Migne Reading Room

PG 53 · cols. 273–278 · Read from the page

In Genesin Homilia XXX (ΟΜΙΛΙΑ Λʹ; Gen. 11:1–9)

In Genesin Homilia XXX (ΟΜΙΛΙΑ Λʹ; Gen. 11:1–9)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 53:273Read from the page
ἐφελκύσαντο τὴν ἄνωθεν ῥοπὴν, ὡς μέχρι τοῦ νῦν ᾄδεσθαι αὐτῶν τὸ τῆς μετανοίας κατόρθωμα.
favouring inclination from above did they draw towards themselves that until now their right deed of repentance is sung!
Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μαθόντες ὡς οὔτε κακία προγόνων ἡμᾶς λυμαίνεται, ἐὰν νήφειν βουλώμεθα, οὔτε ἀρετὴ προγόνων ὠφελῆσαι ἡμᾶς τι δύναται, ἐὰν ῥᾳθυμῶμεν, πολλὴν σπουδὴν ποιώμεθα τῆς ἀρετῆς ἀντέχεσθαι, καὶ εὐγνώμονα προαίρεσιν ἐπιδειξώμεθα, ἵνα τῆς αὐτῆς εὐλογίας τῷ Σὴμ καὶ τῷ Ἰάφεθ ἀπολαύσωμεν, καὶ τῆς κατάρας καὶ τῆς δουλείας, ἣν ὁ Χαναὰν ἐδέξατο, ἐλευθερωθῶμεν, καὶ μὴ γενώμεθα δοῦλοι τῆς ἁμαρτίας, ἀλλὰ τὴν ἀληθῆ ἐλευθερίαν κτησάμενοι, τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Let us too, therefore, imitate these men, and, having learned that neither does the wickedness of forefathers mar us if we are willing to be sober, nor can the virtue of forefathers benefit us in anything if we are slothful, let us make great haste to cleave to virtue, and let us display a grateful choice, that we may enjoy the same blessing as Shem and Japheth, and be set free from the curse and the slavery which Canaan received, and not become slaves of sin, but, having acquired true freedom, may attain those ineffable blessings, by the grace and humanity of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ Λʹ.
HOMILY XXX.
Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν.
And all the earth was one lip, and one voice to all.
αʹ. Ἰδοὺ πρὸς τὸ τέλος ἐφθάσαμεν λοιπὸν τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ τῆς νηστείας διηνύσαμεν τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα λοιπὸν τῇ τοῦ Θεοῦ χάριτι κατηντήσαμεν. Ἀλλὰ μὴ διὰ τοῦτο ῥᾳθυμήσωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλῷ πλείονα τὴν σπουδὴν καὶ τὴν ἀγρυπνίαν ἐπιδειξώμεθα. Ἐπεὶ καὶ οἱ κυβερνῆται, ἐπειδὰν μυρία διαβάντες πελάγη, πεπληρωμένων αὐτοῖς τῶν ἱστίων, καὶ τῶν φορτίων εἰς ὕψος ἐγκειμένων, εἰς τὸν λιμένα εἰσιέναι μέλλωσι, τότε μάλιστα πολὺν τὸν ἀγῶνα καὶ τὴν φροντίδα ἔχουσι, μήπου σκοπέλῳ τινὶ ἢ πέτρᾳ προσράξαν τινὶ τὸ πλοῖον ἀνόνητον αὐτοῖς τὸν προλαβόντα πόνον γενέσθαι παρασκευάσῃ. Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· ὅταν πρὸς τὸ τέλος τῶν σταδίων φθάσωσι, τότε μᾶλλον εὐτονώτερον τὸν δρόμον ἐπιδείκνυνται, ὥστε τοῦ τέλους ἐπιτυχεῖν, καὶ τῶν βραβείων ἀξιωθῆναι. Καὶ ἀθληταὶ δὲ μετὰ μυρία παλαίσματα καὶ τὰς νίκας, ὅταν τὴν περὶ τοῦ στεφάνου παλαίωσι πάλην, πλείονα τὸν ἀγῶνα ἐπιδείκνυνται, ἵνα τὸν στέφανον λαβόντες οὕτως ἐξέλθωσι. Καθάπερ οὖν κυβερνῆται καὶ δρομεῖς καὶ ἀθληταὶ, τότε μᾶλλον τούτων ἕκαστος τὴν σπουδὴν ἐπιτείνει καὶ τὴν ἀγρυπνίαν, ὅταν πρὸς τῷ τέλει γένωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, ἐπειδὴ εἰς τὴν μεγάλην ταύτην ἑβδομάδα ἐφθάσαμεν τῇ τοῦ Θεοῦ χάριτι, νῦν μάλιστα καὶ τῆς νηστείας τὸν δρόμον ἐπιτεῖναι, καὶ τὰς εὐχὰς εὐτονωτέρας ποιεῖσθαι, καὶ πολλὴν καὶ ἀκριβῆ τὴν ἐξομολόγησιν τῶν ἡμαρτημένων ἐπιδείξασθαι, καὶ τὴν περὶ τὰς ἀγαθὰς πράξεις ἐργασίαν, ἐλεημοσύνην δαψιλῆ, ἐπιείκειαν, πραότητα, τὴν ἄλλην ἅπασαν ἀρετὴν, ἵνα μετὰ τούτων τῶν κατορθωμάτων εἰς τὴν κυρίαν φθάσαντες ἡμέραν τῆς παρὰ τοῦ Δεσπότου φιλοτιμίας ἀπολαύσωμεν. Μεγάλην δὲ καλοῦμεν τὴν ἑβδομάδα, οὐκ ἐπειδὴ πλέον ἔχει τὸ μῆκος τῶν ὡρῶν· καὶ γάρ εἰσιν ἕτεραι πολλῷ μείζους ὥρας ἔχουσαι· οὐδὲ ἐπειδὴ πλείους ἡμέρας ἔχει· καὶ γὰρ ὁ αὐτὸς ἀριθμὸς καὶ ταύτῃ καὶ ταῖς ἄλλαις πάσαις. Τίνος οὖν ἕνεκεν μεγάλην ταύτην καλοῦμεν; Ἐπειδὴ μεγάλα τινὰ καὶ ἀπόρρητα τυγχάνει τὰ ὑπάρξαντα ἡμῖν ἐν αὐτῇ ἀγαθά. Ἐν γὰρ ταύτῃ ὁ χρόνιος ἐλύθη πόλεμος, θάνατος ἐσβέσθη, κατάρα
1. Behold, we have now arrived at the end of holy Lent, and have completed the voyage of the fast, and by the grace of God have now reached the harbour! Yet let us not on this account grow slothful, but by this very means let us display far greater zeal and watchfulness. Since pilots too, once they have crossed ten thousand seas, with their sails filled and their cargoes piled on high, and are about to enter into the harbour, then above all have great struggle and anxiety, lest striking upon some crag or some rock the vessel should cause their previous toil to prove unprofitable to them. Runners too act thus: when they arrive towards the end of the course, then all the more vigorously do