότου. Καὶ ᾤχετο, φησὶ, καὶ Λὼτ μετ' αὐτοῦ. Τίνος ἕνεκεν, εἰπόντος τοῦ Θεοῦ, Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, τοῦτον ἐπεφέρετο; Οὐχὶ παρακούων τοῦ Δεσπότου, ἀλλ' ἴσως ἐπειδὴ νέος ἦν, καὶ πατρὸς χώραν αὐτῷ ἐπεῖχε, κἀκεῖνος διὰ φιλοστοργίαν, καὶ τὴν τῶν τρόπων ἐπιείκειαν, δυσαποσπάστως εἶχε τοῦ δικαίου, ταύτης ἕνεκεν τῆς αἰτίας οὐκ ἀνέχεται αὐτὸν καταλιπεῖν. Λοιπὸν δὲ καὶ ἐν τάξει παιδὸς αὐτὸν εἶχεν, ἐν ἡλικίᾳ τοιαύτῃ παῖδας ἔχειν μὴ δυνηθεὶς διὰ τὴν τῆς Σάρας στείρωσιν. Ἄλλως δὲ καὶ ὁ τρόπος τοῦ νέου οὐ πολὺ ἀπέδει τοῦ δικαίου. Αὐτὸ γὰρ τοῦτο τὸ, προκειμένων τῶν δύο ἀδελφῶν, προσνεῖμαι ἑαυτὸν τῷ δικαίῳ, πόσης ἦν συνέσεως, τὸ διακρῖναι καὶ δοκιμάσαι τίνι τῶν θείων δέοι τὰ καθ' ἑαυτὸν ἐπιτρέψαι; Καὶ τὸ ἑλέσθαι τὴν ἀποδημίαν, καὶ αὐτὸ πάλιν δεῖγμα τῆς τῶν τρόπων ἦν κοσμιότητος. Εἰ γὰρ καὶ τὸ τελευταῖον ἔν τισιν ἔδοξε διαμαρτάνειν, ἡνίκα τοῖς πρωτείοις ἐπεπήδησεν, ἀλλ' ὅμως κατ' ἴχνος τοῦ δικαίου ἐσπούδαζε πορεύεσθαι. Καὶ διὰ τοῦτο καὶ ὁ δίκαιος κοινωνὸν ἐλάμβανε τῆς ὁδοιπορίας, κἀκεῖνος μετὰ προθυμίας τῆς οἴκοι διατριβῆς τὴν ξένην προετίμησεν. Εἶτα ἵνα μάθωμεν ὅτι οὐ νεανίσκῳ ὄντι τῷ πατριάρχῃ ταῦτα ἐπέταττεν ὁ Δεσπότης, ἀλλ' ἤδη πρὸς γῆρας ἐλαύνοντι, ὅτε καὶ ὀκνηρότερον λοιπὸν οἱ πλείους τῶν ἀνθρώπων πρὸς τὰς ἀποδημίας διάκεινται, φησίν· Ἄβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαῤῥάν. Εἶδες πῶς οὔτε ἡ ἡλικία, οὔτε ἕτερόν τι τῶν δυναμένων αὐτὸν ἐπισπάσασθαι πρὸς τὴν οἴκοι παραμονὴν κώλυμα αὐτῷ γέγονεν, ἀλλὰ πάντων ἀνώτερος ἐγένετο ὁ τοῦ Θεοῦ πόθος. Ὅταν γὰρ ἡ ψυχὴ διεγηγερμένη καὶ νήφουσα ᾖ, πάντα διατέμνει τὰ κωλύματα, καὶ ὅλη γίνεται τοῦ ποθουμένου, καὶ ὑπ' οὐδενὸς τῶν ἐν μέσῳ φαινομένων δυσχερῶν διακόπτεται, ἀλλὰ πάντα παρατρέχει, καὶ οὐ πρότερον ἵσταται, μέχρις ἂν ἐπιτύχῃ τοῦ σπουδαζομένου. Διά τοι τοῦτο καὶ ὁ δίκαιος οὗτος, καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ ἑτέρων πλειόνων κωλύεσθαι δυνάμενος, πάντα διαῤῥήξας τὰ δεσμὰ, καθάπερ νέος καὶ σφριγῶν, καὶ ὑπὸ μηδενὸς κωλυόμενος, οὕτως ἔσπευδε καὶ ἠπείγετο εἰς ἔργον ἀγαγεῖν τοῦ Δεσπότου τὸ ἐπίταγμα. Οὐδὲ γὰρ οἷόν τέ ποτε βουληθέντα τινὰ γενναῖόν τι καὶ ἀνδρεῖον ἐπιδείξασθαι, ἑτέρως τοῦτο εἰς ἔργον ἀγαγεῖν, μὴ πρότερον αὐτὸν πρὸς ἅπαντα τὰ μέλλοντα αὐτῷ πρὸς τὴν τοιαύτην ἐγχείρησιν ἐμποδὼν ἵστασθαι παραταξάμενον. Τοῦτο δὴ σαφῶς καὶ ὁ δίκαιος οὗτος ἐπιστάμενος, πάντα παραδραμὼν, καὶ μήτε συνήθειαν, μήτε συγγένειαν, μήτε οἰκίαν πατρικὴν, μήτε τάφον, μήτε τὸ γῆρας αὐτὸ λογισάμενος, εἰς ἐκεῖνο μόνον ἔτεινεν αὐτοῦ τὴν διάνοιαν, ὅπως δυνηθῇ πληρῶσαι τὸ προσταχθὲν παρὰ τοῦ Δεσπότου. Καὶ ἦν ἰδεῖν πρᾶγμα πολλοῦ θαύματος γέμον, ἄνθρωπον ἐν γήρᾳ βαθυτάτῳ μετὰ γυναικὸς,
makes it manifest to us. And Abram departed, says he, even as the Lord God spake to him; and Lot went with him. He did not say merely, Abram departed, but, Even as the Lord God spake to him. He accomplished all things, says he, in accordance with the injunction. He bade him leave all things—both kindred and house—and he left them. He bade him go into a land which he did not know; he consented. He promised to make him into a great nation and to bless him; he believed that this too would come to pass. And even as the Lord God spake to him, so he departed: that is to say, he believed the things spoken by God, neither wavering at all nor doubting, but having his mind and reasoning firmly fixed, thus he departed; wherefore also he enjoyed great goodwill from the Master. And Lot also, says he, went with him. For what reason, when God had said, Come forth out of your land, and out of your kindred, and out of the house of your father, did he bring this man along? Not in disobedience to the Master, but perhaps because Lot was young, and he stood in a father's place to him, and he for his part, out of natural affection and gentleness of character, could scarcely bear to be torn away from the righteous man—for this reason Abram could not endure to leave him behind. Besides, he also held him in the rank of a son, having been unable at such an age to have children on account of Sara's barrenness. Moreover, the young man's character did not fall far short of the righteous man's. For this very fact—that when the two brothers were set before him he attached himself to the righteous one—what great prudence did it show, to discern and judge to which of his uncles he ought to entrust his affairs! And his choosing the journey abroad was itself again a proof of the comeliness of his ways. For even if at the last in certain matters he seemed to err, when he sprang at the first choice of the land, nevertheless he was eager to walk in the footsteps of the righteous man. And on this account the righteous man also took him as a sharer in his journey, and he with readiness preferred a foreign land above remaining at home. Then, that we might learn that it was not when the patriarch was a youth that the Master enjoined these things upon him, but when he was already advancing towards old age—a time when most men are more reluctant towards journeys abroad—he says: Now Abram was seventy-five years old when he came forth out of Charran. Have you seen how neither his age nor any other of the things capable of drawing him back to remain at home became an obstacle to him, but his love for God rose superior to all? For when the soul is awakened and sober, it cuts through all hindrances, and becomes wholly devoted to the One it longs for, and is interrupted by none of the hardships that appear in the way, but runs past them all, and does not halt until it attains the object of its zeal. Wherefore this righteous man also, though he might have been hindered both by old age and by many other things, burst asunder all bonds, and like a young man in full vigour, hindered by no one, thus hastened and pressed on to put the Master's injunction into effect. For never is it possible for anyone who wishes to display some noble and manly deed to bring it into effect otherwise, unless he has first arrayed himself against all things that are about to stand in his way in such an undertaking. Knowing this clearly, this righteous man also ran past all things, and taking no account of habit, or kindred, or ancestral house, or tomb, or old age itself, bent his mind towards that one thing alone: how he might be able to fulfil what had been commanded by the Master. And one might behold a sight fraught with great wonder: a man in deepest old age, with his wife,
PG 53:290Read from the page