they display their running, so as to attain the goal and be deemed worthy of the prizes. And athletes too, after ten thousand bouts and victories, when they wrestle the bout for the crown, display a greater struggle, that having received the crown they may thus depart. Just as pilots and runners and athletes, therefore, each one of them, stretch their zeal and watchfulness all the more when they draw near the end, in the very same way it befits us too, since by the grace of God we have arrived at this Great Week, now above all both to stretch the course of our fasting, and to make our prayers more vigorous, and to display abundant and exact confession of our sins, and diligence in good deeds, lavish almsgiving, forbearance, meekness, all other virtue, so that, arriving with these right deeds at the sovereign Day, we may enjoy the munificence from the Master. Now we call the week 'Great,' not because it has greater length of hours—for there are other weeks having far longer hours—nor because it has more days—for the same number belongs both to this one and to all the rest. For what sake, then, do we call this week 'Great'? Because great and ineffable are the blessings that accrued to us in it. For in this week the ancient war was ended, death was quenched, the curse
PG 53:274Read from the page
ἀνῃρέθη, τοῦ διαβόλου ἡ τυραννὶς κατελύθη, τὰ σκεύη αὐτοῦ διηρπάγη, Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους γέγονεν, οὐρανὸς βάσιμος γέγονεν, ἄνθρωποι τοῖς ἀγγέλοις συνεμίγησαν, τὰ διεστῶτα συνήφθη, ὁ φραγμὸς περιῃρέθη, τὸ κλεῖθρον ἀνῃρέθη, ὁ τῆς εἰρήνης Θεὸς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ ἐπὶ τῆς γῆς. Διὰ τοῦτο τοίνυν μεγάλην τὴν ἑβδομάδα καλοῦμεν, ἐπειδὴ τοσοῦτον πλῆθος δωρεῶν ἡμῖν ἐν αὐτῇ κεχάρισται ὁ Δεσπότης. Διὰ τοῦτο πολλοὶ καὶ τὴν νηστείαν ἐπιτείνουσι, καὶ ἀγρυπνίας καὶ παννυχίδας ἱερὰς, καὶ ἐλεημοσύνας ἐπιδείκνυνται, δεικνύντες δι' ὧν πράττουσι τὴν τιμὴν, ἣν περὶ τὴν ἑβδομάδα ἔχουσιν. Εἰ γὰρ ὁ Δεσπότης τοσαῦτα ἐν αὐτῇ ἡμῖν ἀγαθὰ ἐδωρήσατο, πῶς οὐχὶ καὶ ἡμᾶς προσήκει, δι' ὧν δυνάμεθα, τὴν αἰδῶ καὶ τὴν τιμὴν ἐπιδείκνυσθαι;
was done away with, the tyranny of the devil was overthrown, his vessels were plundered, God's reconciliation towards men came to pass, heaven became treadable, men were mingled with the angels, things sundered were joined together, the partition-wall was taken round away, the bar was removed, the God of peace made peace between the things above and the things upon the earth! On this account, therefore, we call the week 'Great,' because the Master has freely granted us so great a multitude of gifts in it. On this account many both intensify their fasting and display vigils and sacred all-night services and almsgivings, showing through what they do the honour which they hold towards the week. For if the Master freely bestowed so many blessings upon us in it, how does it not befit us too, through what means we can, to display reverence and honour?
Καὶ γὰρ καὶ οἱ βασιλεῖς, δι' ὧν ποιοῦσι καὶ αὐτοὶ, δηλοῦσιν ὅσον ἔχουσι τὸ θαῦμα τούτων τῶν σεπτῶν ἡμερῶν, κελεύσαντες ἐκεχειρίαν ἅπαντας ἔχειν τοὺς τὰ πολιτικὰ οἰκονομοῦντας πράγματα, καὶ τῶν δικαστηρίων τὰς θύρας ἀποκλείειν, καὶ πᾶν εἶδος μάχης καὶ φιλονεικίας ἐλαύνεσθαι, ἵνα μετὰ πολλῆς ἡσυχίας καὶ γαλήνης ἐξῇ πρὸς τὴν τῶν πνευματικῶν κατόρθωσιν ἐπείγεσθαι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν φιλοτιμίαν ἐπιδείκνυνται· τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφιᾶσι τῶν δεσμῶν, καὶ κατὰ δύναμιν ἀνθρωπίνην μιμοῦνται τὸν ἑαυτῶν Δεσπότην. Καθάπερ γὰρ αὐτὸς, φησὶ, τοῦ χαλεποῦ δεσμωτηρίου τῶν ἁμαρτημάτων ἡμᾶς ἀνίησι, καὶ τῶν μυρίων ἀγαθῶν παρέχει τὴν ἀπόλαυσιν, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς, φησὶ, προσήκει οἷς δυνάμεθα μιμητὰς γενέσθαι τῆς τοῦ Δεσπότου φιλανθρωπίας. Ἴδετε πῶς διὰ πάντων ἕκαστος ἡμῶν δείκνυσι τὴν αἰδῶ καὶ τὴν τιμὴν, ἣν περὶ τὰς ἡμέρας ἔχομεν τὰς τῶν τοσούτων ἀγαθῶν προξένους ἡμῖν γεγενημένας; Διὰ τοῦτο παρακαλῶ, νῦν μᾶλλον, εἰ καί ποτε ἄλλοτε, πάντα λογισμὸν βιωτικὸν ἀπωσάμενοι, καὶ τὸ τῆς διανοίας ὄμμα καθαρὸν καὶ διεγηγερμένον ἔχοντες, οὕτως ἐνταῦθα παραγενώμεθα, καὶ μηδεὶς εἰσιὼν εἰς τὴν ἐκκλησίαν βιωτικὰς ἐπισυρέσθω φροντίδας, ἵνα ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν λαβὼν, οὕτως οἴκαδε ἐπανέλθῃ. Φέρε οὖν πάλιν τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ ἐκ τῶν πρόσφατον ἀναγνωσθέντων παρὰ τοῦ μακαρίου Μωϋσέως ἑστιάσωμεν ὑμῶν τὴν ἀγάπην, αὐτὰ τὰ ἀνεγνωσμένα εἰς μέσον ὑμῖν προθέντες, δεικνύντες τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ τέλος ἐπέθηκε τῇ διηγήσει τῇ κατὰ τὸν Νῶε, ἐκ τοῦ Σὴμ λοιπὸν ἤρξατο τῆς γενεαλογίας, καί φησι, Καὶ τῷ Σὴμ ἐγεννήθησαν καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἔβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος υἱοῦ. Εἶτα τὸν κατάλογον τῶν ὀνομάτων ποιησάμενός φησι, Καὶ τῷ Ἔβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλὲκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ. Σκόπει πῶς τῇ προσηγορίᾳ τοῦ τεχθέντος ἐναπέθετο τοῦ μέλλοντος ἔσεσθαι μετ' οὐ π⟨ ⟩λὺ σημείου τὴν πρόγνωσιν, ἵν' ὅταν ἴδῃς εἰς ἔργον τὸ πρᾶγμα ἐξελθὸν, μηκέτι ξενισθῇς ὁρῶν ἄνωθεν τοῦτο τὴν προσηγορίαν τοῦ παιδὸς προμηνύουσαν. Μετὰ γὰρ τὸ ποιήσασθαι τῶν ἑξῆς γεγεννημένων ἐκ τούτων τὸν κατάλογον, φησίν· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν· οὐ περὶ τῆς γῆς λέγουσα, ἀλλὰ περὶ τοῦ τῶν ἀνθρώπων γένους, ἵνα ἡμᾶς διδάξῃ ὅτι μίαν γλῶσσαν ἅπασα ἡ τῶν ἀνθρώπων εἶχε φύσις. Καὶ ἦν πᾶσα ἡ γῆ, φησὶ, χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. Χεῖλος ἓν, τὴν λαλιάν φησι, καὶ φωνὴν πάλιν τὸ αὐτὸ, ἵνα εἴπῃ ὅτι ὁμόφωνοι καὶ ὁμόγλωσσοι πάντες ἦσαν. Καὶ ὅτι περὶ λα-
For the emperors themselves too, through what they do, make plain how great wonder they hold for these reverend days, commanding all who administer civil affairs to keep truce, and the doors of the law-courts to be shut, and every form of strife and contention to be banished, so that with great quietness and calm it may be permitted to hasten towards the accomplishment of spiritual things. And not this alone, but they also display another munificence: they release from their bonds those who inhabit the prison, and according to human strength imitate their own Master. For just as He Himself, one says, releases us from the grievous prison of sins and affords the enjoyment of ten thousand blessings, in the very same way it befits us too, he says, in what ways we can, to become imitators of the Master's humanity. Have you seen how through all things each one of us shows the reverence and the honour which we hold towards the days that have proved authors of so many blessings to us? On this account I exhort you, now all the more, if ever at any other time, having thrust away every worldly thought and keeping the eye of our mind pure and wide awake, thus let us present ourselves here, and let no one on entering into the church drag worldly cares along after him, so that, having received a recompense worthy of his toils, thus he may return homeward. Come then, let us set before you again the customary table, and from the words just now read aloud from the blessed Moses let us feast your charity, setting forth into the midst for you the very things read, showing the exactness of divine Scripture. For once he put an end to the narrative concerning Noah, from Shem henceforth he began the genealogy, and says: And to Shem there were born children to him also, the father of all the sons of Eber, brother of Japheth the elder son. Then, having made the roll of names, he says: And to Eber were born two sons; the name of the one was Phalec, because in his days the earth was divided. Consider how in the appellation of the child born he deposited foreknowledge of the sign that was about to be before [long], so that when you see the matter having come forth to act, you may no longer be surprised upon seeing the child's appellation foretokening this from the start. For after making the roll of those begotten thereafter from these men, it says: And all the earth was one lip, and one voice to all—speaking not concerning the earth, but concerning the race of men, in order to teach us that the whole nature of men had one tongue. And all the earth, it says, was one lip, and one voice to all. By 'One lip' it means speech, and by 'voice' again the same thing, so as to say that all were of one voice and of one tongue. And that concerning
PG 53:275Read from the page
λιᾶς εἴρηται τὸ, Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, ἄκουε τῆς Γραφῆς ἀλλαχοῦ λεγούσης· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Οὕτως οἶδεν ἡ Γραφὴ τῷ τοῦ χείλους ὀνόματι τὴν λαλιὰν προσαγορεύειν. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ.
speech was spoken the saying, And all the earth was one lip, hear Scripture elsewhere saying: The venom of asps is under their lips. Thus Scripture knows how to call speech by the name of the lip. And it came to pass as they moved from the east, they found a plain in the land of Sennaar, and dwelt there.