καὶ αὐτῆς προβεβηκυίας λοιπὸν, καὶ πλήθους οἰκετῶν μετανιστάμενον, καὶ οὐδὲ ὅπου λήξει αὐτῷ τὰ τῆς πλάνης εἰδότα. Εἰ δέ τις κἀκεῖνο συνετῶς λογίσαιτο, πόση κατ' ἐκεῖνον τὸν καιρὸν ὁδῶν ἡ δυσκολία ἦν· οὐδὲ γὰρ καθάπερ νῦν μετὰ ἀδείας ἐξῆν ἐπιμίγνυσθαί τισι, καὶ οὕτως εὐκόλως τὰς ἀποδημίας ποιεῖσθαι, τῆς ἀρχῆς κατὰ τόπους οὔσης διῃρημένης, καὶ ἀναγκαζομένων τῶν διοδευόντων ἀπὸ ἀρχόντων εἰς ἄρχοντας μεταπηδᾷν, καὶ καθ' ἑκάστην σχεδὸν ἀπὸ βασιλείας εἰς βασιλείαν μεταβαίνειν· καὶ τοῦτο τοίνυν ἱκανὸν ἦν κώλυμα τῷ δικαίῳ, εἴγε μὴ πολὺν εἶχε τὸν πέθον καὶ τὴν ἐκ τοῦ ἐπιτάγματος ὑπακοήν. Ἀλλ' οὗτος, καθάπερ ἀράχνην, ταῦτα πάντα διασπάσας τὰ κωλύματα, καὶ τῇ πίστει νευρωθεὶς τὸν λογισμὸν, καὶ τῷ ἀξιώματι τοῦ ἐπαγγειλαμένου πεποιθὼς, ἥπτετο τῆς ὁδοιπορίας. Καὶ ἔλαβε, φησὶν, Ἄβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο ἐν Χαῤῥὰν, καὶ ἐξῆλθε πορευθῆναι εἰς γῆν Χαναάν.
she herself also now advanced in years, and a multitude of household servants, removing from his home and not even knowing where his wandering would end. And if anyone should prudently reckon this also—how great at that time was the difficulty of the roads, for it was not lawful, as it is now, to mingle with others in security and make journeys abroad so easily, rule being divided up place by place, and travellers being compelled to leap across from rulers to rulers, and almost every day to pass over from kingdom to kingdom—this too, therefore, was a sufficient hindrance for the righteous man, had he not possessed great longing and obedience born of the injunction. Yet he, tearing all these hindrances apart like a spider's web, and nerved in his reasoning by faith, and trusting in the dignity of Him Who had promised, set out upon the journey. And Abram took, says he, Sara his wife, and Lot his brother's son, and all their possessions, as many as they had acquired in Charran, and went forth to go into the land of Chanaan.
ϛʹ. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς ἡμῖν ἅπαντα διηγεῖται, ἵνα διὰ πάντων μάθωμεν τοῦ δικαίου τὸ φιλόθεον. Καὶ ἔλαβε, φησὶν, Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν. Οὐχ ἁπλῶς εἶπε, Πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥὰν, ἀλλ' ἵνα μάθωμεν, ὅτι οὐδὲν τῶν ἀπὸ τῶν Χαλδαίων ἐπηγάγετο ὁ πατριάρχης, ἀλλὰ πάντων ἐκείνων τῶν πατρῴων παραχωρήσας τῷ ἀδελφῷ, οὕτως ἐξήει ἐκεῖνα μόνα ἐπιφερόμενος, ὅσα εἰς τὴν Χαῤῥὰν ἠδυνήθη κτήσασθαι. Καὶ τοῦτο δὲ ἐποίει ὁ θαυμάσιος οὗτος, οὐχὶ περὶ πολλοῦ ποιούμενος ταῦτα, οὐδὲ ὡς φιλοχρήματος τυγχάνων, ἀλλ' ἵνα πᾶσιν ἔχῃ δεικνύναι διὰ τῆς περιουσίας αὐτοῦ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν. Ὁ γὰρ ἐκ τῆς Χαλδαίων γῆς αὐτὸν ἀναστήσας, καὶ πάλιν ἐντεῦθεν μετοικισθῆναι προστάξας, αὐτὸς ἦν ὁ καὶ τὴν περιουσίαν αὐτῷ αὔξων ἐφ' ἑκάστης, καὶ ἅπασαν δυσκολίαν ἀναιρῶν· ὥστε καὶ τοῦτο αὐτὸ δεῖγμα τῆς φιλοθέου αὐτοῦ γνώμης ἐτύγχανε, τοσαῦτα ἐπιφερόμενον, οὕτω διὰ πάσης ἰέναι τῆς ὁδοῦ. Ἕκαστος γὰρ τῶν ὁρώντων εἰκότως τὴν αἰτίαν μανθάνειν ἐβούλετο τῆς τοῦ δικαίου ἀποδημίας. Εἶτα πυνθανόμενος, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐπὶ τὴν ἀλλοτρίαν μεθίστατο, τὰ οἰκεῖα καταλιπὼν, δι' αὐτῶν τῶν ἔργων ἐδιδάσκετο, καὶ τῆς τε ὑπακοῆς τοῦ δικαίου τὸ φιλόθεον ἐμάνθανε, καὶ τῆς περὶ αὐτὸν προνοίας τοῦ Θεοῦ τὴν ὑπερβολήν. Καὶ ἐξῆλθε, φησὶ, πορευθῆναι εἰς γῆν Χαναάν. Πόθεν ᾔδει, ὅτι εἰς τὴν Χαναναίων γῆν λήξει αὐτῷ τὰ τῆς ἀποδημίας, καίτοι τοῦ ἐπιτάγματος οὕτως ἔχοντος, ὅτι Δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω; Ἴσως