βʹ. Ὅρα πῶς ἡ ἀνθρωπίνη φύσις οὐκ ἀνέχεται ἵστασθαι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλ' ἀεὶ τοῦ πλείονος ἐφιεμένη ὀρέγεται τῶν μειζόνων. Καὶ τοῦτό ἐστιν ὃ μάλιστα ἀπόλλυσι τὸ ἀνθρώπινον γένος, τὸ μὴ βούλεσθαι τῆς οἰκείας φύσεως ἐπιγινώσκειν τὰ μέτρα, ἀλλ' ἀεὶ τῶν μειζόνων ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν ἀξίαν φαντάζεσθαι. Ἐντεῦθεν καὶ οἱ περὶ τὰ τοῦ κόσμου ἐπτοημένοι πράγματα, ἐπειδὰν πολὺν περιβάλλωνται πλοῦτον καὶ δυναστείαν, ὥσπερ ἐπιλανθανόμενοι τῆς οἰκείας φύσεως, μέχρι τοσούτου εἰς ὕψος ἐπαίρεσθαι βούλονται, μέχρις ἂν εἰς αὐτὸν τὸν πυθμένα κατενεχθῶσι. Καὶ τοῦτο ἴδοι τις ἂν ἐφ' ἑκάστης συμβαῖνον ἡμέρας, καὶ οὐδὲ ταύτῃ τοὺς λοιποὺς σωφρονιζομένους, ἀλλὰ πρὸς βραχὺ μὲν συστελλομένους, ἀθρόον δὲ πάντων λήθην ποιουμένους, καὶ πάλιν τὴν αὐτὴν ἐκείνοις βαδίζοντας ὁδὸν, καὶ εἰς αὐτὸν τὸν κρημνὸν καταγομένους· ὅπερ καὶ νῦν ἔστιν ἰδεῖν ἐπὶ τούτων γεγονός. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ. Ὅρα πῶς κατὰ μικρὸν ἡμᾶς διδάσκει τῆς γνώμης αὐτῶν τὸ ἄστατον. Ἐπειδὴ εἶδον, φησὶ, τὸ πεδίον, μεταναστάντες καὶ καταλιπόντες τὴν προτέραν οἴκησιν, ἐκεῖ κατῴκησαν. Εἶτά φησιν· Εἶπεν ἕκαστος τῷ πλησίον αὐτοῦ· Δεῦτε, πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. Καὶ εἶπον· Δεῦτε, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ· καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ πάσης τῆς γῆς. Ὅρα πῶς οὐκ εἰς δέον ἐκέχρηντο τῇ ὁμοφωνίᾳ, καὶ ὅτι ἡ ματαία τοῦ βίου τούτου βουλὴ γίνεται τῶν κακῶν ὑπόθεσις. Δεῦτε, φησὶ, ποιήσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. Σκόπει πόσην ἀσφάλειαν ἐπινοῆσαι βούλονται τῇ οἰκοδομῇ, οὐκ εἰδότες ὅτι, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν, οὐχ ὅτι Θεῷ, ἀλλ' Ἑαυτοῖς. Ὅρα πόση τῆς κακίας ἡ ἐπίτασις· ἔναυλον ἔχοντες τὴν μνήμην τῆς πανωλεθρίας ἐκείνης, ἐπὶ τοσαύτην μανίαν ἐξώκειλαν. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ. Τῷ ὀνόματι τοῦ οὐρανοῦ ἡ θεία Γραφὴ τῆς τόλμης αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστῆσαι ἐβουλήθη. Καὶ ποιήσωμεν, φησὶν, ἑαυτοῖς ὄνομα. Εἶδες τὴν ῥίζαν τῆς κακίας; Ἵνα, φησὶ, μνήμης διηνεκοῦς ἀπολαύσωμεν, ἵνα εἰς τὸ διηνεκὲς ἔχωμεν μνημονεύεσθαι. Τοιαύτη ἡμῶν ἔσται ἡ πρᾶξις καὶ τὸ ἔργον, ὡς μηδέποτε λήθῃ παραπεμφθῆναι. Καὶ τοῦτο ποιήσωμεν Πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. Ὡς ἔτι, φησὶ, κατὰ ταὐτόν ἐσμεν, εἰς ἔργον ἀγάγωμεν τὸ δόξαν ἡμῖν, ἵνα ἀδιάλειπτον μνήμην καταλίπωμεν ταῖς εἰς τὸ ἑξῆς γενεαῖς. Εἰσὶ πολλοὶ καὶ νῦν τούτους μιμούμενοι, καὶ ἀπὸ τοιούτων πράξεων μνημονεύεσθαι βουλόμενοι, οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰ λουτρὰ, καὶ τὰς στοὰς, καὶ τοὺς περιπάτους. Ἐὰν γὰρ καὶ τούτων ἕκαστον ἐρωτήσῃς τίνος ἕνεκεν πονεῖ καὶ ταλαιπωρεῖται, καὶ τοσαύτην ἐπιδείκνυται
2. See how human nature does not endure to stand within its own bounds, but, ever desiring more, reaches out after greater things! And this is what above all destroys the human race: not willing to recognize the measures of its own nature, but ever desiring greater things and fancying things above its worth. Hence those too who are fluttered over the affairs of the world, once they wrap themselves in great wealth and domination, as though forgetting their own nature, wish to be lifted up on high to such a point until they are swept down to the very bottom. And one might see this happening each day, and the rest not even chastened by this, but shrinking back for a brief while, yet all at once forgetting all things, and walking again the same road as those men, and brought down over the very precipice—which even now is to be seen having come to pass in the case of these men. And it came to pass as they moved from the east, they found a plain in the land of Sennaar, and dwelt there. See how little by little it teaches us the unsteadiness of their purpose. Once they saw the plain, it says, removing and leaving behind their former dwelling, they dwelt there. Then it says: Each man said to his neighbour: Come, let us mould bricks, and bake them with fire. And the brick became stone for them, and bitumen was mortar for them. And they said: Come, and let us build for ourselves a city, and a tower whose top shall be unto heaven; and let us make for ourselves a name before we are scattered over all the earth. See how they had not used their oneness of voice to due purpose, and that the vain counsel of this life becomes the groundwork of evils! Come, it says, let us make bricks, and bake them with fire. And the brick became stone for them, and bitumen was mortar for them. Consider how great security they wish to devise for their building, not knowing that, Unless the Lord build a house, in vain have those who build it laboured. And let us build, they say, a city for ourselves—not for God, but 'For ourselves.' See how great is the intensity of their wickedness: while still holding ringing in their ears the remembrance of that utter destruction, they ran aground upon such great madness! And let us build, they say, for ourselves a city and a tower whose top shall be unto heaven. By the name of heaven divine Scripture willed to set before us the excess of their audacity. And let us make, they say, for ourselves a name. Have you seen the root of the wickedness? That we may enjoy perpetual remembrance, they say, that we may be remembered in perpetuity; such shall be our deed and our work as never to be consigned to forgetfulness. And let us do this before we are scattered upon the face of all the earth. While we are still together in the same place, they say, let us bring to act what has seemed good to us, that we may leave behind an unceasing remembrance to the generations to come. There are many even now who imitate these men, and wish to be remembered from such deeds—those who build splendid houses, and baths, and porticoes, and promenades. For if you ask each one of these men too for what sake he toils and suffers hardship, and displays such great
PG 53:276Read from the page
χρημάτων δαπάνην εἰς οὐδὲν δέον, οὐδὲν ἕτερον ἀκούσῃ, ἢ ταῦτα τὰ ῥήματα, ὥστε τὴν μνήμην διηνεκῶς σώζεσθαι, καὶ ἀκούειν ὅτι τοῦ δεῖνος ἡ οἰκία, καὶ τοῦ δεῖνος ὁ ἀγρός. Ἀλλὰ τοῦτο οὐκ ἔστι μνήμης ἀξιοῦσθαι, ἀλλὰ μᾶλλον κατηγορίας. Εὐθέως γὰρ τοῖς λόγοις τούτοις ἐπεισέρχεται καὶ τὰ μυρίων κατηγοριῶν ἄξια ῥήματα· τοῦ δεῖνος τοῦ πλεονέκτου, τοῦ ἅρπαγος, τοῦ χήρας καὶ ὀρφανοὺς γυμνώσαντος. Οὐκ ἔστι τοίνυν τοῦτο μνήμης ἀπολαύειν, ἀλλὰ κατηγορίαις διηνεκέσι βάλλεσθαι, καὶ μετὰ θάνατον στηλιτεύεσθαι, καὶ τὰς τῶν ὁρώντων γλώττας ἀκονᾷν εἰς βλασφημίαν καὶ κατηγορίαν τοῦ ταῦτα κτησαμένου. Εἰ δὲ ὅλως μνήμης ἐρᾷς διηνεκοῦς, ἐγώ σοι ὑποδείξω ὁδὸν, δι' ἧς δυνήσῃ καὶ μνημονεύεσθαι διὰ παντὸς, καὶ μετ' εὐφημίας πολλῆς καὶ πολλήν σοι τὴν παρρησίαν ἐν τῷ μέλλοντι καιρῷ παρέξεις. Πῶς οὖν δυνήσῃ καὶ μνημονεύεσθαι καθ' ἑκάστην ἡμέραν, καὶ τοῖς ἐγκωμίοις βάλλεσθαι καὶ μετὰ τὴν τῆς ζωῆς μετάστασιν; Εἰ ταυτὶ τὰ χρήματα εἰς τὰς τῶν πενήτων διανείμῃς χεῖρας, ἀφεὶς τοὺς λίθους καὶ τὰς μεγάλας οἰκοδομὰς, καὶ τοὺς ἀγροὺς, καὶ τὰ βαλανεῖα. Αὕτη ἡ μνήμη ἀθάνατος, αὕτη ἡ μνήμη μυρίων σοι θησαυρῶν πρόξενος γίνεται, αὕτη ἡ μνήμη τοῦ φορτίου τῶν ἁμαρτημάτων κουφίζουσα, πολλήν σοι τὴν παρρησίαν προξενεῖ παρὰ τῷ Δεσπότῃ. Ἐννόησον γάρ μοι καὶ αὐτὰ τὰ ῥήματα, ἅπερ ἕκαστος μέλλει λέγειν, τὸν ἐλεήμονα καὶ φιλάνθρωπον, τὸν ἐπιεικῆ, τὸν χρηστὸν, τὸν μετὰ πολλῆς δαψιλείας διανείμαντα. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τοιοῦτον γὰρ ὁ τῶν χρημάτων πλοῦτος· σκορπιζόμενος μᾶλλον παραμένει· συνεχόμενος δὲ καὶ ἔνδον ἀποκλειόμενος καὶ τοὺς κατέχοντας συναπόλλυσιν. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν. Ἀλλ' ἄκουε καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἐν μιᾷ ἡμέρᾳ τὸν πλοῦτον ἐσκόρπισε, καὶ ἡ δικαιοσύνη αὐτοῦ εἰς πάντα τὸν αἰῶνα διαμένει, καὶ τὴν μνήμην ἀθάνατον ἐργάζεται.
expenditure of money to no needful end, you will hear nothing else save these words: that his remembrance may be preserved continually, and that men may hear that the house belongs to so-and-so, and the field to so-and-so. Yet this is not to be deemed worthy of remembrance, but rather of accusation! For straightway upon these words there enter in besides utterances worthy of ten thousand accusations: 'It belongs to so-and-so the grasper, the extortioner, the man who stripped widows and orphans bare!' This, therefore, is not to enjoy remembrance, but to be pelted with perpetual accusations, and to be pilloried after death, and to whet the tongues of beholders to reviling and accusation against him who acquired these things. Yet if you are in love with perpetual remembrance at all, I will show you a road by which you will both be able to be remembered for all time with great acclaim and will afford yourself great boldness in the time to come. How then will you be able both to be remembered each day and to be showered with encomiums even after your removal from life? If you distribute this money here into the hands of the poor, leaving aside stones and great buildings, and fields, and baths. This remembrance is immortal; this remembrance becomes the author of ten thousand treasures for you; this remembrance, lightening you of the burden of sins, procures for you great boldness before the Master. For consider with me the very words which each one is about to say, calling you the merciful and humane man, the forbearing, the kind, the man who distributed with great abundance! For he scattered abroad, it says, he gave to the poor; his righteousness abides unto the age. For such a thing is wealth of money: when scattered abroad, it abides all the more; whereas when held fast and locked up within, it destroys along with itself those too who hold it fast. For he scattered abroad, it says, he gave to the poor. Yet hear what follows as well: His righteousness abides unto the age. In a single day he scattered his wealth abroad, and his righteousness abides throughout all the age, and renders his remembrance immortal!