ὁ Θεὸς αὐτῷ καὶ τοῦτο ἐμήνυσεν, ὑποδείξας αὐτοῦ τῇ διανοίᾳ τὴν γῆν, εἰς ἣν ἐβούλετο αὐτὸν καταστῆσαι. Διὰ γὰρ τοῦτο, ἡνίκα αὐτῷ ἐπέταττεν, ἀδιορίστως ἔλεγε, Δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω, ἵνα ἡμῖν ἐκκαλύψῃ τοῦ δικαίου τὴν ἀρετήν. Εἶτα ἐπειδὴ τὰ παρ' ἑαυτοῦ μετὰ πολλῆς τῆς δαψιλείας εἰσήνεγκε, ταχέως καὶ αὐτὸς τὴν γνῶσιν αὐτῷ ἐνέθηκε τῆς γῆς, εἰς ἣν ἐβούλετο αὐτὸν τὴν οἴκησιν ποιήσασθαι. Ἐπειδὴ γὰρ προεωρα τῆς ἀρετῆς τοῦ δικαίου τὸ μέγεθος, διὰ τοῦτο καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ οὔτε τὸν ἀδελφὸν λαβεῖν ἐπέταξεν, ἐπειδὴ ἐβούλετο τοῦτον διδάσκαλον νῦν μὲν τοῖς κατὰ τὴν Παλαιστίνην ἅπασι γενέσθαι, μετὰ βραχὺ δὲ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον.
6. Observe the precision of Scripture, how it recounts all things to us, so that through all we may learn the righteous man's devotion to God. And he took, says he, Sara his wife, and Lot his brother's son, and all that they had acquired in Charran. Not without purpose did he say, All that they had acquired in Charran, save that we might learn that the patriarch brought along nothing of the goods from the Chaldeans, but having yielded up all those paternal possessions to his brother, he thus went forth taking with him those things alone which he had been able to acquire in Charran. And this wondrous man did so not because he set great store by these things, nor as being a lover of money, but so that through his abundance he might be able to show to all God's providence towards him. For He Who had roused him up out of the land of the Chaldeans, and had commanded him to remove again from thence, was Himself the One Who also increased his substance day by day and removed every difficulty; so that this very fact was proof of his God-loving resolve—that carrying so much with him, he thus travelled the whole length of the way. For each of those who beheld him naturally wished to learn the cause of the righteous man's journey abroad. Then, upon inquiring and hearing that at God's bidding he was removing to a foreign land after leaving his own home behind, each was taught by the very deeds themselves, and learned both the God-loving spirit of the righteous man's obedience and the surpassing greatness of God's providence towards him. And he went forth, says he, to go into the land of Chanaan. Whence did he know that his journey abroad would end in the land of the Chanaanites, even though the injunction ran thus: Come hither into the land whichsoever I shall show you? Perhaps God made this also known to him, indicating to his mind the land in which He wished to settle him. For on this account, when He was enjoining him, He spake indefinitely—Come hither into the land whichsoever I shall show you—so that He might unveil to us the righteous man's virtue. Then, when Abram had contributed his own part with great generosity, God swiftly implanted in him the knowledge of the land in which He wished him to make his dwelling. For since He foresaw the greatness of the righteous man's virtue, on this account He both roused him up from his home and did not command him to take his brother along, since He wished him to become a teacher now to all those throughout Palestine, and after a little while to those also throughout Egypt.