γʹ. Εἶδες μνήμην παντὶ τῷ αἰῶνι παρεκτεινομένην; εἶδες μνήμην μεγάλων καὶ ἀπορρήτων γέμουσαν ἀγαθῶν; Διὰ τοιούτων οἰκοδομῶν μνημονεύεσθαι σπουδάζωμεν. Αἱ γὰρ διὰ τῶν λίθων οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελῆσαι δύνανται, ἀλλὰ καὶ ἀντὶ στήλης διηνεκοῦς ἡμῶν λαμπρᾷ τῇ φωνῇ καταβοῶσι. Καὶ τὰ μὲν ἐκ τούτων ἁμαρτήματα αὐτοὶ ἔχοντες ἄπιμεν, αὐτὰ δὲ καταλιπόντες ἐνταῦθα, οὐδὲ τῆς ψυχρᾶς ἐκείνης καὶ ἀνονήτου παρ' αὐτῶν μνήμης ἀξιούμεθα· ἀλλὰ ταῖς μὲν κατηγορίαις βαλλόμεθα, ἡ δὲ προσηγορία μεθίσταται εὐθέως εἰς ἕτερον. Καὶ γὰρ οὕτως ἔχει· ἀπὸ τούτου εἰς ἕτερον μεταβαίνει, καὶ ἀπ' ἐκείνου εἰς ἄλλον πάλιν. Καὶ σήμερον μὲν ἡ οἰκία ἐλέγετο τοῦ δεῖνος, αὔριον δὲ τοῦ δεῖνος, καὶ μετὰ, τὴν ἑξῆς πάλιν ἑτέρου. Καὶ ἀπατῶμεν ἑκόντες ἑαυτοὺς, νομίζοντες δεσποτείαν τινὰ κεκτῆσθαι, οὐκ εἰδότες ὅτι μόνον τῆς χρήσεως ἀπολαύομεν, καὶ ἑκόντες καὶ ἄκοντες ἑτέροις τούτων παραχωροῦμεν· ὅτι γὰρ καὶ οἷς οὐ βουλόμεθα, τοῦτο τέως παρίημι. Ὅλως δὲ εἰ μνήμης ἐπιθυμεῖς, καὶ τοῦτό σοι περισπούδαστον, ἄκουε πῶς αἱ χῆραι ἐμέμνηντο τῆς Ταβιθᾶς, καὶ πῶς τὸν Πέτρον περιεστήκεισαν κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ Δορκάς. Εἶδες οἰκοδομὰς ἐμψύχους φωνὰς ἀφιείσας, καὶ τοσαύτην ἰσχὺν ἐχούσας, ὡς καὶ ἀπὸ θανάτου εἰς ζωὴν ἐπαναγαγεῖν; Ἐπειδὴ γὰρ περιέστησαν τὸν Πέτρον, καὶ τὰ δάκρυα θερμὰ ἐξέχεαν, τὴν τροφὴν καὶ τὴν χορηγίαν ἐπιζητοῦσαι, ἐκβαλὼν πάντας, φησὶν, ὁ Πέτρος, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἀναστήσας αὐτὴν ἐφώνησε τοὺς ἁγίους
3. Have you seen a remembrance stretching out alongside the whole age? Have you seen a remembrance teeming with great and ineffable blessings? Through such buildings let us be earnest to be remembered! For those made of stones not only can benefit us in nothing, but even like a perpetual pillar cry out against us with a clear voice. And while we ourselves depart holding the sins that come from them, having left those things themselves behind here we are not even deemed worthy of that cold and unprofitable remembrance from them; nay, we are pelted with accusations, while the appellation straightway passes over to another. For so it stands: from this man it passes over to another, and from that man again to yet another. And today the house was called so-and-so's, and tomorrow so-and-so's, and after the next day again someone else's. And we willingly deceive ourselves, supposing that we have acquired some ownership, not knowing that we enjoy only the use, and willingly and unwillingly yield these things to others—for that we yield them even to those to whom we do not wish, this I pass by for now. Yet if you desire remembrance at all, and this is a matter of earnest pursuit to you, hear how the widows remembered Tabitha, and how they stood round Peter weeping and displaying tunics and cloaks, all that Dorcas used to make while she was with them. Have you seen living buildings sending forth voices, and holding such great strength as even to lead back from death to life? For once they stood round Peter and poured forth warm tears, seeking their nourishment and supply, Peter, putting them all out, it says, knelt down and prayed, and having raised her up he called the saints
PG 53:277Read from the page
καὶ τὰς χήρας, καὶ παρέστησεν αὐτὴν ζῶσαν. Εἰ βούλει μνημονεύεσθαι, καὶ εἰ δόξης ἀληθοῦς ἐρᾷς, ταύτην μίμησαι, καὶ τοιαύτας οἰκοδομὰς ἐργάζου, μὴ περὶ τὴν ἄψυχον ὕλην καταδαπανώμενος, ἀλλὰ περὶ τοὺς ὁμογενεῖς πολλὴν τὴν φιλοτιμίαν ἐπιδεικνύμενος. Αὕτη ἡ μνήμη ἐπαινετὴ καὶ πολὺ τὸ κέρδος φέρουσα. Ἀλλὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ ἴδωμεν τῶν τότε ἀνδρῶν την τόλμαν. Τὰ γὰρ ἐκείνων πάθη ἡμῖν, εἰ βουλοίμεθα νήφειν, σωφρονισμὸς γενήσεται. Καὶ οἰκοδομήσωμεν ἑαυτοῖς, φησὶ, πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ τῆς γῆς. Ὁρᾷς πῶς πανταχοῦ τῆς ἑαυτῶν γνώμης τὴν διαφθορὰν ἐπιδεικνύουσι. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν· καὶ πάλιν· Ποιήσωμεν ἑαυτοῖς ὄνομα. Ἀλλ' ὅρα καὶ μετὰ τοσαύτην πανωλεθρίαν πάλιν πῶς οὐκ ἐλάττοσι κακοῖς ἐπιχειροῦσι. Τί οὖν ἵνα γενήσηται; πῶς ἵνα ἀναχαιτισθῶσι τῆς μανίας; Ὑπέσχετο μηκέτι ποιήσειν κατακλυσμὸν τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος· οὗτοι δὲ οὐδὲ ταῖς τιμωρίαις ἐσωφρονίσθησαν, οὔτε ταῖς εὐεργεσίαις βελτίους ἐγένοντο.
and the widows, and presented her alive. If you wish to be remembered, and if you love true glory, imitate this woman, and build such edifices, not squandering yourself upon lifeless matter, but displaying great munificence towards those of your own race. This memorial is praiseworthy and brings great gain. Yet let us return once more to the subject set before us, and see the audacity of the men of that time. For their passions will become a chastening lesson for us, if we should wish to be sober. And let us build for ourselves, it says, a city, and a tower whose top shall be unto heaven, and let us make for ourselves a name before being scattered upon the earth. Do you see how everywhere they display the corruption of their own resolve? And let us build for ourselves, it says, a city; and again: Let us make for ourselves a name. Yet behold how even after such utter ruin they once more attempt evils that are no less. What, then, is to come to pass? How are they to be curbed back from their madness? Imitating His own lovingkindness towards humanity, He promised no more to make a flood; yet these men were neither chastened by punishments nor made better by benefits.