Εἶδες πῶς οὐκ ἐν τῇ φύσει, ἀλλ' ἐν τῇ προαιρεσει τῆς γνώμης τῆς ἡμετέρας κεῖται καὶ τὰ τῆς ἀρετῆς, καὶ τὰ τῆς κακίας; Ἰδοὺ γὰρ κατὰ μὲν τὴν φύσ⟨ι⟩ν ἀδελφοὶ ⟨ἐτύ⟩γχανον ὅ τε πατριάρχης, καὶ ὁ Ναχὼρ,
Have you seen how both the things of virtue and the things of vice lie not in nature, but in the deliberate choice of our own resolve? For behold, according to nature both the patriarch and Nachor were brothers,
Notes, col. 290

On the reading

Printed πέθον, for πόθον.

Printed προεωρα, for προεώρα.

Printed προαιρεσει, for προαιρέσει.

PG 53:291Read from the page
κατὰ δὲ τὴν προαίρεσιν οὐκ ἔτι· ἀλλ' ἐκεῖνος μὲν καίτοι τοῦ ἀδελφοῦ πρὸς τοσαύτην ἀρετὴν φθάσαντος, ἔτι τῇ πλάνῃ προκατείληπτο· οὗτος δὲ καθ' ἑκάστην ἡμέραν ἐδείκνυ δι' αὐτῶν τῶν πραγμάτων ἅπασι τῆς κατὰ Θεὸν αὐτοῦ ἀρετῆς τὴν ἐπίδοσιν. Καὶ ἦλθε, φησὶν, εἰς γῆν Χαναὰν, καὶ διώδευσεν Ἄβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου τοῦ Συχὲμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν. Διδάσκει ἡμᾶς ἡ Γραφὴ τὸ μέρος τῆς χώρας, εἰς ὃ νῦν τὴν κατοίκησιν ποιεῖται ὁ δίκαιος. Εἶτα, ἵνα μάθωμεν ὅπως διέκειτο ἔτι τὰ αὐτόθι, φησὶν, Οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. Οὐχ ἁπλῶς τοῦτο ἐπεσημήνατο πάλιν ὁ μακάριος Μωϋσῆς, ἀλλ' ἵνα μάθωμεν καὶ ἐντεῦθεν τὴν φιλόσοφον γνώμην τοῦ πατριάρχου, ὅτι τῶν τόπων ἔτι προκατειλημμένων ὑπὸ τῶν Χαναναίων, ἠναγκάζετο καθάπερ ἀλήτης καὶ ξένος, καὶ ὡς εἷς τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, ὡς ἔτυχε καταλύειν, οὐδὲ καταγωγίου ἴσως εὐπορῶν. Καὶ ὅμως οὐδὲ οὕτως ἐδυσχέρανεν, οὐδὲ εἶπε· Τί τοῦτο; ὁ μετὰ τοσαύτης τιμῆς καὶ θεραπείας διάγων ἐν τῇ Χαῤῥὰν, νῦν ἀναγκάζομαι, ὡς ἄπολις, καὶ ξένος, καὶ ἔπηλυς, ἐν χάριτος μέρει περιιέναι, καὶ καταγωγίου εὐτελοῦς ἐπιζητεῖν ἀνάπαυσιν· καὶ οὐδὲ οὕτως ἐπιτυχεῖν δύναμαι αὐτοῦ, ἀλλ' ἐν σκηναῖς καὶ καλύβαις με διάγειν ἀνάγκη, καὶ τὰς ἄλλας ἁπάσας φέρειν ταλαιπωρίας. Τοῦτό ἐστιν ὅλον ὃ ἔλεγε, Δεῦρο, καὶ ποιήσω σε εἰς ἔθνος μέγα; Τέως μοι καλὰ τὰ προοίμια· τί χρηστόν ἐστι προσδοκῆσαι λοιπόν; Ἀλλ' οὐδὲ οὕτως ἠνέσχετό τι τοιοῦτον εἰπεῖν ὁ δίκαιος, οὐδὲ ἐνδοιάσαι· ἀλλ' ὁλοκλήρῳ τῇ διανοίᾳ, καὶ τελείᾳ τῇ πίστει θαῤῥήσας ταῖς τοῦ Θεοῦ ὑποσχέσεσιν, ἀκλινῆ διηνεκῶς ἔσχε τὸν λογισμόν· δι' ὃ καὶ ταχέως ἠξιώθη τῆς ἄνωθεν παραμυθίας.
yet according to deliberate choice no longer so; for while the one, although his brother had attained to such great virtue, was still held fast beforehand in error, the other day by day showed to all through his very deeds the advance of his godly virtue. And Abram came, says he, into the land of Chanaan, and Abram passed through the land into the length thereof, as far as the place of Sychem, unto the lofty oak. Scripture teaches us the part of the country in which the righteous man now makes his dwelling. Then, that we might learn how matters there still stood, he says: Now the Chanaanites then dwelt in the land. Not without purpose again did the blessed Moses point this out, save that from this also we might learn the patriarch's philosophic resolve: that since those places were still preoccupied by the Chanaanites, he was compelled like a wanderer and a stranger, and like one of the lowly and outcast, to lodge at random, perhaps not even well supplied with a resting-place. And yet not even thus was he vexed, nor did he say: What is this? I who lived with such great honour and retinue in Charran am now compelled, as cityless, a stranger, and a newcomer, to go about by way of favour and seek the repose of a mean lodging; and not even thus am I able to obtain it, but necessity forces me to live in tents and huts, and to bear all other hardships! Is this the whole of what He meant when He said, Come hither, and I will make you into a great nation? Fine preludes indeed for me so far; what good thing is left to expect hereafter? Yet not even thus did the righteous man endure to utter anything of the sort, or to waver; but with a whole mind and perfect faith taking courage in God's promises, he kept his reasoning perpetually unswerving; wherefore he was also swiftly deemed worthy of consolation from above.
ζʹ. Ἀλλ' ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα στήσαντες καταπαύσωμεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μιμήσασθαι τοῦ δικαίου τούτου τὴν γνώμην. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, εἰ ὁ μὲν δίκαιος οὗτος, ἀπὸ γῆς εἰς γῆν καλούμενος, τοσαύτην ἐπεδείξατο τὴν ὑπακοὴν, καὶ οὔτε τὸ γῆρας, οὔτε τὰ ἄλλα, ἅπερ ἀπηριθμησάμεθα, κωλύματα, οὔτε ἡ τῶν καιρῶν δυσκολία, οὔτε ἄλλο τι τῶν ἐπισχεῖν αὐτὸν δυναμένων ἴσχυσεν ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν καταστῆσαι, ἀλλὰ πάντα διαῤῥήξας τὰ δεσμὰ ἔτρεχε, καὶ ἠπείγετο ὁ γέρων, καθάπερ νέος σφριγῶν, μετὰ τῆς γυναικὸς, καὶ τοῦ ἀδελφιδοῦ, καὶ τῶν οἰκετῶν, εἰς ἔργον ἀγαγεῖν τὸ παρὰ τοῦ Θεοῦ ἐπιταχθέν· ἡμεῖς δὲ οὐκ ἀπὸ γῆς εἰς γῆν καλούμενοι, ἀλλ' ἀπὸ γῆς εἰς τὸν οὐρανὸν, οὐδὲ τὴν αὐτὴν τῷ δικαίῳ προθυμίαν περὶ τὴν ὑπακοὴν ἐπιδειξόμεθα, ἀλλὰ ψυχρὰς πολλάκις καὶ ἀνονήτους προβαλλόμεθα αἰτίας, καὶ οὔτε τὸ μέγεθος τῶν ἐπαγγελιῶν, οὔτε τὸ εὐτελὲς τῶν ὁρωμένων, ὅτι γήϊνα καὶ πρόσκαιρα, οὔτε τὸ τοῦ καλοῦντος ἀξίωμα ἐφέλκεται ἡμᾶς· ἀλλὰ τοσαύτην ἐπιδεικνύμεθα τὴν ῥᾳθυμίαν, ὡς προτιμᾷν τῶν ἀεῖ μενόντων τὰ πρόσκαιρα, καὶ τὴν γῆν τοῦ οὐρανοῦ, καὶ τὰ μηδέποτε τέλος λαβεῖν δυνάμενα τῶν πρὶν ἢ φανῆναι ἀφιπταμένων. Μέχρι γὰρ πότε, εἰπέ μοι, οὕτως ἂν μεμήναμεν περὶ τὴν τῶν χρημάτων συλλογήν; τίς ἡ λύσσα τὸ καθ' ἑκάστην ἡμέραν ὑπὸ τῆς χαλεπῆς ἐπιθυμίας πολιορκεῖσθαι, καὶ μηδέποτε κόρον λαμβάνειν, ἀλλὰ καὶ τῶν μεθυόντων χαλεπώτερον διακεῖσθαι; Καθάπερ γὰρ ἐκεῖνοι, ὅσῳ ἂν πλείονα
7. Yet that we may not draw out our teaching to great length, let us halt here and bring our discourse to a close, exhorting your charity to this one thing: to imitate the resolve of this righteous man. For it would indeed be most absurd if, whereas this righteous man, when called from earth to earth, displayed such great obedience, and neither old age, nor the other hindrances which we have recounted, nor the difficulty of the times, nor anything else capable of holding him back had power to render him more hesitant regarding obedience, but bursting all bonds asunder the old man ran and pressed on, like a young man in full vigour, with his wife, his nephew, and his household servants, to bring into effect what had been enjoined by God, we on the other hand, who are called not from earth to earth, but from earth to heaven, do not display even the same readiness as the righteous man for obedience, but often put forward frigid and useless pretexts, and neither the greatness of the promises, nor the meanness of things seen—that they are earthly and transitory—nor the dignity of Him Who calls draws us on; rather, we display such great slothfulness as to prefer things transitory above things that abide for ever, and earth above heaven, and things that can never receive an end above those that fly away before they even appear! For until when, tell me, shall we thus rave over the gathering of wealth? What is this madness, to be besieged every day by grievous cupidity and never reach satiety, but to be in a worse plight even than drunkards? For just as they, the more
Notes, col. 291

On the reading

Printed ει, for εἰ.