Διὸ ἄκουε τῶν ἑξῆς, ἵνα μάθῃς τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμουν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅρα πῶς ἀνθρωπίνως ἡ Γραφὴ διαλέγεται. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεός· οὐχ ἵνα ἀνθρωπίνως νοήσωμεν, ἀλλ' ἵνα διὰ τούτου παιδευώμεθα μηδέποτε καταψηφίζεσθαι ἁπλῶς τῶν ἀδελφῶν τῶν ἡμετέρων, μήτε ἐξ ἀκοῆς καταδικάζειν, ἐὰν μὴ πρότερον πολλὴν δεξώμεθα τὴν πληροφορίαν. Πάντα γὰρ τὰ παρὰ τοῦ Θεοῦ διὰ τοῦτο γίνεται, καὶ τοσαύτῃ κέχρηται τῇ συγκαταβάσει πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον. Ὅρα αὐτὸν οὐκ ἐκ προοιμίων ἀναστέλλοντα αὐτῶν τὴν μανίαν, ἀλλὰ πολλῇ τῇ μακροθυμίᾳ κεχρημένον, καὶ ἀναμένοντα εἰς ἔργον αὐτοὺς ἀγαγεῖν τὴν πονηρίαν ἅπασαν, καὶ τότε ἐκκοπῆναι τὴν ἐπιχείρησιν. Ἵνα γὰρ μή τινι ἐξῇ λέγειν, ὅτι ἐβουλεύσαντο μὲν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ δόξαντα, ἀναμένει πληρῶσαι αὐτοὺς τὰ βουλευθέντα, καὶ τότε δεῖξαι αὐτοῖς ὡς ἀνοήτοις ἐπιχειροῦσι. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅρα φιλανθρωπίας ὑπερβολήν. Συνεχώρησε καμεῖν αὐτοὺς καὶ ταλαιπωρηθῆναι, ἵνα τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος αὐτοῖς γένηται. Καὶ ἐπειδὴ εἶδεν ἀκμάζουσαν τὴν κακίαν, καὶ τὴν νόσον ἐπιτεινομένην, οὐκ εἰς τέλος ἀφίησιν, ἀλλὰ τὴν οἰκείαν ἐνδεικνύμενος ἀγαθότητα, καθάπερ ἰατρὸς ἄριστος, ὁρῶν αὐτῶν αὐξανομένην τὴν νόσον, καὶ τὸ ἕλκος ἀνίατον γινόμενον, ταχεῖαν ποιεῖται τὴν τομὴν, ἵνα παντελῶς ἀφανίσῃ τὴν αἰτίαν τῆς νόσου. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· ἀντὶ τοῦ, φωνὴ μία καὶ γλῶσσα μία. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ' αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.
Therefore hear what follows, so that you may learn the magnitude of the ineffable lovingkindness of God towards humanity. And the Lord God, it says, came down to see the city and the tower which the sons of men were building. Behold how Scripture converses in human fashion. And the Lord God, it says, came down—not so that we should conceive of it in human fashion, but so that through this we may be taught never to pass sentence simply against our brethren, nor to condemn from hearsay, unless we first receive ample assurance. For all things from God come about on this account, and He employs such great condescension for the teaching of human nature. And the Lord God, it says, came down to see the city and the tower. Behold Him not checking their madness from the outset, but employing great long-suffering, and waiting for them to bring all their wickedness into deed, and only then for their attempt to be cut off. For lest anyone should be permitted to say that they took counsel indeed, yet did not bring what had seemed good to them into deed, He waits for them to fulfil what they had devised, and then to show them that they attempt senseless things. And the Lord God, it says, came down to see the city and the tower which the sons of men had built. Behold the excess of His lovingkindness towards humanity! He permitted them to toil and be wearied out, so that actual experience of affairs might become a teacher for them. And when He saw their wickedness at its height and the disease growing more intense, He does not leave it to the end, but displaying His own goodness, just like an excellent physician who sees their disease increasing and the ulcer becoming incurable, He makes a swift excision so as to obliterate utterly the cause of the disease. And the Lord God, it says, said: Behold, there is one race and one lip of all—instead of 'one voice and one tongue'. And this they have begun to do, and now nothing will fail from them of all that they may set themselves to do.
δʹ. Ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ μέλλει τὴν ὁρμὴν αὐτῶν ἐκκόπτειν, ἀπολογίαν πρότερον συντίθησι, καὶ μονονουχὶ δείκνυσιν αὐτῶν τῆς ἁμαρτίας τὸ μέγεθος, καὶ τῆς ἀγνωμοσύνης τὴν ὑπερβολὴν, καὶ ὅτι τῇ συμφωνίᾳ οὐκ εἰς δέον ἐχρήσαντο. Ἰδοὺ γὰρ, φησὶ, γένος ἓν καὶ χεῖλος ἓν πάντων. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ
4. Behold the lovingkindness of the Master towards humanity! Since He is about to cut off their impulse, He first composes a defence, and all but shows the magnitude of their sin, and the excess of their ingratitude, and that they did not turn their harmony of speech to needful use. For behold, He says, there is one race and one lip of all. And this they have begun to do, and
Notes, col. 277

On the reading

Printed την, for τὴν.