Printed ἀεῖ, for ἀεὶ.

PG 53:292Read from the page
πίνωσι τὸν ἄκρατον, τοσούτῳ μᾶλλον ἐκκαίονται πρὸς τὸ δίψος, καὶ χαλεπωτέραν τὴν κάμινον ἀνάπτουσιν· οὕτω δὴ καὶ οὗτοι τῇ τυραννίδι τῆς τῶν χρημάτων ἐπιθυμίας ἑαυτοὺς ἐκδεδωκότες οὐδέποτε ἵστανται τῆς ἐπιθυμίας· ἀλλ' ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αἴρεται ἡ φλὸξ, καὶ σφοδροτέρα ἡ κάμινος ἀνάπτεται. Οὐχ ὁρῶμεν τοὺς πρὸ ἡμῶν, ὅτι μετὰ τὸ ἅπασαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην περιβαλέσθαι, γυμνοὶ καὶ ἔρημοι ἐντεῦθεν ἀνηρπάσθησαν, τοσοῦτον μόνον ἀπολαύσαντες, ὅσον δίκας ἐκεῖ καὶ εὐθύνας ὑπὲρ ἁπάντων ἀπαιτεῖσθαι; Καὶ τὰ μὲν τῆς οὐσίας πολλάκις διενείμαντο διάφοροι· τὰ δὲ ὑπὲρ τούτων ἁμαρτήματα αὐτὸς μόνος ἐπιφερόμενος ἄπεισι, τὰς ὑπὲρ τούτων κολάσεις μετὰ πολλῆς τῆς ἀγανακτήσεως ὑπέχων, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν εὑρεῖν δυνάμενος. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, οὕτως ἀμελῶς πρὸς τὴν ἑαυτῶν σωτηρίαν διακείμεθα, καὶ ὡς περὶ ἀλλοτρίας οὕτω βουλευόμεθα περὶ τῆς ἑαυτῶν ψυχῆς; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Καὶ πάλιν· Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Μὴ γὰρ ἔχεις τι ταύτης ἀντάξιον; Κἂν τὴν οἰκουμένην ὅλην εἴπῃς, οὐδὲν ἐρεῖς. Τί γὰρ ὄφελος, καθάπερ ὁ Χριστὸς εἶπε, πάντα τὸν κόσμον κερδᾶναι, τὴν δὲ ψυχὴν ζημιωθῆναι, ἧς ἡμῖν οἰκειότερον οὐδέν; Ταύτην οὖν τὴν οὕτω τιμίαν, τὴν οὕτως ὀφείλουσαν ἡμῖν εἶναι περισπούδαστον, ταύτην οὕτω περιορῶμεν καθ' ἑκάστην ἡμέραν σπαραττομένην, καὶ ποτὲ μὲν ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκουμένην, ποτὲ δὲ ὑπὸ ἀσελγείας καταξαινομένην, ἄλλοτε δὲ ὑπὸ θυμοῦ καταισχυνομένην, καὶ διαφόρως ὑφ' ἑκάστου τῶν παθῶν κατατεινομένην, καὶ οὐδεμίαν ὀψὲ γοῦν ποτε περὶ αὐτὴν πρόνοιαν ποιησόμεθα; Καὶ τίς ἀξιώσει ἡμᾶς λοιπὸν συγγνώμης, ἢ ἐξαιρήσεται τῆς ἐπικειμένης κολάσεως; Δι' ὃ, παρακαλῶ, ὡς ἔτι καιρὸν ἔχομεν, ἀποσμήχωμεν αὐτῆς τὸν ῥύπον διὰ δαψιλοῦς ἐλεημοσύνης, καὶ σβέσωμεν διὰ ταύτης τὴν πυρὰν τῶν ἡμετέρων ἁμαρτημάτων. Πῦρ γὰρ, φησὶ, φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύναις ἀποκαθαίρονται ἁμαρτίαι. Οὐδὲν γὰρ, οὐδὲν ἕτερον οὕτως ἐξελέσθαι ἡμᾶς δυνήσεται τῆς τοῦ πυρὸς γεέννης, ὡς ἡ περὶ ταύτην δαψίλεια. Ἂν ταύτην ἐπιδειξώμεθα κατὰ τοὺς ὑπ' αὐτοῦ δοθέντας νόμους, μηδὲν πρὸς ἐπίδειξιν διαπραττόμενοι, ἀλλὰ διὰ τὸν περὶ τὸν Θεὸν πόθον, δυνησόμεθα καὶ τῶν ἡμαρτημένων ἡμῖν τὸν ῥύπον ἀπονίψασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ αὐτῷ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀει, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
unmixed wine they drink, the more they are inflamed towards thirst and kindle a fiercer furnace, so indeed these men also, having surrendered themselves to the tyranny of the lust for wealth, never halt in their cupidity; rather, the more they surround themselves with, the higher rises the flame and the more vehemently is the furnace kindled. Do we not see those before us, how after encompassing, so to speak, the whole habited world, they were snatched away from hence naked and desolate, having enjoyed only so much as to have penalties and reckonings demanded of them yonder for all things? And while diverse strangers often divided up their substance among themselves, a man goes away carrying upon himself alone the sins committed for these things, undergoing the punishments for them under great indignation, and unable to find any consolation from any quarter. For what reason then, tell me, are we so negligently disposed towards our own salvation, and take counsel about our own soul as though it belonged to another? Do you not hear Christ saying: What shall a man give in exchange for his soul? And again: What is a man profited if he should gain the whole world, yet suffer the loss of his soul? For have you anything of equal worth with it? Even if you name the whole habited world, you will say nothing. For what profit is there, just as Christ said, to gain the whole world, yet suffer the loss of the soul, than which nothing is more our own? This soul, then, so precious, which ought to be so cherished by us—do we thus overlook it as every day it is torn asunder, now besieged by the lust for wealth, now lacerated by wantonness, at another time disgraced by wrath, and variously racked by each of the passions, and shall we take no forethought for it even late at last? And who hereafter will deem us worthy of pardon, or rescue us from the impending punishment? Wherefore, I beseech you, while we still have time, let us wipe clean its filth through bountiful almsgiving, and quench thereby the pyre of our sins. For flaming fire, says he, water will quench, and by almsdeeds sins are purged away. For nothing, nothing else will so avail to deliver us from the Gehenna of fire as bountifulness in this. If we display it according to the laws given by Him, doing nothing for ostentation, but out of longing for God, we shall be able both to wash away the filth of the sins committed by us, and to be deemed worthy of the loving-kindness that comes from God, by the grace and mercies of His only-begotten Son, with Whom to the Father Himself, together with the Holy Spirit, be glory, dominion, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΛΒʹ.
Homily XXXII.
Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
And the Lord appeared to Abram, and said to him: To your seed will I give this land. And Abram built there an altar unto the Lord Who had appeared to him.
αʹ. Πολὺς ὁ θησαυρὸς καὶ ἄφατος, ἀγαπητοὶ, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι, καὶ δεῖ συντεταμένης διανοίας καὶ λογισμοῦ νήφοντος καὶ διεγηγερμένου, ὥστε μηδὲν ἡμᾶς παραδραμεῖν τῶν ἐγκεκρυμμένων τοῖς βραχέσι τούτοις ῥήμασι. Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὐκ αὐτόθεν καὶ ἐκ ψιλῆς ἀναγνώσεως πάντα τὰ ἐν ταῖς Γραφαῖς κείμενα εὐσύνοπτα καὶ δῆλα ἡμῖν τυγχάνειν συνεχώρησεν, ἵνα τὴν νωθείαν ἡμῶν διεγείρῃ, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδειξά
1. Great and ineffable is the treasure, beloved, in the passages just now read, and there is need of an intent mind and of sober and awakened reasoning, so that we may pass over nothing of the things hidden within these brief words. For on this account also the God Who loves mankind did not suffer all things set down in the Scriptures to be easily surveyed and manifest to us immediately and from a bare reading, in order that He might rouse up our sluggishness, and that by displaying great watchfulness
Notes, col. 292

On the reading

Printed ἀει, for ἀεὶ.