PG 53:278Read from the page
νῦν ἐκλείψει ἀπ' αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Τοῦτο γὰρ ἔθος αὐτῷ, ἐπειδὰν μέλλῃ τιμωρίαν ἐπάγειν, πρότερον δεικνύναι τῶν ἡμαρτημένων τὸ μέγεθος, καὶ ὥσπερ ἀπολογίαν τινὰ συντιθέναι, καὶ τότε ποιεῖσθαι τὴν διόρθωσιν. Καὶ γὰρ ἐπὶ τοῦ κατακλυσμοῦ, ἡνίκα ἤμελλε τὴν ἀπειλὴν ἐκείνην τὴν φοβερὰν ποιεῖσθαι, φησὶν ἡ Γραφή· Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Εἶδες πῶς πρότερον ἔδειξε τῆς κακίας αὐτῶν τὴν ὑπερβολὴν, καὶ τότε φησὶν, Ἀπαλείψω τὸν ἄνθρωπον; Οὕτω καὶ νῦν· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Εἰ ὁμονοίας τοσαύτης ἀπολαύοντες καὶ ὁμοφωνίας πρὸς τοσαύτην ἐξώκειλαν μανίαν, τοῦ χρόνου προϊόντος πῶς οὐχὶ χείρονα διαπράξονται; Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἀπ' αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Οὐδὲν αὐτῶν τὴν ὁρμὴν ἐπισχεῖν δυνήσεται, ἀλλὰ πάντα τὰ βουλευθέντα αὐτοῖς εἰς ἔργον ἀγαγεῖν σπουδάσουσιν, εἰ μὴ ταχέως ὑπὲρ τῶν ἤδη τολμηθέντων δίκην δώσουσι. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πρωτοπλάστου γεγονὸς εὑρήσει τις. Καὶ γὰρ ἐκεῖ, ἡνίκα ἤμελλεν ἐκβάλλειν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς, φησί· Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ; Καὶ πάλιν· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ την χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου. Καὶ νῦν φησιν, Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι· καὶ νῦν οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Ὅρα πάλιν τῶν λέξεων τὴν συγκατάβασιν. Δεῦτε, φησὶ, καὶ καταβάντες. Τί βούλεται ταῦτα τὰ ῥήματα; Συνεργείας δεῖται ὁ Δεσπότης πρὸς τὴν διόρθωσιν; ἀλλὰ συμμαχίας πρὸς τὴν τούτων καθαίρεσιν; Οὐχὶ, μὴ γένοιτο. Ἀλλὰ καθάπερ ἤδη εἶπεν ἡ Γραφὴ, Κατέβη Κύριος, διδάσκουσα ἡμᾶς διὰ τούτου, ὅτι μετὰ ἀκριβείας αὐτῶν εἶδε τῆς κακίας τὴν ὑπερβολὴν, οὕτω καὶ ἐνταῦθά φησι, Δεῦτε, καὶ καταβάντες. Ὡς πρὸς ὁμοτίμους δὲ πάντως ἐστὶ τουτὶ τὸ εἰρημένον· Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Καθάπερ, φησὶ, στήλην τινὰ διηνεκῆ, τοιαύτην αὐτοῖς ἐπιτίθημι τὴν τιμωρίαν, καὶ ἵνα παντὶ τῷ αἰῶνι συμπαρεκτείνηται, καὶ μηδεὶς χρόνος λήθην αὐτοῖς ἐμποιήσῃ. Ἐπειδὴ γὰρ οὐ δεόντως ἐχρήσαντο τῇ ὁμοφωνίᾳ, διὰ τῆς ἑτεροφωνίας αὐτοὺς σωφρονισθῆναι βούλομαι. Καὶ γὰρ οὕτως ἑκάστοτε εἴωθε ποιεῖν ὁ Δεσπότης. Τοῦτο ἐξ ἀρχῆς καὶ ἐπὶ τῆς γυναικὸς ἐποίησεν· οὐκ εἰς δέον ἐχρήσατο τῇ δοθείσῃ τιμῇ, καὶ διὰ τοῦτο ὑπέταξεν αὐτὴν τῷ ἀνδρί. Καὶ πάλιν ἐπὶ τοῦ Ἀδὰμ, ἐπειδὴ μὴ ἐκέρδανέ τι ἐκ τῆς πολλῆς ἀνέσεως, καὶ τῆς ἐν τῷ παραδείσῳ διαίτης, ἀλλὰ διὰ τῆς παραβάσεως τῷ ἐπιτιμίῳ ἑαυτὸν ὑπεύθυνον κατέστησεν, ἐξέβαλε αὐτὸν ἐκ τοῦ παραδείσου, καὶ τὴν τιμωρίαν αὐτῷ ἐπέθηκε διηνεκῆ, λέγων· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ. Καὶ οὗτοι τοίνυν ἐπειδὴ τιμηθέντες τῇ ὁμοφωνίᾳ, εἰς κακίαν ἐχρήσαντο τῇ δοθείσῃ τιμῇ, διὰ τῆς ἑτεροφωνίας ἵστησιν αὐτῶν τῆς κακίας την φοράν. Καὶ συγχέωμεν αὐτών, φησὶ, τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοὺ πλησιον· ἵνα ὥσπερ
now all things will fail from them, whatever they may set themselves to do. For this is His custom: whenever He is about to bring on punishment, first to show the magnitude of their sins and compose a sort of defence, and only then to make the amendment. For indeed in the case of the flood, when He was about to make that fearsome threat, Scripture says: And the Lord God, seeing that the wickednesses of men were multiplied, and that everyone ponders diligently in his heart upon evil things from his youth. Did you see how He first showed the excess of their wickedness, and then says, I will blot out man? So now as well: Behold, there is one race and one lip of all, and this they have begun to do. If, while enjoying such concord and harmony of voice, they have run aground upon such madness, as time advances how will they not perpetrate worse things? For nothing, He says, will fail from them of all that they may set themselves to do. Nothing will be able to check their impulse, but they will be eager to bring into deed all that has been devised by them, unless they swiftly pay the penalty for what they have already dared. One will find the same thing to have taken place in the case of the first-formed man as well. For there too, when He was about to cast him out from his way of life in paradise, He says: Who told you that you are naked? And again: Behold, Adam has become as one of Us, so as to know good and evil. And now, lest he stretch out his hand, and take from the tree of life, and eat, and live unto the age. And the Lord God sent him forth out of paradise. And now He says: Behold, there is one race and one lip of all, and this they have begun to do; and now nothing will by any means fail out of them of all that they may set themselves to do. Come, and having gone down let Us confound their tongue there, so that they may not hear each the voice of his neighbour. Behold once more the condescension of the expressions. Come, He says, and having gone down. What do these words mean? Does the Master stand in need of cooperation towards their amendment, or of alliance towards their overthrow? Not so—far be it! Rather, just as Scripture already said, The Lord came down, teaching us through this that He saw with exactness the excess of their wickedness, so here too it says, Come, and having gone down. And this word spoken is altogether as though to coequals in honour: Come, and having gone down let Us confound their tongue, so that they may not hear each the voice of his neighbour. Just like some perpetual pillar, He says, I lay such a punishment upon them, so that it may stretch alongside the entire age and no length of time may induce forgetfulness in them. For since they did not use harmony of voice as they ought, I will them to be chastened through diversity of voices. For indeed the Master is accustomed to act thus on each occasion. He did this from the beginning in the case of the woman as well: she did not turn the honour given her to needful use, and on this account He subjected her to her husband. And again in the case of Adam, since he gained nothing from his great ease and his way of life in paradise, but through his transgression rendered himself liable to the penalty, He cast him out of paradise and laid upon him a perpetual punishment, saying: Thorns and thistles shall the earth bring forth for you. And these men, therefore, since after being honoured with harmony of voice they used the honour given them unto wickedness, through diversity of voices He halts the onrush of their wickedness. And let Us confound, He says, their tongue, so that they may not hear each the voice of his neighbour; so that just as
Notes, col. 278

On the reading

Printed την, for τὴν.

Printed την, for τὴν.

Printed αὐτών, for αὐτῶν.

Printed τοὺ, for τοῦ.

Printed πλησιον, for πλησίον.